texts
stringlengths
1.01k
785k
katigoria
stringclasses
57 values
p23 ΠΕΝΤΗΚΟΣΤΑΡΙΟΝ Τῌ ΤΡΙΤῌ ΤΗΣ Δ' ΕΒΔΟΜΑΔΟΣ ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ Στιχηρὰ Ἰδιόμελα τῆς Ἑορτῆς Ἦχος α' Ὁ τῇ παλάμῃ τῇ ἀχράντῳ πλαστουργήσας τὸν ἄνθρωπον, ἦλθες εὔσπλαγχνε τοὺς νοσοῦντας ἰάσασθαι Χριστέ, τὸν Παράλυτον ἐν τῇ Προβατικῇ καλυμβήθρᾳ διὰ τοῦ λόγου σου ἀνέστησας. Αἱμόρρου δὲ τὸ ἄλγος ἐθεράπευσας, τῆς Χαναναίας τὴν παῖδα ἐνοχλουμένην ἠλέησας, καὶ τὴν αἴτησιν τοῦ Ἑκατοντάρχου οὐ παρεῖδες. Διὰ τοῦτο κράζομεν· Παντοδύναμε Κύριε, δόξα σοι. Ἦχος α' Ὁ τῇ παλάμῃ τῇ ἀχράντῳ πλαστουργήσας τὸν ἄνθρωπον, ἦλθες εὔσπλαγχνε τοὺς νοσοῦντας ἰάσασθαι Χριστέ, τὸν Παράλυτον ἐν τῇ Προβατικῇ καλυμβήθρᾳ διὰ τοῦ λόγου σου ἀνέστησας. Αἱμόρρου δὲ τὸ ἄλγος ἐθεράπευσας, τῆς Χαναναίας τὴν παῖδα ἐνοχλουμένην ἠλέησας, καὶ τὴν αἴτησιν τοῦ Ἑκατοντάρχου οὐ παρεῖδες. Διὰ τοῦτο κράζομεν· Παντοδύναμε Κύριε, δόξα σοι. Ἦχος α' Ἄταφος νεκρὸς ὑπάρχων ὁ Παράλυτος, ἰδών σε ἐβόησεν· Ἐλέησόν με Κύριε, ὅτι ἡ κλίνη μου τύμβος μοι ἐγένετο. Τί μοι κέρδος ζωῆς; οὐ χρῄζω τῆς Προβατικῇς κολυμβήθρας· οὐ γάρ ἐστί μοι τίς ὁ ἐμβάλλων με ταραττομένων τῶν ὑδάτων, ἀλλὰ σοὶ τῇ πηγῇ προσέρχομαι τῶν ἰαμάτων, ἵνα κἀγὼ μετὰ πάντων κράζω· Παντοδύναμε Κύριε, δόξα σοι. Δόξα... Καὶ νῦν... Ἦχος πλ. α' Ἀνέβη ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα, ἐπὶ τῇ Προβατικῇ κολυμβήθρᾳ τῇ λεγομένῃ κατὰ Ἰουδαίους Βηθεσδὰ πέντε στοὰς ἐχούσῃ· ἐν ταύταις γὰρ κατέκειτο πλῆθος τῶν ἀσθενούντων. Ἄγγελος γὰρ τοῦ Θεοῦ, κατὰ καιρὸν ἐπιφοιτῶν, διετάραττεν αὐτήν, καὶ ῥῶσιν ἐχαρίζετο τοῖς προσιοῦσιν ἐν πίστει. Καὶ ἰδὼν ὁ Κύριος χρονιοῦντα ἄνθρωπον, λέγει πρὸς αὐτόν· θέλεις ὑγιὴς γενέσθαι; ὁ ἀσθενῶν, ἀπεκρίνατο· Κύριε, ἄνθρωπον οὐκ ἔχω, ἵνα, ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλῃ με εἰς τὴν καλυμβήθραν· ἰατροῖς κατηνάλωσα τὸν ἅπαντά μου βίον, καὶ ἐλέους τυχεῖν οὐκ ἠξιώθην· ἀλλ' ὁ ἰατρὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων λέγει πρὸς αὐτόν· Ἆρόν σου τὸν κράββατον καὶ περιπάτει, κηρύττων μου τὴν δύναμιν, καὶ τὸ μέγα ἔλεος ἐν τοῖς πέρασι. Ἀναστάσιμον Ἦχος γ' Πεφώτισται τὰ σύμπαντα, τῇ ἀναστάσει σου Κύριε, καὶ ὁ Παράδεισος πάλιν ἠνέῳκται, πᾶσα δὲ ἡ κτίσις ἀνευφημοῦσα σε, ὕμνον σοι καθ' ἑκάστην προσφέρει. Κατανυκτικὸν Ἦχος γ' Σῶσόν με Κύριε ὁ Θεός μου· σὺ γὰρ πάντων ἡ σωτηρία, ὁ κλύδων με τῶν παθῶν ἐκταράττει, καὶ τὸ βάρος τῶν ἀνομιῶν με βυθίζει· δός μοι χεῖρα βοηθείας, καὶ πρὸς φῶς ἀνάγαγέ με κατανύξεως, ὡς μόνος εὔσπλαγχνος καὶ φιλάνθρωπος. Μαρτυρικὸν Ἦχος γ', Άυτόμελον ΤΟ ΑΚΟΥΤΕ Μεγάλη τῶν Μαρτύρων σου Χριστὲ ἡ δύναμις· ἐν μνήμασι γὰρ κεῖνται, καὶ πνεύματα διώκουσι, καὶ κατήργησαν ἐχθροῦ τὴν ἐξουσίαν, τῇ πίστει τῆς Τριάδος, ἀγωνισάμενοι ὑπὲρ τῆς εὐσεβείας. Δόξα... Καὶ νῦν... Ἦχος πλ. δ' Ἐν τῇ Στοᾷ τοῦ Σολομῶντος, ἐκεῖ κατέκειτο πλῆθος τῶν ἀσθενούντων, καὶ μεσούσης τῆς Ἑορτῆς, εὗρεν ὁ Χριστός, ὀκτὼ καὶ τριάκοντα ἐτῶν Παράλυτον κείμενον· δεσποτικῇ φωνῇ λέγει πρὸς αὐτόν· θέλεις ὑγιὴς γενέσθαι; ὁ ἀσθενῶν ἀπεκρίνατο· Κύριε, ἄνθρωπον οὐκ ἔχω, ἵνα, ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλῃ με εἰς τὴν κολυμβήθραν· ὁ δὲ λέγει πρὸς αὐτόν· Ἆρόν σου τὴν κλίνην· ἴδε, ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε. Τῆς Θεοτόκου πρεσβείαις Κύριε, κατάπεμψον ἡμῖν τὸ μέγα ἔλεος. Ἀπολυτίκιον Ἦχος γ΄ Άυτόμελον ΤΟ ΑΚΟΥΤΕ Εὐφραινέσθω τὰ οὐράνια, ἀγαλλιάσθω τὰ ἐπίγεια, ὅτι ἐποίησε κράτος, ἐν βραχίονι αὐτοῦ, ὁ Κύριος, ἐπάτησε τῷ θανάτῳ τὸν θάνατον, πρωτότοκος τῶν νεκρῶν ἐγένετο, ἐκ κοιλίας ᾅδου ἐρρύσατο ἡμᾶς, καὶ παρέσχε τῷ κόσμῳ τὸ μέγα ἔλεος. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὴν α' Στιχολογίαν, Καθίσματα τῆς Ὀκτωήχου Ἦχος γ' Ἀναστάσιμον Σαρκὶ τοῦ θανάτου γευσάμενος Κύριε, τὸ πικρὸν τοῦ θανάτου ἐξέτεμες τῇ Ἐγέρσει σου, καὶ τὸν ἄνθρωπον νῦν κατ' αὐτοῦ ἐνισχύσας, τῆς ἀρχαίας κατάρας, τὴν ἧτταν ἀνακαλούμενος· ὁ ὑπερασπιστὴς τῆς ζωῆς ἡμῶν Κύριε, δόξα σοι. ΚατανυκτικὸνἝως πότε ψυχή μου ἐπιμένεις τοῖς πταίσμασιν, ἕως τίνος λαμβάνεις μετανοίας ὑπέρθεσιν; λαβὲ κατὰ νοῦν τὴν κρίσιν τὴν μέλλουσαν, καὶ βόησον Χριστῷ τῷ Θεῷ· Ἥμαρτον, ἀναμάρτητε Κύριε, ἐλέησόν με. ΜαρτυρικὸνἘκλάμπετε διὰ τῆς πίστεως, ὑπέρλαμπροι φωστῆρες ἅγιοι, θεοσεβείας ἐρασταί, Ἀθλοφόροι πανεύφημοι· τῶν τυράννων γὰρ τάς αἰκίσεις μὴ δειλιάσαντες, τῶν εἰδώλων τὴν πλάνην κατηδαφίσατε, τρόπαιον ἔχοντες ἀήττητον, τὸν Σταυρὸν τῆς ἀληθείας. ΘεοτοκίονΚαταφυγὴ καὶ δύναμις ἡμῶν Θεοτόκε, ἡ κραταιὰ βοήθεια τοῦ κόσμου, ταῖς πρεσβείαις σου σῷζε τοὺς δούλους σου, ἀπὸ πάσης ἀνάγκης, μόνη εὐλογημένη. Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα τῆς Ἑορτῆς Ἦχος γ' Τὴν ὡραιότητα ΤΟ ΑΚΟΥΤΕ Πάρεσιν εὕραντο, τὴν ὁλοσώματον, οἱ παραλύσεσι, φθόνου σφιγγόμενοι, τὴν ἐν Σαββάτῳ Παραλύτου σφίγξιν κατανοοῦντες· λέγοντες· οὐκ ἔξεστι, θεραπεύειν τοῖς Σάββασι, λύειν τε τὴν πάτριον, τοῦ Σαββάτου κατάπαυσιν, τοῦ νόμου σε μὴ γνόντες Δεσπότην, καὶ θεραπευτὴν τῶν ψυχῶν ἡμῶν. (Δίς) Κανών γ', ᾨδὴ α', τοῦ Παραλύτου Ἦχος γ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Θαυμαστὸς ἐνδόξως, ποιῶν τέρατα, σὺ εἶ Θεός, ὁ ἄβυσσον γεώσας, καὶ ἅρματα καλύψας, καὶ λαὸν διασώσας, ᾄδοντά σοι, ὡς λυτρωτῇ ἡμῶν Θεῷ».Ἐνεργῶν σημεῖα, ποιῶν τέρατα, μόνε Βασιλεῦ, σταυρὸν ἐθελουσίως ὑπέστης, ὡς οἰκτίρμων, καὶ θάνατον θανάτῳ θανατώσας, ἐζωοποίησας ἡμᾶς.Τῇ Χριστοῦ Ἐγέρσει, λαοὶ σήμερον, χορεύσωμεν πιστῶς, ἐσκύλευται ὁ ᾍδης, δεσμίους οὓς κατεῖχεν, ἀπέδωκε σπουδαίως, ἀνυμνοῦντας τὰ μεγαλεῖα τοῦ Θεοῦ.Ὁ δυνάμει θείᾳ ποτὲ Παράλυτον, λόγῳ σου Χριστέ, συσφίγξας καὶ προστάξας, αὐτῷ τὴν κλίνην ἆραι, χρονίως ἀσθενοῦντι, τὴν ψυχήν μου νοσοῦσαν, ἴασαι δεινῶς.Ἐν τῇ κολυμβήθρᾳ, ποτὲ Ἄγγελος, τῇ Προβατικῇ, κατήρχετο, καὶ ἕνα ἰᾶτο κατὰ χρόνον· Βαπτίσματι δὲ θείῳ νῦν καθαίρει, ἄπειρα πλήθη ὁ Χριστός.Ἀρχηγὲ Ἀγγέλων, Ἀρχιστράτηγε τῶν ἄνω λειτουργῶν, τοὺς συναθροιζομένους, ἐν τῷ σεπτῷ ναῷ σου, καὶ τὸν Θεὸν ἀνυμνοῦντας, σκέπε, φρούρει, ἀπὸ παντοίων πειρασμῶν.Δόξα...Ἐν τρισὶ προσώποις, μιᾷ φύσει δέ, ἄναρχον Θεόν, ὑμνήσωμεν ἀπαύστως μετὰ τῶν ἀσωμάτων, Πατέρα, Λόγον, Πνεῦμα, βασιλείαν ἔχουσαν, καὶ κράτος ἀμερές.Καὶ νῦν ... ΘεοτοκίονΤὴν τιμῶσαν ταύτην, Ἁγνὴ πόλιν σου πάντοτε πιστῶς, περίσῳζε κινδύνων, ἁλώσεως βαρβάρων, πολέμου ἐμφυλίου, καὶ μαχαίρας, καὶ πάσης ἄλλης ἀπειλῆς. Κανών γ', ᾨδὴ γ', τοῦ Παραλύτου Ἦχος γ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Στεῖρα ψυχὴ καὶ ἄγονε, κτῆσαι καρπὸν εὐκλεῆ, εὐτεκνουμένη βόησον· Ἐστερεώθη ἡ καρδία μου, οὐκ ἔστιν ἅγιος, καὶ οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε».Ὁρῶν σε πάλαι ἥλιος, ξύλῳ κρεμάμενον, Λόγε τὸ φῶς συνέστειλε, καὶ ἐδονεῖτο ἡ γῆ ἅπασα, νεκροὶ ἐξανίσταντο, νεκροῦ γενομένου σου, παντοδύναμε.Μετὰ ψυχῆς ἐλθόντος σου, ἐν τῇ κοιλίᾳ τῆς γῆς, ψυχὰς ἅσπερ ἐκέκτητο, ἐναπεδίδου ᾍδης σπουδῇ, βοώσας τῷ κράτει σου, ᾠδὴν χαριστήριον, μόνε Κύριε.Τὴν ἐπὶ χρόνους πλείονας, ἐξασθενοῦσαν δεινῶς, ψυχήν μου ὑπεράγαθε, ὡς τὸν Παράλυτον πρίν, ὑγίωσον, ὡς ἂν βηματίζω σου, τὰς τρίβους, ἃς ἔδειξας τοῖς ποθοῦσί σε.Μετὰ τῶν ἄνω τάξεων, Θεοῦ Ἀρχάγγελε, ἱκετηρίαν ποίησον, ὑπὲρ τῶν πίστει ἀνυμνούντων σε φρουρῶν, συντηρῶν ἡμᾶς τοῦ βίου τοῖς πάθεσι περιπίπτοντας.Δόξα...Δόξα, Πατρὶ βοήσωμεν, Υἱῷ, καὶ Πνεύματι· εἷς γὰρ ὑπάρχει φύσει Θεός, ὃν αἱ δυνάμεις πᾶσαι τῶν οὐρανῶν, ἐν φόβῳ δοξάζουσι, τό, Ἅγιος, Ἅγιος, Ἅγιος, κράζουσι.Καὶ νῦν ... ΘεοτοκίονἌσπορον ἔσχες σύλληψιν, καὶ ὑπὲρ νοῦν τοκετόν, Παρθενομῆτορ ἄχραντε, ἔργον φρικῶδες, θαῦμα μέγιστον, Ἀγγέλοις τιμώμενον, βροτοῖς δοξαζόμενον, Κόρη Δέσποινα. Κανών γ', ᾨδὴ δ', τοῦ Παραλύτου Ἦχος γ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Τὸ κατάσκιον ὄρος, ὁ Ἀββακοὺμ προεώρα, τὴν ἄχραντόν σου μήτραν Ἁγνή· διὸ καὶ ἀνεκραύγαζεν· Ἀπὸ Θαιμὰν ἥξει ὁ Θεός, καὶ ὁ Ἅγιος ἐξ ὄρους, κατασκίου δασέος».Τῶν Ἑβραίων ὁ δῆμος, φθόνῳ τηκόμενος, ξύλῳ ἐσταύρωσέ σε, Κύριε, καὶ λύσας τὸ κατάκριμα, τὸ τοῦ θανάτου ὡς κραταιὸς ἐξεγήγερσαι, τὸν κόσμον σεαυτῷ συνεγείρας.Μετὰ μύρων Γυναῖκες, τί τὸ ἀκένωτον μύρον, ζητεῖτε; ἐξεγήγερται, ταῖς Μυροφόροις ἔφησεν, ὁ καθεζόμενος ἐν λευκοῖς, τὴν ὑφήλιον πληρώσας, νοητῆς εὐωδίας.Δούλου φέρων εἰκόνα, ὑπερβολῇ εὐσπλαγχνίας, βαδίζων παραγέγονας, καὶ ὑγιῆ ἀπέδειξας, τὸν ἐπὶ χρόνοις Λόγε πολλοῖς, κατακείμενον, κελεύσας, καὶ τὸν κράββατον ἆραι.Ἄγγελος μὲν Κυρίου, κατὰ καιρὸν καταβαίνων, τὸ ὕδωρ ἐν τῇ Προβατικῇ ἐτάρασσε, τελῶν ὑγιῆ ἕνα καὶ μόνον, ὁ δὲ Χριστός, πλήθη ἄπειρα, τῷ θείῳ Βαπτισμῷ διασῴζει.Ἀρχηγὲ τῶν Ἀγγέλων, καὶ ὁδηγὲ πλανωμένων, Κυρίου Ἀρχιστράτηγε, τῇ ὥρᾳ ταύτῃ, μέσον ἡμῶν παραγενοῦ, καὶ τὰς προσευχὰς πάντων προσάγαγε, τῷ μόνῳ ποιητῇ καὶ Δεσπότῃ.Δόξα...Ἑνουμένη τῇ φύσει, διαιρουμένη προσώποις, ὑπάρχει ἡ ἁγία Τριάς, Πατὴρ ὁ ὑπερούσιος, ὁ συναΐδιός τε Υἱός, καὶ τὸ ἅγιον καὶ μόνον, παντοδύναμον Πνεῦμα.Καὶ νῦν ... ΘεοτοκίονἩ Ἁγνὴ πῶς θηλάζεις; πῶς δὲ ἐγέννησας βρέφος, τοῦ Ἀδὰμ ἀρχαιότερον; πῶς ἐν ἀγκάλαις φέρεις Υἱόν, τὸν ἐπὶ ὤμων χερουβικῶν; ὡς ἐπίσταται, ὡς οἶδεν, ὁ τὸ πᾶν οὐσιώσας. Κανών γ', ᾨδὴ ε', τοῦ Παραλύτου Ἦχος γ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Φωτὶ τῷ ἀνεσπέρῳ σου Χριστέ, καταύγασον τὴν ταπεινήν μου ψυχήν, καὶ ὁδήγησον εἰς τὸν φόβον σου· διότι φῶς τὰ προστάγματά σου».Ὑψώθης ἐπὶ ξύλου τοῦ Σταυροῦ, καὶ κόσμον ἅπαντα συνανύψωσας, καὶ γενόμενος ἐν νεκροῖς ὁ Θεός, νεκροὺς ἐγείρεις τοὺς ἀπ' αἰῶνος.Ἀνέστη καθὼς εἶπεν ὁ Χριστός, κενώσας ἅπαντα ᾍδου τὰ βασίλεια, καὶ ὀπτάνεται Ἀποστόλοις, χαρᾶς μεταδιδοὺς διαιωνιζούσης.Λευκείμων καθωράθη γυναιξίν, ἀστράπτων Ἄγγελος, φάσκων· Μὴ κλαίετε, ἡ ζωὴ ἡμῶν ἐξεγήγερται, τοὺς ἐν τοῖς τάφοις νεκροὺς ζωώσας.Παράλυτον ὡς ἤγειρας Χριστέ, τὴν παρειμένην μου ψυχὴν ὑγίωσον, παραβάσεσι, καὶ βαδίζειν με τὰς σὰς ὀρθὰς εὐόδωσον τρίβους.Ἀγγέλων ἀρχηγέτα Μιχαήλ, τὸν ἀθροιζόμενον ἐν τῷ τεμένει σου λαὸν σήμερον, καὶ κηρύττοντα τὰ τοῦ Θεοῦ, σῷζε μεγαλεῖα.Δόξα...Ἰσότιμος τρισάριθμος μονάς, διαιρουμένη μὲν πιστῶς ταῖς ὑποστάσεσιν, ἑνουμένη δὲ φύσει πέφυκε, Πατήρ, Υἱὸς καὶ τὸ θεῖον Πνεῦμα.Καὶ νῦν ... ΘεοτοκίονΤὴν ἄσπορον λοχείαν σου Ἁγνή, τὴν ἀκατάληπτον ὑμνοῦμεν γέννησιν, μακαρίζοντες ὡς Μητέρα σε, τοῦ ποιητοῦ πάντων καὶ Δεσπότου. Κανών γ', ᾨδὴ ς', τοῦ Παραλύτου Ἦχος γ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Βυθός μοι τῶν παθῶν ἐπανέστη, καὶ ζάλη ἐναντίων ἀνέμων· ἀλλὰ προφθάσας με σύ, σῶσον Σωτήρ, καὶ ῥῦσαι φθορᾶς, ὡς ἔσωσας τοῦ θηρὸς τὸν Προφήτην».Ὑψώθης ἑκουσίως ἐν ξύλῳ, ἐτέθης ὡς νεκρὸς ἐν μνημείῳ, καί τοὺς ἐν ᾍδῃ νεκρούς, πάντας ὁμοῦ ζωώσας Χριστέ, ἀνέστησας θεϊκῇ δυναστείᾳ.Ὁ ᾍδης συναντήσας σοι κάτω, οἰκτίρμον ἐπικράνθη, δεσμώτας, ἀποδιδοὺς ἐν σπουδῇ, σοῦ τὴν φρικτὴν ὑμνοῦντας Σωτὴρ Ἀνάστασιν, ἐν φωναῖς ἀσιγήτοις.Οἱ θεῖοι Μαθηταὶ κατιδόντες ἐκ τάφου, τὴν ζωὴν τῶν ἁπάντων, ἐγηγερμένον Χριστὸν πόθῳ πολλῷ, καὶ γνώμῃ εὐθεῖ, καὶ θυμηδίᾳ ψυχῆς προσεκύνουν.Ὁ πάλαι ἐπὶ κλίνης ὀδύνης, ἐν χρόνοις κατακείμενος πλείστοις, τῇ σῇ προστάξει Χριστέ, ἀρτιωθεὶς δοξάζει, ὑμνῶν τὴν εὐπλαγχνίαν, τὴν σὴν ζωοδότα.Ἀγγέλων Μιχαὴλ ἀρχηγέτα, τῷ θρόνῳ παρεστὼς τοῦ Δεσπότου, πάρεσο μέσον ἡμῶν, καθοδηγῶν πρὸς τρίβους ζωῆς, τοὺς σὲ προστάτην, θερμὸν κεκτημένους.Δόξα...Τριάδα τοῖς προσώποις σε σέβω, μονάδα τῇ οὐσίᾳ κηρύττω, ἄναρχε Πάτερ, Υἱέ, Πνεῦμα εὐθές, Θεὲ τοῦ παντός, μετὰ τῶν ἄνω φρικτῶν στρατευμάτων.Καὶ νῦν ... ΘεοτοκίονὉ πάντα θείῳ νεύματι φέρων, κρατεῖται Θεοτόκε Παρθένε, ἐν ταῖς ἀγκάλαις ταῖς σαῖς, πάντας ἡμᾶς ἁρπάζων χειρός, δουλείας τοῦ πονηροῦ, ὡς οἰκτίρμων. Κοντάκιον Ἦχος γ' Ἡ Παρθένος σήμερον ΤΟ ΑΚΟΥΤΕ Τὴν ψυχήν μου Κύριε, ἐν ἁμαρτίαις παντοίαις, καὶ ἀτόποις πράξεσι, δεινῶς παραλελυμένην, ἔγειρον τῇ θεϊκῇ σου ἐπιστασίᾳ, ὥσπερ καὶ τὸν Παράλυτον, ἤγειρας πάλαι, ἵνα κράζω σεσωσμένος· Οἰκτίρμον δόξα, Χριστέ, τῷ κράτει σου. Κανών γ', ᾨδὴ ζ', τοῦ Παραλύτου Ἦχος γ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Ὁ τὴν φλόγα δροσίσας τῆς καμίνου, καὶ τοὺς παῖδας ἀφλέκτους διασώσας, εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν».Ἁπλωθέντα σε ξύλῳ ὡς ἑώρα, φῶς συνέστειλεν ἥλιος μὴ σθένων, τῷ κόσμῳ φαίνειν, σοῦ ἑκουσίως δύναντος Παμβασιλεῦ, εἰς φαῦσιν πάντων ἐθνῶν.Ἐξανέστης κενώσας τὰ μνημεῖα, καὶ σκυλεύσας τὸν ᾍδην δυναστείᾳ παντοδυνάμῳ· διὸ ὑμνοῦμεν τὴν σεπτήν σου Χριστὲ καὶ θείαν Ἔγερσιν.Ὡς νεκρὸν τί τὸν ζῶντα ἐκζητεῖτε; ἐξηγέρθη, οὐκ ἔστιν ἐν τῷ τάφῳ, ταῖς Μυροφόροις ἐβόα πάλαι, ἐξαστράπτων μορφῇ ὁ θεῖος Ἄγγελος.Κατακείμενον χρόνοις ἐπὶ πλείστοις, τὸν Παράλυτον λόγῳ ὑγιώσας, ἐβόας· Ἆρον τὸν κράββατόν σου, καὶ πορεύου ὑμνῶν τὰ μεγαλεῖα τοῦ Θεοῦ.Μιχαὴλ Ἀρχιστράτηγε Κυρίου, τοὺς πιστῶς ἐν τῷ θείῳ σου τεμένει, ἀθροιζομένους Θεοῦ εἰς αἶνον. Ὁδήγει, σκέπε, ἐκ παντοίων κακῶν τῇ μεσιτείᾳ σου.Δόξα...Ὦ Τριάς, τοὺς πίστει σε ὑμνοῦντας, ὡς Θεὸν τῶν ἁπάντων καὶ Δεσπότην ἀπὸ παντοίων κινδύνων σῷζε, καὶ τῶν σῶν ἀγαθῶν μετόχους ποίησον.Καὶ νῦν ... ΘεοτοκίονΠαρθενεύεις τεκοῦσα ὑπὲρ λόγον, τὸν πρὸ πάντων αἰώνων γεννηθέντα, ἐκ τοῦ ἀνάρχου Πατρὸς ἀρρεύστως· διὰ τοῦτο Ἁγνή σε μακαρίζομεν. Κανών γ', ᾨδὴ η', τοῦ Παραλύτου Ἦχος γ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Τὸν ὑπ' Ἀγγέλων ἀσιγήτως ἐν ὑψίστοις δοξαζόμενον Θεόν, οἱ οὐρανοὶ τῶν οὐρανῶν, γῆ καὶ ὄρη καὶ βουνοί, βυθὸς καὶ πᾶν γένος ἀνθρώπων, ὕμνοις αὐτὸν ὡς κτίστην καὶ λυτρωτὴν εὐλογεῖτε».Τὸ καταπέτασμα ἐσχίσθη, σταυρωθέντος σου ὁ Σωτὴρ ἡμῶν, καὶ ἀπεδίδου τοὺς νεκρούς, οὓς κατέπιεν ὁ θάνατος, καὶ ᾍδης ἐγυμνοῦτο, σὲ καθορῶν ἐν κατωτάτοις τῆς γῆς γεγονότα.Ποῦ σου τὸ κέντρον ἐστὶ θάνατε; ποῦ σου ᾍδη νῦν τὸ νῖκος; τῷ ἀναστάντι Βασιλεῖ ἐνεκρώθης καὶ ἀπόλωλας, οὐκ ἔτι βασιλεύεις· ὁ κραταιὸς ἀφείλετο γὰρ οὕς εἶχες δεσμίους.Δράμετε τάχος ἀπαγγείλατε, Ἀποστόλοις τὴν ἀνάστασιν, ταῖς μυροφόροις, ὁ φανεὶς νεανίας ἀπεφθέγγετο· Ἀνέστη ὁ Δεσπότης, καὶ σὺν αὐτῷ, οἱ ἀπ' αἰῶνος νεκροὶ παραδόξως.Ἔτεσι πλείστοις κατακείμενος ὁ Παράλυτος, ἐκραύγαζεν· Ἐλέησόν με λυτρωτὰ ἀπορίᾳ συνεχόμενον, ὁ δὲ προστάττει τούτῳ ἆραι σπουδῇ τὸν κράββατον, καὶ ὀρθῶς βηματίζειν.Ὡς τῶν ἀΰλων προηγούμενος, Ἀρχιστράτηγε Δυνάμεων, σὺν ταύταις αἴτησαι ἡμῖν τῶν πταισμάτων ἀπολύτρωσιν, διόρθωσίν τε βίου, καὶ τῶν ἐκεῖ ἀπόλαυσιν ἀγαθῶν αἰωνίων.Δόξα...Ἄκτιστον, ἄτμητον οὐσίαν, τρισυπόστατον Θεότητα, Πατέρα ἄναρχον Θεόν, καὶ Υἱὸν καὶ Πνεῦμα ἅγιον, ὑμνήσωμεν συμφώνως, τῶν Σεραφὶμ κραυγάζοντες τὴν φρικτήν μελῳδίαν.Καὶ νῦν ... ΘεοτοκίονΤόμον σε πάλαι ἐθεάσατο, Ἡσαΐας Ἀειπάρθενε, ἐν ᾧ δακτύλῳ τοῦ Πατρός, Λόγος ἄχρονος ἐγέγραπτο, ἐκ πάσης ἀλογίας σῴζων ἡμᾶς, τοὺς λόγοις σε ἱεροῖς ἀνυμνοῦντας. Κανών γ', ᾨδὴ θ', τοῦ Παραλύτου Ἦχος γ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ Ἐν Σιναίῳ τῷ ὄρει κατεῖδέ σε, ἐν τῇ βάτῳ Μωϋσῆς, τὴν ἀφλέκτως τὸ πῦρ τῆς Θεότητος, δεξαμένην ἐν γαστρί, Δανιὴλ δέ σε εἶδεν, ὄρος ἀλατόμητον, ῥάβδον βλαστήσασαν, Ἡσαΐας κέκραγε, τὴν ἐκ ῥίζης Δαυΐδ.Ἰησοῦ ἐπὶ ξύλου ὑψούμενος, συνανύψωσας ἡμᾶς, καὶ τεθεὶς ἑκουσίως ἐν μνήματι, ἐκ μνημάτων τοὺς νεκρούς, ἐξανέστησας πάντας, ὑμνοῦντας τὸ κράτος σου τὸ ἀκατάληπτον, καὶ τὴν δυναστείαν τὴν σὴν τὴν ἀήττητον.Ὡραιότατος τάφου ἀνέτειλας, ὡς νυμφίος ἐκ παστοῦ, ὡραιότατε Λόγε, καὶ ἔλυσας τὸ τοῦ ᾍδου ἀμειδές, καὶ δεσμώτας ἐξῆρας, συμφώνως κραυγάζοντας· Δόξα τῇ δόξῃ σου, δόξα Ἰησοῦ ὁ Θεὸς τῇ Ἐγέρσει σου.Στεναγμούς τε καὶ δάκρυα φέρουσαι, μετὰ μύρων ἐν σπουδῇ, τὸ πανάγιον μνῆμα κατέλαβον αἱ γυναῖκες, καὶ Χριστοῦ ἐδιδάσκοντο πίστει τὴν ἔνδοξον Ἔγερσιν, ἥν ἑορτάζομεν, ἐν ἀγαλλιάσει ψυχῆς εὐφραινόμενοι.Ἠκολούθει ἡ ῥῶσις τοῦ σώματος, τῇ προστάξει σου Χριστέ, καὶ ὡρᾶτο ὁ πρῴην Παράλυτος, διερχόμενος σπουδῇ, καὶ τὸν κράββατον φέρων ἐφ' ὃν κατεκλίνετο, ἔτεσι πλείοσιν, ἀνυμνολογῶν τὴν πολλὴν δυναστείαν σου.Φωτισμὸν ἡμῖν αἴτησαι μέγιστε, Ἀρχιστράτηγε, ἀεὶ τῷ μεγάλῳ φωτὶ παριστάμενος, καὶ εἰρήνευσον ἡμῶν, τὴν ζωὴν ἐπηρείαις, πάντοτε τοῦ ὄφεως, καὶ περιστάσεσι, βίου δονουμένην ἀεὶ ἀξιάγαστε.Δόξα...Φῶς καὶ φῶτα ζωήν τε δοξάζω σε, καὶ ζωὰς πανευσεβῶς, Πάτερ Λόγε, καὶ Πνεῦμα τὸ ἅγιον, τρισυπόστατε μονάς, ἀδιαίρετον κράτος, Θεότης ἀσύγχυτε, Ἅγιος, Ἅγιος, Ἅγιος, βοῶν, σὺν ταῖς ἄνω δυνάμεσι.Καὶ νῦν ... ΘεοτοκίονΦωτοφόρου προῆλθε νηδύος σου, μέγας Ἥλιος Χριστός, καὶ τὸν κόσμον ἐφώτισεν ἄχραντε, ἐπιλάμψεσι φαιδραῖς, καὶ τὸ σκότος ἐξῆρε, τὸ τῆς παραβάσεως· ὅθεν ὑμνοῦμέν σε, πάντων ὡς αἰτίαν καλῶν Θεονύμφευτε. Ἐξαποστειλάριον τοῦ Παραλύτου Ἦχος β' Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ Ἐπέστη ὁ φιλάνθρωπος, καὶ πανοικτίρμων Κύριος, Προβατικῇ κολυμβήθρᾳ, τοῦ θεραπεῦσαι τὰς νόσους, εὗρε δὲ κατακείμενον, ἄνθρωπον πλείστοις ἔτεσι, καὶ πρός αὐτὸν ἐβόησεν· Ἆρον τὸν κράββατον, ἴθι, πρὸς τὰς ὁδοὺς τὰς εὐθείας. Εἰς τοὺς Α ἲ ν ο υ ς Στιχηρὰ Ἦχος γ' Ἀναστάσιμον Διηγήσαντο πάντα τὰ θαυμάσια, οἱ φύλακές σου Κύριε· ἀλλὰ τὸ συνέδριον τῆς ματαιότητος, πληρῶσαν δώρων τὴν δεξιὰν αὐτῶν, κρύπτειν ἐνόμιζον τὴν Ἀνάστασίν σου· ἢν ὁ κόσμος δοξάζει. Ἐλέησον ἡμᾶς. Ἦχος γ' Διηγήσαντο πάντα τὰ θαυμάσια, οἱ φύλακές σου Κύριε· ἀλλὰ τὸ συνέδριον τῆς ματαιότητος, πληρῶσαν δώρων τὴν δεξιὰν αὐτῶν, κρύπτειν ἐνόμιζον τὴν Ἀνάστασίν σου· ἢν ὁ κόσμος δοξάζει. Ἐλέησον ἡμᾶς. Ἦχος γ' Κατανυκτικὸν Τὸν διεσπαρμένον μου νοῦν συνάγαγε Κύριε, καὶ τὴν χερσωθεῖσάν μου καρδίαν καθάρισον, ὡς τῷ Πέτρῳ διδούς μοι μετάνοιαν, ὡς τῷ Τελώνῃ στεναγμόν, καὶ ὡς τῇ Πόρνῃ δάκρυα, ἵνα μεγάλῃ τῇ φωνῇ κραυγάζω σοι· ὁ Θεὸς σῶσόν με, ὡς μόνος εὔσπλαγχνος, καὶ φιλάνθρωπος. Ἦχος γ' Μαρτυρικὸν Βασιλέων καὶ τυράννων τὸν φόβον ἀπώσαντο, οἱ Χριστοῦ στρατιῶται, καὶ εὐθαρσῶς καὶ ἀνδρείως αὐτὸν ὡμολόγησαν τῶν ἁπάντων Κύριον, Θεὸν καὶ Βασιλέα ἡμῶν, καὶ πρεσβεύουσιν ἀπαύστως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν. Δόξα... Καὶ νῦν... Ἦχος πλ. δ' Κύριε, τὸν Παράλυτον οὐχ ἡ κολυμβήθρα ἐθεράπευσεν, ἀλλ' ὁ σὸς λόγος ἀνεκαίνισε, καὶ οὐδὲ ἡ πολυχρόνιος αὐτῷ ἐνεπόδισε νόσος, ὅτι τῆς φωνῆς σου ὀξυτέρα ἡ ἐνέργεια ἐδείχθη, καὶ τὸ δυσβάστακτον βάρος ἀπέρριψε, καὶ τὸ φορτίον τῆς κλίνης ἐβάστασεν εἰς μαρτύριον τοῦ πλήθους τῶν οἰκτιρμῶν σου, δόξα σοι. Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς Ἦχος γ' Μεγάλη τοῦ Σταυροῦ σου Κύριε ΤΟ ΑΚΟΥΤΕ Ἐφάνη παρειμένοις μέλεσιν ὁ λόγος σου, ὡς σφίγμα ζωηφόρον, ζωοποιέ μου Λόγε· οὐ μαρτύριον, ἡ παρ' ἐλπίδα κλίνης ἄρσις, ἢν κελευσθεὶς ἔφερεν, ὁ κατακείμενος ἐπ αὐτῆς ἐπὶ πλεῖστον.Στίχ. Τὰ ἐλέη σου Κύριε εἰς τὸν αἰῶνα ᾄσομαι. Ἦχος γ' Γηθόμενος πληροῖ τὸ πρόσταγμα Παράλυτος, τῆς σῆς παντοδυνάμου, Δεσποτικῆς ἰσχύος, καὶ τὸν κράββατον φέρων αὐτοῦ περιεπάτει, καὶ μαρτυρῶν ἐκραύγαζεν· ὁ ἰασάμενος, τοῦτο ποιεῖν κελεύει.Στίχ. Ὅτι εἶπας, εἰς τὸν αἰῶνα ἔλεος οἰκοδομηθήσεται. Ἦχος γ' Ἐν ἔτεσι πολλοῖς καὶ χρόνοις κατακείμενος· Ἐλέησόν με κράζει, ὁ παρειμένος μέλη, λυτρωτὰ Χριστέ, συνεσφιγμένος ἀπορίᾳ, καὶ ὁ Σωτὴρ κράββατον αἴρειν προσέταττε κατασφίγξας τὰ μέλη. Δόξα... Καὶ νῦν... Ἦχος πλ. α' Ἐπὶ τῇ Προβατικῇ κολυμβήθρᾳ, ἄνθρωπος κατέκειτο ἐν ἀσθενείᾳ, καὶ ἰδών σε Κύριε, ἐβόα· Ἄνθρωπον οὐκ ἔχω, ἵνα, ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλῃ με ἐν αὐτῷ· ἐν ᾧ δὲ πορεύομαι, ἄλλος προλαμβάνει με, καὶ λαμβάνει τὴν ἴασιν, ἐγὼ δὲ ἀσθενῶν κατάκειμαι. Καὶ εὐθὺς σπλαγχνισθεὶς ὁ Σωτήρ, λέγει πρὸς αὐτόν· Διὰ σὲ ἄνθρωπος γέγονα, διὰ σὲ σάρκα περιβέβλημαι, καὶ λέγεις ἄνθρωπον οὐκ ἔχω; ἆρόν σου τὸν κράββατον, καὶ περιπάτει. Πάντα σοι δυνατά, πάντα ὑπακούει, πάντα ὑποτέτακται, πάντων ἡμῶν μνήσθητι, καὶ ἐλέησον ἅγιε, ὡς φιλάνθρωπος. Ἀντίφωνον α'Ἦχος β'Στίχ. Ἀλαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ.Στίχ. Ψάλατε δὴ τῷ ὀνόματι αὐτοῦ, δότε δόξαν ἐν αἰνέσει αὐτοῦ.Στίχ. Εἴπατε τῷ Θεῷ· Ὡς φοβερὰ τὰ ἔργα σου. Ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί σου.Στίχ. Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι, ψαλάτωσαν δὴ τῷ ὀνόματι σου Ὕψιστε.Ἀντίφωνον β'Ἦχος ὁ αὐτὸςΣτίχ. Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς.Στίχ. Τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου, ἐν πᾶσιν ἔθνεσι τὸ σωτήριόν σου.Στίχ. Ἐξομολογησάσθωσάν σοι λαοί, ὁ Θεός, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες.Στίχ. Εὐλογήσαι ἡμᾶς ὁ Θεός, καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς.Ἀντίφωνον γ'Ἦχος πλ. α'Στίχ. Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.Στίχ. Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώτου πυρός.Στίχ. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.Στίχ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.ΕἰσοδικὸνἘν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν, Κύριον ἐκ πηγῶν Ἰσραήλ... Ἦχος α' ΤΟ ΑΚΟΥΤΕ Μεγαλυνάριον Ὁ ἄγγελος ἐβόα τῇ κεχαριτωμένῃ· Ἁγνὴ Παρθένε, χαῖρε, καὶ πάλιν ἐρῶ· Χαῖρε· ὁ σὸς υἱὸς ἀνέστη τριήμερος ἐκ τάφου.Φωτίζου, φωτίζου ἡ νέα Ἱερουσαλήμ· ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε. Χόρευε νῦν, καὶ ἀγάλλου Σιών· σὺ δὲ ἁγνή, τέρπου, Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου. Κοινωνικὰ Σῶμα Χριστοῦ μεταλάβετε, πηγῆς ἀθανάτου γεύσασθε. Ἀλληλούϊα.
ΕΣΠΕΡΙΝΟΣ, ΟΡΘΡΟΣ καὶ ΛΕΙΤΟΥΡΓΙΑ μαζή
Jun 12 Τῌ ΙΒ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΝΙΟΥΜνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ὀνουφρίου. ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ προσόμοια. Στιχηρὰ τοῦ Ὁσίου Ἦχος πλ. δ' Ὢ τοῦ παραδόξου θαύματος ΤΟ ΑΚΟΥΤΕ Πάτερ θεόφρον Ὀνούφριε, ἐν ἐρημίᾳ με νῦν, τῶν παθῶν αὐλιζόμενον, εἰς ὁδὸν εὐθεῖάν με, ἀρετῶν χειραγώγησον, πρὸς μετανοίας, τρίβον πρεσβείαις σου, πρὸς θελημάτων, Θεοῦ ἐκπλήρωσιν, πρὸς ἀδαπάνητον τῶν καλῶν ἀπόλαυσιν, ὅπως τὸ σόν, χαίρων παναοίδιμε, τελῶ μνημόσυνον. Ἦχος πλ. δ' Πάτερ θεόφρον Ὀνούφριε, τὸν παγετὸν τῆς νυκτός, καὶ ἡμέρας τὸν καύσωνα, τῇ ἐλπίδι Ὅσιε, τῶν μελλόντων ὑπέμεινας· τὰ ἐπὶ γῆς σου, μέλη νεκρώσας γάρ, τῆς οὐρανίου ζωῆς ἐπέτυχες, ἔνδον γενόμενος, τῆς παστάδος Ἅγιε, περιχαρῶς, κάλλος τὸ ἀμήχανον, ὁρῶν τοῦ Κτίστου σου. Ἦχος πλ. δ' Πάτερ θεόφρον Ὀνούφριε, τῆς κοσμικῆς σεαυτόν, ἀποστήσας συγχύσεως, πρὸς τὴν ὑπερκόσμιον, ἀνηνέχθης ἀκρότητα, αὐτὴν ποθήσας, τῶν ἀγαθῶν τὴν πηγήν, αὐτὸ τὸ ὄντως ἐφετὸν ἔφθασας, οὗ ταῖς ἐλλάμψεσι, μάκαρ πυρσευόμενος ἁμαρτιῶν, ζόφου ταῖς πρεσβείαις σου, ἡμᾶς ἐξάρπασον. Δοξαστικὸν Ἦχος πλ. β' Ὅσιε Πάτερ, εἰς πᾶσαν τὴν γῆν, ἐξῆλθεν ὁ φθόγγος τῶν κατορθωμάτων σου· διὸ ἐν τοῖς οὐρανοῖς, εὗρες μισθὸν τῶν καμάτων σου· τῶν δαιμόνων ὤλεσας τὰς φάλαγγας, τῶν Ἀγγέλων ἔφθασας τὰ τάγματα, ὧν τὸν βίον ἀμέμπτως ἐζήλωσας. Παρρησίαν ἔχων πρὸς Κύριον, ἐκτενῶς ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν. Θεοτοκίον Ἦχος πλ. β' Τριήμερος ἀνέστης Χριστὲ ΤΟ ΑΚΟΥΤΕ Μεγάλων χαρισμάτων ἁγνή, Παρθένε Θεονύμφευτε, ἠξιώθης, ὅτι ἔτεκες σαρκί, τὸν ἕνα τῆς Τριάδος, Χριστὸν τὸν ζωοδότην, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν. Σταυροθεοτοκίον Ἦχος πλ. β' Τριήμερος ἀνέστης Χριστὲ ΤΟ ΑΚΟΥΤΕ Ἡ Πάναγνος ὡς εἶδέ σε, ἐπὶ Σταυροῦ κρεμάμενον, θρηνῳδοῦσα, ἀνεβόα μητρικῶς· Υἱέ μου καὶ Θεέ μου, γλυκύτατόν μου τέκνον, πῶς φέρεις πάθος ἐπονείδιστον; Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.Ἦχος δ'Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕΤῆς μακαριότητος τῆς ὑπὲρ νοῦν ὀρεγόμενος, ἐλογίσω θεσπέσιε, τρυφὴν τὴν ἐγκράτειαν, τὴν πτωχείαν πλοῦτον, τὴν ἀκτημοσύνην, περιουσίαν ἀληθῆ, καὶ εὐδόξίαν τὴν μετριότητα· διὸ καὶ τῆς ἐφέσεως, τῆς κατὰ γνώμην ἐπέτυχες, ἐν σκηναῖς αὐλιζόμενος τῶν Ἁγίων Ὀνούφριε.Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.Δρόμον τῆς ἀσκήσεως, ἀπεριτρέπτως τετέλεκας, καὶ τὴν πίστιν τετήρηκας, ἐντεῦθεν καὶ στέφανον, ἐκομίσω Πάτερ, τῆς δικαιοσύνης· ὃν σοι ἡτοίμασε Χριστὸς ὁ κατ' ἀξίαν νέμων τὰ ἔπαθλα, καὶ γέρα χαριζόμενος καὶ τὴν τῶν πόνων ἀντίδοσιν, ὃν καὶ νῦν ἡμᾶς ῥύσασθαι, ἐκ κινδύνων δυσώπησον.Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα.Πᾶσαν ἡδυπάθειαν, ὑπωπιάζων τὸ σῶμά σου, ἀπηρνήσω θεόσοφε, πικραίνων τὴν αἴσθησιν, ἐγκρατείας πόνοις, καὶ σκληραγωγίας, ὑπομονῇ τε πειρασμῶν, καὶ καρτερίᾳ τῶν περιστάσεων, ἀνθ' ὧν τὴν ἀτελεύτητον, ἀντιλαμβάνεις ἀπόλαυσιν, καὶ τρυφὴν ἀδιάδοχον, καὶ χαρὰν ἀνεκλάλητον. Δοξαστικὸν Ἦχος πλ. δ' Τῶν μοναστῶν τὰ πλήθη, τὸν καθηγητὴν σὲ τιμῶμεν Ὀνούφριε· διὰ σοῦ γὰρ τὴν τρίβον, τὴν ὄντως εὐθεῖαν πορεύεσθαι ἔγνωμεν. Μακάριος εἶ, τῷ Χριστῷ δουλεύσας, καὶ ἐχθροῦ θριαμβεύσας τὴν δύναμιν, Ἀγγέλων συνόμιλε, Ὁσίων συμμέτοχε καὶ Δικαίων· μεθ' ὧν πρέσβευε τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν. Θεοτοκίον Ἦχος πλ. δ' Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως. Σταυροθεοτοκίον Ἦχος πλ. δ' Οἱ Μάρτυρές σου ΤΟ ΑΚΟΥΤΕ Ἡ δάμαλις ἡ ἄσπιλος, τὸν μόσχον βλέπουσα ἐπὶ τοῦ ξύλου, προσαναρτώμενον ἐθελουσίως, ὀδυρομένη γοερῶς· Οἴμοι! ἀνεβόα ποθεινότατον τέκνον, τὶ σοι δῆμος ἀνταπέδωκεν, ἀχάριστος Ἑβραίων, θέλων με ἀτεκνῶσαι ἐκ σοῦ παμφίλτατε; Ἀπολυτίκιον τοῦ Ὁσίου Ἦχος α' Τῆς ἐρήμου πολίτης καὶ ἐν σώματι Ἄγγελος, καὶ θαυματουργὸς ἀνεδείχθης θεοφόρε Πατὴρ ἡμῶν Ὀνούφριε νηστείᾳ, ἀγρυπνίᾳ, προσευχῇ, οὐράνια χαρίσματα λαβών, θεραπεύεις τοὺς νοσοῦντας, καὶ τὰς ψυχὰς τῶν πίστει προστρεχόντων σοι. Δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πάσιν ἰάματα. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Ὁ Κανὼν τοῦ Ὁσίου, οὗ ἡ Ἀκροστιχίς.Ὀνουφρίῳ τὸν αἶνον ἐξᾴδω πόθῳ.ᾨδὴ α' Ἦχος β' Δεῦτε λαοὶ ΤΟ ΑΚΟΥΤΕ Ὅλον Χριστόν, εἰσοικισάμενος ἔνδοξε, καὶ κόσμον παρωσάμενος, δόξαν τὴν ἄστατον, τῆς αὐτοῦ ἀπολαύεις, Ὀνούφριε ἀξίως, χαρᾶς ἀοίδιμε.Νόμῳ Χριστοῦ, ἐμμελέτησας θεσπέσιε, δένδρον ζωῆς κατάκαρπον, ἀρεταῖς δέδειξαι, προβαλλόμενος χάριν, τῶν θείων ἰαμάτων, τοῖς κατορθώμασι.ΘεοτοκίονΟἶκος ἁγνή, ὁ τῆς σοφίας ἐγνώρισαι· ἐκ τῶν αἱμάτων σάρκα γάρ, τῶν σῶν ἁγνῶν λαβών, καὶ σταυρῷ ὁμιλήσας, Θεὸς τῆς ἀπαθείας, ἡμῖν μετέδωκεν. Κανών α', ᾨδὴ γ', τοῦ Ὁσίου Ἦχος β' Στερέωσον ἡμᾶς ΤΟ ΑΚΟΥΤΕ Ὑπῆλθες τὸν Χριστοῦ ζυγόν, Ὀνούφριε, ἐρήμοις ἀβάτοις σὺ καταμόνας, ὁμιλεῖν ἐπιποθῶν αὐτῷ, καὶ τοῦ κάλλους τρυφᾷν, δόξης τῆς θείας αὐτοῦ.Φωτίσας σεαυτὸν φωτὶ τῆς γνώσεως, καὶ γνόφον σκεδάσας τῶν παθημάτων, ἐν πλαξὶ ταῖς τῆς καρδίας σου, ἀπαθείας τὸν νόμον Πάτερ εἴληφας.ΘεοτοκίονῬανίδι συμπαθῶς τῇ τῆς πρεσβείας σου, τὴν φλόγα κατάσβεσον τῆς ψυχῆς μου, Θεοτόκε ἀειπάρθενε, συμπαθείας πηγὴν μοι ἐπαρδεύουσα.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε, ὁ ξύλῳ νεκρώσας τὴν ἁμαρτίαν, καὶ τὸν φόβον σου ἐμφύτευσον, εἰς τὰς καρδίας ἡμῶν τῶν ὑμνούντων σε». Κάθισμα τοῦ Ὁσίου Ἦχος δ' Ταχὺ προκατάλαβε ΤΟ ΑΚΟΥΤΕ Ἐμάκρυνας Ὅσιε, καὶ ἐν ἐρήμοις σαφῶς, ηὐλίσθης τὸν Κύριον, ῥυόμενόν σε δεινῶν, ἀεὶ ἐκδεχόμενος. Ὅθεν εὐαρεστήσας, τῷ Δεσπότῃ παμμάκαρ, εἴληφας τὴν ἀγήρω, οὐρανῶν βασιλείαν, ἐν ᾗ νῦν αὐλιζόμενος, μνήσθητι τῶν τιμώντων σε.Δόξα... Καὶ νῦν... ΘεοτοκίονἘκαίνισας ἄχραντε, τῷ θείῳ τόκῳ σου, φθαρεῖσαν ἐν πάθεσι, τῶν γηγενῶν τὴν θνητήν, οὐσίαν καὶ ἤγειρας, πάντας ἐκ τοῦ θανάτου, πρὸς ζωὴν ἀφθαρσίας· ὅθεν σε κατὰ χρέος, μακαρίζομεν πάντες, Παρθένε δεδοξασμένη, ὡς προεφήτευσας.Ἢ ΣταυροθεοτοκίονὙψούμενος ὕψωσας, τοὺς πεπτωκότας ποτέ, ἐμὲ δὲ κατέβαλες, τῇ ἀνυψώσει τῇ σῇ, ὦ φῶς τῶν ὀμμάτων μου. Δέχου Υἱὲ τὸ πάθος, δι' ἡμᾶς ἑκουσίως, φέρε Σταυρόν, τοὺς Ἥλους, καὶ τὸν Σπόγγον, τὴν Λόγχην, δι' ὧν τῆς ἀπαθείας, τὴν χάριν ἑβράβευσας. Κανών α', ᾨδὴ δ', τοῦ Ὁσίου Ἦχος β' Εἰσακήκοα Κύριε ΤΟ ΑΚΟΥΤΕ Ἱδρυμένος ἀκλόνητος, παρὰ Χριστοῦ δαιμόνων τρικυμίας, ὡς ἀφρὸν Ὀνούφριε διαλέλυκας.Ὡς ἀδάμας τοῖς θάλπεσι, καὶ τοῖς κρυμοῖς στερρῶς ἐγκαρτερήσας, τῶν δαιμόνων ἔλυσας τὰ παλαίσματα.ΘεοτοκίονΤῆς ψυχῆς μου τὴν κάκωσιν, τοῦ σοῦ Υἱοῦ τῇ λάμψει Θεοτόκε, ἀφελοῦσα σύναψον σωτηρίᾳ με. Κανών α', ᾨδὴ ε', τοῦ Ὁσίου Ἦχος β' Ὁ τοῦ φωτὸς χορηγὸς ΤΟ ΑΚΟΥΤΕ Ὁλοκαυτώσας τὸν νοῦν, τῷ δι' ἡμᾶς ὑπὲρ ἡμῶν θάνατον, διὰ Σταυροῦ κεκαρτερηκότι, ἀξίως κοινωνός, καὶ συγκληρονόμος τῆς δόξης γεγένησαι.Ναὸν εἰργάσω σαυτόν, ὁλολαμπῆ ταῖς ἀρεταῖς Ὅσιε, διαφανεῖς βολίδας ἐνθέους, ἀστράπτων τηλαυγῶς, θείων θαυμασίων παμμάκαρ Ὀνούφριε.ΘεοτοκίονἈγαθοδότην Χριστόν, Θεοκυήτρια ἁγνὴ τέξασα, τὸν πονηραῖς παθῶν τρικυμίαις, κλονούμενόν με νῦν, τῇ σῇ εὐσπλαγχνίᾳ Παρθένε θεράπευσον. Κανών α', ᾨδὴ ς', τοῦ Ὁσίου Ἦχος β' Ἐν ἀβύσσῳ πταισμάτων ΤΟ ΑΚΟΥΤΕ Ἰθυνόμενος αὔραις τοῦ Πνεύματος, ὅρμῳ γαληνῷ προσεπέλασας Ὅσιε, τὸ βάρος παρωσάμενος, τῆς σαρκὸς ἐγκρατείᾳ Ὀνούφριε.Νεύσει θείᾳ θεούμενος γέγονας, ἄγγελος ἐπίγειος· τὴν Ἰωάννου γάρ, καὶ Ἠλιοὺ ἐζήλωσας, πολιτείαν παμμάκαρ Ὀνούφριε.ΘεοτοκίονὈδυνώμενος πάθεσιν Ἄχραντε, καὶ συμποδιζόμενος τοῖς παραπτώμασιν, ἡ τὴν χαρὰν κυήσασα, τῶν κακῶν μοι λύσιν παράσχου δέομαι.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον· Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε». Κοντάκιον τοῦ Ὁσίου Ἦχος πλ. δ' Πίστιν Χριστοῦ ΤΟ ΑΚΟΥΤΕ Φῶς νοητὸν καὶ οὐράνιον, ἔνδον λαβὼν ἐν καρδίᾳ σου, τῆς ἀκηράτου Τριάδος δοχεῖον ὤφθης Ὀνούφριε, καὶ νῦν μετὰ Ἀγγέλων ἠρίθμησαι, κραυγάζων· Ἀλληλούϊα. Ὁ Οἶκος Ὦ ἀγάπη, τὸ φῶς τὸ ὑπέρλαμπρον! ὦ πασῶν ἀρετῶν τὸ κεφάλαιον! ἡ ἀεὶ τὰ οὐράνια τάγματα εὐφροσύνης πληροῦσα καὶ χάριτος, ἡ ἐνοικήσασα τοῖς Ἁγίοις, Πατριάρχαις Προφήταις καὶ Ἀποστόλοις, ὧν ταῖς εὐχαῖς καὶ ἡμῖν ἐνοίκησον, ἵνα σὺν αὐτοῖς μελῳδῶμεν τῷ Θεῷ, Ἀλληλούϊα. Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν Τῇ ΙΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ὀνουφρίου τοῦ Αἰγυπτίου.Στίχοι Καὶ τὴν ἑνὸς χιτῶνος ἐντολήν, Πάτερ, Ὑπερβέβηκας, γυμνητεύσας εἰς τέλος. Δωδεκάτῃ ἀχίτωνα Ὀνούφριον ἐκ βίου ἦραν.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Πέτρου τοῦ ἐν τῷ Ἄθῳ.Στίχοι Καὶ σοὶ προτείνει δεξιὰν Χριστός, Πέτρε, Σωθέντι γυμνῷ ἐκ θαλάσσης τοῦ βίου.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀντωνίνης.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἰωάννου τοῦ Στρατιώτου, καὶ τῶν Ὁσίων Ζήνωνος καὶ Τριφυλλίου Ἐπισκόπου, καὶ τοῦ Ὁσίου Ἰουλιανοῦ τοῦ ἐν τοῖς Δαγάτου (ἢ Δαγάζου).Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν. Κανών α', ᾨδὴ ζ', τοῦ Ὁσίου Ἦχος β' Εἰκόνος χρυσῆς ΤΟ ΑΚΟΥΤΕ Νεώσας ψυχήν, τῷ ἀρότρῳ προσευχῆς Πάτερ Ὀνούφριε, καὶ κατασπείρας τὴν ἐγκράτειαν, στάχυν ἁγνείας ἐθέρισας, ᾗ συνδιαιτώμενος μάκαρ, σὺν Ἀγγέλοις ἐκραύγαζες· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.Ἐμάκρυνας μέν, σεαυτὸν ἐκ κοσμικῆς διαίτης Ὅσιε, ἐν ἐρημίαις δ' αὐλιζόμενος, ἄρτον οὐράνιον εἴληφας· εἶχες γὰρ Χριστὸν σιτοδότην, ᾧ γεγηθὼς ἀνεκραύγαζες· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.ΘεοτοκίονΞενίζει βροτούς, καὶ ἀΰλους Πάναγνε τῆς σῆς λοχείας, θεῖον μυστήριον· μόνη γάρ, ἄνευ σπορᾶς Λόγον τέτοκας, σάρκα γεγονότα δι' οἶκτον, ᾧ σωθέντες κραυγάζομεν· Εὐλογημένη, ἡ Θεὸν σαρκὶ κυήσασα. Κανών α', ᾨδὴ η', τοῦ Ὁσίου Ἦχος β' Τὸν ἐν καμίνῳ τοῦ πυρὸς ΤΟ ΑΚΟΥΤΕ Αἴγλῃ τοῦ Πνεύματος σαφῶς, πυρσευόμενος τὸν νοῦν φωστῆρος δίκην, θεωριῶν ἀκτῖνας, καὶ ἰαμάτων αὐγάς, ἀστράπτεις Παμμάκαρ Ὀνούφριε, τοῖς ὑπερυψοῦσι, Χριστόν εἰς τοὺς αἰῶνας.Δυνάμει θείᾳ εὐσθενής, γνωριζόμενος ἀεὶ δαιμόνων θράσος, καθελὼν τῶν ἀλόγων, ζώων τὴν φύσιν σαφῶς, κραυγάζων ὑπέταξας, ὅσιε· Σὲ ὑπερυψοῦμεν, Χριστὲ εἰς τοὺς αἰῶνας.ΘεοτοκίονὭσπερ νεφέλη φωτεινή, τὸν ὑπέρθεον Χριστὸν ἥλιον φέρεις, ἐν ἀγκάλαις σου Μῆτερ, δι' οὗ τὸν ζόφον παθῶν, ψυχῆς μου λαμπρύνασα αὔγασον, τῷ τῆς ἀπαθείας, φωτὶ Θεογεννῆτορ.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Τὸν ἐν καμίνῳ τοῦ πυρός, τῶν Ἑβραίων τοῖς Παισὶ συγκαταβάντα, καὶ τὴν φλόγα εἰς δρόσον, μεταβαλόντα Θεόν, ὑμνεῖτε τὰ ἔργα ὡς Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας». Κανών α', ᾨδὴ θ', τοῦ Ὁσίου Ἦχος β' Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον ΤΟ ΑΚΟΥΤΕ Πυρὶ Θεοῦ τῆς ἀγάπης, ἡδονὰς καταφλέξας σαρκός, καὶ ὡραΐσας τὴν ψυχήν, οἷα ἀστὴρ Πάτερ ἔλαμψας, ἐν ἐρήμῳ, φωτίζων τὴν πᾶσαν οἰκουμένην ἐμφανῶς, τοῦ σοῦ βίου ἀκτῖσι, καὶ φέγγει τῶν ἰάσεων.Ὅλος Θεῷ κεκραμένος, δι' ἀγάπης τρισμάκαρ, μετέσχες βασιλείας τῆς αὐτοῦ, καὶ τῆς τρυφῆς τὴν ἀπόλαυσιν, καὶ ζωῆς τὸν χειμάρρουν, καὶ τῶν ἑορταζόντων τόν χορόν, καὶ χαρὰν τὴν ἀγήρω, ἀπείληφας Ὀνούφριε.Θεὸν εὐΐλατον ἔχων, τῆς ἀσκήσεως πόνοις, ἱδρῶσί τε καμάτων νῦν τῶν σῶν, τοῦτον ἡμῖν ἐξευμένισαι, τοῖς ὑμνοῦσί σε πᾶσι, λυτρούμενος σοφὲ ἐκ συμφορῶν, καὶ παθῶν καὶ ὀδύνης, Ὀνούφριε ἀοίδιμε.ΘεοτοκίονὩς προστασίαν σε μόνην, καὶ ἰσχὺν Θεοτόκε, καὶ τεῖχος καὶ προπύργιον στερρόν, ἔχων τροποῦμαι ἐχθρῶν προσβολάς, καὶ παθῶν ἐπικλύσεις· ἐν σοὶ γὰρ τὰς ἐλπίδας μου ἀεί, ἀνεθέμην τῇ μόνῃ, φθορᾶς ἀπαλλαττούσῃ με.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον, τὸν ἀρρήτῳ σοφίᾳ, ἥκοντα καινουργῆσαι τὸν Ἀδάμ, βρώσει φθορᾷ πεπτωκότα δεινῶς, ἐξ Ἁγίας Παρθένου, ἀφράστως σαρκωθέντα δι' ἡμᾶς, οἱ πιστοὶ ὁμοφρόνως, ἐν ὕμνοις μεγαλύνομεν». Ἐξαποστειλάριον τοῦ Ὁσίου Ἦχος β' Τῶν μαθητῶν ὁρώντων σε ΤΟ ΑΚΟΥΤΕ Ὁ ὑψηλός σου βίος τοῖς μονοτρόποις, κανὼν θεοσεβείας τελειοτάτης· σὺ γὰρ λογισμῷ ἐνζυμωμένος, ἐν ζυγῷ διακρίσεως, ποιεῖς Ὀνούφριε τούτους, εὐπαρακλήτως ὁδεύειν. Θεοτοκίον Ἦχος β' Τῶν μαθητῶν ὁρώντων σε ΤΟ ΑΚΟΥΤΕ Ἡμεῖς ἐν σοὶ καυχώμεθα Θεοτόκε, καὶ εἰς Θεὸν σε ἔχομεν προστασίαν, ἔκτεινον τὴν χεῖρά σου τὴν ἄμαχον, καὶ θραῦσον τοὺς ἐχθροὺς ἡμῶν, σοῖς ἐξαπόστειλον δούλοις, βοήθειαν ἐξ Ἁγίου. Εἰς τοὺς Αἴνους, ψάλλομεν Στιχηρὰ προσόμοια γ' δευτεροῦντες τὸ α'. Στιχηρὰ τοῦ Ὁσίου Ἦχος πλ. δ' Ὢ τοῦ παραδόξου θαύματος ΤΟ ΑΚΟΥΤΕ Πάτερ θεόφρον Ὀνούφριε, τοῦ Ἠλιοὺ μιμητής, χρηματίσας ἐν πνεύματι, μετανάστης γέγονας, τῆς τοῦ κόσμου συγχύσεως, σαρκὸς ὀρέξεις ἀπαρνησάμενος, καὶ ἐν ἐρήμῳ συναυλιζόμενος, χαίρων μακάριε, τὴν ψυχὴν ἐπτέρωσας, πρὸς οὐρανόν, ἔνθα τὸ πολίτευμα, σαφῶς ἐκέκτησο. Ἦχος πλ. δ' Ὅσιε Πάτερ Ὀνούφριε, ἱερωτέραν ψυχήν, θεοφρόνως κτησάμενος, πειρασμοὺς ὑπήνεγκας, θείᾳ πίστει ῥωννύμενος, καὶ δι' ἀγάπης Θεῷ ἑνούμενος, τῇ τῶν πραέων γῇ κατεσκήνωσας, ὡραϊζόμενος, ἀρετῶν λαμπρότησιν· ὅθεν τὴν σήν, μνήμην εὐφραινόμενοι, πανηγυρίζομεν. Ἦχος πλ. δ' Πάτερ παμμάκαρ Ὀνούφριε, τὰς ὑπὲρ νοῦν δωρεάς, οὐρανόθεν δεξάμενος, εὐσεβῶς μετέδωκας, τοῖς ποθοῦσι τρισόλβιε, τῆς σῆς ἀσκήσεως τὰ γνωρίσματα, εὐλογημένης φωνῆς ἀκήκοας, ἔνδον γενόμενος, τοῦ νυμφῶνος ἔνθα νῦν, περιπολεῖς, θρόνῳ τοῦ Παντάνακτος, ἀξιοθαύμαστε. Δοξαστικὸν Ἦχος β' Ἐζήτησας θεοφόρε, τοῦ θεωρεῖν τοῦ Κυρίου τὴν τερπνότητα, καὶ μόνος αὐτῷ μόνῳ, προσομιλεῖν ἐπεπόθησας. Ὅθεν κόσμον κατέλιπες φυγαδεύων, καὶ διαιτώμενος ἐν ἐρήμοις καὶ ὄρεσι, καὶ τὸν Χριστὸν ἐνδεδυμένος, χιτῶνος οὐκ ἐφρόντιζες, τῆς ἀφθαρσίας χιτῶνα σεαυτῷ ἐμπορευόμενος, μεθ' οὗ εἰσῆλθες εἰς τὸν οὐράνιον νυμφῶνα, αἰωνίως ἀγαλλόμενος, Ὀνούφριε Ὅσιε. Θεοτοκίον Ἦχος β' Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μήτηρ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
ΟΡΘΡΟΣ
t49 ΤΡΙΩΔΙΟΝ ΚΥΡΙΑΚΗ ΤΗΣ ΤΥΡΙΝΗΣ ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ Στιχηρὰ προσόμοια τοῦ Τριῳδίου Ἦχος πλ. β' Ὅλην ἀποθέμενοι ΤΟ ΑΚΟΥΤΕ Ὁ πλάστης μου Κύριος, χοῦν ἐκ τῆς γῆς προσλαβών με, ζωηρῷ φυσήματι, ψυχώσας ἐζώωσε καὶ ἐτίμησεν, ἐπὶ γῆς ἄρχοντα, ὁρατῶν ἁπάντων, καὶ Ἀγγέλοις ὁμοδίαιτον. Σατὰν δ΄ ὁ δόλιος, ὀργάνῳ τῷ ὄφει χρησάμενος, ἐν βρώσει ἐδελέασε, καὶ Θεοῦ τῆς δόξης ἐχώρισε, καὶ τῷ κατωτάτῳ, θανάτῳ παραδέδωκεν εἰς γῆν. Ἀλλ' ὡς Δεσπότης καὶ εὔσπλαγχνος, πάλιν ἀνακάλεσαι. Ἦχος πλ. β' Στολὴν θεοΰφαντον, ἀπεξεδύθην ὁ τάλας, σοῦ τὸ θεῖον πρόσταγμα, παρακούσας Κύριε, συμβουλίᾳ ἐχθροῦ· καὶ συκῆς φύλλα δέ, καί τοὺς δερματίνους, νῦν χιτῶνας περιβέβλημαι· ἱδρῶτι κέκριμαι· ἄρτον μοχθηρὸν κατεσθίειν γάρ, ἀκάνθας καὶ τριβόλους δέ, φέρειν μοι ἡ γῆ κεκατήραται. Ἀλλ' ὁ ἐν ὑστέροις, τοῖς χρόνοις ἐκ Παρθένου σαρκωθείς, ἀνακαλέσας εἰσάγαγε, πάλιν εἰς Παράδεισον. Ἦχος πλ. β' Παράδεισε πάντιμε, τὸ ὡραιότατον κάλλος, θεόκτιστον σκήνωμα, εὐφροσύνη ἄληκτε, καὶ ἀπόλαυσις, δόξα τῶν Δικαίων, Προφητῶν τερπνότης, καὶ Ἁγίων οἰκητήριον, ἤχῳ τῶν φύλλων σου, Πλάστην τὸν τῶν ὅλων ἱκέτευε, τὰς πύλας ὑπανοῖξαί μοι, ἃς τῇ παραβάσει ἀπέκλεισα· καὶ ἀξιωθῆναι, τοῦ ξύλου τῆς ζωῆς μεταλαβεῖν, καὶ τῆς χαρᾶς, ἧς τὸ πρότερον, ἐν σοὶ κατετρύφησα. Ἦχος πλ. β' Ἀδὰμ ἐξωστράκισται, παρακοῇ Παραδείσου, καὶ τρυφῆς ἐκβέβληται, γυναικὸς τοῖς ῥήμασιν ἀπατώμενος, καὶ γυμνὸς κάθηται, τοῦ χωρίου οἴμοι! ἐναντίον ὀδυρόμενος. Διὸ σπουδάσωμεν, πάντες τὸν καιρὸν ὑποδέξασθαι, νηστείας ὑπακούοντες, εὐαγγελικῶν παραδόσεων, ἵνα διὰ τούτων, εὐάρεστοι γενόμενοι Χριστῷ, τοῦ Παραδείσου τὴν οἴκησιν, πάλιν ἀπολάβωμεν. Δόξα... Ἦχος πλ. β' Ἐκάθισεν Ἀδάμ, ἀπέναντι τοῦ Παραδείσου, καὶ τὴν ἰδίαν γύμνωσιν θρηνῶν ὠδύρετο. Οἴμοι, τὸν ἀπάτῃ πονηρᾷ πεισθέντα καὶ κλαπέντα, καὶ δόξης μακρυνθέντα! οἴμοι, τὸν ἁπλότητι γυμνόν, νῦν δὲ ἠπορημένον! Ἀλλ᾽ ὦ Παράδεισε, οὐκέτι σου τῆς τρυφῆς ἀπολαύσω, οὐκέτι ὄψομαι τὸν Κύριον καὶ Θεόν μου καὶ Πλάστην· εἰς γῆν γάρ ἀπελεύσομαι, ἐξ ἧς καὶ προσελήφθην. Ἐλεῆμον, Οἰκτίρμον, βοῶ σοι· Ἐλέησόν με τὸν παραπεσόντα. Εἰς τὴν ΛιτὴνΤὸ Ἰδιόμελον τοῦ Ἁγίου τῆς Μονῆς Δόξα... Ἦχος πλ. β'Ἥλιος ἀκτῖνας ἔκρυψεν, ἡ σελήνη σὺν τοῖς ἄστροις εἰς αἷμα μετετράπη· ὄρη ἔφριξαν, βουνοὶ ἐτρόμαξαν, ὅτε Παράδεισος ἐκλείσθη. Ἐκβαίνων ὁ Ἀδάμ, χερσὶ τύπτων τὰς ὄψεις, ἔλεγεν· Ἐλεῆμον, ἐλέησόν με τὸν παραπεσόντα.Καὶ νῦν... Θεοτοκίον, ὍμοιονΜυστικῶς ἀνυμνοῦμέν σε, Θεοτόκε Μαρία· ἀνεδείχθης γὰρ θρόνος τοῦ μεγάλου Βασιλέως, σκηνὴ παναγία, τῶν οὐρανῶν πλατυτέρα, Χερουβὶμ ἅρμα, ἀνωτέρα δὲ τῶν Σεραφίμ, νυμφὼν δόξης· ἐκ σοῦ γὰρ προῆλθε, σαρκωθεὶς ὁ πάντων Θεός. Αὐτὸν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν. ἈπόστιχαΔόξα... Ἦχος πλ. β' Ἐξεβλήθη Ἀδὰμ τοῦ Παραδείσου, διὰ τῆς βρώσεως· διὸ καὶ καθεζόμενος ἀπέναντι τούτου, ὠδύρετο, ὁλολύζων, ἐλεεινῇ τῇ φωνῇ, καὶ ἔλεγεν· Οἴμοι, τί πέπονθα ὁ τάλας ἐγώ! μίαν ἐντολὴν παρέβην τὴν τοῦ Δεσπότου, καὶ τῶν ἀγαθῶν παντοίων ἐστέρημαι. Παράδεισε ἁγιώτατε, ὁ δι' ἐμὲ πεφυτευμένος, καὶ διὰ τὴν Εὔαν κεκλεισμένος, ἱκέτευε τῷ σὲ ποιήσαντι, κᾀμὲ πλάσαντι, ὅπως τῶν σῶν ἀνθέων πλησθήσωμαι. Διὸ καὶ πρὸς αὐτὸν ὁ Σωτήρ· Τὸ ἐμὸν πλάσμα οὐ θέλω ἀπολέσθαι, ἀλλὰ βούλομαι τοῦτο σῴζεσθαι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, ὅτι τὸν ἐρχόμενον πρός με, οὐ μὴ ἐκβάλλω ἔξω. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Κανών α', ᾨδὴ α', Τριῳδίου Ἦχος πλ. β' Ὡς ἐν ἠπείρῳ πεζεύσας ΤΟ ΑΚΟΥΤΕ Δεῦρο ψυχή μου ἀθλία, κλαῦσον τὰ σοί, πεπραγμένα σήμερον, μνημονεύουσα τῆς πρίν, ἐν Ἐδὲμ γυμνώσεως, δι΄ ἧς, ἐξεβλήθης τῆς τρυφῆς, καὶ τῆς ἀλήκτου χαρᾶς.Ὑπὸ πολλῆς εὐσπλαγχνίας, καὶ οἰκτιρμῶν, Πλαστουργὲ τῆς κτίσεως, καὶ τῶν ὅλων Ποιητά, ἐκ χοὸς ζωώσας με τὸ πρίν, ἐνετείλω σε ὑμνεῖν, σὺν τοῖς Ἀγγέλοις σου.Διὰ χρηστότητος πλοῦτον, σὺ φυτουργεῖς, Πλαστουργὲ καὶ Κύριε, Παραδείσου τὴν τρυφήν, ἐν Ἐδὲμ κελεύων με τρυφᾷν, τῶν ὡραίων καὶ τερπνῶν, καὶ μὴ ῥεόντων καρπῶν.Οἴμοι ψυχή μου ἀθλία! τῶν ἐν Ἐδέμ, ἀπολαύειν εἴληφας, ἐξουσίαν ἐκ Θεοῦ, μὴ φαγεῖν δὲ γνώσεως καρπόν, προσετάγης, ἵνα τί, παρέβης νόμον Θεοῦ;ΘεοτοκίονΘεοκυῆτορ Παρθένε, ὡς τοῦ Ἀδάμ, κατὰ γένος θύγατερ, κατὰ χάριν δὲ Χριστοῦ, τοῦ Θεοῦ γεννήτρια ἐμέ, τὸν ἐξόριστον Ἐδέμ, νῦν ἀνακάλεσαι.Καταβασία«Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ, ἐν ἀβύσσῳ ἴχνεσι, τὸν διώκτην Φαραώ, καθορῶν ποντούμενον, Θεῷ ἐπινίκιον ᾠδήν, ἐβόα, ᾄσωμεν». Κανών α', ᾨδὴ γ', Τριῳδίου Ἦχος πλ. β' Οὐκ ἔστιν ἅγιος ὡς σὺ ΤΟ ΑΚΟΥΤΕ Ὄφις ὁ δόλιος ποτέ, τὴν τιμήν μου φθονήσας, ἐψιθύρισε δόλον, τῆς Εὔας ἐν τοῖς ὠσίν, ἐξ ἧς ἐγώ, πλανηθεὶς ἐξωρίσθην, οἴμοι! τοῦ χοροῦ τῆς ζωῆς.Τὴν χεῖρα τείνας προπετῶς, ἐγευσάμην τοῦ ξύλου, τοῦ τῆς γνώσεως, οὗπερ, προσέταξέ μοι Θεός, μηδόλως μεταλαβεῖν, καὶ τῆς θείας, δόξης ἀπερρίφθην πικρῶς.Οἴμοι ἀθλία μου ψυχή! πῶς οὐκ ἔγνως τὸν δόλον; πῶς οὐκ ᾔσθου τῆς πλάνης, καὶ τοῦ φθόνου τοῦ ἐχθροῦ; ἀλλ' ἐσκοτίσθης, τὸν νοῦν, καὶ παρέβης, ἐντολὴν τοῦ Κτίστου σου;ΘεοτοκίονἘλπὶς καὶ σκέπη μου σεμνή, ἡ τὴν γύμνωσιν πάλαι, περιστείλασα μόνη, τὴν τοῦ πεσόντος Ἀδάμ, τῷ τοκετῷ σου Ἁγνή, ἀφθαρσίαν αὖθίς με ἀμφίασον.Καταβασία«Οὐκ ἔστιν ἅγιος ὡς σύ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου Ἀγαθέ, καὶ στερεώσας αὐτούς, ἐν τῇ πέτρᾳ τῆς ὁμολογίας σου». Κάθισμα Ἦχος δ' Κατεπλάγη Ἰωσὴφ ΤΟ ΑΚΟΥΤΕ Ἐξεβλήθη ὁ Ἀδάμ, τοῦ Παραδείσου τῆς τρυφῆς, διὰ βρώσεως πικρᾶς, ἐν ἀκρασίᾳ ἐντολήν, μὴ φυλάξας τὴν τοῦ Δεσπότου, καὶ κατεκρίθη, ἐργάζεσθαι τὴν γῆν, ἐξ ἧς ἐλήφθη αὐτός, ἱδρῶτι δὲ πολλῷ, ἐσθίειν ἄρτον αὐτοῦ. Διὸ ἡμεῖς ποθήσωμεν ἐγκράτειαν, ἵνα μὴ ἔξω θρηνήσωμεν, τοῦ Παραδείσου, ὥσπερ ἐκεῖνος, ἀλλ' εἰς αὐτόν ἐλευσώμεθα.Ἕτερον Ἦχος δ'Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ΤΟ ΑΚΟΥΤΕΝῦν ὁ καιρὸς τῶν ἀρετῶν ἐπεφάνη, καὶ ἐπὶ θύραις ὁ Κριτής, μὴ στυγνάσωμεν, ἀλλὰ δεῦτε νηστεύοντες προσάξωμεν, δάκρυα κατάνυξιν καὶ ἐλεημοσύνην, κράζοντες· Ἡμάρτομεν, ὑπὲρ ψάμμον θαλάσσης. Ἀλλ' ἄνες πᾶσι πάντων Λυτρωτά, ἵνα καὶ σχῶμεν τὸν ἄφθαρτον στέφανον.Θεοτοκίον, ὍμοιονΟὐ σιωπήσωμεν ποτὲ Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων, τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν. Κανών α', ᾨδὴ δ', Τριῳδίου Ἦχος πλ. β' Χριστός μου δύναμις ΤΟ ΑΚΟΥΤΕ Τιμῆς ἠξίωμαι, ἐγὼ ὁ ἄθλιος, παρὰ σοῦ τοῦ Δεσπότου ἐν τῇ Ἐδέμ, οἴμοι πῶς πεπλάνημαι, καὶ διαβόλῳ, φθονηθείς, ἀπερρίφην τοῦ προσώπου σου!Ἐμὲ θρηνήσατε, Ἀγγέλων τάγματα, Παραδείσου τὰ κάλλη καὶ τῶν φυτῶν, τῶν ἐκεῖ εὐπρέπεια, τὸν πλανηθέντα δυστυχῶς καὶ Θεοῦ ἀποσκιρτήσαντα.Λειμὼν μακάριε, φυτὰ θεόφυτα, Παραδείσου τερπνότης νῦν ἐπ' ἐμέ, δάκρυα σταλάξατε, ἐκ φύλλων ὥσπερ ὀφθαλμῶν, τὸν γυμνόν, καὶ ξένον δόξης Θεοῦ.Οὐκέτι βλέπω σε, οὐκ ἀπολαύω σου, τῆς ἡδίστης καὶ θείας μαρμαρυγῆς, πάντιμε Παράδεισε· γυμνὸς γὰρ ἔρριμαι εἰς γῆν, παροργίσας τὸν Ποιήσαντα.ΘεοτοκίονἉγία Δέσποινα, ἡ διανοίξασα, Παραδείσου τὰς πύλας πᾶσι πιστοῖς, ἃς Ἀδὰμ ἀπέκλεισε διὰ παράβασιν ποτέ, πύλας ἐλέους μοι διάνοιξον.Καταβασία«Χριστός μου δύναμις, Θεὸς καὶ Κύριος, ἡ σεπτὴ Ἐκκλησία θεοπρεπῶς, μέλπει ἀνακράζουσα, ἐκ διανοίας καθαρᾶς, ἐν Κυρίῳ ἑορτάζουσα». Κανών α', ᾨδὴ ε', Τριῳδίου Ἦχος πλ. β' Τῷ θείῳ φέγγει σου ἀγαθὲ ΤΟ ΑΚΟΥΤΕ Φθονήσας πάλαι μοι ὁ ἐχθρός, τῆς ἐν Παραδείσῳ εὐτυχοῦς, ἀναστροφῆς ὁ μισάνθρωπος, ὄφεως ἐν εἴδει με ὑπεσκέλισε, καὶ δόξης ἀϊδίου ξένον με ἔδειξε.Θρηνῶ καὶ κόπτομαι τὴν ψυχήν, καὶ τοῖς ὀφθαλμοῖς ἐπιζητῶ, πλήθη δακρύων προστίθεσθαι, ὅταν ἀποβλέψω, καὶ καταμάθω μου, τὴν γύμνωσιν ἣν ἔσχον, ἐκ παραβάσεως.Ἐκ γῆς ἐπλάσθην χειρὶ Θεοῦ, αὖθις δ' ἐπιστρέφειν πρὸς τὴν γῆν, ἐγὼ ὁ ἄθλιος ἤκουσα. τίς ἐμὲ μὴ κλαύσῃ, τὸν ἀπωσθέντα Θεοῦ, καὶ τῆς Ἐδὲμ τὸν ᾍδην ἀνταλλαξάμενον;ΘεοτοκίονΝυμφῶνα δόξης σε μυστικόν, πάντες καταγγέλλομεν πιστοί, Θεοκυῆτορ, πανάμωμε· ὅθεν δυσωπῶ σε Ἁγνὴ πεσόντα με, νυμφῶνος Παραδείσου, οἰκεῖον ποίησον.Καταβασία«Τῷ θείῳ φέγγει σου Ἀγαθέ, τὰς τῶν ὀρθριζόντων σοι ψυχάς, πόθῳ καταύγαυσον δέομαι, σὲ εἰδέναι Λόγε Θεοῦ, τὸν ὄντως Θεόν, ἐκ ζόφου τῶν πταισμάτων ἀνακαλούμενον». Κανών α', ᾨδὴ ς', Τριῳδίου Ἦχος πλ. β' Τοῦ βίου τὴν θάλασσαν ΤΟ ΑΚΟΥΤΕ Στολήν με ἐνέδυσας, θεοΰφαντον Σωτήρ, ἐν τῇ Ἐδὲμ ὡς εὔσπλαγχνος, ἐγὼ δέ σου παρεῖδον τὴν ἐντολήν, πεισθεὶς τῷ ἀλάστορι, καὶ γυμνὸς καθωράθην ὁ ταλαίπωρος.Ψυχὴ παναθλία μου, ἐμακρύνθης ἐκ Θεοῦ, διὰ ἀπροσεξίας σου, Παραδείσου ἐστέρησαι τῆς τρυφῆς, Ἀγγέλων κεχώρισαι, εἰς φθορὰν κατηνέχθης, ὢ τοῦ πτώματος!Ἐλέησον οἴκτειρον, Παντοκράτορ ὁ Θεός, τῶν σῶν χειρῶν τὸ ποίημα, μὴ παρίδῃς με δέομαι Ἀγαθέ, τὸν ἀποχωρίσαντα, ἐμαυτὸν τῆς χορείας τῶν Ἀγγέλων σου.ΘεοτοκίονΜαρία Θεόκλητε, ἡ Κυρία τοῦ παντός, ὡς τετοκυῖα Κύριον, Βασιλέα τῶν ὅλων καὶ Λυτρωτήν, αἰχμάλωτον ὄντα με, Παραδείσου τῆς δόξης ἀνακάλεσαι.Καταβασία«Τοῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῷ κλύδωνι, ἐν εὐδίῳ λιμένι σου προσδραμών, βοῶ σοι· Ἀνάγαγε ἐκ φθορᾶς τὴν ζωήν μου Πολυέλεε». Κοντάκιον Ἦχος πλ. β' Αὐτόμελον ΤΟ ΑΚΟΥΤΕ Τῆς σοφίας ὁδηγέ, φρονήσεως χορηγέ, τῶν ἀφρόνων παιδευτά, καὶ πτωχῶν ὑπερασπιστά, στήριξον, συνέτισον τὴν καρδίαν μου Δέσποτα. Σὺ δίδου μοι λόγον, ὁ τοῦ Πατρός Λόγος· ἰδοὺ γὰρ τὰ χείλη μου, οὐ μὴ κωλύσω ἐν τῷ κράζειν σοι· Ἐλεῆμον, ἐλέησόν με τὸν παραπεσόντα. Ὁ Οἶκος Ἐκάθισεν Ἀδὰμ τότε, καὶ ἔκλαυσεν ἀπέναντι τῆς τρυφῆς τοῦ Παραδείσου, χερσὶ τύπτων τὰς ὄψεις, καὶ ἔλεγεν· Ἐλεῆμον, ἐλέησόν με τὸν παραπεσόντα.Ἰδὼν Ἀδὰμ τὸν Ἄγγελον, ὠθήσαντα, καὶ κλείσαντα τὴν τοῦ θείου κήπου θύραν, ἀνεστέναξε μέγα, καὶ ἔλεγεν· Ἐλεῆμον, ἐλέησόν με τὸν παραπεσόντα.Συνάλγησον Παράδεισε, τῷ κτήτορι πτωχεύσαντι, καὶ τῷ ἤχῳ σου τῶν φύλλων, ἱκέτευσον τὸν Πλάστην, μὴ κλείσῃ σε. Ἐλεῆμον, ἐλέησόν με τὸν παραπεσόντα.Παράδεισε πανάρετε, πανάγιε, πανόλβιε, ὁ δι' Ἀδὰμ πεφυτευμένος, καὶ διὰ τὴν Εὔαν κεκλεισμένος, ἱκέτευσον Θεὸν διὰ τὸν παραπεσόντα. Ἐλεῆμον, ἐλέησόν με τὸν παραπεσόντα. Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν Τῇ αὐτῇ ἡμέρᾳ, ἀνάμνησιν ποιούμεθα τῆς ἀπὸ τοῦ Παραδείσου τῆς τρυφῆς ἐξορίας τοῦ Πρωτοπλάστου Ἀδάμ.ΣτίχοιΚόσμος γενάρχαις πικρὰ συνθρηνησάτω.Βρώσει γλυκείᾳ, συμπεσὼν πεπτωκόσι.Τῇ ἀφάτῳ σου εὐσπλαγχνίᾳ, Χριστὲ ὁ Θεὸς ἡμῶν, τῆς τρυφῆς τοῦ Παραδείσου ἡμᾶς καταξίωσον, καὶ ἐλέησον, ὡς μόνος φιλάνθρωπος. Ἀμήν. Κανών α', ᾨδὴ ζ', Τριῳδίου Ἦχος πλ. β' Δροσοβόλον μὲν τὴν κάμινον ΤΟ ΑΚΟΥΤΕ Ὁ δεσπόζων τῶν αἰώνων πάντων Κύριος, ὁ πλάσας με βουλήματι σῷ, φθονηθέντα με, τῷ δολίῳ δράκοντι ποτέ, καὶ σὲ παροργίσαντα Σωτήρ, μὴ ὑπερίδῃς ὁ Θεός, ἀλλ' ἀνακάλεσαί με.Τὰ τοῦ αἴσχους περικείμενος ἐνδύματα, οἴμοι! ἀντὶ στολῆς φωταυγοῦς, ἀποκλαίομαι τὴν ἐμὴν ἀπώλειαν Σωτήρ, καὶ πίστει βοῶ σοι Ἀγαθέ· Μὴ ὑπερίδῃς, ὁ Θεός, ἀλλ' ἀνακάλεσαί με.Ἐτραυμάτισεν ὁ ὄφις ὁ παμπόνηρος, ὅλην μου τὴν ψυχὴν φθονερῶς, Παραδείσου δὲ τῆς τρυφῆς, ἐξόριστον ποιεῖ, ἀλλ' ὦ εὐσυμπάθητε Σωτήρ, μὴ ὑπερίδῃς ὡς Θεός, ἀλλ' ἀνακάλεσαί με.ΘεοτοκίονΤὴν ἰκέσιόν μου δέησιν Πανάμωμε πρόσδεξαι συμπαθείᾳ τῇ σῇ, καὶ συγχώρησιν τῶν πταισμάτων, δίδου μοι Ἁγνή, ἐν θρήνοις βοῶντι ἐκτενῶς· Μὴ ὑπερίδῃς Ἀγαθή, ἀλλ' ἀνακάλεσαί με.Καταβασία«Δροσοβόλον μὲν τὴν κάμινον εἰργάσατο, Ἄγγελος τοῖς Ὁσίοις Παισί, τοὺς Χαλδαίους δὲ καταφλέγον πρόσταγμα Θεοῦ, τὸν Τύραννον ἔπεισε βοᾶν· Εὐλογητὸς εἶ ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν». Κανών α', ᾨδὴ η', Τριῳδίου Ἦχος πλ. β' Ἐκ φλογὸς τοῖς Ὁσίοις ΤΟ ΑΚΟΥΤΕ Δωρεαῖς πολυτρόποις πάλαι τετίμηκας, τῶν χειρῶν σου τὸ ἔργον, μόνε φιλάνθρωπε· δράκων δὲ δεινὸς συριγμῷ ἐδελέασεν, οἴμοι! τῶν προσόντων, καλῶν ἀπογυμνώσας.Ἵνα τί συμβουλίας πικρᾶς ἀκήκοας, καὶ τῆς θείας ἐγένου ψήφου παρήκοος; οἴμοι ταπεινὴ ψυχή, Θεὸν λυπήσασα, ὃν ἀεὶ δοξάζειν, ἐτάχθης σὺν Ἀγγέλοις.Ἑρπετῶν καὶ θηρίων δεσπότης γέγονας, ἑρπετῷ ψυχοφθόρῳ, πῶς προσωμίλησας, σύμβουλον λαβών, ὡς εὐθῆ τὸν ἀλάστορα; ὢ τῆς σῆς ἀπάτης, ψυχή μου παναθλία!ΘεοτοκίονΦωτοφόρον σκηνήν σε Θεοῦ σαρκώσεως, ἀνυμνοῦμεν Μαρία Θεοχαρίτωτε· ὅθεν με δεινῶς σκοτισθέντα τοῖς πάθεσι, λάμψον φῶς ἐλέους, ἐλπὶς ἀπηλπισμένων.Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον.Καταβασία«Ἐκ φλογὸς τοῖς Ὁσίοις, δρόσον ἐπήγασας, καὶ δικαίου θυσίαν, ὕδατι ἔφλεξας· ἅπαντα γὰρ δρὰς Χριστέ, μόνῳ τῷ βούλεσθαι. Σὲ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας». Κανών α', ᾨδὴ θ', Τριῳδίου Ἦχος πλ. β' Θεὸν ἀνθρώποις ἰδεῖν ΤΟ ΑΚΟΥΤΕ Γλυκὺς εἰς γεῦσιν καρπὸς τῆς γνώσεως, ἐν τῇ Ἐδὲμ ἐφάνη μοι, πλησθέντι τῆς βρώσεως, εἰς χολὴν δὲ γέγονε τὸ τέλος αὐτῆς, οἴμοι ψυχὴ ἀθλία! πῶς ἀκρασίᾳ σε, τῆς τοῦ Παραδείσου ἑστίας, ξένην πεποίηκε;Θεὲ τῶν ὅλων, ἐλέους Κύριε, εἰς τὴν ἐμὴν ταπείνωσιν, εὐσπλάγχνως ἐπίβλεψον, καὶ μὴ πόρρω πέμψῃς με τῆς θείας Ἐδέμ, ὅπως βλέπων τὰ κάλλη· ὅθεν ἐκπέπτωκα, σπεύσω πάλιν θρήνοις, προσλαβεῖν ἅπερ ἀπώλεσα.Θρηνῶ, στενάζω, καὶ ἀποδύρομαι, τὸ Χερουβὶμ φλογίνῃ τῇ ῥομφαίᾳ θεώμενος, τῆς Ἐδὲμ τὴν εἴσοδον φυλάττειν ταχθέν, πᾶσι τοῖς παραβάταις, οἴμοι! ἀπρόσιτον, εἰμὴ σὺ ἀκώλυτον Σωτήρ, ταύτην ποιήσεις μοι.Θαρρῶ τῷ πλήθει, τῷ τοῦ ἐλέους σου, Χριστὲ Σωτήρ, καὶ θείας ἐκ πλευρᾶς σου τῷ Αἵματι, δι' οὗ καθηγίασας τὴν φύσιν βροτῶν, ἤνοιξας δὲ τὰς πύλας, τοῖς σοὶ λατρεύουσι, τὰς τοῦ Παραδείσου Ἀγαθέ, τὰς πρὶν κλεισθείσας Ἀδάμ.ΘεοτοκίονΖωῆς ἡ πύλη ἡ ἀδιόδευτος, ἡ νοητὴ Παρθένε Θεοτόκε ἀνύμφευτε, Παραδείσου πύλας μοι κλεισθείσας τὸ πρίν, ἄνοιξον σαῖς πρεσβείαις, ὅπως δοξάζω σε, τὴν μετὰ Θεόν μου βοηθόν, καὶ κραταιὰν προσφυγήν.Καταβασία«Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὃν οὐ τολμᾷ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα· διὰ σοῦ δὲ Πάναγνε ὡράθη βροτοῖς, Λόγος σεσαρκωμένος, ὃν μεγαλύνοντες, σὺν ταίς οὐρανίαις Στρατιαῖς, σὲ μακαρίζομεν». Ἐξαποστειλάριον, Τριῳδίου Ἦχος β' Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ Τῆς ἐντολῆς σου Κύριε, παρήκουσα ὁ ἄθλιος, καὶ γυμνωθεὶς τῆς σῆς δόξης, αἰσχύνης πέπλησμαι, οἴμοι! καὶ τῆς τρυφῆς ἐκβέβλημαι, τοῦ Παραδείσου εὔσπλαγχνε. Ἐλεῆμον ἐλέησον, τὸν στερηθέντα δικαίως, τῆς ἀγαθότητος τῆς σῆς. Ἕτερον Ἐξαποστειλάριον, Τριῳδίου Ἦχος β' Τοῖς Μαθηταῖς συνέλθωμεν ΤΟ ΑΚΟΥΤΕ Ἀποικισθέντες Κύριε, Παραδείσου τὸ πρῶτον, διὰ τῆς ξύλου βρώσεως, ἀντεισήγαγες πάλιν, διὰ Σταυροῦ καὶ τοῦ Πάθους, σοῦ Σωτὴρ καὶ Θεέ μου, δι' οὗ ἡμᾶς ὀχύρωσον, τὴν Νηστείαν πληρῶσαι, ἁγνοπρεπῶς, καὶ τὴν θείαν Ἔγερσιν προσκυνῆσαι, τὸ Πάσχα τὸ σωτήριον, σὲ Τεκούσης πρεσβείαις. Στιχηρὰ Ἰδιόμελα τοῦ Τριῳδίου Ἦχος πλ. α' Οἴμοι! ὁ Ἀδάμ, ἐν θρήνῳ κέκραγεν, ὅτι ὄφις καὶ γυνή, θεϊκῆς παρρησίας με ἔξωσαν, καὶ Παραδείσου τῆς τρυφῆς ξύλου βρῶσις ἡλλοτρίωσεν. Οἴμοι! οὐ φέρω λοιπόν τὸ ὄνειδος, ὁ ποτὲ βασιλεὺς τῶν ἐπιγείων πάντων κτισμάτων Θεοῦ, νῦν αἰχμάλωτος ὤφθην, ὑπὸ μιᾶς ἀθέσμου συμβουλῆς, καὶ ὁ ποτὲ δόξαν ἀθανασίας ἠμφιεσμένος, τῆς νεκρώσεως τὴν δοράν, ὡς θνητὸς ἐλεεινῶς περιφέρω. Οἴμοι! τίνα τῶν θρήνων συνεργάτην ποιήσομαι; Ἀλλὰ σὺ Φιλάνθρωπε, ὁ ἐκ γῆς δημιουργήσας με, εὐσπλαγχνίαν φορέσας, τῆς δουλείας τοῦ ἐχθροῦ, ἀνακάλεσαι καὶ σῶσόν με. Ἦχος πλ. α' Τὸ στάδιον τῶν ἀρετῶν ἠνέῳκται, οἱ βουλόμενοι ἀθλῆσαι εἰσέλθετε, ἀναζωσάμενοι τὸν καλὸν τῆς Νηστείας ἀγῶνα· οἱ γὰρ νομίμως ἀθλοῦντες, δικαίως στεφανοῦνται, καὶ ἀναλαβόντες τὴν πανοπλίαν τοῦ Σταυροῦ, τῷ ἐχθρῷ ἀντιμαχησώμεθα, ὡς τεῖχος ἄρρηκτον κατέχοντες τὴν Πίστιν, καὶ ὡς θώρακα τὴν προσευχήν, καὶ περικεφαλαίαν τὴν ἐλεημοσύνην, ἀντὶ μαχαίρας τὴν νηστείαν, ἥτις ἐκτέμνει ἀπὸ καρδίας πᾶσαν κακίαν. Ὁ ποιῶν ταῦτα, τὸν ἀληθινὸν κομίζεται στέφανον, παρὰ τοῦ Παμβασιλέως Χριστοῦ, ἐν τῇ ἡμέρᾳ τῆς Κρίσεως. Ἦχος πλ. β' Ἀδὰμ τοῦ Παραδείσου διώκεται, τροφῆς μεταλαβὼν ὡς παρήκοος, Μωσῆς θεόπτης ἐχρημάτισε, νηστείᾳ τὰ ὄμματα, τῆς ψυχῆς καθηράμενος. Διὸ τοῦ Παραδείσου οἰκήτορες γενέσθαι ἐπιποθοῦντες, ἀπαλλαγῶμεν τῆς ἀλυσιτελοῦς τροφῆς, καὶ Θεὸν καθορᾷν ἐφιέμενοι, Μωσαϊκῶς τὴν τετράδα, τῆς δεκάδος νηστεύσωμεν, προσευχῇ καὶ τῇ δεήσει, εἰλικρινῶς προσκαρτεροῦντες, κατευνάσωμεν τῆς ψυχῆς τὰ παθήματα, ἀποσοβήσωμεν τῆς σαρκὸς τὰ οἰδήματα, κοῦφοι πρὸς τὴν ἄνω πορείαν μετίωμεν, ὅπου αἱ τῶν Ἀγγέλων χορεῖαι, ἀσιγήτοις φωναῖς, τὴν ἀδιαίρετον ἀνυμνοῦσι Τριάδα, καθορᾷν τὸ ἀμήχανον κάλλος, καὶ δεσποτικόν. Ἐκεῖ ἀξίωσον ἡμᾶς, Υἱὲ Θεοῦ ζωοδότα, τούς ἐπὶ σοὶ πεποιθότας, συγχορεῦσαι ταῖς τῶν Ἀγγέλων στρατιαῖς, ταῖς τῆς τεκούσης σε Μητρὸς Χριστὲ πρεσβείαις, καὶ Ἀποστόλων, καὶ τῶν Μαρτύρων, καὶ πάντων τῶν Ἁγίων. Δόξα...Ἦχος πλ. β' Ἔφθασε καιρός, ἡ τῶν πνευματικῶν ἀγώνων ἀρχή, ἡ κατὰ τῶν δαιμόνων νίκη, ἡ πάνοπλος ἐγκράτεια, ἡ τῶν Ἀγγέλων εὐπρέπεια, ἡ πρὸς Θεὸν παρρησία· δι' αὐτῆς γὰρ Μωϋσῆς, γέγονε τῷ Κτίστῃ συνόμιλος, καὶ φωνὴν ἀοράτως, ἐν ταῖς ἀκοαῖς ὑπεδέξατο· Κύριε, δι' αὐτῆς ἀξίωσον καὶ ἡμᾶς, προσκυνῆσαί σου τὰ Πάθη καὶ τὴν ἁγίαν Ἀνάστασιν, ὡς φιλάνθρωπος. Μεγάλη Δοξολογία Τὰ Τυπικά, οἱ Μακαρισμοὶ τῆς Ὀκτωήχου καὶ ἐκ τοῦ Κανόνος τοῦ Τριῳ δίου ἡ ς' ᾨδή. Ὁ Ἀπόστολος. Προκείμενον Ἦχος πλ. δ'Εὔξασθε, καὶ ἀπόδοτε, Κυρίῳ τῷ Θεῷ ἡμῶν.Στίχ. Γνωστὸς ἐν τῇ Ἰουδαίᾳ ὁ Θεός. Ἀλληλούϊα Ἦχος δ'Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ. ΚοινωνικὸνΑἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, Αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Ἀλληλούϊα.
ΟΡΘΡΟΣ
Dec 26 Τῌ ΚΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΔΕΚΕΜΒΡΙΟΥἩ σύναξις τῆς Ὑπεραγίας Θεοτόκου. ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ Στιχολογία οὐ γίνεται. Εἰς δὲ τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' Καὶ ψάλλομεν τῆς Ἑορτῆς Στιχηρὰ Ἰδιόμελα δευτεροῦντες τὰ δύο. Στιχηρὰ Ἰδιόμελα Ἦχος β' Γερμανοῦ Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, τὸ παρὸν μυστήριον ἐκδιηγούμενοι, τὸ μεσότοιχον τοῦ φραγμοῦ διαλέλυται, ἡ φλογίνη ῥομφαία τὰ νῶτα δίδωσι, καὶ τὰ Χερουβίμ παραχωρεῖ τοῦ ξύλου τῆς ζωῆς, κἀγὼ τοῦ παραδείσου τῆς τρυφῆς μεταλαμβάνω, οὗ προεξεβλήθην διὰ τῆς παρακοῆς. Ἡ γὰρ ἀπαράλλακτος εἰκὼν τοῦ Πατρός, ὁ χαρακτήρ τῆς ἀϊδιότητος αὐτοῦ, μορφὴν δούλου λαμβάνει, ἐξ ἀπειρογάμου Μητρὸς προελθών, οὐ τροπὴν ὑπομείνας· ὃ γὰρ ἦν διέμεινε, Θεὸς ὢν ἀληθινός· καὶ ὃ οὐκ ἦν προσέλαβεν, ἄνθρωπος γενόμενος διὰ φιλανθρωπίαν· αὐτῷ βοήσωμεν· ὁ τεχθεὶς ἐκ Παρθένου Θεός, ἐλέησον ἡμᾶς. Ἦχος β' Ἀνατολίου Τοῦ Κυρίου Ἰησοῦ γεννηθέντος ἐκ τῆς ἁγίας Παρθένου, πεφώτισται τὰ σύμπαντα· Ποιμένων γὰρ ἀγραυλούντων, καὶ Μάγων προσκυνούντων, Ἀγγέλων ἀνυμνούντων, Ἡρῴδης ἐταράττετο, ὅτι Θεὸς ἐν σαρκὶ ἐφάνη, Σωτὴρ τῶν ψυχῶν ἡμῶν. Ἦχος β' Ἡ Βασιλεία σου, Χριστὲ ὁ Θεός, βασιλεία πάντων τῶν αἰώνων, καὶ ἡ Δεσποτεία σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. Ὁ σαρκωθεὶς ἐκ Πνεύματος Ἁγίου, καὶ ἐκ τῆς ἀειπαρθένου Μαρίας ἐνανθρωπήσας, φῶς ἡμῖν ἔλαμψας, Χριστὲ ὁ Θεός, τῇ σῇ παρουσίᾳ· φῶς ἐκ φωτός, τοῦ Πατρὸς τὸ ἀπαύγασμα, πᾶσαν κτίσιν ἐφαίδρυνας. Πᾶσα πνοὴ αἰνεῖ σε, τὸν χαρακτῆρα τῆς δόξης τοῦ Πατρός. Ὁ ὢν καὶ προών, καὶ ἐκλάμψας ἐκ Παρθένου Θεός, ἐλέησον ἡμᾶς. Ἦχος β' Τὶ σοι προσενέγκωμεν Χριστέ, ὅτι ὤφθης ἐπὶ γῆς ὡς ἄνθρωπος δι' ἡμᾶς; ἕκαστον γὰρ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, τὴν εὐχαριστίαν σοι προσάγει· οἱ Ἄγγελοι τὸν ὕμνον, οἱ οὐρανοὶ τὸν Ἀστέρα, οἱ Μάγοι τὰ δῶρα, οἱ Ποιμένες τὸ θαῦμα, ἡ γῆ τὸ σπήλαιον, ἡ ἔρημος τὴν φάτνην· ἡμεῖς δὲ Μητέρα Παρθένον. Ὁ πρὸ αἰώνων Θεὸς ἐλέησον ἡμᾶς. Θεοτοκίον Ἦχος πλ. β' Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη. Σήμερον δέχεται ἡ Βηθλεέμ, τὸν καθήμενον διὰ παντὸς σὺν Πατρί. Σήμερον Ἄγγελοι τὸ βρέφος τὸ τεχθέν, θεοπρεπῶς δοξολογοῦσι. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Προκείμενον Ἦχος βαρὺςΤὶς Θεὸς μέγας, ὡς ὁ Θεὸς ἡμῶν; σὺ εἶ ὁ Θεός, ὁ ποιῶν θαυμάσια μόνος. Στίχ. Ἐγνώρισας ἐν τοῖς λαοῖς τὴν δύναμίν σου. Τὶς Θεὸς μέγας, ὡς ὁ Θεὸς ἡμῶν... Στίχ. Καὶ εἶπα· Νῦν ἠρξάμην· αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου. Τὶς Θεὸς μέγας, ὡς ὁ Θεὸς ἡμῶν... Εἰς τὸν Στίχον, Στιχηρὰ ἸδιόμελαἮχος πλ. δ' Ἰωάννου ΜοναχοῦΠαράδοξον Μυστήριον, οἰκονομεῖται σήμερον! καινοτομοῦνται φύσεις, καὶ Θεὸς ἄνθρωπος γίνεται· ὅπερ ἦν μεμένηκε, καὶ ὃ οὐκ ἦν προσέλαβεν, οὐ φυρμὸν ὑπομείνας, οὐδὲ διαίρεσιν.Στίχ. Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.Κύριε, ἐν Βηθλεὲμ παραγέγονας, ἐν τῷ Σπηλαίῳ παρῴκησας, ὁ οὐρανὸν τὸν θρόνον ἔχων, ἐν φάτνῃ ἀνεκλίθης, ὃν στρατιαὶ κυκλοῦσιν Ἀγγέλων, Ποιμέσι συγκατέβης, ἵνα σώσῃς ὡς εὔσπλαγχνος τὸ γένος ἡμῶν, δόξα σοι.Στίχ. Ἐκ γαστρὸς πρὸ Ἑωσφόρου ἐγέννησά σε, ὤμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται. Σὺ Ἱερεὺς εἰς τὸν αἰῶνα, κατὰ τὴν τάξιν Μελχισεδέκ.Πῶς ἐξείπω τὸ μέγα Μυστήριον; ὁ ἄσαρκος σαρκοῦται, ὁ Λόγος παχύνεται, ὁ ἀόρατος ὁρᾶται καὶ ὁ ἀναφὴς ψηλαφᾶται· καὶ ὁ ἄναρχος ἄρχεται. Ὁ Υἱὸς τοῦ Θεοῦ, ἀνθρώπου Υἱὸς γίνεται, Ἰησοῦς Χριστός, χθὲς καὶ σήμερον ὁ αὐτός, καὶ εἰς τοὺς αἰῶνας. Θεοτοκίον Ἦχος πλ. δ' Ἰωάννου Μοναχοῦ Ἐν Βηθλεὲμ συνέδραμον Ποιμένες, τὸν ἀληθῆ μηνύοντες Ποιμένα, τὸν καθήμενον ἐπὶ τῶν Χερουβίμ, καὶ ἀνακείμενον ἐν φάτνῃ, Νηπίου μορφὴν δι' ἡμᾶς ἀνειληφότα, Κύριε δόξα σοι. Ἀπολυτίκιον Ἦχος δ', ἐκ γ' Ἡ γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως· ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο· σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα σοι. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα Ἦχος δ' Κατεπλάγη Ἰωσὴφ ΤΟ ΑΚΟΥΤΕ Δεῦτε ἴδωμεν πιστοί, ποῦ ἐγεννήθη ὁ Χριστός, ἀκολουθήσωμεν λοιπὸν ἔνθα ὁδεύει ὁ ἀστήρ, μετὰ τῶν Μάγων Ἀνατολῆς τῶν Βασιλέων. Ἄγγελοι ὑμνοῦσιν, ἀκαταπαύστως ἐκεῖ. Ποιμένες ἀγραυλοῦσιν, ᾠδὴν ἐπάξιον. Δόξα ἐν ὑψίστοις λέγοντες, τῷ σήμερον ἐν Σπηλαίῳ τεχθέντι, ἐκ τῆς Παρθένου, καὶ Θεοτόκου, ἐν Βηθλεὲμ τῆς Ἰουδαίας. (Δίς) Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα Ἦχος δ' Κατεπλάγη Ἰωσὴφ ΤΟ ΑΚΟΥΤΕ Τὶ θαυμάζεις Μαριάμ; τὶ ἐκθαμβεῖσαι τῷ ἐν σοὶ; Ὅτι ἄχρονον Υἱόν, χρόνῳ ἐγέννησα φησί, τοῦ τικτομένου τὴν σύλληψιν μὴ διδαχθεῖσα. Ἄνανδρος εἰμί, καὶ πῶς τέξω Υἱόν; ἄσπορον γονὴν τὶς ἑώρακεν; ὅπου Θεὸς δὲ βούλεται, νικᾶται φύσεως τάξις, ὡς γέγραπται. Χριστὸς ἐτέχθη, ἐκ τῆς Παρθένου, ἐν Βηθλεὲμ τῆς Ἰουδαίας. (Δίς) Ὁ Κανὼν τῆς Ἑορτῆς. Ὁ Παρὼν τοῦ κυρίου Κοσμᾶ, φέρων ἀκροστιχίδα τήνδε..Χριστὸς βροτωθεὶς ἦν ὅπερ Θεὸς μένῃ.ᾨδὴ α' Ἦχος α' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Χριστὸς γεννᾶται, δοξάσατε. Χριστὸς ἐξ οὐρανῶν ἀπαντήσατε. Χριστὸς ἐπὶ γῆς, ὑψώθητε, ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί, ὅτι δεδόξασται».Ῥεύσαντα ἐκ παραβάσεως, Θεοῦ τὸν κατ' εἰκόνα γενόμενον, ὅλον τῆς φθορᾶς ὑπάρξαντα, κρείττονος ἑπταικότα θείας ζωῆς, αὖθις ἀναπλάττει, ὁ σοφὸς Δημιουργός, ὅτι δεδόξασται.Ἰδὼν ὁ Κτίστης ὀλλύμενον, τὸν ἄνθρωπον χερσίν, ὃν ἐποίησε, κλίνας οὐρανοὺς κατέρχεται, τοῦτον δὲ ἐκ Παρθένου θείας Ἁγνῆς, ὅλον οὐσιοῦται, ἀληθείᾳ σαρκωθείς, ὅτι δεδόξασται.Σοφία λόγος καὶ δύναμις, Υἱὸς ὢν τοῦ Πατρός, καὶ ἀπαύγασμα, Χριστὸς ὁ Θεός, δυνάμεις λαθών, ὅσας ὑπερκοσμίους, ὅσας ἐν γῇ, καὶ ἐνανθρωπήσας, ἀνεκτήσατο ἡμᾶς, ὅτι δεδόξασται. Ὁ Ἕτερος Κανὼν Ἰαμβικός, Ἰωάννου Μοναχοῦ, φέρων ἀκροστιχίδα τήνδε διὰ στίχων Ἡρωελεγείων.Εὐεπίης μελέεσσιν ἐφύμνια ταῦτα λιγαίνειΥἷα Θεοῦ μερόπων ἕνεκα τικτόμενονἘν χθονί, καὶ λύοντα πολύστονα πήματα κόσμου.Ἀλλ' Ἄνα ῥητῆρας ῥύεο τῶνδε πόνων.ᾨδὴ α' Ἦχος α' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Ἔσωσε λαόν, θαυματουργῶν Δεσπότης,Ὑγρὸν θαλάσσης κῦμα χερσώσας πάλαι·Ἑκὼν δὲ τεχθεὶς ἐκ Κόρης, τρίβον βατήν,Πόλου τίθησιν ἡμῖν· ὃν κατ οὐσίαν,Ἶσόν τε Πατρί, καὶ βροτοῖς δοξάζομεν».Ἤνεγκε γαστὴρ ἡγιασμένη Λόγον,Σαφῶς ἀφλέκτῳ ζωγραφουμένη βάτῳ,Μιγέντα μορφῇ, τῇ βροτησίᾳ Θεόν,Εὔας τάλαιναν, νηδὺν ἀρᾶς τῆς πάλαι,Λύοντα πικρᾶς, ὃν βροτοὶ δοξάζομεν.Ἔδειξεν ἀστὴρ τὸν πρὸ ἡλίου Λόγον,Ἐλθόντα παῦσαι τὴν ἁμαρτίαν Μάγοις,Σαφῶς πενιχρὸν εἰς σπέος τὸν συμπαθῆ,Σὲ σπαργάνοις ἑλικτόν· ὃν γεγηθότες,Ἶδον τὸν αὐτόν, καὶ βροτὸν καὶ Κύριον. Κανών α', ᾨδὴ γ', τῆς Ἑορτῆς Ἦχος α' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Τῶ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς γεννηθέντι ἀρρεύστως Υἱῷ, καὶ ἐπ' ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ βοήσωμεν· ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν, ἅγιος εἶ Κύριε».Ὁ τῆς ἐπιπνοίας, μετασχὼν τῆς ἀμείνω Ἀδὰμ χοϊκός, καὶ πρὸς φθορὰν κατολισθήσας, γυναικείᾳ ἀπάτῃ, Χριστὸν γυναικὸς βοᾷ ἐξορῶν, ὁ δι' ἐμὲ κατ᾿ ἐμὲ γεγονώς, ἅγιος εἶ Κύριε.Σύμμορφος πηλίνης, εὐτελοῦς διαρτίας Χριστὲ γεγονώς, καὶ μετοχῇ σαρκὸς τῆς χείρω, μεταδοὺς θείας φύτλης, βροτὸς πεφυκώς, καὶ μείνας Θεός, καὶ ἀνυψώσας τὸ κέρας ἡμῶν, Ἅγιος εἶ Κύριε.Βηθλεὲμ εὐφραίνου, Ἡγεμόνων Ἰούδα βασίλεια· τὸν Ἰσραὴλ γὰρ ὁ ποιμαίνων, Χερουβὶμ ὁ ἐπ' ὤμων, ἐκ σοῦ προελθὼν Χριστὸς ἐμφανῶς, καὶ ἀνυψώσας τὸ κέρας ἡμῶν, πάντων ἐβασίλευσεν. Κανών β', ᾨδὴ γ', Ἰαμβικός, τῆς Ἑορτῆς Ἦχος α' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Νεῦσον πρὸς ὕμνους οἰκετῶν Εὐεργέτα,Ἐχθροῦ ταπεινῶν τὴν ἐπηρμένην ὀφρύν,Φέρων τε Παντεπόπτα τῆς ἁμαρτίας,Ὕπερθεν ἀκλόνητον, ἐστηριγμένους,Μάκαρ, μελῳδοὺς τῇ βάσει τῆς πίστεως».Νύμφης πανάγνου τὸν πανόλβιον τόκονἸδεῖν ὑπὲρ νοῦν ἠξιωμένος χορός,Ἄγραυλος ἐκλονεῖτο, τῷ ξένῳ τρόπῳ.Τάξιν μελῳδοῦσάν τε τῶν Ἀσωμάτων,Ἄνακτα Χριστόν, ἀσπόρως σαρκούμενον.Ὕψους ἀνάσσων οὐρανῶν εὐσπλαγχνίᾳ,Τελεῖ καθ' ἡμᾶς ἐξ ἀνυμφεύτου Κόρης,Ἄϋλος ὢν τὸ πρόσθεν· ἀλλ' ἐπ' ἐσχάτωνΛόγος παχυνθεὶς σαρκί, τὸν πεπτωκότα,Ἵνα πρὸς αὐτὸν ἑλκύσῃ πρωτόκτιστον. Κοντάκιον τῆς Ἑορτῆς Ἡ Παρθένος σήμερον, τὸν ὑπερούσιον τίκτει, καὶ ἡ γῆ τὸ Σπήλαιον, τῷ ἀπροσίτῳ προσάγει. Ἄγγελοι μετὰ Ποιμένων δοξολογοῦσι. Μάγοι δὲ μετὰ ἀστέρος ὁδοιποροῦσι· δι' ἡμᾶς γὰρ ἐγεννήθη, Παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός. Κάθισμα Ἦχος πλ. δ' Τὸ προσταχθὲν μυστικῶς ΤΟ ΑΚΟΥΤΕ Ἀγαλλιάσθω οὐρανός, γῆ εὐφραινέσθω· ὅτι ἐτέχθη ἐπὶ γῆς, ὁ Ἀμνὸς τοῦ Θεοῦ, παρέχων τῷ κόσμῳ τὴν ἀπολύτρωσιν. Ὁ Λόγος ὁ ἐν τοῖς κόλποις ὢν τοῦ Πατρός, προῆλθεν ἐκ τῆς Παρθένου ἄνευ σπορᾶς· ὃν οἱ Μάγοι ἐξίσταντο, ὁρῶντες ἐν Βηθλεέμ, τικτόμενον ὡς νήπιον· ὃν δοξάζει τὰ σύμπαντα.Δόξα... Καὶ νῦν... τὸ αὐτὸ Κανών α', ᾨδὴ δ', τῆς Ἑορτῆς Ἦχος α' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐξ αὐτῆς Χριστέ, ἐκ τῆς Παρθένου ἀνεβλάστησας· ἐξ ὄρους ὁ αἰνετὸς κατασκίου δασέος ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου, ὁ ἄϋλος καὶ Θεός. Δόξα τῇ δυνάμει σου Κύριε».Ὃν πάλαι προεῖπεν Ἰακώβ, ἐθνῶν ἀπεκδοχὴν Χριστέ, φυλῆς Ἰούδα ἐξανέτειλας, καὶ δύναμιν Δαμασκοῦ, Σαμαρείας σκῦλά τε, ἦλθες προνομεύσων πλάνην τρέπων, εἰς πίστιν θεοτερπῆ. Δόξα τῇ δυνάμει σου Κύριε.Τοῦ Μάντεως πάλαι Βαλαάμ, τῶν λόγων μυητὰς σοφούς, ἀστεροσκόπους χαρᾶς ἔπλησας, ἀστὴρ ἐκ τοῦ Ἰακώβ, ἀνατείλας Δέσποτα, Ἐθνῶν ἀπαρχὴν εἰσαγομένους· ἐδέξω δὲ προφανῶς, δῶρά σοι δεκτὰ προσκομίζοντας.Ὡς πόκῳ γαστρὶ Παρθενικῇ, κατέβης ὑετὸς Χριστέ, καὶ ὡς σταγόνες ἐν γῇ στάζουσαι. Αἰθίοπες καὶ θαρσεῖς, καὶ Ἀράβων νῆσοί τε, Σαβᾶ Μήδων, πάσης γῆς κρατοῦντες, προσέπεσόν σοι Σωτήρ. Δόξα τῇ δυνάμει σου Κύριε. Κανών α', ᾨδὴ ε', τῆς Ἑορτῆς Ἦχος α' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Θεὸς ὢν εἰρήνης, Πατὴρ οἰκτιρμῶν, τῆς μεγάλης Βουλῆς σου τὸν Ἄγγελον, εἰρήνην παρεχόμενον ἀπέστειλας ἡμῖν· ὅθεν θεογνωσίας, πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτός ὀρθρίζοντες, δοξολογοῦμέν σε Φιλάνθρωπε».Ἐν δούλοις τῷ Καίσαρος δόγματι, ἀπεγράφης πειθήσας, καὶ δούλους ἡμᾶς, ἐχθροῦ καὶ ἁμαρτίας, ἠλευθέρωσας Χριστέ, ὅλον τὸ καθ᾿ ἡμᾶς δὲ πτωχεύσας, καὶ χοϊκόν ἐξ αὐτῆς ἑνώσεως, καὶ κοινωνίας ἐθεούργησας.Ἰδοὺ ἡ Παρθένος, ὡς πάλαι φησίν, ἐν γαστρὶ συλλαβοῦσα ἐκύησε, Θεὸν ἐνανθρωπήσαντα, καὶ μένει Παρθένος· δι ἧς καταλλαγέντες Θεῷ οἱ ἁμαρτωλοί, Θεοτόκον κυρίως οὖσαν, ἐν πίστει ἀνυμνήσωμεν. Κανών β', ᾨδὴ ε', Ἰαμβικός, τῆς Ἑορτῆς Ἦχος α' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Ἐκ νυκτὸς ἔργων, ἐσκοτισμένης πλάνηςἹλασμὸν ἡμῖν Χριστὲ τοῖς ἐγρηγόρως,Νῦν σοι τελοῦσιν ὕμνον, ὡς εὐεργέτῃ,Ἔλθοις πορίζων εὐχερῆ τε τὴν τρίβον,Καθ' ἣν ἀνατρέχοντες, εὕροιμεν κλέος».Ἀπηνὲς ἔχθος, τὸ πρὸς αὐτὸν Δεσπότης,Τεμὼν διαμπάξ, σαρκὸς ἐν παρουσίᾳ,Ἵνα κρατοῦντος ὤλεσε ψυχοφθόρου,Κόσμον συνάπτων, ταῖς ἀΰλοις οὐσίαις,Τιθεὶς προσηνῆ, τὸν Τεκόντα τῇ κτίσει.Ὁ λαὸς εἶδεν, ὁ πρὶν ἠμαυρωμένος,Μεθ' ἡμέραν φῶς, τῆς ἄνω φρυκτωρίας·Ἔθνη Θεῷ δέ, κλῆρον Υἱὸς προσφέρει,Νέμων ἐκεῖσε τὴν ἀπόρρητον χάριν,Οὗ πλεῖον ἐξήνθησεν ἡ ἁμαρτία. Κανών α', ᾨδὴ ς', τῆς Ἑορτῆς Ἦχος α' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν ἐνάλιος θήρ οἷον ἐδέξατο· τῇ Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος, καὶ σάρκα λαβὼν διελήλυθε φυλάξας ἀδιάφθορον· ἧς γὰρ οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν κατέσχεν ἀπήμαντον».Ἦλθε σαρκωθείς, Χριστὸς ὁ Θεὸς ἡμῶν, γαστρὸς ὃν Πατήρ, πρὸ Ἑωσφόρου γεννᾷ, τὰς ἡνίας δέ, ὁ κρατῶν τῶν ἀχράντων Δυνάμεων, ἐν φάτνῃ τῶν ἀλόγων ἀνακλίνεται, ῥάκει σπαργανοῦται, λύει δέ, πολυπλόκους σειρὰς παραπτώσεων.Νέον ἐξ Ἀδάμ, παιδίον φυράματος ἐτέχθη Υἱός, καὶ πιστοῖς δέδοται, τοῦ δὲ μέλλοντος, οὗτός ἐστιν αἰῶνος, Πατὴρ καὶ Ἄρχων, καὶ καλεῖται τῆς μεγάλης Βουλῆς Ἄγγελος· οὗτος ἰσχυρὸς Θεὸς ἐστι, καὶ κρατῶν ἐξουσίᾳ τῆς κτίσεως. Κανών β', ᾨδὴ ς', Ἰαμβικός, τῆς Ἑορτῆς Ἦχος α' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Ναίων Ἰωνᾶς, ἐν μυχοῖς θαλαττίοις,Ἐλθεῖν ἐδεῖτο, καὶ ζάλην ἀπαρκέσαι.Νυγεὶς ἐγὼ δέ, τῷ τυραννοῦντος βέλει,Χριστὲ προσαυδῶ, τὸν κακῶν ἀναιρέτην,Θᾶττον μολεῖν σε τῆς ἐμῆς ῥαθυμίας».Ὃς ἦν ἐν ἀρχῇ, πρὸς Θεὸν Θεὸς Λόγος,Νυνὶ κρατύνει, μὴ σθένουσαν τὴν πάλαι,Ἰδὼν φυλάξαι, τὴν καθ ἡμᾶς οὐσίαν,Καθεὶς ἑαυτὸν δευτέρᾳ κοινωνίᾳΑὖθις προφαίνων, τῶν παθῶν ἐλευθέραν.Ἷκται δι' ἡμᾶς, Ἀβραὰμ ἐξ ὀσφύος,Λυγρῶς πεσόντας, ἐν σκότει τῶν πταισμάτων,Υἱοὺς ἐγεῖραι, τῶν κάτω νενευκότων,Ὁ φῶς κατοικῶν, καὶ φάτνην παρ' ἀξίαν.Νῦν εὐδοκήσας, εἰς βροτῶν σωτηρίαν. Κοντάκιον Ἦχος πλ. β' Ὁ πρὸ Ἑωσφόρου ἐκ Πατρὸς ἀμήτωρ γεννηθείς, ἐπὶ τῆς γῆς ἀπάτωρ ἐσαρκώθη σήμερον ἐκ σοῦ· ὅθεν Ἀστὴρ εὐαγγελίζεται Μάγοις, Ἄγγελοι δὲ μετὰ Ποιμένων ὑμνοῦσι, τὸν ἄχραντον Τόκον σου, ἡ Κεχαριτωμένη. Ὁ Οἶκος Τὸν ἀγεώργητον βότρυν βλαστήσασα, ἡ μυστικὴ ἄμπελος ὡς ἐπὶ κλάδων, ἀγκάλαις ἐβάσταζε, καὶ ἔλεγε. Σὺ εἶ καρπός μου, σὺ εἶ ἡ ζωή μου. Ἀφ' οὗ ἔγνων, ὅτι καὶ ὃ ἤμην εἰμί, σύ μου Θεός· τὴν γὰρ σφραγῖδα τῆς Παρθενίας μου ὁρῶσα ἀκατάλυτον, κηρύττω σε ἄτρεπτον Λόγον, σάρκα γενόμενον. Οὐκ οἶδα σποράν, οἶδά σε λύτην τῆς φθορᾶς· Ἁγνὴ γὰρ εἰμι, σοῦ προελθόντος ἐξ ἐμοῦ· ὡς γὰρ εὗρες, ἔλιπες μήτραν ἐμήν. Διὰ τοῦτο συγχορεύει πᾶσα κτίσις βοῶσά μοι· Χαῖρε ἡ Κεχαριτωμένη. Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν Τῇ ΚΣΤ' τοῦ αὐτοῦ μηνός, Η Σύναξις τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου. ΣτίχοιΛεχὼ ἄμωμον ἀνδρὸς μὴ γνοῦσαν λέχος, Δώροις ἀμώμοις δεξιοῦμαι τοῖς λόγοις. Μολπὴν ἁγνοτάτῃ λεχοῖ εἰκάδι ἕκτῃ ἀείδω. Περὶ τῆς εἰς Αἴγυπτον φυγῆς τῆς Ὑπεραγίας Θεοτόκου. ΣτίχοιἭκοντα πρὸς σέ, τὸν πάλαι πλήξαντά σε, Αἴγυπτε φρίττε, καὶ Θεὸν τοῦτον φρόνει. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Εὐθυμίου, Ἐπισκόπου Σάρδεων τοῦ Ὁμολογητοῦ. ΣτίχοιΧριστῷ παραστάς, Εὐθύμιε τρισμάκαρ, Πλήρης ἀλήκτου τυγχάνεις εὐθυμίας. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Κωνσταντίνου τοῦ ἐξ' Ἰουδαίων. ΣτίχοιὩς ἐξ ἀκανθῶν τῶν Ἰουδαίων ῥόδον, Ὁ θεῖος ἀνθεῖ καὶ θανών, Κωνσταντῖνος. Καὶ Μνήμη τοῦ Ὁσίου πατρὸς ἡμῶν Εὐαρέστου. ΣτίχοιἜσπευδεν Εὐάρεστος ἔργῳ καὶ λόγῳ, Ἕως τελευτῆς εὐαρεστεῖν σοι Λόγε. Μνήμη τοῦ ἁγίου νέου ἱερομάρτυρος Κωνσταντίνου τοῦ Ῥώσου, ἀθλήσαντος ἐν Κωνσταντινοπόλει κατὰ τὸ 1743 ἔτος. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον, καὶ σῶσον ἡμᾶς. Ἀμήν. Κανών α', ᾨδὴ ζ', τῆς Ἑορτῆς Ἦχος α' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Οἱ Παῖδες εὐσεβείᾳ συντραφέντες, δυσσεβοῦς προστάγματος καταφρονήσαντες, πυρὸς ἀπειλὴν οὐκ ἐκπτοήθησαν, ἀλλ' ἐν μέσῳ τῆς φλογὸς ἑστῶτες ἔψαλλον· Ὁ τῶν Πατέρων Θεός, εὐλογητὸς εἶ».Ποιμένες ἀγραυλοῦντες, ἐκπλαγοῦς φωτοφανείας ἔτυχον· δόξα Κυρίου γὰρ αὐτούς, περιέλαμψε καὶ Ἄγγελος. Ἀνυμνήσατε βοῶν, ὅτι ἐτέχθη Χριστός, ὁ τῶν Πατέρων Θεός, εὐλογητὸς εἶ.Ἐξαίφνης σὺν τῷ λόγῳ τοῦ Ἀγγέλου, οὐρανῶν στρατεύματα, Δόξα ἐκραύγαζον Θεῷ, ἐν ὑψίστοις, ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία, Χριστὸς ἔλαμψεν. Ὁ τῶν Πατέρων Θεός, εὐλογητὸς εἶ.Ῥῆμα τὶ τοῦτο; εἶπον οἱ Ποιμένες· διελθόντες ἴδωμεν τὸ γεγονός, θεῖον Χριστόν· Βηθλεὲμ καταλαβόντες δέ, σὺν τῇ τεκούσῃ προσεκύνουν ἀναμέλποντες· ὁ τῶν Πατέρων Θεός, εὐλογητὸς εἶ. Κανών β', ᾨδὴ ζ', Ἰαμβικός, τῆς Ἑορτῆς Ἦχος α' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Τῷ παντάνακτος ἐξεφαύλισαν πόθῳ,Ἄπλητα θυμαίνοντος ἠγκιστρωμένοι,Παῖδες τυράννου δύσθεον γλωσσαλγίαν,Οἷς εἴκαθε πῦρ ἄσπετον, τῷ Δεσπότῃ,Λέγουσιν· Εἰς αἰῶνας εὐλογητὸς εἶ».Ὑπηρέτας μὲν ἐμμανῶς καταφλέγει,Σῴζει δὲ παφλάζουσα ῥοιζηδὸν νέους,Ταῖς ἑπταμέτροις καύσεσι πυργουμένη,Οὓς ἔστεφε φλόξ, ἄφθονον τοῦ Κυρίου,Νέμοντος, εὐσεβείας ἕνεκα, δρόσον.Ἀρωγὲ Χριστέ, τὸν βροτοῖς ἐναντίον,Πρόβλημα τὴν σάρκωσιν ἀρρήτως ἔχων,ᾜσχυνας, ὄλβον τῆς θεώσεως φέρων,Μορφούμενος νῦν· ἧς τινος δι' ἐλπίδα,Ἄνωθεν εἰς κευθμῶνας ἤλθομεν ζόφου.Τὴν ἀγριωπόν, ἀκρατῶς γαυρουμένην,Ἄσεμνα βακχεύουσαν ἐξοιστρουμένου,Κόσμου καθεῖλες πανσθενῶς ἁμαρτίαν·Οὓς εἵλκυσε πρίν, σήμερον τῶν ἀρκύων,Σῴζεις δέ, σαρκωθεὶς ἑκὼν Εὐεργέτα. Κανών α', ᾨδὴ η', τῆς Ἑορτῆς Ἦχος α' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος, ἐξεικόνισε κάμινος τύπον· οὐ γὰρ οὓς ἐδέξατο φλέγει νέους, ὡς οὐδὲ πῦρ τῆς Θεότητος, Παρθένου ἣν ὑπέδυ νηδύν· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν. Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας».Ἕλκει Βαβυλῶνος ἡ θυγάτηρ παῖδας, δορυκτήτους Δαυΐδ, ἐκ Σιὼν ἐν αὐτῇ, δωροφόρους πέμπει δέ, Μάγους παῖδας, τὴν τοῦ Δαυΐδ θεοδόχον θυγατέρα λιτανεύσοντα· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν. Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.Ὄργανα παρέκλινε τὸ πένθος ᾠδῆς· οὐ γὰρ ᾗδον ἐν νόθοις οἱ παῖδες Σιών, Βαβυλῶνος λύει δέ, πλάνην πᾶσαν καὶ μουσικῶν, ἁρμονίαν Βηθλεὲμ ἐξανατείλας Χριστός· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν. Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.Σκῦλα Βαβυλὼν τῆς Βασιλίδος Σιών, καὶ δορύκτητον ὄλβον ἐδέξατο, θησαυροὺς Χριστός, ἐν Σιὼν δὲ ταύτης, καὶ Βασιλεῖς σὺν ἀστέρι ὁδηγῷ, ἀστροπολοῦντας ἕλκει· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας. Κανών β', ᾨδὴ η', Ἰαμβικός, τῆς Ἑορτῆς Ἦχος α' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Μήτραν ἀφλέκτως εἰκονίζουσι Κόρης,Οἱ τῆς παλαιᾶς πυρπολούμενοι νέοι,Ὑπερφυῶς κύουσαν, ἐσφραγισμένην.Ἄμφω δὲ δρῶσα, θαυματουργίᾳ μιᾷ,Λαοὺς πρὸς ὕμνον ἐξανίστησι χάρις».Λύμην φυγοῦσα τοῦ θεοῦσθαι τῇ πλάνῃ,Ἄληκτον ὑμνεῖ τὸν κενούμενον Λόγον.Νεανικῶς ἅπασα σὺν τρόμῳ κτίσις,Ἄδοξον εὖχος δειματουμένη φέρειν,Ῥευστὴ γεγῶσα, κἂν σοφῶς ἐκαρτέρει.Ἥκεις πλανῆτιν πρὸς νομὴν ἐπιστρέφων,Τὴν ἀνθοποιὸν ἐξ ἐρημαίων λόφων,Ἡ τῶν ἐθνῶν ἔγερσις, ἀνθρώπων φύσιν·Ῥώμην βιαίαν τοῦ βροτοκτόνου σβέσαι,Ἀνὴρ φανείς τε, καὶ Θεὸς προμηθείᾳ. Κανών α', ᾨδὴ θ', τῆς Ἑορτῆς Ἦχος α' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν, καὶ ἐνδοξοτέραν τῶν ἄνω στρατευμάτων.«Μυστήριον ξένον, ὁρῶ καὶ παράδοξον! οὐρανὸν τὸ Σπήλαιον· θρόνον Χερουβικόν, τὴν Παρθένον· τὴν φάτνην χωρίον· ἐν ᾧ ἀνεκλίθη ὁ ἀχώρητος, Χριστὸς ὁ Θεός· ὃν ἀνυμνοῦντες μεγαλύνομεν».Μεγάλυνον ψυχή μου, τὸν ἐκ τῆς Παρθένου, Θεὸν σαρκὶ τεχθέντα.Ἐξαίσιον δρόμον, ὁρῶντες οἱ Μάγοι, ἀσυνήθους νέου ἀστέρος ἀρτιφαοῦς, οὐρανίου ὑπερλάμποντος, Χριστὸν Βασιλέα ἐτεκμήραντο, ἐν γῇ γεννηθέντα Βηθλεέμ, εἰς σωτηρίαν ἡμῶν.Μεγάλυνον ψυχή μου, τὸν ἐν τῷ Σπηλαίῳ, τεχθέντα Βασιλέα.Νεηγενὲς Μάγων λεγόντων, παιδίον Ἄναξ, οὗ ἀστὴρ ἐφάνη, ποῦ ἐστίν; εἰς γὰρ ἐκείνου προσκύνησιν ἥκομεν· μανεὶς ὁ Ἡρῴδης ἐταράττετο, Χριστὸν ἀνελεῖν, ὁ θεομάχος φρυαττόμενος.Μεγάλυνον ψυχή μου, τῶν ὑπὸ τῶν Μάγων, Θεὸν προσκυνηθέντα.Ἠκρίβωσε χρόνον Ἡρῴδης ἀστέρος, οὗ ταῖς ἡγεσίαις οἱ Μάγοι ἐν Βηθλεέμ, προσκυνοῦσι Χριστῷ σὺν δώροις· ὑφ' οὗ πρὸς Πατρίδα ὁδηγούμενοι, δεινὸν παιδοκτόνον, ἐγκατέλιπον παιζόμενον. Κανών β', ᾨδὴ θ', Ἰαμβικός, τῆς Ἑορτῆς Ἦχος α' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ Σήμερον ἡ Παρθένος, τίκτει τὸν Δεσπότην, ἔνδον ἐν τῷ Σπηλαίῳ. «Στέργειν μὲν ἡμᾶς, ὡς ἀκίνδυνον φόβῳ,Ῥᾷον σιωπήν, τῷ πόθῳ δὲ Παρθένε,Ὕμνους ὑφαίνειν, συντόνως τεθηγμένους,Ἐργῶδές ἐστιν, ἀλλὰ καὶ Μήτηρ σθένος,Ὅση πέφυκεν ἡ προαίρεσις δίδου».Σήμερον ὁ Δεσπότης, τίκτεται ὡς βρέφος, ὑπὸ Μητρὸς Παρθένου. «Στέργειν μὲν ἡμᾶς, ὡς ἀκίνδυνον φόβῳ,Ῥᾷον σιωπήν, τῷ πόθῳ δὲ Παρθένε,Ὕμνους ὑφαίνειν, συντόνως τεθηγμένους,Ἐργῶδές ἐστιν, ἀλλὰ καὶ Μήτηρ σθένος,Ὅση πέφυκεν ἡ προαίρεσις δίδου».Δόξα...Μεγάλυνον ψυχή μου, τῆς τρισυποστάτου, καὶ ἀδιαιρέτου, Θεότητος τὸ κράτος. Τύπους ἀφεγγεῖς καὶ σκιὰς παρηγμένας,Ὦ Μῆτερ ἁγνή, τοῦ Λόγου δεδορκότες,Νέου φανέντος, ἐκ πύλης κεκλεισμένης,Δοξούμενοί τε, τῆς ἀληθείας φάος,Ἐπαξίως σὴν εὐλογοῦμεν γαστέρα.Καὶ νῦν...Μεγάλυνον ψυχή μου, τὴν λυτρωσαμένην, ἡμᾶς ἐκ τῆς κατάρας. Πόθου τετευχώς, καὶ Θεοῦ παρουσίας,Ὁ χριστοτερπὴς λαὸς ἠξιωμένος,Νῦν ποτνιᾶται τῆς παλιγγενεσίας.Ὡς ζωοποιοῦ· τὴν χάριν δὲ Παρθένε,Νέμοις ἄχραντε, προσκυνῆσαι τὸ κλέος.ΚαταβασίαεΜεγάλυνον ψυχή μου, τῆς τρισυποστάτου, καὶ ἀδιαιρέτου, Θεότητος τὸ κράτος. «Μυστήριον ξένον, ὁρῶ καὶ παράδοξον! οὐρανὸν τὸ Σπήλαιον· θρόνον Χερουβικόν, τὴν Παρθένον· τὴν φάτνην χωρίον· ἐν ᾧ ἀνεκλίθη ὁ ἀχώρητος, Χριστὸς ὁ Θεός· ὃν ἀνυμνοῦντες μεγαλύνομεν».Μεγάλυνον ψυχή μου, τὴν λυτρωσαμένην, ἡμᾶς ἐκ τῆς κατάρας. «Στέργειν μὲν ἡμᾶς, ὡς ἀκίνδυνον φόβῳ,Ῥᾷον σιωπήν, τῷ πόθῳ δὲ Παρθένε,Ὕμνους ὑφαίνειν, συντόνως τεθηγμένους,Ἐργῶδές ἐστιν, ἀλλὰ καὶ Μήτηρ σθένος,Ὅση πέφυκεν ἡ προαίρεσις δίδου». Ἐξαποστειλάριον Ἦχος γ' Αὐτόμελον ΤΟ ΑΚΟΥΤΕ Ἐπεσκέψατο ἡμᾶς, ἐξ ὕψους ὁ Σωτὴρ ἡμῶν, ἀνατολὴ ἀνατολῶν, καὶ οἱ ἐν σκότει καὶ σκιᾷ, εὕρομεν τὴν ἀλήθειαν· καὶ γὰρ ἐκ τῆς Παρθένου ἐτέχθη ὁ Κύριος. Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Στιχηρά. Ἰδιόμελα. Στιχηρά. Ἰδιόμελα Ἦχος δ' Ἀνδρέου Ἱεροσολυμίτου Εὐφραίνεσθε Δίκαιοι, οὐρανοὶ ἀγαλλιᾶσθε, σκιρτήσατε τὰ ὄρη, Χριστοῦ γεννηθέντος, Παρθένος καθέζεται, τὰ Χερουβὶμ μιμουμένη, βαστάζουσα ἐν κόλποις, Θεόν Λόγον σαρκωθέντα. Ποιμένες τὸν τεχθέντα δοξάζουσι. Μάγοι τῷ Δεσπότῃ δῶρα προσφέρουσιν. Ἄγγελοι ἀνυμνοῦντες λέγουσιν· Ἀκατάληπτε Κύριε, δόξα σοι. Ἦχος δ' Ὁ Πατὴρ εὐδόκησεν, ὁ Λόγος σάρξ ἐγένετο, καὶ ἡ Παρθένος ἔτεκε, Θεὸν ἐνανθρωπήσαντα, Ἀστὴρ μηνύει· Μάγοι προσκυνοῦσι· Ποιμένες θαυμάζουσι, καὶ ἡ κτίσις ἀγάλλεται. Ἦχος δ' Θεοτόκε Παρθένε, ἡ τεκοῦσα τὸν Σωτῆρα, ἀνέτρεψας τὴν πρώτην κατάραν τῆς Εὔας, ὅτι Μήτηρ γέγονας, τῆς εὐδοκίας τοῦ Πατρός, βαστάζουσα ἐν κόλποις, Θεὸν Λόγον σαρκωθέντα. Οὐ φέρει το μυστήριον ἔρευναν· πίστει μόνῃ τοῦτο πάντες δοξάζομεν, κράζοντες μετὰ σοῦ καὶ λέγοντες· Ἀνερμήνευτε Κύριε, Δόξα σοι. Ἦχος δ' Δεῦτε ἀνυμνήσωμεν, τὴν Μητέρα τοῦ Σωτῆρος, τὴν μετὰ τόκον πάλιν ὀφθεῖσαν Παρθένον· Χαίροις Πόλις ἔμψυχε, τοῦ Βασιλέως καὶ Θεοῦ, ἐν ᾗ Χριστὸς οἰκήσας, σωτηρίαν εἰργάσατο. Μετὰ τοῦ Γαβριὴλ ἀνυμνοῦμέν σε, μετὰ τῶν Ποιμένων δοξάζομεν κράζοντες· Θεοτόκε πρέσβευε, τῷ ἐκ σοῦ σαρκωθέντι, σωθῆναι ἡμᾶς. Δοξαστικὸν Ἦχος πλ. β' Γερμανοῦ Σήμερον ἡ ἀόρατος φύσις, τοῖς βροτοῖς ἐκ Παρθένου συνάπτεται.Σήμερον ἡ ἄπειρος οὐσία, ἐν Βηθλεὲμ σπαργάνοις ἐνειλίσσεται.Σήμερον ὁ Θεὸς δι᾿ ἀστέρος Μάγους εἰς προσκύνησιν ἄγει,προμηνύοντας αὐτοῦ τὴν τριήμερον ταφήν, ὡς ἐν χρυσῷ καὶ σμύρνῃ καὶ λιβάνῳ·διὸ ψάλλομεν. Ὁ σαρκωθεὶς ἐκ Παρθένου, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.​ Θεοτοκίον Ἦχος β' Ἰωάννου Μοναχοῦ Σήμερον ὁ Χριστός, ἐν Βηθλεὲμ γεννᾶται ἐκ Παρθένου. Σήμερον ὁ ἄναρχος ἄρχεται, καὶ ὁ Λόγος σαρκοῦται. Αἱ δυνάμεις τῶν οὐρανῶν ἀγάλλονται, καὶ ἡ γῆ σὺν τοῖς ἀνθρώποις εὐφραίνεται. Οἱ Μάγοι τὰ δῶρα προσφέρουσιν, οἱ Ποιμένες τὸ θαῦμα κηρύττουσιν, ἡμεῖς δὲ ἀκαταπαύστως βοῶμεν· Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Μεγάλη Δοξολογία Εἰς τὴν Λειτουργίαν, Ἀντίφωνα Ἀντίφωνον Α', Ἦχος β'Στίχ. Ἐξομολογήσομαί σοι Κύριε ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου.Στίχ. Ἐν βουλῇ εὐθέων καὶ συναγωγῇ, μεγάλα τὰ ἔργα Κυρίου.Στίχ. Ἐξεζητημένα εἰς πάντα τὰ θελήματα αὐτοῦ.Στίχ. Ἐξομολόγησις καὶ μεγαλοπρέπεια τὸ ἔργον αὐτοῦ, καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἀντίφωνον Β', Ἦχος β'Στίχ. Μακάριος ἀνήρ, ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα.Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐκ Παρθένου τεχθείς, ψάλλοντάς σοι· Ἀλληλούϊα.Στίχ. Δυνατὸν ἐν τῇ γῇ ἔσται τὸ σπέρμα αὐτοῦ.Στίχ. Δόξα καὶ πλοῦτος ἐν τῷ οἴκῳ αὐτοῦ, καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.Στίχ. Ἐξανέτειλεν ἐν σκότει φῶς τοῖς εὐθέσιν.Ἀντίφωνον Γ', Ἦχος δ'Στίχ. Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.Ἀπολυτίκιον, Ἦχος δ'Ἡ γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως· ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα σοι.Στίχ. Ῥάβδον δυνάμεως ἐξαποστελεῖ σοι Κύριος ἐκ Σιών.Στίχ. Μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου, ἐν ταῖς λαμπρότησι τῶν Ἁγίων σου. Εἰς τό, ἘξαιρέτωςΚανών β', ᾨδὴ θ', τῆς Ἑορτῆς Ἦχος α' Καταβασία ΤΟ ΑΚΟΥΤΕ Μεγάλυνον ψυχή μου, τὴν λυτρωσαμένην, ἡμᾶς ἐκ τῆς κατάρας.«Στέργειν μὲν ἡμᾶς, ὡς ἀκίνδυνον φόβῳ,Ῥᾷον σιωπήν, τῷ πόθῳ δὲ Παρθένε,Ὕμνους ὑφαίνειν, συντόνως τεθηγμένους,Ἐργῶδές ἐστιν, ἀλλὰ καὶ Μήτηρ σθένος,Ὅση πέφυκεν ἡ προαίρεσις δίδου». ΚοινωνικὸνΛύτρωσιν ἀπέστειλε Κύριος τῷ λαῷ αὐτοῦ. Ἀλληλούϊα. Τῌ ΑΥΤῌ ΗΜΕΡᾼΨάλλομεν ἐν τοῖς, Ἀποδείπνοις τὴν Ἀκολουθίαν τοῦ ἁγίου Ἱερομάρτυρος Εὐθυμίου.Ὁ Κανὼν οὗ ἡ Ἀκροστιχίς.Τεχθεὶς σε Χριστὸς σπαργάνοις στέφει, Πάτερ.Θεοφάνους.ᾨδὴ α' Ἦχος δ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς πεζεύσας Ἰσραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρήμῳ ἐτροπώσατο».Τεχθέντα τὸν ἀεὶ ὄντα Κύριον, καὶ σπαργανούμενον, σπαργανωθεὶς μαστίγων αἰκισμοῖς, εὐσεβῶς προσεκύνησας, καὶ πρὸς αὐτὸν Εὐθύμιε, μέτ' εὐθυμίας προσεχώρησας.Ἐν φάτνῃ ἀνακλιθεὶς ὁ Κύριος, δῶρον γενέθλιον, τῶν σῶν αἱμάτων Μάκαρ τοὺς κρουνούς, καὶ πληγῶν σου τοὺς μώλωπας, ὑπὲρ χρυσὸν καὶ λίβανον, καὶ ὑπὲρ σμύρναν προσεδέξατο.Χρυσὸν μὲν παρὰ τῶν Μάγων δέχεται, τεχθεὶς ὁ Κύριος, τῆς πρὸς αὐτὸν ἀγάπης δὲ τῆς σῆς, Ἱεράρχα τὸ γνήσιον, καὶ τὸ στερρὸν καὶ εὔτονον, τῆς ἀνενδότου καρτερίας σου.Θανάτῳ τὸν τοῦ Δεσπότου θάνατον, ἐκμιμησάμενος, δεσποτικὰς ἐβόησας φωνάς, ὑπὲρ τῶν ἀναιρούντων σε, εἰλικρινῶς εὐχόμενος, Ἱεροφάντα πανσεβάσμιε.ΘεοτοκίονἘκ σοῦ τῆς Ὑπεραγίας σήμερον, ὁ τοῦ παντὸς Ποιητής, σωματικῶς γεννᾶται καθ' ἡμᾶς, καὶ σπαργάνοις εἱλίσσεται, ὁ σπαργανώσας θάλασσαν, ὁμίχλῃ Μήτηρ ἀειπάρθενε. ᾨδὴ γ' Ἦχος δ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Ευφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα· Σύ μου Ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα».Ἰχῶρας μαρτυρικοῦς, ἀντὶ λιβάνου καὶ χρυσοῦ σμύρνης τε, ὡς Ἱερεὺς προσήνεγκας, τῷ ἐν Βηθλεὲμ γεννηθέντι Χριστῷ.Στερρότητι λογισμοῦ, καὶ γενναιότητι ψυχῆς ἤλεγξας, τὸν δυσσεβῆ Λέοντα, κατὰ τοῦ Σωτῆρος λυττήσαντα.Στεφάνου ἐκμιμητής, τοῦ πρωτομάρτυρος Χριστοῦ γέγονας, τῶν φονευτῶν Εὐθύμιε, ὑπὲρ σωτηρίας εὐχόμενος.Ἐτήρησας ἐμμελῶς, τὴν τοῦ Σωτῆρος ἐντολὴν Ὅσιε, καὶ τὴν ψυχὴν τέθεικας, ὑπὲρ τῶν σῶν φίλων Πατὴρ ἡμῶν.ΘεοτοκίονΧωρίον χωρητικόν, τοῦ ἀχωρήτου πλαστουργοῦ γέγονας, τοῦτον σαρκὶ χωρήσασα, Κεχαριτωμένη πανάχραντε. ᾨδὴ δ' Ἦχος δ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Ἐπαρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία, ἐπὶ σταυροῦ τὸν Ἥλιον τῆς δικαιοσύνης, ἔστη ἐν τῇ τάξει αὐτῆς, εἰκότως κραυγάζουσα· Δόξα τῇ δυνάμει σου Κύριε».Ῥαπιζόμενος τὸ πρόσωπον τὸ τῇ θείᾳ, χαριτωθὲν λαμπρότητι, τῆς ἄνω σοφίας, γέγονας συμμέτοχος, Χριστοῦ παμμακάριστε, τοῦ ὑπὲρ ἡμῶν ῥαπισθέντος σαρκί.Ἱερωσύνης τὸ σέβας οὐκ αἰδεσθέντες, οἱ ἀσεβεῖς καὶ πρόμαχοι, κακίας ἐργάται, γῆρας οὐ τιμήσαντες, τὸ σὸν οἱ παράνομοι, ἀνελεημόνως ἐμάστιζον.Σπαργανουμένῳ καὶ φάτνη ἀνακειμένῳ, τῷ Λυτρωτῇ Εὐθύμιε, πολύτιμον δῶρον, Πάτερ προσενήνοχας, τὸ τίμιον αἴμά σου, πόθῳ δι' αὐτὸν ἐκχυνόμενον.Τοῖς τοῦ Σωτῆρος σπαργάνοις ἐνειλημένος, καὶ τὴν αὐτοῦ ἀγάπησιν, περιεζωσμένος, τούτῳ πρεσεπέλασας, τῷ λύθρῳ σπαζόμενος, τῷ ἐκ μιαιφόνου χυθέντι χειρός.ΘεοτοκίονὉ τὰς αὔλους οὐσίας δημιουργήσας, σωματικῶς ὡς ἄνθρωπος, ἐκ σοῦ Θεομῆτορ, σήμερον γεγέννηται, αὐτῷ μελῳδήσωμεν· Δόξα ἐν ὑψίστοις Χριστῷ τῷ Θεῷ. ᾨδὴ ε' Ἦχος δ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Σὺ Κύριέ μου φῶς, εἰς τὸν κόσμον ἐλήλυθας, φῶς ἅγιον ἐπιστρέφον ἐκ ζοφώδους ἀγνοίας, τοὺς πίστει ἀνυμνοῦντάς σε».Σοὶ ἔμψυχος εἰκών, τῷ Σωτῆρι προσάγεται, τιμήσασα τὴν εἰκόνα, τῆς ἀχράντου σαρκός σου, καὶ τύπον τὸν τοῦ σώματος.Σοὶ Δέσποτα Ποιμήν, εὐθυμίας φερώνυμος, τὰ στίγματα τῆς σαρκός σου, περιφέρων οἰκείῳ, ἐν σώματι προσφέρεται.Πῦρ ἔσβεσας θυμοῦ, τῶν ἀνόμων Εὐθύμιε, τοῖς χεύμασι τῶν ἀδίκως, χυθέντων σου αἱμάτων, Παμμάκαρ Ἱερώτατε.Ἀνέστειλας ὁρμήν, τῶν ἀθέων Μακάριε, τῇ ῥώμῃ τῶν διδαχῶν σου, καὶ τοῦ Κτίστου εἰκόνα, σχετικῶς σὺ τετίμηκας.ΘεοτοκίονῬοῦς ἔστη τῆς φθορᾶς ἡ Παρθένος· ἀφθόρως γάρ, γεγέννηκε τὸν τὴν φύσιν, τῶν ἀνθρώπων φθαρεῖσαν, φθορᾶς ἐλευθερώσαντα. ᾨδὴ ς' Ἦχος δ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι' οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι».Γυμνώσει, τοῦ τῶν πάντων Σωτῆρος τὴν γύμνωσιν, ἐκμιμησάμενος Πάτερ, καὶ μαστίγων πόνους ἐγκαρτερήσας, τὸ σὸν αἷμα, τῷ ἐκείνου ἐπέχεας αἵματι.Ἀγάπην, καὶ ἐλπίδα καὶ πίστιν θεόφρονα, τὰς δι' αἰῶνος μενούσας, ἀρετὰς πλουτήσας τῷ γεννηθέντι, ἐκ Παρθένου, δωροφορεῖς παμμάκαρ Εὐθύμιε.Νομίμως, τῷ Χριστῷ λειτουργήσας τὴν ἔνθεον, ἱερουργίαν τοῦ λόγου, μισθὸν τούτου Πάτερ ἀντεκομίσω, θεορρῆμον, τὸ σὲ τελειωθῆναι δι' αἵματος.ΘεοτοκίονὉ πλάσας, κατ' εἰκόνα ἰδίαν τὸν ἄνθρωπον, διὰ πολλὴν εὐσπλαγχνίαν, ἀναπλάττει τοῦτον ἐκ σοῦ Παρθένε, Θεομῆτορ, ὁλοκλήρως αὐτὸν ἐνδυσάμενος.Κάθισμα Ἦχος α'Τὸν τάφον σου Σωτὴρ ΤΟ ΑΚΟΥΤΕΠροσήνεγκας Χριστῷ, ἐκ Παρθένου τεχθέντι, Εὐθύμιε σοφέ, ὡς οἱ Μάγοι τὰ δῶρα, ἀθλήσας καρτερώτατα, Ἱεράρχα τὸ αἷμά σου· ὅθεν εἴληφας, διπλοῦν τὸ στέφος τῆς νίκης, καὶ παρίστασαι, τῇ Παναγίᾳ Τριάδι, πρεσβεύων σωθῆναι ἡμᾶς. ᾨδὴ ζ' Ἦχος δ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Ἐν τῇ καμίνῳ, Ἀβραμιαῖοι Παῖδες τῇ Περσικῇ, πόθῳ εὐσεβείας μᾶλλον ἢ τῇ φλογί, πυρπολούμενοι ἐκραύγαζον· Εὐλογημένος εἶ ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε».Ἱερωσύνης, ἱερωτάτης τὸ θεόσδοτον, χρῖσμα, συγκεράσας αἵματι τῷ ἐκ σοῦ, Ἱερώτατον ἀπέδειξας· Εὐλογημένος εἶ, ὁ Θεός μου κραυγάζων καὶ Κύριος.Σὺ ἐφειλκύσω, χάριν τοῦ θείου Πρωτομάρτυρος, οὗπερ ἀνεδείχθης ἄριστος μιμητής, εὐλογίαις ἀμειβόμενος, τοὺς ἀναιροῦντάς σε, ἀνηλεῶς παμμάκαρ Εὐθύμιε.Στήσας τοὺς πόδας, ἐπὶ πέτραν τῆς πίστεως ἀσφαλῶς, πάσαις προσβολαῖς Παμμάκαρ τῶν πειρασμῶν, ἀπερίτρεπτος διέμεινας· Εὐλογημένος εἶ, ὁ Θεός μου κραυγάζων καὶ Κύριος.ΘεοτοκίονΤὸ τοῦ Ὑψίστου, ἡγιασμένον θεῖον σκήνωμα, χαῖρε· διὰ σοῦ γὰρ δέδοται ἡ χαρά, Θεοτόκε τοῖς κραυγάζουσιν· Εὐλογημένη σύ, ἐν γυναιξὶν ὑπάρχεις, Πανάμωμε. ᾨδὴ η' Ἦχος δ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον».Ἔστης ἐπὶ βήματος στερρῶς, ἀγωνιζόμενος, Πάτερ Εὐθύμιε· τὸν τελειότατον ὅρον γάρ, τῆς ἀγάπης ἐμελέτησας θεόληπτε, ὥσπερ ἑλόμενος θανεῖν, ὑπὲρ τῶν φίλων σου, τῶν βοώντων· Πάντα τὰ ἔργα, ὑμνεῖτε τὸν Κύριον.Φαιδρὸς καὶ τὸν λόγον καὶ τὸν νοῦν, φαιδρὰν ἐκέκτησο, ψυχὴν καὶ πρόσωπον, νῦν δὲ φαιδρότερος γέγονας, μέχρις αἵματος Εὐθύμιε, πρὸς Βασιλεῖς θεοστυγεῖς ἀντιταξάμενος, καὶ κραυγάζων· Πάντα τὰ ἔργα, ὑμνεῖτε τὸν Κύριον.Ἐπέθεντο Μάκαρ ἐπὶ σέ, οἱ ἐπὶ γῆς κραταιοὶ τοῦ θανατῶσαί σε, παρανομώτατα πράττοντες, ἀλλ' αὐτὸς ἀνατεινόμενος, πρὸς τὸν τεχθέντα Λυτρωτήν, ἐξ ἀπειράνδρου Μητρος, ἀνεβόας· Πάντα τὰ ἔργα, ὑμνεῖτε τὸν Κύριον.ΘεοτοκίονἸδοὺ νῦν ἐξέλιπε σαφῶς, ἐκ τῆς Ἰούδα φυλῆς, ἄρχων ἡγούμενος· σὺ γὰρ Πανάμωμε τέτοκας, ᾧ τὸ πρὶν ἦν ἀποκείμενον, τὴν προσδοκίαν τῶν ἐθνῶν, Χριστὸν ᾧ ψάλλομεν· Εὐλογεῖτε, πάντα τὰ ἔργα, Κυρίου τὸν Κύριον. ᾨδὴ θ' Ἦχος δ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη Χριστός, συνάψας, τὰς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλυνομεν».Πρὸς τὸν γαληνότατον ὅρμον, μετέστης Πάτερ τῶν ἐντεῦθεν· ὥσπερ γὰρ στρουθίον ἐρρύσθης, ἐκ τῆς παγίδος τῶν θηρευόντων σε, εὐλογῶν τὸν ῥυσάμενον, Ἱερομάρτυς εὐθυμότατα.Αἴγλῃ τῆς ἐξ ὕφους φανείσης, ἀνατολῆς πεφωτισμένος, καὶ φωτοφανείαις ἀστέρος, τοῦ ἐξ Ἰούδα νῦν ἀνατείλαντος, ὑπερφυῶς λαμπόμενος, πρὸς τὸν Δεσπότην ἐξεδήμησας.Τὰ τοῦ Παραδείσου νῦν πλάτη, χωροβατεῖν κατηξιώθης· οὗ τῶν Μακαρίων λαμπρότης, καὶ τῶν ἁγίων ἡ ἀγαλλίασις, ὡς Ἀθλητὴν Εὐθύμιε, σὲ νικηφόρον ὑπεδέξαντο.Ἔχων πρὸς Θεὸν παρρησίαν, ὡς Ἱεράρχης τε καὶ Μάρτυς, τοῦ νῦν ἐνεστῶτος χειμῶνος, τῆς Ἐκκλησίας γαλήνην αἴτησαι, καὶ τῶν πταισμάτων ἄφεσιν, τοῖς σὲ ὑμνοῦσι Παμμακάριστε.ΘεοτοκίονῬάβδος ἀνεβλάστησας ῥίζης, τοῦ Ἰεσσαὶ ἡμῖν τεκοῦσα, ἄνθος τῆς Θεότητος Χριστόν, Θεογεννῆτορ Πάναγνε σήμερον, τὸν ὡς Θεὸν ἀχώρητον, καὶ νῦν ὡς βρέφος σπαργανούμενον.Στιχηρὰ Ἦχος πλ. δ'Ὢ τοῦ παραδόξου θαύματος! ΤΟ ΑΚΟΥΤΕἜτι τῷ λύθρῳ σταζόμενον, καὶ πεφυρμένος θερμῷ, καὶ ἀτμίζοντι αἵματι, τῷ Χριστῷ παρέστηκας, θεορρῆμον Εὐθύμιε. Τῶν σῶν πληγῶν οὖν, Πάτερ τοὺς μώλωπας, ἀνθ' ἱκεσίας νῦν προτεινόμενος, τοῦτον δυσώπησον, ὑπὲρ τῶν ὑμνούντων σε, καὶ ἐκτενῶς, μάκαρ ἐξιλέωσαι, ὑπὲρ τῆς ποίμνης σου.Δῶρα προσήνεγκας Ὅσιε, τῷ γεννηθέντι Χριστῷ, καὶ σαρκὶ νηπιάσαντι, πολιὰν αἰδέσιμον, κοσμουμένην χαρίσμασιν, Ἱεραρχίας, Πάτερ καὶ αἵματι, πεφοινιγμένην τῆς σῆς ἀθλήσεως, πίστιν ὀρθόδοξον, καὶ ἐλπίδα πρόθυμον, καὶ ἀρραγῆ, ὄντως καὶ ἀσάλευτον, ἀγάπην πάνσοφε.Γλῶσσα κινουμένη Πνεύματι, καὶ φθεγγομένη σαφῶς, ἀληθείας διδάγματα, θεοσδότου χάριτος, τηλαυγῶς ἀποστάζουσα, τῆς εὐσεβείας λύρα θεόφθογγος· ὀρθοδοξίας κρηπὶς ἀκράδαντος, στόμα μελίρρυτον, θησαυρὸς φρονήσεως, Ἐκκλησιῶν, σάλπιγξ μεγαλόφωνος, ἐδείχθης Ὁσιε.Δόξα... Καὶ νῦν... Ἦχος δ'Σπηλαίῳ παρῴκησας, Χριστὲ ὁ Θεός, φάτνη ὑπεδέξατο, Ποιμένες καὶ Μάγοι προσεκύνησαν. Τότε δὴ τῶν Προφητῶν ἐπληροῦτο τὸ κήρυγμα· καὶ Ἀγγέλων αἱ δυνάμεις, ἐθαύμαζον βοῶσαι, καὶ λέγουσαι. Δόξα, τῇ συγκαταβάσει σου, μόνε φιλάνθρωπε.
ΟΡΘΡΟΣ
Nov 24 Τῌ ΚΔ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥΜνήμη τῶν Ὁσίων Πατέρων ἡμῶν καὶ Ἱερομαρτύρων, Κλήμεντος Ῥώμης, καὶ Πέτρου Ἀλεξανδρείας. ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Ἁγίου Κλήμεντος. Στιχηρὰ Προσόμοια τοῦ Ἁγίου Κλήμεντος Ἦχος β' Ὅτε, ἐκ τοῦ ξύλου σε ΤΟ ΑΚΟΥΤΕ Κλῆμα τῆς ἀμπέλου τῆς ζωῆς, Πάτερ πεφυκὼς Ἱεράρχα, ὡραίους ἤνεγκας, βότρυας ἐν πνεύματι, δογμάτων πάνσοφε, ἀποστάζοντας πάντοτε, σωτήριον οἶνον, θείας ἐπιγνώσεως, καὶ κατευφραίνοντας, πάντων εὐσεβῶν τὰς καρδίας, τῶν εἰλικρινῶς σε τιμώντων, Κλήμη θεοφόρε παμμακάριστε. Ἦχος β' Πέτρου, Κορυφαίου μαθητής, Πάτερ γεγονὼς ἐπὶ πέτραν, τούτου ἐδόμησας, λίθον ὥσπερ τίμιον, σαυτὸν πανεύφημε, καὶ μοχλεύσει τῶν λόγων σου, κατέστρεψας πᾶσαν, δόμησιν πολύθεον, ναοὺς δὲ ἤγειρας, θείους εἰς τιμὴν τῆς Τριάδος, μάκαρ ὑπὲρ ἧς ἠγωνίσω, καὶ τοῦ μαρτυρίου στέφος εἴληφας. Ἦχος β' Ὥσπερ, φωτοβόλος ἐκ δυσμῶν, ἥλιος ἀνέτειλας Πάτερ, καταλαμπρύνων τὴν γῆν, αἴγλῃ τῶν δογμάτων σου, καὶ τῶν στιγμάτων φαιδρῶς, ἐπιφθάσας δὲ μέρεσιν, Ἑῴας τρισμάκαρ, ἔδυς θανατούμενος, καὶ ἐξανέτειλας, Κλήμη πρὸς Χριστὸν ταῖς ἐκεῖθεν, λάμψεσι πλουσίαις ἀπαύστως, θείαν κατὰ μέθεξιν λαμπόμενος. Στιχηρὰ Προσόμοια τοῦ Ἁγίου Πέτρου Ἦχος α' Των οὐρανίων ταγμάτων ΤΟ ΑΚΟΥΤΕ Ὑπερουσίου Τριάδος τὸ ὁμοούσιον, διεκδικῶν Παμμάκαρ, ὡς ἀκτίστου Μονάδος, Ἄρειον καθεῖλες, δείξας ἡμῖν, τοῦ Υἱοῦ τὸ ἀμέριστον, ὡς τῆς αὐτῆς ἐνυπάρχοντος τῷ Πατρί, καὶ τῷ Πνεύματι Θεότητος. Ἦχος α' Τῶν διωκόντων ἐπαύθη, ἡ μιαιφόνος ὁρμή, ἡ τῶν αἱμάτων χύσις, νῦν εἰς φροῦδον κατέστη, ἄμφω σφραγισθέντα, Πέτρε σοφέ, τῷ ἱερῷ μαρτυρίῳ σου, ὡς τοῦ παιδός Μωϋσέως ἔστη ῥυέν, τῇ ψηφῖδι τῆς Σεπφώρας ποτέ. Ἦχος α' Ποιμαντικῶς διαπρέψας, Ἱερομάρτυς Χριστοῦ, μαρτυρικοῦς ἀγῶνας, ἐπεδείξω γενναίως, ἓν δι' ἀμφοτέρων στέφος λαβών, ἑκατέροις κοσμούμενος, ἱερωσύνῃ καὶ πόνοις ἀθλητικοῖς· διὸ πρέσβευε σωθῆναι ἡμᾶς. Δοξαστικὸν, Τοῦ Ἁγίου Κλήμεντος Ἦχος πλ. β' Τῆς τῶν παθῶν ὀχλήσεως ἀπασχολήσας τὸν νοῦν, περὶ τὴν γνῶσιν τῶν ὄντων, ἱερώτατε Κλήμη, ἀσχολεῖσθαι πεποίηκας· διὸ σε τὸ κυρίως καὶ πρώτως Ὄν, ἐπὶ ταύτην εἵλκυσε, διὰ Πέτρου τοῦ τῶν Ἀποστόλων ἐξάρχοντος, ὃς σε τὰ θεῖα μεμύηκε, καὶ αὐτοῦ διάδοχον καταλέλοιπεν ἄξιον· Μεθ' ὃν τὴν Ἐκκλησίαν πάνσοφε, καλῶς διαγαγών, μαρτυρικῷ τέλει πρὸς αὐτόν, ἐξεδήμησας, οἷα Θεός, Θεῷ τῷ ὄντι ἀκραιφνῶς συγγινόμενος, οὗ τῆς θεώσεως, καὶ ἡμᾶς ἀκαταπαύστως τυχεῖν καθικέτευε, Ἱερομάρτυς Ἀπόστολε. Θεοτοκίον, Τῆς Ἑορτῆς Ἦχος πλ. δ' Μετὰ τὸ τεχθῆναί σε, Θεόνυμφε Δέσποινα, παρεγένου ἐν Ναῷ Κυρίου, τοῦ ἀνατραφῆναι εἰς τὰ Ἅγια τῶν Ἁγίων, ὡς ἡγιασμένη. Τότε καὶ Γαβριὴλ ἀπεστάλη πρὸς σὲ τὴν Πανάμωμον, τροφὴν κομίζων σοι. Τὰ οὐράνια πάντα ἐξέστησαν, ὁρῶντα τὸ Πνεῦμα τὸ Ἅγιον ἐν σοὶ σκηνῶσαν. Διὸ ἄσπιλε ἀμόλυντε, ἡ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς δοξαζομένη, Μήτηρ Θεοῦ, σῷζε τὸ γένος ἡμῶν. Εἰς τὸν Στίχον. Στιχηρὰ τῆς Ἑορτῆς Προσόμοια.Ἦχος α'Τῶν οὐρανίων ταγμάτων ΤΟ ΑΚΟΥΤΕΔεῦτε φιλέορτοι πάντες, ὕμνοις τιμήσωμεν, τὴν μόνην Θεοτόκον, τὴν ἁγνὴν καὶ Παρθένον. Παρθένοι γηθοσύνως, λαμπάσι φαιδραῖς, τὴν Παρθένον καὶ ἄχραντον, ἐν τῷ Ναῷ εἰσαχθεῖσαν τοῦ Ποιητοῦ, γηθοσύνως λιτανεύσατε.Στίχ. Ἀπενεχθήσονται τῷ Βασιλεῖ παρθένοι ὁπίσω αὐτῆς, αἱ πλησίον αὐτῆς ἀπενεχθήσονταί σοι.Διανοιγέσθωσαν πύλαι, πιστῶς εἰσδέξασθε, Παρθένοι λαμπαδοῦχοι, εἰς ναὸν ἀφιχθεῖσαν, τὴν ἄχραντον Μητέρα, καὶ πάντων χαράν, τοῦ Θεοῦ ἡμῶν κράζουσαι· Εὐλογημένη ὑπάρχεις ἐν γυναιξί, Θεοτόκε ἀειπάρθενε.Στίχ. Ἀπενεχθήσονται ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει ἀχθήσονται εἰς ναὸν βασιλέως.Ἐπαγγελίας ἁγίας, καὶ ὁ καρπὸς εὐκλεής, ἡ Θεοτόκος ὄντως, ἀνεδείχθη τῷ κόσμῳ, ὡς πάντων ὑπερτέρα· ἣ εὐσεβῶς, προσαγομένη ἐν οἴκῳ Θεοῦ, τὴν προσευχὴν τῶν τεκόντων ἀποπληροῖ, συντηρουμένη θείῳ Πνεύματι. Δοξαστικὸν, Τοῦ Ἁγίου Πέτρου Ἦχος δ' Ἀνατολίου Χειρὶ Θεοῦ χρισθεὶς εἰς ἱερέα, τοῦ Κορυφαίου συνώνυμε, καὶ ἔργοις συμμέτοχε, τὰ λογικὰ πρόβατα, τοῖς εὐαγγελικοῖς ἐξέθρεψας λειμῶσιν, ὡς σοφὸς καὶ ἀληθινός Ποιμήν, καὶ Μάρκου διάδοχος, ἀξίως ἀναδειχθείς, τῷ ἀθλητικῷ αἵματι, τὸν τῆς πίστεως δρόμον ἐτέλεσας, τοῦ λαοῦ προθυόμενος καὶ Χριστῷ συμμορφούμενος· Πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν. Θεοτοκίον, Τῆς Ἑορτῆς Ἦχος πλ. δ' Ὁ Δαυῒδ προανεφώνει σοι Ἄχραντε, προορῶν τὴν ἀφιέρωσιν τῆς εἰσόδου σου ἐν τῷ Ναῷ, ἐν ᾧ τὰ πέρατα σήμερον ἑορτάζοντα, δοξολογοῦσί σε πανύμνητε· ἡ γὰρ πρὸ τόκου Παρθένος, καὶ μετὰ τόκον μείνασα ἄφθορος, Μήτηρ τοῦ Λόγου τῆς ζωῆς, σήμερον εἰσέρχῃ ἐν τῷ Ναῷ· Ὁ Ζαχαρίας εὐφραίνεται, ἀπολαβών σε Δέσποινα, καὶ τὰ Ἅγια τῶν Ἁγίων ἀγάλλοντι, ὑποδεξάμενά σε τὴν τροφὸν τῆς ζωῆς ἡμῶν. Διὸ καὶ ἡμεῖς ἐν ᾠδαῖς ἐκβοῶμέν σοι. Ὑπὲρ ἡμῶν δυσώπησον, τὸν Υἱόν σου καὶ Θεὸν ἡμῶν, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος. Ἀπολυτίκιον τῶν Ἁγίων Ἦχος δ' Ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, ὁ ποιῶν ἀεὶ μεθ' ἡμῶν, κατὰ τὴν σὴν ἐπιείκιαν, μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφ' ἡμῶν, ἀλλὰ ταῖς αὐτῶν ἱκεσίαις, ἐν εἰρήνῃ κυβέρνησον τὴν ζωὴν ἡμῶν. Ἀπολυτίκιον τῆς Ἑορτῆς Ἦχος δ' Σήμερον τῆς εὐδοκίας Θεοῦ τὸ προοίμιον, καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας ἡ προκήρυξις. Ἐν Ναῷ τοῦ Θεοῦ τρανῶς ἡ Παρθένος δείκνυται, καὶ τὸν Χριστὸν τοῖς πᾶσι προκαταγγέλλεται. Αὐτῇ καὶ ἡμεῖς μεγαλοφώνως βοήσωμεν· Χαῖρε τῆς οἰκονομίας τοῦ Κτίστου ἡ ἐκπλήρωσις. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα Ἦχος δ' Ἐπεφάνης σήμερον ΤΟ ΑΚΟΥΤΕ Εὐφροσύνης σήμερον, ἡ οἰκουμένη, ἐπληρώθη ἅπασα, ἐν τῇ εὐσήμῳ Ἑορτῇ, τῆς Θεοτόκου κραυγάζουσα· Αὕτη ὑπάρχει, σκηνὴ ἐπουράνιος. Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα Ἦχος δ' Κατεπλάγη Ἰωσὴφ ΤΟ ΑΚΟΥΤΕ Ἡ ἀμίαντος ἀμνάς, καὶ ἀκηλίδωτος παστάς, ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, ἡ Θεοτόκος Μαριάμ, μέτ' εὐφροσύνης εἰσάγεται παραδόξως· ἣν Ἄγγελοι Θεοῦ, δορυφοροῦσι λαμπρῶς καὶ πάντες οἱ Πιστοί, μακαριοῦσιν ἀεί, καὶ εὐχαρίστως ψάλλουσι τάυτῃ, ἀκαταπαύστως μεγάλῃ φωνῇ· Ἡμῶν ἡ δόξα, καὶ σωτηρία, σὺ ὑπάρχεις Πανάχραντε. Ὁ Κανὼν πρῶτος τῆς Ἑορτῆς, οὗ ἡ Ἀκροστιχὶς μέχρι τῆς ζ' Ὠδής.Σὺ τὴν χάριν, Δέσποινα, τῷ λόγῳ δίδου.Ποίημα τοῦ κυρίου Γεωργίου.ᾨδὴ α' Ἦχος δ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὴν Εἴσοδον».Σοφίας πανάχραντε, σὲ θησαυρὸν ἐπιστάμενοι, καὶ χάριτος βρύουσαν, πηγὴν ἀέναον, τὰς τῆς γνώσεως, αἰτοῦμέν σε ῥανίδας, ἐπόμβρησον Δέσποινα, τοῦ ἀνυμνεῖν σε ἀεί.Ὑπέρτερος Πάναγνε, τῶν οὐρανῶν χρηματίσασα, ναὸς καὶ παλάτιον, ἐν τῷ Ναῷ τοῦ Θεοῦ, ἀνατίθεσαι, αὐτῷ ἑτοιμασθῆναι, εἰς θείαν κατοίκησιν, τῆς παρουσίας αὐτοῦ.Τὸ φῶς ἀνατείλασα, ἡ Θεοτόκος τῆς χάριτος, πάντας κατελάμπρυνε, καὶ συνηγάγετο τὴν ὑπέρλαμπρον, αὐτῆς κατακοσμῆσαι, πανήγυριν ᾄσμασι· δεῦτε συνδράμωμεν.Ἡ πύλη ἡ ἔνδοξος, ἡ λογισμοῖς ἀδιόδευτος, τὰς πύλας διάρασα, τὰς τοῦ Ναοῦ τοῦ Θεοῦ, νῦν προτρέπεται, ἡμᾶς συνεισελθόντας, τὰ θεῖα θαυμάσια, κατατρυφῆσαι αὐτῆς. Ὁ Κανὼν τοῦ Ἁγίου Κλήμεντος, οὗ ἡ Ἀκροστιχίς.Θείας σε Κλῆμα Μάρτυς ἀμπέλου σέβω.Ἰωσήφ.ᾨδὴ α' Ἦχος δ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ Λόγον ἐρεύξομαι τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα».Θρόνῳ παριστάμενος, τῆς Τρισηλίου Θεότητος, καὶ θείαις λαμπόμενος, Πάτερ λαμπρότησι, τὴν ζοφώδη μου, καταύγασον καρδίαν, ὅπως τὴν φωσφόρον σου, ὑμνήσω κοίμησιν.Εἰς βάθη τοῦ Πνεύματος, μετὰ τοῦ πνεύματος Ὅσιε, ὁσίως ἐνέκυψας, καὶ κατενόησας, ὡς ἐχώρησας, τὸν ἀκαταληψίᾳ νοούμενον, Κύριον, Μακαριώτατε.Ἱστίῳ πτερούμενος, τῷ τοῦ Σταυροῦ διεπέρασας, τοῦ βίου τὸ πέλαγος, Μάρτυς πανάριστε, καὶ τὸν εὔδιον, κατέλαβες λιμένα, της ἄνω λαμπρότητος, Κλήμη πανεύφημε.ΘεοτοκίονἉγίασον Δέσποινα, τὴν ταπεινήν μου διάνοιαν, ἡ τὸν ὑπερούσιον, Λόγον κυήσασα, καὶ ὑπάρχουσα, πασῶν ἁγιωτέρα, τῶν ἄνω Δυνάμεων, Θεοχαρίτωτε. Ὁ Κανὼν τοῦ Ἁγίου Πέτρου, οὗ ἡ Ἀκροστιχίς (ἄνευ τῶν Θεοτοκίων).Ἐγκωμιάζω τὸν τρισόλβιον Πέτρον.Θεοφάνους.ᾨδὴ α' Ἦχος πλ. δ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «ᾌσωμεν τῷ Κυρίῳ πάντες λαοί, τῷ ἐν θαλάσσῃ Ἐρυθρᾷ, τὸν Φαραὼ βυθίσαντι, ᾠδὴν ἐπινίκιον, ὅτι δεδόξασται».Ἐν τοῖς φωτεινοτάτοις, τὴν διαγωγὴν ἔχων σκηνώμασι, φωτισμὸν μοι παράσχου, ταῖς πρεσβείαις σου Πέτρε πανόλβιε.Γνώσει μεμυημένος, καὶ ἱερωσύνῃ λαμπρυνόμενος, παμμακάριστε Πέτρε, τῷ Χριστῷ προσηνέχθης δι' αἵματος.Κόσμος πεποικιλμένος, καὶ πολυτελὲς ὥσπερ ἀνάθημα, τῇ σεπτῇ Ἐκκλησίᾳ, πρὸς Θεοῦ ἐδωρήθης Μακάριε.ΘεοτοκίονἌχραντε Θεοτόκε, ἡ σεσαρκωμένον τὸν ἀΐδιον, καὶ ὑπέρθεον Λόγον, ὑπὲρ φύσιν τεκοῦσα ὑμνοῦμεν σε. Κανών α', ᾨδὴ γ', τῆς Ἑορτῆς Ἦχος δ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Τοὺς σοὺς ὑμνολόγους, Θεοτόκε, ἡ ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας πνευματικόν, στερέωσον· κἄν τῇ σεπτῇ Εἰσόδῳ σου, στεφάνων δόξης ἀξίωσον».Νυμφοστόλος σήμερον ἐδείχθη, τερπνὸς τῆς Παρθένου ὁ ναός, καὶ θάλαμος δεχόμενος, τὴν ἔμψυχον παστάδα Θεοῦ, τὴν καθαρὰν καὶ ἄμωμον, καὶ λαμπροτέραν πάσης κτίσεως.Δαυῒδ προεξάρχων τῆς χορείας, σκιρτᾷ καὶ χορεύει σὺν ἡμῖν, καὶ Βασιλίδα κράζει σε, πεποικιλμένην Ἄχραντε, παρισταμένην πάναγνε, ἐν τῷ Ναῷ τῷ Βασιλεῖ καὶ Θεῷ.Ἐξ ἧς ἡ παράβασις προῆλθεν, ἡ πάλαι τῷ γένει τῶν βροτῶν, ἐκ ταύτης ἡ ἀνόρθωσις, καὶ ἀφθαρσία ἤνθησεν, ἡ Θεοτόκος σήμερον, προσαγομένη ἐν τῷ οἴκῳ Θεοῦ.Σκιρτῶσιν Ἀγγέλων στρατηγίαι, καὶ πάντων ἀνθρώπων ἡ πληθύς, καὶ πρὸ προσώπου Πάναγνε, προστρέχουσί σου σήμερον, λαμπαδηφόροι κράζουσαι, τὰ μεγαλεῖά σου ἐν οἴκῳ Θεοῦ. Κανών β', ᾨδὴ γ', τοῦ Ἁγίου Κλήμεντος Ἦχος δ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Οὐκ ἐν σοφίᾳ, καὶ δυνάμει καὶ πλούτῳ καυχώμεθα, ἀλλ' ἐν σοὶ τῇ τοῦ Πατρὸς ἐνυποστάτῳ σοφίᾳ Χριστέ· οὐ γὰρ ἔστιν ἅγιος, πλήν σου Φιλάνθρωπε».Σὲ πρὸς τὸ φέγγος, τῆς τοῦ Θεοῦ ὡδήγησε γνώσεως, ὁ τοῦ κόσμου διαυγής, καὶ καθαρώτατος ἥλιος, Πέτρος ὁ θαυμάσιος, Θεομακάριστε.Σταγόσι θείων, διδαχῶν ἀρδευθεὶς τὴν καρδίαν σου, τῶν τοῦ Πέτρου ποταμός, ναμάτων πλήρης τοῦ Πνεύματος, Μάρτυς ἐχρημάτισας, Θεομακάριστε.Ἐν χείλεσί σου, ἐξεχύθη ἡ χάρις τοῦ Πνεύματος· ὅθεν ἔβλυσας κρουνούς, θεογνωσίας Ἀοίδιμε, καὶ πᾶσαν κατήρδευσας, τὴν Ἐκκλησίαν Χριστοῦ.ΘεοτοκίονΚυριοτόκε, ἡ Θεὸν ἀπορρήτως κυήσασα, τὸν Σωτῆρα τοῦ παντός, αὐτὸν δυσώπει σωθῆναί με, πάθεσιν ἑκάστοτε περιαντλούμενον. Κανών γ', ᾨδὴ γ', τοῦ Ἁγίου Πέτρου Ἦχος πλ. δ' Οὐκ ἔστιν ἅγιος ΤΟ ΑΚΟΥΤΕ Ἀνῆλθες ὀχούμενος τῷ σῷ αἵματι, ὡς ἐν ἅρματι Ὅσιε, πρὸς τὰ οὐράνια, ἔνθα πρόδρομος ἡμῶν, Χριστὸς εἰσελήλυθεν, ὁ μόνος ἀναμάρτητος.Ζωὴν τὴν ἐπίκηρον καταλέλοιπας, καὶ ζωὴν τὴν ἀκήρατον εὗρες Μακάριε, ἔνθα στεφανηφόρος χορεύων ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.Ὡς φοίνιξ ἐξήνθησας εὐφορώτατος, ὡς ἐλαία κατάκαρπος, ὤφθης θεόπνευστε, ἐν αὐλαῖς τοῦ Κυρίου, ὡς σμύρνα καὶ λίβανος, ὡς μύρον εὐωδέστατον.ΘεοτοκίονΠαρθένος ἔτεκες ἀπειρόγαμε, καὶ Παρθένος ἔμεινας, Μήτηρ ἀπείρανδρε Θεοτόκε Μαρία, Χριστὸν τὸν Θεὸν ἡμῶν, ἱκέτευε τοῦ σωθῆναι ἡμᾶς.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Οὐκ ἔστιν ἅγιος ὡς ὁ Κύριος, καὶ οὐκ ἔστι δίκαιος, ὡς ὁ Θεὸς ἡμῶν, ὃν ὑμνεῖ πᾶσα κτίσις· οὐκ ἔστι σοι ὅμοιος, δεδοξασμένε Κύριε». Κάθισμα τοῦ ἁγίου Κλήμεντος Ἦχος πλ. δ' Τὴν Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ Ὡς πολύφορον κλῆμα ἐπὶ τῆς γῆς, ἁπλωθεὶς τῶν βασάνων κατατομῇ, ὡραίους ἐξήνθησας, ἀξιάγαστε βότρυας, σωτηρίου γλεῦκος, ἀεὶ ἀποστάζοντας, καὶ καρδίας πάντων, πιστῶν κατευφραίνοντας· ὅθεν συνελθόντες, τὴν ἁγίαν σου μνήμην, τελοῦμεν γηθόμενοι, τὸν Χριστὸν μεγαλύνοντες, Ἱεράρχα πολύαθλε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.Δόξα... Τοῦ Ἁγίου Πέτρου, ὅμοιον Ἐκ τῆς ἄνωθεν ψήφου τῆς τοῦ Χριστοῦ, ἡγησάμενος ποίμνης ἐπὶ νομάς, εὐζώους ἐποίμανας, τῶν πανσόφων δογμάτων σου, ἀπελάσας Ἄρειον, ὡς λύκον ἀνήμερον, ἐπιβάντα ταύτης, ἀθέοις διδάγμασιν· ὅθεν τὴν ψυχήν σου δεδωκὼς ὑπὲρ ταύτης, ποιμὴν ἀνηγόρευσαι, ὡς ὁ Κύριος ἔφησεν, Ἱεράρχα μακάριε· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.Καὶ νῦν ... Τῆς ἑορτῆςἮχος δ' Κατεπλάγη Ἰωσὴφ ΤΟ ΑΚΟΥΤΕΠρὸ συλλήψεως Ἁγνή, καθηγιάσθης τῷ Θεῷ, καὶ τεχθεῖσα ἐπὶ γῆς, δῶρον προσήχθης νῦν αὐτῷ, ἀποπληροῦσα πατρῴαν ἐπαγγελίαν· Τῷ θείῳ δὲ Ναῷ, ὡς θεῖος ὄντως ναός, ἐκ βρέφους καθαρῶς, μετὰ λαμπάδων φαιδρῶν, ἀποδοθεῖσα ὤφθης δοχεῖον, τοῦ ἀπροσίτου καὶ θείου Φωτός· Μεγάλη ὄντως ἡ πρόοδός σου, μόνη Θεόνυμφε καὶ ἀειπάρθενε. Κανών α', ᾨδὴ δ', τῆς Ἑορτῆς Ἦχος δ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης Ἀββακούμ, κατανοῶν ἐκραύγαζε· Δόξα τῇ δυνάμει σου Κύριε».Πύλην ἀδιόδευτον ὁ τοῦ Θεοῦ, οἶκος εἰσδεχόμενος σήμερον, ἔπαυσε Νόμου, τὴν λατρείαν καὶ σκιάν· Ὡς ἀληθῶς ἐπέφανε, κράζων τοῖς ἐν γῇ, ἡ ἀλήθεια.Ὄρος τὸ κατάσκιον ὃ προορῶν, πάλαι Ἀββακοὺμ προεκήρυξεν, ἔνδον χωρῆσαν, τῶν ἀδύτων τοῦ ναοῦ, τὰς ἀρετὰς ἐξήνθησε, καὶ κατακαλύπτει τὰ πέρατα.Ἴδωμεν παράδοξα πᾶσα ἡ γῆ, ξένα καὶ ἐξαίσια πράγματα, πῶς ἡ Παρθένος, δι' Ἀγγέλου τὴν τροφήν, εἰσδεχομένη σύμβολα, τῆς οἰκονομίας κομίζεται.Ναὸς καὶ παλάτιον καὶ οὐρανός, ἔμψυχος ὀφθεῖσα Θεόνυμφε, τοῦ Βασιλέως, ἐν Ναῷ τῷ νομικῷ, ἀφιεροῦσαι σήμερον, τούτῳ τηρουμένη πανάχραντε. Κανών β', ᾨδὴ δ', τοῦ Ἁγίου Κλήμεντος Ἦχος δ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Ὁ καθήμενος ἐν δόξῃ, ἐπὶ θρόνου Θεότητος, ἐν νεφέλῃ κούφῃ, ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος, τῇ ἀκηράτῳ παλάμῃ καὶ διέσωσε, τοὺς κραυγάζοντας· Δόξα Χριστὲ τῇ δυνάμει σου».Λαμπρυνθείς σου τὴν καρδίαν, ταῖς ἀκτῖσι τοῦ Πνεύματος, εὐσεβέσι λόγοις, πάντων τὰς ψυχὰς κατελάμπρυνας, τὸ τῆς ἀγνοίας δὲ σκότος τὸ βαθύτατον, ἀπεδίωξας τῶν εἰδωλομανῶν Ἱερώτατε.Ἡ κατάκαρπος ὡς κλῆμα, ἐκβλαστάνει σε ἄμπελος, Ἰησοῦς Παμμάκαρ, φέρων ἐπιγνώσεως βότρυας, ἐν τοῖς ληνοῖς μαρτυρίου οἶνον βλύζοντας, τὰς καρδίας πάντων, πιστῶν τὸν εὐφραίνοντα.Μεμακάρισαι γνησίως, μαθητεύσας τῷ κήρυκι, μεμαθητευμένῳ, Λόγῳ μακαρίσαντι Πάνσοφε, τοῦτον ἀξίως λαβόντα ἀποκάλυψιν, ἐκ Πατρὸς οὐρανίου σαφῶς, ὡς θερμότατον.ΘεοτοκίονἈναπλάττεις συντριβεῖσαν, καὶ φθορᾷ ὑποκύψασαν, τὴν βροτείαν φύσιν, Ἄχραντε Θεὸν σωματώσασα, καὶ ὑπὲρ φύσιν τεκοῦσα ἀπειρόγαμε, ᾧ κραυγάζομεν· Δόξα Χριστὲ τῇ δυνάμει σου. Κανών γ', ᾨδὴ δ', τοῦ Ἁγίου Πέτρου Ἦχος πλ. δ' Ἐξ ὄρους κατασκίου ΤΟ ΑΚΟΥΤΕ Τὴν τῶν ἀρετῶν ὁδεύων τρίβον Πάτερ, ἔφθασας μονὰς τὰς ἄνω θεοφόρε, ἱερωσύνης τῷ χρίσματι διαπρέπων, καὶ μαρτυρίου λάμπων αἵματι.Ὄμβροις καὶ κρουνοῖς τῶν σῶν αἱμάτων Μάκαρ, ἔσβεσας ἡμῖν, τὴν κάμινον τῆς πλάνης, καὶ διωκόντων ἠφάνισας τὴν ὁμίχλην, Ἱερομάρτυς ἀξιάγαστε.Νέος τις Πέτρος ἐδείχθης ἡμῖν ὄντως, ἀποστολικοῖς χαρίσμασιν ἐκλάμπων, ἱερουργός τε καὶ μάρτυς τῶν παθημάτων, τῶν τοῦ Δεσπότου σου Πανόλβιε.ΘεοτοκίονΧαίροις παρ' ἡμῶν ἁγία Θεοτόκε· Χαῖρε ἡ χαρὰν κυήσασα τῷ κόσμῳ, Χαῖρε ἡ μόνη ἀντίληψις τῶν ἀνθρώπων, Χαῖρε τὸ πάντων περιτείχισμα. Κανών α', ᾨδὴ ε', τῆς Ἑορτῆς Ἦχος δ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Ἐξέστη τὰ σύμπαντα ἐν τῇ σεπτῇ εἰσόδῳ σου· σὺ γὰρ ἀπειρόγαμε Παρθένε· ἔνδον εἰσῆλθες ἐν τῷ ναῷ τοῦ Θεοῦ, ὥσπερ καθαρώτατος ναός, πᾶσι τοῖς ὑμνοῦσί σε τὴν εἰρήνην βραβεύουσα».Ἁγίασμα ἔνδοξον, καὶ ἱερὸν ἀνάθημα, σήμερον ἡ πάναγνος Παρθένος, ἀνατεθεῖσα ἐν τῷ Ναῷ τοῦ Θεοῦ, τῷ παμβασιλεῖ ἡμῶν Θεῷ, μόνῳ εἰς ἐνοίκησιν, συντηρεῖται ὡς οἶδεν αὐτός.Τὸ κάλλος Πανάχραντε, τὸ τῆς ψυχῆς σου βλέπων ποτέ, πίστει Ζαχαρίας ἀνεβόα· Σὺ εἶ τὸ λύτρον, σὺ εἶ ἡ πάντων χαρά, σὺ εἶ ἡ ἀνάκλησις ἡμῶν, δι' ἧς ὁ ἀχώρητος, χωρητὸς μοι ὀφθήσεται.Ὢ τῶν ὑπὲρ ἔννοιαν, θαυμάτων σου Πανάχραντε! ξένη σου ἡ γέννησις ὑπάρχει, ξένος ὁ τρόπος ὁ τῆς αὐξήσεως, ξένα καὶ παράδοξα τὰ σά, πάντα Θεονύμφευτε, καὶ βροτοῖς ἀνερμήνευτα.Λυχνία πολύφωτος, ὑπάρχουσα Θεόνυμφε, σήμερον ἐξέλαμψας ἐν οἴκῳ, τῷ τοῦ Κυρίου, καὶ καταυγάζεις ἡμᾶς, τοῖς σεπτοῖς χαρίσμασιν ἁγνή, τοῖς τῶν θαυμασίων σου, Θεοτόκε πανύμνητε. Κανών β', ᾨδὴ ε', τοῦ Ἁγίου Κλήμεντος Ἦχος δ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Ἀσεβεῖς οὐκ ὄψονται τὴν δόξαν σου Χριστέ, ἀλλ' ἡμεῖς σε Μονογενές, Πατρικῆς ἀπαύγασμα δόξης Θεότητος, ἐκ νυκτὸς ὀρθρίζοντες, ἀνυμνοῦμέν σε Φιλάνθρωπε».Μαρτυρίου αἵματι φοινίξας ἱερῶς, τὴν στολήν σου τὴν ἱεράν, λαμπροτέραν Ἔνδοξε, ἐναπετέλεσας, μεθ' ἧς εἰς τὰ Ἅγια, τῶν Ἁγίων προσεχώρησας.Ἀναιμάκτους ἔθυσας θυσίας τῷ Χριστῷ, τῷ τυθέντι ὑπὲρ ἡμῶν, καὶ τυθεὶς προσήνεξαι, τούτῳ ὡς σφάγιον, καθαρὸν καὶ ἄμωμον, Ἀθλητὰ Θεομακάριστε.Ῥώμης προεδρεύσαντα, ὡς Πέτρου φοιτητήν, καὶ τὴν ποίμνην τὴν ἱεράν, ἱερῶς ποιμάναντα ὦ Ἱερώτατε, ἡ Σιὼν ἡ ἄνω σε, νῦν πολίτην προσελάβετο.ΘεοτοκίονΤὴν ἁγνὴν ἁγνεύοντι, τιμήσωμεν νοΐ, καλλονὴν τὴν τοῦ Ἰακώβ, ταῖς ἐνθέοις πράξεσι καλλυνόμενοι, εὐσεβῶς ὑμνήσωμεν, ὡς Μητέρα τοῦ Θεοῦ ἡμῶν. Κανών γ', ᾨδὴ ε', τοῦ Ἁγίου Πέτρου Ἦχος πλ. δ' Ὀρθρίζοντες βοῶμέν σοι Κύριε ΤΟ ΑΚΟΥΤΕ Τῇ πέτρᾳ ἐρεισθεὶς τῇ τῆς πίστεως, Ἀθλοφόρε, ἀκλινὴς διέμεινας, ἐν πειρασμῶν περιστάσεσι.Ῥομφαίᾳ τῇ φλογίνῃ τοῦ Πνεύματος, Ἱεράρχα, Ἄρειον τὸν βλάσφημον, τῇ θείᾳ ψήφῳ κατέσφαξας.Ἰσχὺϊ κρατυνόμενος Ἔνδοξε, τοῦ Σωτῆρος, τοῦ ἐχθροῦ τὴν δύναμιν, καὶ τὴν ἰσχὺν κατεπάτησας.ΘεοτοκίονΚατεύνασον τὸν ἄστατον κλύδωνα, τῶν παθῶν μου, ἡ Θεὸν κυήσασα, τὸν κυβερνήτην καὶ Κύριον. Κανών α', ᾨδὴ ς', τῆς Ἑορτῆς Ἦχος δ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Τὴν θείαν, ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες».Ὁ πάντα φέρων τῷ ῥήματι, εὐχῆς τῆς τῶν Δικαίων ἐπήκουσε· διὸ στειρώσεως, λύσας τὴν νόσον ὡς εὔσπλαγχνος, τὴν τῆς χαρᾶς αἰτίαν τούτοις δεδώρηται.Γνωρίσαι θέλων ὁ Κύριος, τοῖς ἔθνεσιν αὐτοῦ τὸ σωτήριον, τὴν Ἀπειρόγαμον, νῦν ἐξ ἀνθρώπων παρέλαβε, καταλλαγῆς σημεῖον καὶ ἀναπλάσεως.Ὡς οἶκος οὖσα τῆς χάριτος, ἐν ᾧ οἱ θησαυροὶ ἐναπόκεινται, τῆς ἀπορρήτου Θεοῦ, οἰκονομίας Πανάχραντε, ἐν τῷ Ναῷ μετέσχες τῆς ἀκηράτου τρυφῆς.Διάδημά σε βασίλειον, δεξάμενος Ναὸς Θεονύμφευτε, κατεφαιδρύνετο, καὶ ὑπεχώρει τοῖς κρείττοσι, τῶν προρρηθέντων βλέπων ἐν σοὶ τὴν ἔκβασιν. Κανών β', ᾨδὴ ς', τοῦ Ἁγίου Κλήμεντος Ἦχος δ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Ἐβόησε, προτυπῶν τὴν ταφὴν τὴν τριήμερον, ὁ Προφήτης Ἰωνᾶς, ἐν τῷ κήτει δεόμενος· Ἐκ φθορᾶς με ῥῦσαι, Ἰησοῦ Βασιλεῦ τῶν Δυνάμεων».Ὑποβάθραν, καὶ θεμέλιον Πέτρου τὰ λόγια, κεκτημένος, σεαυτὸν ἐδομήσω ὡς ἔμψυχον, τῆς Τριάδος οἶκον, καὶ ναοὺς τῶν εἰδώλων κατέρραξας.Συρόμενος, ἐπὶ γῆς ὥσπερ λίθος κεκύλισαι, καὶ τῆς πλάνης, τὸ ὀχύρωμα ὅλον συνέτριψας, Ἱεράρχα Κλήμη, Ἀθλοφόρε Χριστοῦ γενναιότατε.Ἀπείληφας, τοὺς τῆς νίκης στεφάνους γηθόμενος, ὡς νικήσας, τοῖς ἀγῶσιν ἐχθροῦ τὰ παλαίσματα, Ἱερομαρτύρων, ἱερὸν καὶ σεπτὸν ἀκροθίνιον.ΘεοτοκίονΜεμύηται, Ἡσαΐας τὸ βάθος τοῦ τόκου σου, καὶ Παρθένον, ἐν γαστρί σου ἐκήρυξεν ἔχουσαν, τὸν δι' εὐσπλαγχνίαν, σαρκωθέντα ἐκ σοῦ Ἀπειρόγαμε. Κανών γ', ᾨδὴ ς', τοῦ Ἁγίου Πέτρου Ἦχος πλ. δ' Χιτῶνά μοι παράσχου ΤΟ ΑΚΟΥΤΕ Σωφρόνως καὶ δικαίως τῷ Θεῷ, σὺ πολιτευσάμενος, τέλος μακάριον, παρ' αὐτοῦ ἐκομίσω Παμμακάριστε.Ὁλόκληρον θυσίαν καὶ δεκτήν, σαυτὸν προσενήνοχας, Πέτρε θεσπέσιε, τῷ θυσίαν διὰ σὲ γενομένῳ Θεῷ.Λογίων τῶν τοῦ Πνεύματος πλησθείς, Πνεύματι κινούμενον, ὄργανον γέγονας, μελῳδῶν Θεοφάντορ τὰ ἀπόρρητα.ΘεοτοκίονΝαὸν σε τοῦ Θεοῦ καὶ κιβωτόν, καὶ παστάδα ἔμψυχον, καὶ πύλην οὐράνιον, Θεοτόκε οἱ πιστοὶ καταγγέλλομεν.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Χιτῶνά μοι παράσχου φωτεινόν, ὁ ἀναβαλλόμενος, φῶς ὡς ἱμάτιον, πολυέλεε Χριστὲ ὁ Θεὸς ἡμῶν». Κοντάκιον τῶν Ἁγίων Ἦχος δ' Ἐπεφάνης σήμερον ΤΟ ΑΚΟΥΤΕ Ἐκκλησίας ἄσειστοι, καὶ θεῖοι πύργοι, εὐσεβείας ἔνθεοι, στῦλοι ὡς ὄντες κραταιοί, Κλήμη σὺν Πέτρῳ πανεύφημοι, ὑμῶν πρεσβείαις, φρουρεῖτε τοὺς ἅπαντας. Ὁ Οἶκος Ἀπεριτρέπτῳ καὶ στερρᾷ σεπτῇ ὁμολογίᾳ οἱ λάμψαντες ἐν κόσμῳ, καὶ φαίνοντες ἀρρήτως, σήμερον χαίρουσι καλῶς, Κλήμης, τὸ ὡραῖον ὄντως κλῆμα τοῦ Χριστοῦ, τὸ τρέφον κόσμον βότρυσι τοῖς τῆς θεογνωσίας, Πέτρος τε, ἡ ἑδραία καὶ ἄθραυστος πέτρα τῶν δογμάτων τοῦ Σωτῆρος. Ἀμφότεροι τῆς θείας χάριτος οἱ λατρευταί, καὶ μύσται τῆς ἀρρήτου σοφίας, καὶ τῆς σεπτῆς Ἐκκλησίας οἱ προστάται οἱ θερμοί, οἱ βοηθοῦντες τοῖς κάμνουσι παντοίοις δεινοῖς, καὶ σῴζοντες τοὺς βοῶντας· Ὑμῶν πρεσβείαις, φρουρεῖτε τοὺς ἅπαντας. Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν Τῇ ΚΔ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Κλήμεντος Ἐπισκόπου Ῥώμης.ΣτίχοιΒληθεὶς ὁ Κλήμης εἰς βυθὸν σὺν ἀγκύρᾳ,Πρὸς Χριστὸν ἥκει, ἄγκυραν τὴν ἐσχάτην.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Πέτρου, Ἐπισκόπου Ἀλεξανδρείας.ΣτίχοιἌρρηκτος ἦν τὴν πίστιν ὁ τμηθεὶς Πέτρος,Ὃς εἶδε Χριστοῦ τὴν στολὴν ἐρρηγμένην.Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἄγιος Μάλχος ἐν εἰρήνῃ τελειοῦται.ΣτίχοιΟἱ ψυχοπομποὶ συγκατέπτησαν νόες,Ψυχὴν ἀπάξαι Μάλχε τὴν σὴν Κυρίῳ.Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Καρίων ἐν εἰρήνῃ τελειοῦται.ΣτίχοιΘεὶς πάντα πόρρω Καρίων ψυχῆς κάραν,Ἤθλησε νῷ νήφοντι μέχρι καὶ τέλους.Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἑρμογένης, Ἐπίσκοπος Ἀκραγαντίνων, ἐν εἰρήνῃ τελειοῦται.ΣτίχοιἈπάρας Ἑρμόγενες ἀνθρώπων γένους,Κατῄσχυνας φρύαγμα δαιμόνων γένους.Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Φιλούμενος καὶ Χριστοφόρος ξίφει τελειοῦνται.ΣτίχοιΦιλούμενον τέμνουσι καὶ Χριστοφόρον,Αὐτῷ φανέντας πράγματι Χριστοῦ φίλους.Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Εὐγένιος, ἐν ὀπῇ τείχους βληθεὶς τῆς εἰσόδου πηλῷ ἀναφραγείσης, τελειοῦται.ΣτίχοιΜάτην ὀπὴ ὡς κλεῖθρα τὸν πηλὸν φέρεις·Εὐγενίῳ γὰρ πρὸς Θεὸν τρίβος γίνῃ.Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Προκόπιος καὶ Χριστοφόρος ξίφει τελειοῦνται.ΣτίχοιὉ Προκόπιος «Ὡς ἐγὼ Χριστοφόρε,Θοῦ καὶ σύ, φησίν, εἰς τομὴν τὸν αὐχένα».Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀλεξάνδρου τοῦ ἐν Κορίνθῳ, καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Γρηγορίου τοῦ ἐν τῇ Χρυσῇ Πέτρᾳ ἀσκήσαντος, ὃς ὥρμητο ἐκ τῶν τῆς Ἀνατολῆς μερῶν, καὶ ἐλθὼν κατῴκησεν ἐν τῇ ῥηθείσῃ Πέτρᾳ.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Θεοδώρου τοῦ ἐν Ἀντιοχείᾳ.ΣτίχοιΔῶρον Θεοῦ τέμνουσι Μάκαρ σε ξίφει,Δῶρον Θεῷ φέροντα αἷμα τραχήλου.Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν. Κανών α', ᾨδὴ ζ', τῆς Ἑορτῆς Ἦχος δ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν Κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ».Ἰδοὺ σήμερον, ἐπέλαμψε τοῖς πέρασιν, ἔαρ, εὐφρόσυνον, καταφαιδρῦνον ἡμῶν, ψυχὴν καὶ διάνοιαν, καὶ νοῦν τῇ χάριτι, ἡ πανήγυρις, τῆς Θεοτόκου σήμερον, μυστικῶς εὐωχηθῶμεν.Δορυφορείτωσαν, σήμερον τὰ σύμπαντα, τῇ Βασιλίδι Μητρί, ὁ οὐρανὸς καὶ ἡ γῆ, Ἀγγέλων τὰ τάγματα, καὶ τῶν βροτῶν ἡ πληθύς, καὶ βοάτωσαν, ἐν τῷ Ναῷ εἰσάγεται, ἡ χαρὰ καὶ ἡ λύτρωσις.Ὁ τοῦ γράμματος, παρέδραμεν ἐξέλιπε, νόμος καθάπερ σκιά, καὶ αἱ τῆς χάριτος, ἀκτῖνες ἐπέλαμψαν, ἐν τῷ Ναῷ τοῦ Θεοῦ, εἰσαχθείσης σου, Παρθενομῆτορ Ἄχραντε, εἰσαεὶ εὐλογημένη.Ὑποτέτακται, τῷ τόκῳ σου Πανάχραντε, ὡς Ποιητῇ καὶ Θεῷ, ὁ οὐρανὸς καὶ ἡ γῆ, καὶ τὰ καταχθόνια, καὶ πᾶσα γλῶσσα βροτῶν, ὅτι Κύριος, ὁμολογεῖ ἐπέφανεν, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν. Κανών β', ᾨδὴ ζ', τοῦ Ἁγίου Κλήμεντος Ἦχος δ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν Κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες χαίροντες ἔψαλλον· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ».Πυρακτούμενος τῷ ζήλῳ τῷ τῆς πίστεως, πῦρ ἀπετέφρωσας, τῆς ἀθεΐας Σοφέ, πιστοὺς δὲ ἐφώτισας, φόβῳ κραυγάζοντας· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεός εὐλογητὸς εἶ.Ἐκ τῆς Ῥώμης τὰς ἁλύσεις περικείμενος, ὥσπερ ὁρμίσκους χρυσοῦς, διὰ θαλάσσης ἀθλῶν, Χερσῶνα κατέλαβες, ἔνθα διήνυσας, τὸ μαρτύριον, καὶ τοὺς στερροὺς ἀγῶνάς σου, τοῦ Χριστοῦ Ἱερομύστα.Λύρα ὤφθης τὸ σωτήριον πανόλβιε, μέλος φωνοῦσα ἡμῖν, καὶ καταθέλγουσα, καρδίας πρὸς ἔνθεον, τῶν μελῳδούντων πιστῶς, Μάρτυς ἔρωτα· Ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.ΘεοτοκίονὉ τοῖς πᾶσι παρεχόμενος βουλήματι, τὸ εἶναι Πάναγνε, ἐκ σοῦ ἀρχὴν χρονικήν, λαμβάνει καὶ τίκτεται, λύων τὰ χρόνια, παραπτώματα, τῆς συμπεσούσης Ἄχραντε, τῶν βροτῶν ῥευστῆς οὐσίας. Κανών γ', ᾨδὴ ζ', τοῦ Ἁγίου Πέτρου Ἦχος πλ. δ' Παῖδες θεοσεβεῖς ΤΟ ΑΚΟΥΤΕ Βίῳ θεοπρεπεῖ λελαμπρυσμένος, καὶ θείῳ φωτὶ καταλαμπόμενος, οὐρανίων ἀδύτων, ἐπέβης γηθόμενος, καὶ βοῶν Σοφὲ τῷ ποιήσαντι· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.Ἴνα περιφανῶς εὐαρεστήσῃς, Χριστῷ τῷ Θεῷ Θεομακάριστε, ταῖς χερσὶ τῶν ἀνόμων, σαυτὸν παραδέδωκας, ἑκουσίως ψάλλων πανόλβιε· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.Ὅλος πεφωτισμένος ἠξιώθης, ἰδεῖν τὸν Χριστὸν σοι προμηνύοντα, τὸν αὐτοῦ τὸν χιτῶνα, δεινῶς διαρρήξαντα, ὑφαντὸν τὸν ἄνωθεν Ὅσιε· Εὐλογητὸς ἐκβοῶν, ὁ τῶν Πατέρων Θεός.ΘεοτοκίονΜήτραν τὴν σὴν ὑπέδυ Θεοτόκε, ὁ οὐρανοὺς οἰκῶν καὶ περιέχων καὶ ἐκτρέφεται γάλα, μαζῶν σου ὁ τρέφων νῦν πνοὴν πᾶσαν νεύματι, ψάλλουσαν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Κανών α', ᾨδὴ η', τῆς Ἑορτῆς Ἦχος δ' Ἧς ἡ Ἀκροστιχὶς κατὰ ἀλφάβητον, Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Ἄκουε Κόρη Παρθένε ἁγνή, εἰπάτω δὴ ὁ Γαβριήλ, βουλήν Ὑψίστου, ἀρχαίαν ἀληθινήν, γενοῦ πρὸς ὑποδοχήν, ἑτοίμη Θεοῦ· διὰ σοῦ γὰρ ὁ ἀχώρητος, βροτοῖς συναναστρέφεται· διὸ καὶ χαίρων βοῶ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον».Ἄχραντον ναὸν ἐν οἴκῳ Θεοῦ, προσάγουσα Ἄννα ποτέ, Βοῶσα ἔφη, ἐν πίστει τῷ Ἱερεῖ, Γονὴν τὴν ὑπὸ Θεοῦ, δοθεῖσαν κἀμοί, Δεδεγμένος νῦν εἰσάγαγε, ἐν τῷ ναῷ τοῦ Κτίστου σου, καὶ χαίρων ψάλλε αὐτῷ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.Ἔφησεν ἰδὼν τῇ Ἄννῃ ποτέ, ἐν πνεύματι ὁ Ζαχαρίας· Ζωῆς Μητέρα, εἰσάγεις ἀληθινήν. Ἥν περ τηλαυγῶς οἱ Προφῆται Θεοῦ, Θεοτόκον προεκήρυξαν, καὶ πῶς Ναός χωρήσει αὐτήν; διὸ θαυμάζων βοῶ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.Ἱκέτις Θεοῦ κατέστην ἐγώ, ἀντέφησεν Ἄννα αὐτῷ· Καλοῦσα τοῦτον ἐν πίστει καὶ προσευχῇ, Λαβεῖν τῆς ἐμῆς ὠδῖνος καρπόν· Μετὰ τόκον δὲ τὸ κύημα, προσάγειν τῷ παρέχοντι· διὸ σκιρτῶσα βοῶ·Νόμιμον ὄντως τὸ ἔργον ἐστίν.Ὁ Ἱερεὺς ἔφη αὐτῇ· Ξένον δὲ πάντῃ, τὸ πρᾶγμα κατανοῶ. Ὁρῶν τὴν προσαγομένην ἐν οἴκῳ Θεοῦ, Παραδόξως ὑπερβαίνουσαν, τὰ Ἅγια τῇ χάριτι· διὸ καὶ χαίρων βοῶ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.Ῥώννυμαι ἔφη ἡ Ἄννα αὐτῷ, μανθάνουσα ἅπερ λαλεῖς. Συνεὶς γὰρ ταῦτα τῷ Πνεύματι τοῦ Θεοῦ. Τρανῶς τὰ τῆς Παρθένου ἐκήρυξας. Υποδέχου οὖν τὴν ἄχραντον, ἐν τῷ Ναῷ τοῦ Κτίστου σου, καὶ χαίρων ψάλλε αὐτῷ. Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.Φωσφόρος ἡμῖν ἀνῆψε λαμπάς, ἐβόησεν ὁ Ἱερεύς. Χαρὰν μεγίστην ἐκλάμπουσαν ἐν Ναῷ. Ψυχαὶ Προφητῶν συνευφραινέσθωσαν. Ὡς παράδοξα θεώμεναι, τελούμενα ἐν οἴκῳ Θεοῦ, καὶ ἐκβοάτωσαν νῦν. Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. Κανών β', ᾨδὴ η', τοῦ Ἁγίου Κλήμεντος Ἦχος δ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Λυτρωτὰ τοῦ παντὸς παντοδύναμε, τοὺς ἐν μέσῳ φλογὸς εὐσεβήσαντας, συγκαταβὰς ἐδρόσισας, καὶ ἐδίδαξας μέλπειν· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον».Ὑφαντὸν ἐκ τῆς ἄνωθεν χάριτος, ἀπεκδύσει πηλίνου τοῦ σώματος, περιεβάλου ἔνδοξε, ἀφθαρσίας χιτῶνα, καὶ εἰς τὰ ἄνω κατοικεῖς, Ἱεράρχα βασίλεια.Συνετάφη σοι Μάρτυς πολύαθλε, τὰ κλοιὰ οἷς δεσμούμενος ἔλυσας, τὴν πλάνην τοῦ ἀλάστορος, Ἱεράρχα κραυγάζων· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.Ἐμερίσθη ὑγρὰ ἡ ἀμέριστος, καὶ ὁδὸν εἰσιοῦσιν ἡ ἄβατος, θαυματουργίᾳ κρείττονι, δωρουμένη ὡράθη, ἔνθα τὸ θεῖον, Ἱεράρχα σοῦ σῶμα κατάκειται.Βυθισθεῖσαν ψυχήν μου τοῖς πάθεσιν, ὁ βυθὸν κατοικῆσαι ἑλόμενος, μετὰ ταφὴν καὶ νέκρωσιν, ἐπανάγαγε Μάρτυς, ταῖς ζωηφόροις, καὶ σεπταῖς καὶ ἐνθέοις δεήσεσιν.ΘεοτοκίονὪ φρικτοῦ καὶ ἀρρήτου θεάματος ἐν γαστρὶ κατοικεῖ ὁ ἀχώρητος, καὶ σάρξ ἀτρέπτως φαίνεται, καὶ θεοὶ με δι' οἶκτον, καὶ τὴν τεκοῦσαν, μετὰ τόκον φυλάττει ἁγνεύουσαν. Κανών γ', ᾨδὴ η', τοῦ Ἁγίου Πέτρου Ἦχος πλ. δ' Τὸν ἐν ὄρει, ἁγίῳ ΤΟ ΑΚΟΥΤΕ Νεμομένην, ἀνέστειλας τὴν λύμην, τῆς Ἀρείου, κακίστης βλασφημίας, τῆς τῶν Πιστῶν ἐκκόψας ὁμηγύρεως, καὶ ἀποδιώξας, τῶν τῆς Ἐκκλησίας, θεόφρον περιβόλων.Πρωτοστάτης χοροῦ τῶν Ἀποστόλων, Πέτρος ὤφθη, ὁ θεῖος Κορυφαῖος· στῦλος Μαρτύρων, γέγονας δὲ πάνσοφε, Πέτρε θεοφόρε, καὶ ἱερουργός τε, τῶν θείων μυστηρίων.Ἐμυήθης, ἐκ θείας ἐπιπνοίας, τῶν μελλόντων, τὴν γνῶσιν θεορρῆμον, καὶ τὴν ἐκ γῆς προέγνως σου μετάστασιν, διὰ μαρτυρίου, πρὸς τὸν ἐν ὑψίστοις, Θεὸν Πέτρε θεόφρον.ΘεοτοκίονΜετὰ τόκον, Παρθένος διαμένεις, ὡς πρὸ τόκου, Παρθένε Θεοτόκε, τὸν Πλαστουργὸν τῆς κτίσεως γεννήσασα· ὅθεν σε ὑμνοῦμεν, καὶ δοξολογοῦμεν, εἰς πάντας τούς αἰῶνας.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Τὸν ἐν ὄρει, ἁγίῳ δοξασθέντα, καὶ ἐν βάτῳ, τόκον τὸν τῆς Ἀειπαρθένου, τῷ Μωϋσῇ μυστήριον γνωρίσαντα, Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας». Κανών α', ᾨδὴ θ', τῆς Ἑορτῆς Ἦχος δ', Ἦς ἡ Ἀκροστιχίς, κατ' ἀλφάβητον ἀντιστρόφως. ΜεγαλυνάριονἌγγελοι τὴν Εἴσοδον τῆς Πανάγνου, ὁρῶντες ἐξεπλήττοντο πῶς ἡ Παρθένος εἰσῆλθεν, εἰς τὰ Ἅγια τῶν Ἁγίων. Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Ὡς ἐμψύχῳ Θεοῦ κιβωτῷ, ψαυέτω μηδαμῶς χεὶρ ἀμυήτων, χείλη δὲ πιστῶν, τῇ Θεοτόκῳ ἀσιγήτως, φωνὴν τοῦ Ἀγγέλου ἀναμέλποντα, ἐν ἀγαλλιάσει βοάτω· Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε ἁγνή».Ἄγγελοι τὴν Εἴσοδον τῆς Πανάγνου, ὁρῶντες ἐξεπλήττοντο, πῶς μετὰ δόξης εἰσῆλθεν, εἰς τὰ Ἅγια τῶν Ἁγίων.Ὡς ὑπέρλαμπρον Θεοτόκε ἁγνή, Ψυχῆς τὸ καθαρὸν ἔχουσα κάλλος· Χάριτος Θεοῦ δ' ἐμπιπλαμένη οὐρανόθεν· Φωτὶ ἀϊδίῳ καταυγάζεις ἀεί, τοὺς ἐν εὐφροσύνῃ βοῶντας· Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε ἁγνή.Ἄγγελοι τὴν Εἴσοδον τῆς Παρθένου, ὁρῶντες ἐξεπλήττοντο, πῶς παραδόξως εἰσῆλθεν, εἰς τὰ Ἅγια τῶν Ἁγίων.Ὑπερίπταται Θεοτόκε ἁγνή Τὸ θαῦμά σου τὴν δύναμιν τῶν λόγων· Σῶμα γὰρ ἐν σοὶ κατανοῶ ὑπὲρ λόγον, Ῥοῆς ἁμαρτίας ἀνεπίδεκτον· ὅθεν εὐχαρίστως βοῷ σοι· Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε ἁγνή.Ἄγγελοι καὶ ἄνθρωποι τῆς Παρθένου, τὴν Εἴσοδον τιμήσωμεν, ὅτι ἐν δόξῃ εἰσῆλθεν, εἰς τὰ Ἅγια τῶν Ἁγίων.Παραδόξως προδιετύπου Ἁγνή, ὁ Νόμος σε σκηνὴν καὶ θείαν στάμνον, Ξένην κιβωτόν, καὶ καταπέτασμα καὶ ῥάβδον, Ναὸν ἀκατάλυτον, καὶ πύλην Θεοῦ· Ὅθεν ἐκδιδάσκει σοι κράζειν· Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε ἁγνή.Ἄγγελοι τὴν Εἴσοδον τῆς Παρθένου, ὁρῶντες κατεπλήττοντο, πῶς θεαρέστως εἰσῆλθεν, εἰς τὰ Ἅγια τῶν Ἁγίων.Μελῳδῶν σοι προεκελάδει Δαυῒδ, Λαλῶν σε θυγατέρα Βασιλέως, Κάλλει ἀρετῶν, ἐκ δεξιῶν παρισταμένην, ἰδὼν τοῦ Θεοῦ πεποικιλμένην σε· ὅθεν προφητεύων ἐβόα· Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε ἁγνή.Ἄγγελοι σκιρτήσατε σὺν Ἁγίοις, Παρθένοι συγχορεύσατε· ἡ γὰρ Θεόπαις εἰσῆλθεν, εἰς τὰ Ἅγια των Ἁγίων.Θεοδόχον προθεωρῶν Σολομῶν, Ἠνοίξατο σε πύλην Βασιλέως, Ζῶσάν τε πηγὴν ἐσφραγισμένην, Ἐξ ἧς τὸ ἀθόλωτον ἡμῖν προῆλθεν, ὕδωρ τοῖς ἐν πίστει βοῶσιν· Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε ἁγνή.Ἄγγελοι καὶ ἄνθρωποι τὴν Παρθένον, ἐν ὕμνοις μεγαλύνωμεν· θεοπρεπῶς γὰρ εἰσῆλθεν, εἰς τὰ Ἅγια τῶν Ἁγίων.Διανέμοις τῶν χαρισμάτων τὴν σήν, Γαλήνην Θεοτόκε τῇ ψυχῇ μου, βρύουσα ζωήν, τοῖς σὲ τιμῶσι κατὰ χρέος, Αὐτὴ περιέπουσα καὶ σκέπουσα, καὶ διατηροῦσα βοᾶν σοι· Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε ἁγνή. Κανών β', ᾨδὴ θ', τοῦ Ἁγίου Κλήμεντος Ἦχος δ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Εὔα μὲν τῷ τῆς παρακοῆς νοσήματι, τὴν κατάραν εἰσῳκίσατο· σὺ δὲ Παρθένε Θεοτόκε, τῷ τῆς κυοφορίας βλαστήματι, τῷ κόσμῳ τὴν εὐλογίαν ἐξήνθησας· ὅθεν, σε πάντες μεγαλύνομεν».Ἰδοὺ σε χοροὶ Πατριαρχῶν συνόμιλον, Κλήμη ἔνδοξε δεξάμενοι, πόθῳ ἀγάλλονται ἀπαύστως, μεθ' ὧν συνεπευφραίνονται Μάρτυρες, Ἀπόστολοι Προφῆται καὶ Δίκαιοι, οἱ ἀπ' αἰῶνος ἀξιάγαστε.Ὥριμὸν σε βότρυν τῆς ζωῆς προσήγαγε, γεωργίᾳ τῇ τοῦ Πνεύματος, Πέτρος ὡς κλῆμα τῆς ἀμπέλου, ὑπάρχων Ἰησοῦ τοῦ Θεοῦ ἡμῶν, καὶ οἶνον εὐσεβείας ἀπέσταξας, τῆς ἀθεΐας μέθην παύοντα.Σοφίας καὶ χάριτος πλησθεὶς ἀνέβλυσας, διδαγμάτων Πάτερ ἄβυσσον, καὶ ἰαμάτων θεῖα ῥεῖθρα, δι' ὧν τοὺς ποταμοὺς τῶν παθῶν ἡμῶν, ξηραίνεις ἐπομβρίαις τοῦ Πνεύματος, Κλήμη Μαρτύρων ἐγκαλλώπισμα.Ἡ θεοφεγγὴς καὶ ἱερὰ καὶ εὔσημος, καὶ ἁγία καὶ περίβλεπτος, καὶ εὐκλεὴς καὶ φωτοφόρος ἐφέστηκεν ἡ μνήμη σου Ἔνδοξε, καρδίας καὶ ψυχὰς κατευφραίνουσα, τῶν κατὰ χρέος εὐφημούντων σε.ΘεοτοκίονΦέρεις ἐν ἀγκάλαις τὸν Θεὸν ὡς πύρινος, Παναγία θρόνος ἄχραντος, φύσιν βροτείαν εἰληφότα, καὶ ταύτῃ συμπλακέντα καθ' ἕνωσιν, ἀπόρρητον δι' οἶκτον ἀμέτρητον· ὅθεν σε πάντες μεγαλύνομεν. Κανών γ', ᾨδὴ θ', τοῦ Ἁγίου Πέτρου Ἦχος πλ. δ' Τὸν προδηλωθέντα ΤΟ ΑΚΟΥΤΕ Τὸν προορισθέντα ἁγίως ἱερατεύειν, καὶ ἱερωσύνης τέλος εὐκλεῶς εἰληφότα, καὶ Χριστοῦ μιμησάμενον πάθος, Πέτρον τὸν θεσπέσιον ὑμνήσωμεν.Ῥάβδῳ στηριχθέντα δυνάμεως τοῦ Κυρίου, καὶ ἱερουργήσαντα, καὶ ἱερουργηθέντα, καὶ Χριστῷ προσαχθέντα θυσίαν, Πέτρον τὸν θεσπέσιον ὑμνήσωμεν.Ὅλῃ συγκραθέντα τῇ αἴγλῃ τῇ τῆς Τριάδος, καὶ τῷ φανοτάτῳ ταύτης ἐνηδόμενον φέγγει, καὶ ἡμῖν σωτηρίαν αἰτοῦντα, Πέτρον τὸν θεόληπτον ὑμνήσωμεν.Νέμοις μοι ἀφθόνως ψυχῆς μου τὴν σωτηρίαν· ὡς γὰρ ἱεράρχης ἔχεις ἐξουσίαν τοῦ λύειν, καὶ δεσμεῖν τῶν πταισμάτων εὐθύνας, ταῖς σαῖς ἱκεσίαις Ἱερώτατε.ΘεοτοκίονΣὺ εἶ Θεοτόκε τὰ ὅπλα ἡμῶν καὶ τεῖχος, σὺ εἶ ἡ ἀντίληψις τῶν εἰς σὲ προστρεχόντων, σὲ καὶ νῦν εἰς πρεσβείαν κινοῦμεν, ἵνα λυτρωθῶμεν τῶν ἐχθρῶν ἡμῶν.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Τὸν προδηλωθέντα ἐν ὄρει τῷ Νομοθέτῃ, ἐν πυρὶ καὶ βάτῳ τόκον τὸν τῆς Ἀειπαρθένου, εἰς ἡμῶν τῶν πιστῶν σωτηρίαν, ὕμνοις ἀσιγήτοις μεγαλύνωμεν». Ἐξαποστειλάριον τῶν Ἁγίων Ἦχος β' Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ Νῦν εὔσημος ἐπέφανεν, ἡμῖν ἡμέρα φέρουσα, τοὺς εὐκλεεῖς διαδόχους, τῶν ἱερῶν Ἀποστόλων, Πέτρον ἅμα καὶ Κλήμεντα, τοὺς κήρυκας τῆς πίστεως, καὶ ἀηττήτους Μάρτυρας, ὧν τὴν ἐτήσιον μνήμην, πιστῶς τελέσωμεν πάντες. Θεοτοκίον τῆς Ἑορτῆς Ἦχος β' Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ Ἥν πάλαι προκατήγγειλε, τῶν Προφητῶν ὁ σύλλογος, στάμνον καὶ ῥάβδον καὶ πλάκα καὶ ἀλατόμητον ὄρος, Μαρίαν τὴν θεόπαιδα, πιστῶς ἀνευφημήσωμεν· σήμερον γὰρ εἰσάγεται, εἷς τὰ Ἅγια τῶν Ἁγίων, ἀνατραφῆναι Κυρίῳ. Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῶν Ἁγίων. Στιχηρὰ Προσόμοια τῶν Ἁγίων Ἦχος πλ. α' Χαίροις ἀσκητικῶν ΤΟ ΑΚΟΥΤΕ Χαίροις τὸ φωταυγὲς καὶ τερπνόν, τοῦ θείου Πνεύματος Σοφὲ καταγώγιον, τὸ κλῆμα τὸ ταῖς ἀρδείαις, ταῖς μυστικαῖς γεγονός, εὐθαλὲς παμμάκαρ καὶ πολύφορον· ἐξ οὗ ἐναπέσταξε, διδαγμάτων σωτήριον, γλεῦκος ποτίζον, καὶ εὐφραῖνον ἑκάστοτε, τῶν τιμώντων σε, τὰς καρδίας πανόλβιε. Μάρτυς ἀκαταγώνιστε, οὐράνιε ἄνθρωπε, τῆς Ἐκκλησίας ὁ στῦλος, τῶν εὐσεβῶν τὸ κραταίωμα, Χριστὸν καταπέμψαι, ταῖς ψυχαῖς ἡμῶν δυσώπει, τὸ μέγα ἔλεος. Ἦχος πλ. α' Χαίροις ἡ τῶν δογμάτων πηγή, ὁ τῶν ἀρρήτων ἑρμηνεὺς γραφικώτατος, ἡ γνῶσις τῶν ἀποκρύφων, τῆς Ἐκκλησίας στερρός, στῦλος τε καὶ βίος ἀπερίτρεπτος, κανών ἀκριβέστατος· μυστογράφος σοφώτατος· εὔστομος γλῶσσα, πᾶσαν αἵρεσιν τέμνουσα, ὥσπερ μάχαιρα, ὀξυτάτη καὶ δίστομος· ὄργανον τὸ ἡδύφθογγον· ὁ νοῦς ὁ οὐράνιος, Κλήμη Μαρτύρων τὸ κλέος, τῶν ἱεράθλων ἑδραίωμα, Χριστὸν καταπέμψαι, ταῖς ψυχαῖς ἡμῶν δυσώπει, τὸ μέγα ἔλεος. Ἦχος πλ. α' Ἔχων τὸν εὐσεβῆ λογισμόν, διαφερόντως, τῶν παθῶν αὐτοκράτορα, ὑπέστης ἀπεριτρέπτως, τὴν διὰ ξίφους πικράν, τελευτὴν Παμμάκαρ καὶ τὸν θάνατον, δι' οὗ τῆς ἐνθέου, μακαριότητος ἔτυχες καὶ τῆς γλυκείας, τοῦ Σωτῆρος μεθέξεως, καὶ τερπνότητος, ἀπολαύειν ἠξίωσαι. Πέτρε μακαριώτατε, ἡ πέτρα τῆς πίστεως, κλέος τῶν θείων Μαρτύρων, ἱεραρχῶν ἐγκαλλώπισμα, Χριστὸν καταπέμψαι, ταῖς ψυχαῖς ἡμῶν δυσώπει, τὸ μέγα ἔλεος. Ἦχος πλ. α' Λάμπων ἱερωσύνης στολή, καὶ μαρτυρίου τῷ στεφάνῳ κοσμούμενος, παρέστης Χριστῷ τῷ πάντων, Ἀρχιερεῖ καὶ Θεῷ, καὶ ἀναδειχθέντι πρωτομάρτυρι, διπλοῦν κομισάμενος, παρ' αὐτοῦ καὶ τὸ ἔπαθλον, ὃν ὡμολόγεις, τῷ Πατρὶ ὁμοούσιον, καὶ συνάναρχον, τῷ τεκόντι καὶ σύνθρονον, Ἄρειον τὸν δυσώνυμον, ἐκκόψας πανόλβιε, καὶ ἀπορρήξας εἰσάπαν, τῆς τῶν πιστῶν ὁμηγύρεως· καὶ νῦν ἐκδυσώπει, Πάτερ κόσμῳ δωρηθῆναι, τὸ μέγα ἔλεος. Θεοτοκίον Ἦχος δ' Σήμερον ὁ θεοχώρητος ναός, ἡ Θεοτόκος, ἐν ναῷ Κυρίου προσάγεται, καὶ Ζαχαρίας ταύτην ὑποδέχεται. Σήμερον τὰ τῶν Ἁγίων Ἅγια ἀγάλλονται, καὶ ὁ χορὸς τῶν Ἀγγέλων, μυστικῶς πανηγυρίζει, μεθ' ὧν καὶ ἡμεῖς ἑορτάζοντες σήμερον, σὺν τῷ Γαβριηλ ἐκβοήσωμεν· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ, ὁ ἔχων τὸ μέγα ἔλεος. Εἰς τὸν Στίχον τῶν Αἴνων, Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς.Ἦχος β' Οἶκος τοῦ Ἐφραθᾶ ΤΟ ΑΚΟΥΤΕΦῶς σε τὸ τριλαμπές, ἀνάψαν Θεοτοκε, ἐν τῷ Ναῷ τῆς δόξης, οὐράνιον τροφὴν σοι, ἐκπέμπει μεγαλῦνον σε.Στίχ. Ἀπενεχθήσονται τῷ Βασιλεῖ παρθένοι ὁπίσω αὐτῆς, αἱ πλησίον αὐτῆς ἀπενεχθήσονταί σοι.Ῥίζης μὲν ἐκ Δαυΐδ, ἐβλάστησας Παρθένε, Γαβριὴλ δὲ τὸ Χαῖρε, κομίζων σοι ἐβόα, Θεὸν δὴ τέξῃ πάναγνε.Στίχ. Ἀπενεχθήσονται ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει ἀχθήσονται εἰς ναὸν βασιλέως.Εὖγε τῆς ἱερᾶς, καὶ θείας ξυνωρίδος, Ἰωακεὶμ καὶ Ἄννης· ἀφ' ὧν Ἁγνὴ τεχθεῖσα, προσήχθης νῦν τῷ Κτίστῃ σου. Θεοτοκίον Ἦχος β' Οἶκος τοῦ Ἐφραθᾶ ΤΟ ΑΚΟΥΤΕ Πύλαι τῶν οὐρανῶν, εἰσδέξασθε Παρθένον, Μαρίαν ἀπειράνδρως, Ἁγνὴν τὴν Θεοτόκον, ἐξ ἧς βροτῶν ἡ λύτρωσις. Ἀντίφωνον α'Στίχ. Μέγας Κύριος καὶ αἰνετὸς σφόδρα.Στίχ. Δεδοξασμένα ἐλαλήθη περί σοῦ ἡ πόλις τοῦ Θεοῦ.Στίχ. Ὁ Θεὸς ἐν ταῖς βάρεσιν αὐτῆς γινώσκεται.Στίχ. Καθάπερ ἠκούσαμεν, οὕτω καὶ εἴδομεν.Ἀντίφωνον β'Στίχ. Ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ ὕψιστος.Στίχ. Ἁγιωσύνη καὶ μεγαλοπρέπεια ἐν τῷ ἁγιάσματι αὐτοῦ.Στίχ. Ἅγιος ὁ ναός σου, θαυμαστὸς ἐν δικαιοσύνῃ.Ἀντίφωνον γ'Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.Ἦχος δ'Σήμερον τῆς εὐδοκίας Θεοῦ τὸ προοίμιον, καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας ἡ προκήρυξις. Ἐν Ναῷ τοῦ Θεοῦ τρανῶς ἡ Παρθένος δείκνυται, καὶ τὸν Χριστὸν τοῖς πᾶσι προκαταγγέλλεται· Αὐτῇ καὶ ἡμεῖς μεγαλοφώνως βοήσωμεν· Χαῖρε τῆς οἰκονομίας τοῦ Κτίστου ἡ ἐκπλήρωσις.Στίχ. Πᾶσα ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθεν, ἐν κροσσωτοῖς χρυσοῖς περιβεβλημένη, πεποικιλμένη.Στίχ. Ἀπενεχθήσονται τῷ Βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς. ΚοινωνικὸνΠοτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι. Ἀλληλούϊα.
ΟΡΘΡΟΣ
May 22 Τῌ ΚΒ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΜΑΪΟΥΜνήμη τοῦ Ἁγίου Μάρτυρος Βασιλίσκου. ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς γ' καὶ τοῦ Ἁγίου γ'. Στιχηρὰ τοῦ Μάρτυρος Ἦχος δ' Ὡς γενναῖον ἐν Μάρτυσιν ΤΟ ΑΚΟΥΤΕ Βασιλείαν ἀσάλευτον, βασιλεύσας ἀπείληφας, Βασιλίσκε ἔνδοξε, καὶ παρίστασαι, τῷ βασιλεῖ τῶν δυνάμεων, σὺν πάσαις γηθόμενος, τῶν Ἀγγέλων στρατιαῖς, ἀναμέλπεις τε πάντοτε, τὸ ἀέναον, καὶ μακάριον ᾆσμα, φρυκτωρίαις, κατὰ μέθεξιν ταῖς θείαις, περιφανῶς αὐγαζόμενος. Ἦχος δ' Τοὺς σοὺς πόδας ὑπέδησαν, ταῖς κρηπῖσιν ἡλώσαντες, ἐν τῷ σὲ πορεύεσθαι τρίβους χαίροντα, τοῦ μαρτυρίου Ἀοίδιμε, μεθ' ὧν κατεπάτησας, κεφαλὴν τοῦ δυσμενοῦς, καὶ τελείως συνέτριψας, καὶ ἐβάδισας, εὐσταλῶς τὴν οὐράνιον πορείαν, τῷ Δεσπότῃ νικηφόρος, ἐμφανιζόμενος ἔνδοξε. Ἦχος δ' Προσευχῇ σου ἐβλάστησε, ξύλον ἄνικμον πρότερον, καὶ πηγὴν ἀνέβλυζε ζῶντος ὕδατος, τῇ δὲ ῥοῇ σου τοῦ αἵματος, ἡ γῆ καθηγίασται, ὁ ἀὴρ δὲ τῆς ψυχῆς, τῇ ἀνόδῳ πανόλβιε· ὅθεν πίστει σου, τὴν ἁγίαν τιμῶμεν Βασιλίσκε, καὶ πανέορτον ἡμέραν, ἐν ᾗ νομίμως ἠρίστευσας. ΘεοτοκίονΕἰ τύχοι ἡ νηστεία τῶν Ἀποστόλων Ἦχος δ' Ὡς γενναῖον ἐν Μάρτυσιν ΤΟ ΑΚΟΥΤΕ Ὡς πρεσβείαν ἀκοίμητον, καὶ παράκλησιν ἔμμονον, κεκτημένη πάναγνε πρὸς τὸν Κύριον, τοὺς πειρασμοὺς κατακοίμισον, τὰ κύματα πράϋνον, τῆς ἀθλίας μου ψυχῆς, καὶ ἐν θλίψει ὑπάρχουσαν τὴν καρδίαν μου, παρακάλεσον Κόρη, δυσωπῶ σε, καὶ χαρίτωσον τὸν νοῦν μου, ὅπως ἀξίως δοξάζω σε. ΣταυροθεοτοκίονΕἰ τύχοι ἡ νηστεία τῶν Ἀποστόλων Ἦχος δ' Ὡς γενναῖον ἐν Μάρτυσιν ΤΟ ΑΚΟΥΤΕ Τὸν ἀμνὸν καὶ ποιμένα σε, ἐπὶ ξύλου ὡς ἔβλεψεν, ἡ Ἀμνὰς ἡ τέξασα ἐπωδύρετο, καὶ μητρικῶς σοι ἐφθέγγετο, Υἱὲ ποθεινότατε, ταῦτά σοι ὁ ἀπειθής, δῆμος ἀνταποδίδωσιν, ὁ θαυμάτων σου, ἀπολαύσας μεγίστων, ἀλλὰ δόξα, τῇ ἀρρήτῳ σου καὶ θείᾳ, συγκαταβάσει φιλάνθρωπε. Ἀπολυτίκιον τοῦ Ἁγίου Μάρτυρος Ἦχος δ' ΤΟ ΑΚΟΥΤΕ Ὁ Μάρτυς σου, Κύριε, ἐν τῇ ἀθλήσει αὐτοῦ, τὸ στέφος ἐκομίσατο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· ἔχων γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλεν, ἔθραυσε καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση. Αὐτοῦ ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Κανὼν τοῦ Μάρτυρος, οὗ ἡ Ἀκροστιχίς.Τὸν παμμέγιστον Βασιλίσκον αἰνέσω.Ποίημα Ἰωσήφ.ᾨδὴ α' Ἦχος πλ. δ' ᾎσμα ἀναπέμψωμεν ΤΟ ΑΚΟΥΤΕ Ταύτην τὴν φαιδράν σου ἑορτήν, τοὺς εὐσεβῶς γεραίροντας, Μάρτυς πολύαθλε, τὸν Βασιλέα Χριστόν, ἱκέτευε σῴζεσθαι, καὶ τῆς ἐπουρανίου, βασιλείας μετόχους γενέσθαι.Ὅλος τῇ ἀγάπῃ τοῦ Χριστοῦ, ἀνακραθεὶς πανόλβιε, σαρκὸς ἠλόγησας, ὡς φθείρεσθαι μελλούσης, καὶ ἤνεγκας βάσανα, γνὼμῃ ἀνδρειοτάτῃ, στηλιτεύσας εἰδώλων τήν πλάνην.Νύκτα ἀγνωσίας φωτισμῷ, τοῦ παναγίου Πνεύματος, καταλαμπόμενος, παρῆλθες Βασιλίσκε, καὶ ἄθλων λαμπρότησιν, ἥλιος καθωράθης, πᾶσαν κτίσιν φαιδρῶς καταυγάζων. ΘεοτοκίονΠόκον προεώρα Γεδεών, τὴν ἄχραντον γαστέρα σου, δρόσον τὴν οὐράνιον, Παρθένε δεξαμένην, θαλάσσας ξηραίνουσαν, Κόρη, τῆς ἀθεΐας, καὶ τακείσας ἀρδεύουσαν φρένας. Κανών α', ᾨδὴ γ', τοῦ Μάρτυρος Ἦχος πλ. δ' Σὺ εἶ τὸ στερέωμα ΤΟ ΑΚΟΥΤΕ Αἵμασιν ἀθλήσεως, εἰδωλικὴν πυρὰν ἔσβεσας, καὶ τῆς τρυφῆς, Μάρτυς τῷ χειμάρρῳ, ἐντρυφᾷς ἀγαλλόμενος.Μάρτυρα Τριάδος σε, ἡ ἐκλεκτὴ δυὰς ἔνδοξε, τῶν Ἀθλητῶν, ἀπολειπομένη, πρὸς Χριστὸν ἀπεδήμησεν.Μένεις τῶν συνάθλων σου, ἀπολειφθείς, Χριστὸν Κύριον, ὁμολογῶν πάντων Βασιλέα, Βασιλίσκε πολύαθλε. ΘεοτοκίονΕὕροιμὶ σε Πάναγνε, χειραγωγοῦσάν με πάντοτε, πρὸς ἀρετάς, καὶ πρὸς μετανοίας, τὰς ὁδοὺς ἐμβιβάζουσαν. Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Σὺ εἶ τὸ στερέωμα, τῶν προστρεχόντων σοι Κύριε, σὺ εἶ τό, φῶς, τῶν ἐσκοτισμένων, καὶ ὑμνεῖ σε τὸ πνεῦμά μου». Κάθισμα τοῦ Μάρτυρος Ἦχος α' Τὸν τάφον σου Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ Τῷ μόνῳ βασιλεῖ, νῦν παρίστασαι χαίρων, διάδημα φαιδρόν, καὶ στολὴν ἐξ οἰκείων, βαφεῖσαν αἱμάτων σου, ἱερῶς περικείμενος, καὶ θεούμενος, καθαρωτάτῃ μεθέξει· ὅθεν σήμερον, τὴν παναγίαν σου μνήμην, τελοῦντες ὑμνοῦμέν σε. ΚάθισμαΕἰ τύχοι ἡ νηστεία τῶν Ἀποστόλων Ἦχος α' Τὸν τάφον σου Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ Τῷ μόνῳ βασιλεῖ, νῦν παρίστασαι χαίρων, διάδημα φαιδρόν, καὶ στολὴν ἐξ οἰκείων, βαφεῖσαν αἱμάτων σου, ἱερῶς περικείμενος, καὶ θεούμενος, καθαρωτάτῃ μεθέξει· ὅθεν σήμερον, τὴν παναγίαν σου μνήμην, τελοῦντες ὑμνοῦμέν σε.Δόξα... Καὶ νῦν... ΘεοτοκονΠροστάτιν πρὸς Θεόν, κεκτημένοι σε πάντες, προστρέχομεν σεμνή, τῷ ἁγίῳ ναῷ σου, αἰτούμενοι βοήθειαν, παρὰ σοῦ Ἀειπάρθενε, ῥῦσαι οὖν ἡμᾶς, τῆς τῶν δαιμόνων κακίας, καὶ ἐξάρπασον, ἐκ καταδίκης φρικώδους, τοὺς σὲ μακαρίζοντας. Ἢ ΣταυροθεοτοκίονὪ θαύματος καινοῦ! ὢ φρικτοῦ μυστηρίου! ἐβόα ἡ ἀμνὰς καὶ πανάμωμος Κόρη, ἐν ξύλῳ ὡς ἑώρακεν, ἁπλωθέντα τὸν Κύριον, ὁ τὰ σύμπαντα, ἐν τῇ δρακὶ περιφέρων, πῶς κατάκριτος, ὑπὸ κριτῶν παρανόμων, Σταυρῷ κατακρίνεται; Κανών α', ᾨδὴ δ', τοῦ Μάρτυρος Ἦχος πλ. δ' Εἰσακήκοα Κύριε ΤΟ ΑΚΟΥΤΕ Γηπονήσας τὴν ἄρουραν, Μάρτυς τῆς ψυχῆς σου ἑκατοστεύοντα, στάχυν ἤνεγκας ἀθλήσεως, ἀποθήκαις θείαις συντηρούμενον.Ἱερᾶς ἐπακήκοας, ἄνωθεν παμμάκαρ φωνῆς καλούσης σε, καὶ τὸ πέρας τῆς ἀθλήσεως, βεβαιούσης Μάρτυς παναοίδιμε.Σταθερὰν ἐνδεικνύμενος, ἔνδοξε τὴν ἔνστασιν ἐκαρτέρησας, ταῖς ἁλύσεσι δεσμούμενος, καὶ τῆς πλάνης λύων πάντα σύνδεσμον.Τὸν Σατὰν ἀπηγχόνισας, θείαις ἀθληφόρε νευραῖς τῶν λόγων σου· νίκης ὅθεν κεκαλλώπισαι, Βασιλίσκε μάρτυς διαδήμασι. ΘεοτοκίονὉ Πατρὶ ὁμοούσιος, ὤφθη κατὰ πάντα ἀνθρώποις ὅμοιος, σαρκωθεὶς καθὼς ηὐδόκησεν, ἐκ τῶν σῶν αἱμάτων Παναμώμητε. Κανών α', ᾨδὴ ε', τοῦ Μάρτυρος Ἦχος πλ. δ' Ὀρθρίζοντες βοῶμέν σοι ΤΟ ΑΚΟΥΤΕ Νομίμως ἐναθλῆσαι ἑλόμενος, ἀνομοῦντας, δυνάμει τοῦ Πνεύματος, Μάρτυς θεόφρον κατῄσχυνας.Βαδίζων θαρσαλέως τὴν τρίβον, τοῦ μαρτυρίου, τὰ κέντρα συνέτριψας, τοῦ πολεμήτορος Ἔνδοξε.Αἱ βάσεις σου τοῖς ἥλοις θεόφρον, ἐμπεπαρμέναι, ἐχθροῦ πολυμήχανον, κάραν τελείως συνέθλασαν. ΘεοτοκίονΣαρκὸς ἐν ὁμοιώματι τέτοκας, Θεοτόκε, τὸν ἀκατανόητον, καὶ ἀπερίληπτον Κύριον. Κανών α', ᾨδὴ ς', τοῦ Μάρτυρος Ἦχος πλ. δ' Τὴν δέησιν ἐκχεῶ ΤΟ ΑΚΟΥΤΕ Ἰκρίῳ τὸν ὑψωθέντα κηρύττων, ἐν ξηρῷ δεσμῆσαι ξύλῳ καὶ τοῦτο, σῶν προσευχῶν, ἑπομβρίαις δεικνύεις, χλωρὸν καὶ φύλλοις παντοίοις κατάκομον, εἰς στήριγμα τῶν εὐσεβῶν, Βασιλίσκε καὶ κλέος τῶν πόνων σου.Λυθέντα σε σαρκικῆς προσπαθείας, οἱ παράνομοι ἀδίκως δεσμοῦσι, καὶ σιδηροῖς, περονίζουσιν ἥλοις, καὶ μακροτάταις ὁδοῖς συνελαύνουσι, τῷ αἵματι πᾶσαν τήν γῆν, ἁγιάζοντα Μάρτυς πολύαθλε.Ἱστάμενος καὶ δεσμούμενος χεῖρας, ἀνεπτέρωσας καρδίας τὸ ὄμμα, πρὸς τὸν Θεόν, καὶ πηγὴν ἀναβλύσαι, ὕδατος ζῶντος αὐτὸν ἐδυσώπησας, εἰς μνήμην σου πανευκλεῆ, καὶ ψυχῶν θεραπείαν Μακάριε. ΘεοτοκίονΣυντρίμματα τῆς ἀθλίας ψυχῆς μου, καὶ τὰ χρόνια ἰάτρευσον πάθη, τὸν ἰατρόν, τῶν ψυχῶν καὶ σωμάτων, ἀνερμηνεύτως Παρθένε κυήσασα, καὶ σῶσόν με τὸν ἐπὶ σοί, τὰς ἐλπίδας Πανάμωμε θέμενον. Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν, ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾍδη προσήγγισε, καὶ δέομαι ὡς Ἰωνᾶς· Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε». Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν Τῇ ΚΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Βασιλίσκου. ΣτίχοιὉ Βασιλίσκος ἐκτομῇ δοὺς τὴν κάραν,Πατεῖ νοητοῦ βασιλίσκου τὴν κάραν.Εἰκάδι δευτερίῃ Βασιλίσκος φάσγανον ἔτλη.Ὁ Ἅγιος Μάρτυς Μάρκελλος, μόλυβδον κοχλάζοντα ποτισθείς, τελειοῦται.Ὁ Ἅγιος μάρτυς Κόδρος ὑπὸ ἵππων συρόμενος τελειοῦται.Ὁ Ἅγιος Ἰωάννης ὁ Βλαδίμηρος, ὁ βασιλεὺς καὶ θαυματουργός, ξίφει τελειοῦται.Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν. Κανών α', ᾨδὴ ζ', τοῦ Μάρτυρος Ἦχος πλ. δ' Παῖδες Ἑβραίων ΤΟ ΑΚΟΥΤΕ Κόσμος Μαρτύρων ἀνεδείχθης, ὑπερκόσμια σκηνώματα Τρισμάκαρ, κατοικῶν καὶ ἡμῖν, τοῖς πόθῳ σε τιμῶσι, τὸ κοσμικὸν κλυδώνιον, κατευνάζων σαῖς πρεσβείαις.Οἶκος Τριάδος ἀνεδείχθης, τὰ ἰνδάλματα βωμούς τε τῶν εἰδώλων, καταράσσων σοφέ, καὶ ψάλλων τῷ Δεσπότῃ· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.Νέμει σοι γέρα ὁ Δεσπότης, ἐναθλήσαντι στερρῶς καὶ καθελόντι, μηχανὰς τοῦ ἐχθροῦ, καὶ μέλποντι συντόνως· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας,Ἄλλο στερέωμα ἐδείχθης, ὥσπερ ἥλιον τοὺς ἄθλους κεκτημένον, καὶ ὡς ἄστρα τῶν σῶν θαυμάτων Βασιλίσκε, τὴν ἱερὰν λαμπρότητα, καὶ πληθὺν εἰς τοὺς αἰῶνας. ΘεοτοκίονἼδε ἣν ἔφησε Παρθένον, ἐν τῷ Πνεύματι ὁ μέγας Ἡσαΐας, ἐν γαστρὶ τὸν Θεόν, συνέλαβε καὶ τίκτει, ᾧ μελῳδοῦμεν, Κύριε, ὁ Θεος εὐλογητος εἶ. Κανών α', ᾨδὴ η', τοῦ Μάρτυρος Ἦχος πλ. δ' Νικηταὶ τυράννου ΤΟ ΑΚΟΥΤΕ Νικητὴς τυράννων, καὶ πνευμάτων Ἔνδοξε τῆς πονηρίας, ἀνεδείχθης μέλπων, τῷ σὲ δυναμώσαντι ἀκαταπαύστως· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.Ἑνεκρώθης κόσμῳ, τῷ νεκροῖς διδόντι δὲ ζωὴν Δεσπότῃ, Βασιλίσκε Μάρτυς, ἀκλινῶς ἑπόμενος ἔψαλλες χαίρων· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.Σώματος βασάνους, ἐνεγκὼν στερρότητι ψυχῆς θεόφρον, Ἀσωμάτοις θείοις, συγχορεύων αἴνεσιν Θεῷ προσάγεις· Εὐλογεῖτε λέγων, τα ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. ΘεοτοκίονὬφθης πλατυτέρα, οὐρανῶν, χωρήσασα Θεον ἐν μήτρᾳ, τὸν στενοχωρίας πονηρὰς ῥυόμενον τοὺς μελῳδοῦντας· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Νικηταὶ τυράννου, καὶ φλογὸς τῇ χάριτί σου γεγονότες, οἱ τῶν ἐντολῶν σου σφόδρα, ἀντεχόμενοι Παῖδες ἐβόων· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας». Κανών α', ᾨδὴ θ', τοῦ Μάρτυρος Ἦχος πλ. δ' Ἔφριξε πᾶσα ἀκοὴ ΤΟ ΑΚΟΥΤΕ Ἱστίῳ Μάρτυς τοῦ Σταυροῦ, τῶν βασάνων διελθὼν τὸ κλυδώνιον, τὸν γαληνότατον, τῆς βασιλείας, ὅρμον κατέλαβες, καὶ ὥσπερ ἔμπορος καλός, τὸν φόρτον διέσωσας, τῆς εὐσεβείας Χριστῷ, τῷ τῶν ὅλων Βασιλεῖ καὶ Θεῷ ἡμῶν.Ὡς πάλαι πῦρ ἐξ οὐρανοῦ, ὁ θεσβίτης Ἠλιοὺ κατηγάγετο, οὕτω Μακάριε, τῇ σῇ δεήσει φλόγα κατήγαγες, δι' ἧς ἐκκαίεται ναός, εἰδώλων καὶ ξόανα, δαιμόνων φλέγονται, καὶ Θεὸς ὁ ποιητὴς μεγαλύνεται.Σώματος λέλυσαι σοφέ, τῇ τοῦ ξίφους ἐκτομῇ δεξαμένων σου, σεπτῶν Δυνάμεων, τὸ θεῖον πνεῦμα νικῆσαν χάριτι, τῆς πονηρίας τὰ δεινά, πανόλβιε πνεύματα, καὶ νῦν τὰ ἄνω οἰκεῖς, στεφηφόρος Βασιλίσκε βασίλεια.Ἡ γῆ μὲν Μάρτυς τῇ ταφῇ, οὐρανὸς δὲ τῇ ψυχῇ καθηγίασται, τῇ σῇ θεόπνευστε· ὡς γὰρ πορφύραν λαμπρὰν ἐξ αἵματος, περιβαλλόμενος τοῦ σοῦ, Χριστῷ τῷ Θεῷ ἡμῶν, συμβασιλεύεις ἀεί, μεμνημένος τῶν πιστῶς μεμνημένων σου. ΘεοτοκίονΦύσει μὲν πέφυκας Θεός, ἀλλ' ἠνέσχου περιθέσθαι τὸν ἄνθρωπον μήτραν ἀμώμητον, ἐθελουσίως, εἰσδὺς Φιλάνθρωπε· ὅθεν διπλᾶς τὰς φυσικάς, εἰδότες θελήσεις σου, σὲ μεγαλύνομεν, τὴν Μητέρα σου πιστῶς μακαρίζοντες. Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ἔφριξε πᾶσα ἀκοή, τὴν ἀπόρρητον Θεοῦ συγκατάβασιν, ὅπως ὁ Ὕψιστος, ἑκὼν κατῆλθε μέχρι καὶ σώματος, παρθενικῆς ἀπὸ γαστρός, γενόμενος ἄνθρωπος· διὸ τήν ἄχραντον, Θεοτόκον οἱ πιστοὶ μεγαλύνομεν».
ΛΕΙΤΟΥΡΓΙΕΣ
Apr 05 Τῌ Ε' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΑΠΡΙΛΙΟΥΜνήμη τῶν Ἁγίων Μαρτύρων Κλαυδίου, Διοδώρου, Οὐΐκτωρος, Οὐϊκτωρίνου, Παππίου, Νικηφόρου καὶ Σεραπίωνος. ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ Στιχηρὰ τῶν Μαρτύρων Ἦχος δ' Ὡς γενναῖον ἐν Μάρτυσιν ΤΟ ΑΚΟΥΤΕ Ὀφθαλμοὺς ἐκκεντούμενοι, καὶ δακτύλους κοπτόμενοι, καὶ πλευρὰς ξεόμενοι, καὶ κρεμάμενοι, καὶ τὰ ὀστᾶ συντριβόμενοι, καὶ ξίφει τεμνόμενοι, μεληδὸν καὶ κεφαλήν, τοῦ δολίου συντρίψαντες, οὐκ ἠρνήσασθε, τὸν Σωτῆρα τῶν ὅλων, οὐ ξοάνοις, ἐπεθύσατε ἀλόγως, Μεγαλομαρτυρες ἔνδοξοι. Ἦχος δ' Σὺν Κλαυδίῳ τιμήσωμεν, Νικηφόρον τὸν ἔνδοξον, τὸν σεπτὸν Διόδωρον καὶ Οὐΐκτωρα, Οὐϊκτωρῖνον Παππίαν τε, καὶ τὸν Σεραπίωνα, τὸν ἑπτάριθμον χορόν, τὸ πανάγιον ἄθροισμα, τὴν ὁλόκληρον, ἐκκλησίαν, τὸν δῆμον τὸν ἁπάσας, τῶν δαιμόνων μυριάδας, ξίφει ἀνδρείας συγκόψαντα. Ἦχος δ' Οἱ τὸ πάθος τὸ ἅγιον, τοῦ Χριστοῦ μιμησάμενοι, καὶ τῇ θείᾳ χάριτι φυγαδεύοντες, πάθη ψυχῆς τε καὶ σώματος, οἱ στῦλοι οἱ ἄσειστοι, οἱ φωστῆρες τῶν πιστῶν, οἱ τὸν δόλιον κτείναντες, οἱ πανεύδιοι, τῶν ἐν ζάλῃ λιμένες, οἱ τὰ ἄνω κατοικοῦντες ἐπαξίως, μεγαλυνέσθωσαν Μάρτυρες. Θεοτοκίον Ἦχος δ' Ὡς γενναῖον ἐν Μάρτυσιν ΤΟ ΑΚΟΥΤΕ Τὴν σκηνὴν τὴν ἀμόλυντον, τὴν νεφέλην τὴν ἔμψυχον, τὸν ναὸν τὸν ἅγιον, τοῦ Θεοῦ ἡμῶν, τὴν ἀδιάβατον γέφυραν, τὴν στάμνον, τὴν πάγχρυσον, τὴν ἁγίαν κιβωτόν, τὴν μετάρσιον κλίμακα, τὸ εὐρύχωρον, τοῦ Δεσπότου χωρίον, τὴν Παρθένον, καὶ Μητέρα τοῦ Κυρίου, περιφανῶς μακαρίσωμεν. Σταυροθεοτοκίον Ἦχος δ' Ὡς γενναῖον ἐν Μάρτυσιν ΤΟ ΑΚΟΥΤΕ Τὸν ἀμνὸν καὶ Ποιμένα σε, ἐπὶ ξύλου ὡς ἔβλεψεν, ἡ Ἀμνὰς ἡ τέξασα, ἐπωδύρετο, καὶ μητρικῶς σοι ἐφθέγγετο· Υἱὲ ποθεινότατε, πῶς ἐν ξύλῳ τοῦ Σταυροῦ, ἀνηρτήθης μακρόθυμε; πῶς τὰς χεῖράς σου, καὶ τοὺς πόδας σου Λόγε, προσηλώθης, ὑπ' ἀνόμων καὶ τὸ αἷμα, τὸ σὸν ἐξέχεας Δέσποτα; Ἀπολυτίκιον τῶν Μαρτύρων Ἦχος δ' Ταχὺ προκατάλαβε ΤΟ ΑΚΟΥΤΕ ή ΤΟ ΑΚΟΥΤΕ Οἱ μάρτυρές σου Κύριε, ἐν τῇ ἀθλήσει αὐτῶν, στεφάνους ἐκομίσαντο τῆς ἀφθαρσίας ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· σχόντες γὰρ τὴν ἰσχύν σου τοὺς τυράννους καθεῖλον, ἔθραυσαν καὶ δαιμόνων τὰ ἀνίσχυρα θράση, αὐτῶν ταῖς ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Κανών α', ᾨδὴ α', τῶν Μαρτύρων Ἦχος δ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Θαλάσσης, τὸ Ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς πεζεύσας Ἰσραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρήμῳ ἐτροπώσατο».Τὸν δρόμον, τὸν ἱερὸν τελέσαντες, Ἅγιοι Μάρτυρες, στεφηφοροῦντες θρόνῳ τοῦ Θεοῦ, μετὰ δόξης παρίστασθε, φωτιστικαῖς τοῦ Πνεύματος, κόσμον ἀκτῖσι καταυγάζοντες.Ἡ θεία, τῶν Ἀθλητῶν ἑπτάριθμος, χορεία σήμερον, μεγαλυνέσθω, θείαις καλλοναῖς, ἱερῶς ἐξαστράπτουσα, καὶ ἀσωμάτοις τάξεσιν, ἐν οὐρανοῖς νῦν συγχορεύουσα.Νομίμως τὸ Μαρτυρίου στάδιον, διαδραμόντες Σοφοί, καὶ αἰκισμῶν παντοίων προσβολάς, ἐνεγκόντες, στερρότατα, τὴν κληρουχίαν χαίροντες, τὴν αἰωνίζουσαν εἰλήφατε.ΘεοτοκίονἘν χρόνῳ, ὁ ἔξω χρόνων Κύριος, ἐκ σοῦ σαρκούμενος, τὰ τῶν βροτῶν διέλυσεν Ἁγνή, πολυχρόνια πταίσματα· Ὃν ἐκτενῶς ἱκέτευε, τοῦ οἰκτειρῆσαι τὰς ψυχὰς ἡμῶν. Κανών α', ᾨδὴ γ', τῶν Μαρτύρων Ἦχος δ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα· Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγή, καὶ στερέωμα».Παντοίοις διὰ Χριστόν, προσομιλοῦντες αἰκισμοῖς Ἅγιοι, ὑπὲρ χρυσὸν χάριτι, Πνεύματος Ἁγίου ἠστράψατε.Τοῦ νώτου σου συντριβήν, Οὐϊκτωρῖνε, ὀφθαλμῶν στέρησιν, καὶ τῶν χειρῶν ἔνδοξε, Μάρτυς καὶ ποδῶν ἐκαρτέρησας.Ἀγάπῃ τῇ εἰς Χριστόν, προσδεδεμένοι Ἀθληταὶ ἔνδοξοι, τοῦ σκολιοῦ δράκοντος, πάσας μηχανὰς διελύσατε.ΘεοτοκίονῬυόμενον τοὺς βροτούς, αἰχμαλωσίας νοητῆς τέτοκας, τὸν τοῦ παντὸς Κύριον, ἄχραντε Παρθένε πανύμνητε. Κάθισμα Ἦχος δ' Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ΤΟ ΑΚΟΥΤΕ Τοὺς πολυτρόπους αἰκισμοὺς ἐνεγκόντες, ἐν ἀπτοήτῳ λογισμῷ Ἀθλοφόροι, ὑπὲρ ἡλίου λάμπετε φαιδρότητα· ὅθεν τὴν φαιδρὰν ὑμῶν, ἑορτάζομεν μνήμην, πίστει ἱκετεύοντες, ταῖς ὑμῶν μεσιτείαις, ἁμαρτημάτων λύτρωσιν λαβεῖν, καὶ αἰωνίων καλῶν τὴν ἀπόλαυσιν.ΘεοτοκίονΤῶν δωρεῶν σου τῶν σεπτῶν ἀπολαύοντες, οὐ σιωπήσομεν ὑμνεῖν Θεοτόκε, τὰ σὰ ἐλέη πάντοτε οἱ δούλοί σου, κράζοντες καὶ λέγοντες· Παναγία Παρθένε, πάντας ἐξελοῦ ἡμᾶς, ἐξ ἐχθρῶν ἀοράτων, καὶ ἀναγκῶν καὶ πάσης ἀπειλῆς· σὺ γὰρ ὑπάρχεις ἡμῶν ἡ ἀντίληψις.Ἢ ΣταυροθεοτοκίονΟὐ φέρω βλέπειν σε Σταυρῷ τεταμένον, Μήτηρ ἡ σὴ Παμβασιλεῦ ἀνεβόα· ὃν ὑπὲρ φύσιν τέτοκα Υἱὸν καὶ Θεόν· οἶδα γάρ σου Δέσποτα, τὸ φιλάνθρωπον οἶδα, ὅπως πάσχεις ἕνεκα, τῆς βροτῶν σωτηρίας, ἀλλ' οὖν οὐ σθένω Τέκνον μητρικάς, φέρειν ὀδύνας, Σταυρῷ καθορῶσά σε. Κανών α', ᾨδὴ δ', τῶν Μαρτύρων Ἦχος δ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Ἐπαρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία, ἐπὶ Σταυροῦ τὸν Ἥλιον τῆς δικαιοσύνης, ἔστη ἐν τῇ τάξει αὐτῆς, εἰκότως κραυγάζουσα· Δόξα τῇ δυνάμει σου Κύριε».Ἰοβόλον ἀπερράπισας πονηρίαν, τοῦ δυσμενοῦς ἐν χάριτι, Οὐΐκτωρ θεόφρον, γλῶσσαν ἀφαιρούμενος, πλευράς τε ξεόμενος, καὶ μαρτυρικῶς κλεϊζόμενος.Θυρεῷ τῆς εὐσεβείας ἐμπεφραγμένος, τὴν συντριβὴν τοῦ σώματος, Μάρτυς Νικηφόρε, σταθερῶς ὑπήνεγκας, βοῶν τῷ Δεσπότῃ σου· Δόξα τῇ δυνάμει σου Κύριε.Μεγαλύνων τὸν τῶν ὅλων Θεὸν προθύμως, Κλαύδιος ὁ πανάριστος, χεῖράς τε καὶ πόδας, ἀφαιρεῖται θλώμενος, τυράννου ὠμότητι, λίθοις σιαγόνας γηθόμενος.Οὐκ ἑπτήξατε Πανεύφημοι τρικυμίας, πολυειδεῖς κολάσεων, οὐ θάνατον δόξης, αἰωνίου πρόξενον, ἐν πίστει κραυγάζοντες· Δόξα τῇ δυνάμει σου Κύριε.ΘεοτοκίονΝοερῶς σε ὁ Προφήτης προεθεώρει, ὄρος Σεμνὴ κατάσκιον, ἐξ οὗ ὁ Δεσπότης, ἀληθῶς ἐπέφανε, σαρκὸς ὁμοιώματι, σῴζων ἐκ φθορᾶς τὸ ἀνθρώπινον. Κανών α', ᾨδὴ ε', τῶν Μαρτύρων Ἦχος δ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Σὺ Κύριέ μου φῶς, εἰς τὸν κόσμον ἐλήλυθας, φῶς ἅγιον ἐπιστρέφον, ἐκ ζοφώδους ἀγνοίας, τοὺς πίστει ἀνυμνοῦντάς σε».Μεγάλοις αἰκισμοῖς, ὁμιλήσας Διόδωρε, ὑπέφερες ὀβελίσκων, πυρακτώσεις, προθύμως, ἀνθράκων τε κατάφλεξιν.Ἀσάλευτον τὸν νοῦν, Σεραπίων διέμεινας, κρεμάμενος καὶ βασάνοις, ὁμιλῶν πολυτρόποις, καὶ ξίφει τελειούμενος.Ῥομφαίας τοῦ ἐχθροῦ, ὦ Παππία ἀπήμβλυνας, ξεόμενος καὶ τοῖς ἥλοις, καθηλούμενος Μάρτυς, καὶ ὕδασι ποντούμενος.ΘεοτοκίονΤὴν πτῶσιν τῶν βροτῶν, ἐπηνώρθωσας Δέσποινα, κυήσασα, Θεὸν Λόγον, τὸν τοὺς κατερραγμένους ἐπανορθοῦν δυνάμενον. Κανών α', ᾨδὴ ς', τῶν Μαρτύρων Ἦχος δ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι· ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι' οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι».Ὑμνείσθω, Σεραπίων καὶ θεῖος Διόδωρος, Οὐϊκτωρῖνος, Παππίας, Νικηφόρος, Κλαύδιος καὶ Οὐΐκτωρ, ὡς τὴν πλάνην, τοῦ δολίου τελείως νικήσαντες.Ῥομφαῖαι, στομωθεῖσαι ὡράθητε Πνεύματι, καὶ διεκόψατε πάσας, τοῦ ἐχθροῦ τὰς φάλαγγας, Ἀθλοφόροι, οὐρανίου, βασιλείας καλῶν ἀπολαύοντες.Ὦ θαῦμα! πῶς εἰς ὅλμον βληθέντες ἐθλάσθητε, καθάπερ σῖτος Οὐΐκτωρ, καὶ Οὐϊκτωρῖνε τῇ συντριβῇ τε, τῶν ὀστέων, τὰς παγίδας ἐχθροῦ συνετρίψατε!ΘεοτοκίονΝεύρωσον, τῆς ψυχῆς μου τὸν τόνον Πανάμωμε, τῇ συνεχεῖ ἀμελείᾳ, καὶ τῇ ἁμαρτίᾳ κεχαυνωμένον, ἵνα πίστει, καὶ προθυμίᾳ μέλπω σε πάντοτε. Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν Τῇ Ε' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων Κλαυδίου, Διοδώρου, Οὐΐκτωρος Οὐϊκτωρίνου, Παππίου, Σεραπίωνος καὶ Νικηφόρου.ΣτίχοιΣπεύδεις ὀκλάζων, Κλαύδιε, πρὸς σὸν γόνυ,Τομῇ κεφαλῆς, πρὸς Θεοῦ δραμεῖν γόνυ.Πέμπτῃ Κλαυδίου κεφαλὴν τάμε χεὶρ φονόεσσα.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ὁσίας Μητρὸς ᾑμων Θεοδώρας τῆς ἐν Θεσσαλονίκῃ.ΣτίχοιΘεσσαλονίκη, σχοῦσα καλὰ μυρία,Καὶ Θεοδώραν πλοῦτον ἄσυλον φέρεις.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Θεοδώρας καὶ Διδύμου.ΣτίχοιΣὺν τῇ συνάθλῳ, Δίδυμε, τμηθεὶς φλέγῃ,Φέρων σὺν αὐτῇ δίδυμον τιμωρίαν.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Θέρμου.ΣτίχοιΘέρμην ἔρωτος ἐνθέου Θέρμος φέρων,Θέρμην πυρὸς φλέγοντος ὡς ψύξιν κρίνει.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων γυναικῶν κυρίας καὶ δούλης.ΣτίχοιἘχρῆν ἕπεσθαι κυρίᾳ τὴν δουλίδα,Ἐκ γῆς ἰούσῃ πρὸς Θεὸν διὰ ξίφους.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Πομπηΐου.ΣτίχοιὩς ζῶν πρόβατον Πομπήϊε Κυρίου,Χέεις, ἀμελχθεὶς αὐχένα ξίφει, γάλα.Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ζήνων πίσσαν χρισθείς, καὶ εἰς πῦρ βληθείς, καὶ δόρατι ἔνδον τῆς πυρᾶς τρωθείς, τελειοῦται.ΣτίχοιἎθλος τριπλοῦς Ζήνωνι, πίσσα, πῦρ, δόρυ.Οἶμαι, δι' ἣν ἔπασχε ταῦτα Τριάδα.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Μαξίμου καὶ Τερεντίου.ΣτίχοιἼσου μετέσχον καὶ στέφους, ὡς καὶ τέλους,Τερέντιος, Μάξιμος, οἷς τομὴ τέλος.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων πέντε Μαρτύρων νεανίδων τῶν ἀπὸ Λέσβου.ΣτίχοιἈθληφόρους τίθησι Λεσβίας κόρας,Μίαν, δύο, τρεῖς, τέσσαρας πέντε, ξίφος.Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν. Κανών α', ᾨδὴ ζ', τῶν Μαρτύρων Ἦχος δ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Ἐν τῇ καμίνῳ, Ἀβραμιαῖοι παῖδες τῇ Περσικῇ, πόθῳ εὐσεβείας μᾶλλον ἢ τῇ φλογί, πυρπολούμενοι ἐκραύγαζον· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε».Ταθεὶς Οὐΐκτωρ, τὰς πλευρὰς κατεξάνθης πανένδοξε, ὅλμῳ συνθλασθείς, καὶ γλῶτταν δὲ ἐκτμηθείς, ἀναμέλπων τετελείωσαι· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε.Ἰσχὺϊ Μάρτυς, τοῦ θείου Πνεύματος Κλαύδιε, νώτου καὶ κοιλίας μάστιγας ὑποστάς, σιαγόνας συντριβόμενος, χεῖρας καὶ πόδας τε, προσαφῃρέθης, ὑμνῶν τὸν Κύριον.Μεγαλοφρόνως, ὦ Νικηφόρε δακτύλων στέρησιν, ὄντως ὑπομείνας Μάρτυς νεανικῶς, συντριβήν τε παντὸς σώματος, νίκης διάδημα, φερωνυμίᾳ σὺ ἀναδέδησαι.ΘεοτοκίονὩς τοῦ Ὑψίστου, θρόνον Παρθένε ὑψηλότατον, πάντες, καὶ χρυσῆν λυχνίαν καὶ κιβωτόν, ἁγιάσματος ὑμνοῦμέν σε· Εὐλογημένη σὺ ἐν γυναιξί, βοῶντες Πανάμωμε. Κανών α', ᾨδὴ η', τῶν Μαρτύρων Ἦχος δ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον».Χεῖρας ἀνυψοῦντες πρὸς Θεόν, θεομακάριστοι, σῴζειν δυνάμενον, πόνους στρεβλώσεων φέροντες, πολυτρόπων ὑπεμείνατε, καὶ νικηφόροι πρὸς αὐτὸν βοῶντες ἤρθητε· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.Ἀνυμνολογήσωμεν πιστοί, Παππίαν σήμερον, καὶ Σεραπίωνα, καὶ τὸν Διόδωρον, Κλαύδιον, Νικηφόρον καὶ Οὐΐκτωρα, Οὐϊκτωρῖνόν τε ὁμοῦ, Χριστοῦ τοὺς Μάρτυρας, μελῳδοῦντες· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.Ῥεύσαντα τὰ αἵματα ὑμῶν, Μεγαλομάρτυρες, τὴν γῆν ἡγίασαν, τῆς ἀπιστίας δὲ ἔστησαν, θείᾳ χάριτι τὰ ῥεύματα, καὶ τῶν βοώντων τὰς ψυχὰς πλουσίως ἤρδευσαν· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.ΤριαδικὸνἹερολογίαις ἱεραῖς, Πατέρα ἄναρχον, Υἱὸν συναναρχον, καὶ Πνεῦμα Ἅγιον μέλψωμεν, ὁμοδύναμον Θεότητα, ὁμοβασίλειον ζωήν, καὶ ἀνακράξωμεν· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.ΘεοτοκίονΝοὸς ὁ φρικτός σου τοκετός, νικᾷ κατάληψιν, Θεοχαρίτωτε· Θεὸς γὰρ πέφυκεν ἄναρχος, χρονικὴν ἀρχὴν δεξάμενος, διὰ τὸ σῶσαι τοὺς πιστῶς αὐτῷ κραυγάζοντας· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. Κανών α', ᾨδὴ θ', τῶν Μαρτύρων Ἦχος δ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας τὰς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν».Ἴχνεσι σεπτῶν παθημάτων, ἀκολουθοῦντες, Ἀθλοφόροι, πᾶσαν ὑπεμείνατε πεῖραν, κολαστηρίων στερρῷ φρονήματι· καὶ εὐκλεῶς τεθνήξαντες, εἰς τοὺς αἰῶνας μακαρίζεσθε.Ὥσπερ προσφορὰ καὶ θυσία, εὐωδεστάτη προσαχθέντες, τῇ ἐπουρανίῳ τραπέζῃ, τῶν πρωτοτόκων κατεφαιδρύνατε, τὴν Ἐκκλησίαν Μάρτυρες, ὑπὲρ τὸν ἥλιον ἐκλάμποντες.Σήμερον πιστοὶ συνελθόντες, Οὐϊκτωρῖνον τὸν γενναῖον, Κλαύδιον, Παππίαν τε θεῖον, Διόδωρόν τε καὶ Σεραπίωνα, καὶ τὸν σοφὸν Οὐΐκτωρα, καὶ Νικηφόρον μακαρίσωμεν.Ἡ πλησιφαὴς ὑμῶν μνήμη, ἐξανατείλασα φωτίζει, πᾶσαν τοῦ Χριστοῦ Ἐκκλησίαν, σεπτοὶ ὁπλῖται, ἐν ᾗ πρεσβεύσατε, ἁμαρτημάτων ἄφεσιν, ἡμῖν δοθῆναι ἀξιάγαστοι.ΘεοτοκίονΦέρουσα Χριστὸν ἐν ἀγκάλαις, σάρκα θνητὴν ἐκ σοῦ λαβόντα, τοῦτον ἐκδυσώπει Παρθένε, ἀθανασίας τυχεῖν Πανάμωμε, τοὺς σὲ πιστῶς γεραίροντας, καὶ Θεοτόκον μεγαλύνοντας.
ΛΕΙΤΟΥΡΓΙΕΣ
t39 ΤΡΙΩΔΙΟΝ Τῌ ΤΕΤΑΡΤῌ ΤΗΣ Β' ΕΒΔΟΜΑΔΟΣ ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ Στιχηρὰ προσόμοια τοῦ Τριῳδίου Ἦχος α' Πανεύφημοι Μάρτυρες ΤΟ ΑΚΟΥΤΕ Σταυρῷ ἐξεπέτασας Χριστέ, τὰς ἀχράντους χεῖράς σου, ἐπισυνάγων τὰ πέρατα· διὸ κραυγάζω σοι· Τὸν ἐσκορπισμένον, νοῦν μου ἐπισύναξον, αἰχμάλωτον ἑλκόμενον πάθεσι, καὶ παθημάτων με, κοινωνὸν τῶν σῶν ἀνάδειξον, ἐγκρατείᾳ ὅλον καθαιρόμενον. Ἦχος α' Τοὺς Παῖδας στομώσασα ποτέ, ἡ νηστεία ἔδειξε, δυνατωτέρους ὡς γέγραπται, πυρὸς φλογίζοντος. Ταπεινὴ ψυχή μου, νήστευσον ἀνάπτουσα, ἐν σοὶ τὴν τοῦ Δεσπότου ἀγάπησιν, δι' ἧς τὴν μέλλουσαν, ἐκφυγεῖν δυνήσῃ γέενναν, καὶ τὰ πάθη φλέξαι τὰ ὀλέθρια. Ἕτερον Ποίημα Θεοδώρου Ἦχος γ' Γενναῖοι Μάρτυρες ΤΟ ΑΚΟΥΤΕ Καιρὸς εὐφρόσυνος τῆς Νηστείας, διὰ ἁγνείας φωτοειδοῦς, καὶ ἀγάπης εἰλικρινοῦς, προσευχῆς φωταυγοῦς, καὶ πάσης ἄλλης ἀρετῆς, ἐμφορηθέντες πλουσίως, φαιδρῶς ἐκβοήσωμεν· Σταυρὲ τοῦ Χριστοῦ πανάγιε, ὁ βλαστήσας τὴν τρυφὴν τῆς ζωῆς, πάντας καθαρᾷ σε προσκυνῆσαι καρδίᾳ, ἀξίωσον ἡμᾶς, ἱλασμὸν ἡμῖν διδούς, καὶ τὸ μέγα ἔλεος. Προκείμενον Ἦχος πλ. β' Ψαλμὸς κζ'Σῶσον, Κύριε, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου. Στίχ. Πρὸς σέ, Κύριε, κεκράξομαι, ὁ Θεός μου. Γενέσεως τὸ Ἀνάγνωσμα(Κεφ. Δ', 815)Εἶπε Κάϊν πρὸς Ἄβελ τὸν ἀδελφὸν αὐτοῦ· Διέλθωμεν δὴ εἰς τὸ πεδίον. Καὶ ἐγένετο, ἐν τῷ εἶναι αὐτοὺς ἐν τῷ πεδίῳ, ἀνέστη Κάϊν ἐπὶ Ἄβελ τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἀπέκτεινεν αὐτόν. Καὶ εἶπεν ὁ Θεὸς πρὸς Κάϊν· Ποῦ ἐστιν Ἄβελ ὁ ἀδελφός σου; καὶ εἶπεν· Οὐ γινώσκω, μὴ φύλαξ τοῦ ἀδελφοῦ μου εἰμὶ ἐγὼ; Καὶ εἶπεν ὁ Θεός· Τί ἐποίησας τοῦτο; φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με ἐκ τῆς γῆς. Καὶ νῦν ἐπικατάρατος σὺ ἐπὶ τῆς γῆς, ἣ ἔχανε τὸ στόμα αὐτῆς δέξασθαι τὸ αἷμα τοῦ ἀδελφοῦ σου ἐκ τῆς χειρός σου, ὅτε ἐργᾷ τὴν γῆν, καὶ οὐ προσθήσει τὴν ἰσχὺν αὐτῆς δοῦναί σοι, στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς. Καὶ εἶπε Κάϊν πρὸς Κύριον· Μείζων ἡ αἰτία μου τοῦ ἀφεθῆναί με, καὶ εἰ ἐκβάλῃς με σήμερον ἀπὸ προσώπου τῆς γῆς, ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι, καὶ ἔσομαι στένων καὶ τρέμων ἐπὶ τῆς γῆς, καὶ ἔσται, πᾶς ὁ εὑρίσκων με, ἀποκτενεῖ με. Καὶ εἶπεν αὐτῷ Κύριος ὁ Θεός· οὐχ οὕτω, πᾶς ὁ ἀποκτείνας Κάϊν, ἑπτὰ ἐκδικούμενα παραλύσει. Καὶ ἔθετο Κύριος ὁ Θεὸς σημεῖον τῷ Κάϊν, τοῦ μὴ ἀνελεῖν αὐτόν, πάντα τὸν εὑρίσκοντα αὐτόν. Προκείμενον Ἦχος βαρὺς Ψαλμὸς κη'Κύριος ἰσχὺν τῷ λαῷ αὐτοῦ δώσει. Στίχ. Ἐνέγκατε τῷ Κυρίῳ υἱοὶ Θεοῦ. Παροιμιῶν τὸ Ἀνάγνωσμα(Κεφ. Ε', 115)Υἱέ, ἐμῇ σοφίᾳ πρόσεχε, ἐμοῖς δὲ λόγοις παράβαλλε σὸν οὖς, ἵνα φυλάξης ἔννοιαν ἀγαθήν· αἴσθησιν δὲ ἐμῶν χειλέων ἐντέλλομαί σοι. Μὴ πρόσεχε φαύλῃ γυναικί· μέλι γὰρ ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πόρνης, ἣ πρός καιρὸν λιπαίνει σὸν φάρυγγα, ὕστερον μέντοι πικρότερον χολῆς εὑρήσεις, καὶ ἠκονημένον μᾶλλον μαχαίρας διστόμου· τῆς γὰρ ἀφροσύνης πόδες κατάγουσι τοὺς χρωμένους αὐτῇ μετὰ θανάτου εἰς τὸν ᾍδην, τὰ δὲ ἴχνη αὐτῆς οὐκ ἐρείδεται. Ὁδοὺς γὰρ ζωῆς οὐκ ἐπέρχεται, σφαλεραὶ δὲ αἱ τροχιαὶ αὐτῆς, καὶ οὐκ εὔγνωστοι. Νὺν οὖν, υἱέ, ἄκουέ μου, καὶ μὴ ἀκύρους ποιήσῃς ἐμοὺς λόγους. Μακρὰν ποίησον ἀπ' αὐτῆς σὴν ὁδόν, μὴ ἐγγίσῃς πρὸς θύραις οἴκων αὐτῆς, ἵνα μῄ πρόῃ ἄλλοις ζωήν σου, καὶ σὸν βίον ἀνελεήμοσιν, ἵνα μὴ πλησθῶσιν ἀλλότριοι σῆς ἰσχύος, οἱ δὲ σοὶ πόνοι εἰς οἴκους ἀλλοτρίους εἰσέλθωσι, καὶ μεταμεληθήσῃ ἐπ' ἐσχάτων σου, ἡνίκα ἂν κατατριβῶσι σάρκες σώματός σου, καὶ ἐρεῖς· Πῶς ἐμίσησα παιδείαν, καὶ ἐλέγχους δικαίων ἐξέκλινεν ἡ καρδία μου. Οὐκ ἤκουον φωνῆς παιδεύοντός με καὶ διδάσκοντός με, οὐδὲ παρέβαλον τὸ οὖς μου, παρ' ὀλίγον ἐγενόμην ἐν παντὶ κακῷ, ἐν μέσῳ ἐκκλησίας καὶ συναγωγῆς. Υἱέ, πίνε ὕδατα ἀπὸ σῶν ἀγγείων, καὶ ἀπὸ σῶν φρεάτων πηγῆς. Ἀπόστιχα, Ἦχος γ' Ἰδιόμελον Ὁ σαρκὶ σταυρωθεὶς Κύριε, καὶ σαυτῷ συσταυρώσας, τὸν παλαιὸν ἡμῶν ἄνθρωπον, τῇ δὲ λόγχῃ νυγεὶς τὴν πλευράν, καὶ τὸν ἀνθρωπόλεθρον συνεκκεντήσας ὄφιν, καθήλωσον τῷ φόβῳ σου τὰς σάρκας μου, καὶ τῷ πόθῳ σου τρῶσόν μου τὴν ψυχήν, ἵνα τὸ σὸν κατοπτριζόμενος πάθος, ἐγκρατῶς διανύσω τὴν τῆς νηστείας προθεσμίαν, μὴ μόνον γαστρός, ἀλλὰ καὶ τῶν ἄλλων εἰσόδων τῆς ἁμαρτίας κρατῶν, συντριβὴν δὲ καρδίας, καὶ πνεύματος ταπείνωσιν θύσω σοι, περὶ τῶν προγεγονότων μοι πταισμάτων ἀφ' ὧν με ῥῦσαι φιλάνθρωπε. Ἦχος γ' Ὁ σαρκὶ σταυρωθεὶς Κύριε, καὶ σαυτῷ συσταυρώσας, τὸν παλαιὸν ἡμῶν ἄνθρωπον, τῇ δὲ λόγχῃ νυγεὶς τὴν πλευράν, καὶ τὸν ἀνθρωπόλεθρον συνεκκεντήσας ὄφιν, καθήλωσον τῷ φόβῳ σου τὰς σάρκας μου, καὶ τῷ πόθῳ σου τρῶσόν μου τὴν ψυχήν, ἵνα τὸ σὸν κατοπτριζόμενος πάθος, ἐγκρατῶς διανύσω τὴν τῆς νηστείας προθεσμίαν, μὴ μόνον γαστρός, ἀλλὰ καὶ τῶν ἄλλων εἰσόδων τῆς ἁμαρτίας κρατῶν, συντριβὴν δὲ καρδίας, καὶ πνεύματος ταπείνωσιν θύσω σοι, περὶ τῶν προγεγονότων μοι πταισμάτων ἀφ' ὧν με ῥῦσαι φιλάνθρωπε. Ἦχος γ' Μαρτυρικὸν Προφῆται, καὶ Ἀπόστολοι Χριστοῦ, καὶ Μάρτυρες, ἐδίδαξαν ὑμνεῖσθαι, Τριάδα ὁμοούσιον, καὶ ἐφώτισαν τὰ ἔθνη τὰ πεπλανημένα, καὶ κοινωνοὺς Ἀγγέλων ἐποίησαν, τοὺς υἱοὺς τῶν ἀνθρώπων. Σταυροθεοτοκίον Ἦχος γ' Μεγάλη τοῦ Σταυροῦ σου ΤΟ ΑΚΟΥΤΕ Ὁρῶσα τὸν ἐκ σοῦ τεχθέντα Παναμώμητε, κρεμάμενον ἐν ξύλῳ, ἠλάλαζες βοῶσα· Ποθεινότατόν μου Τέκνον, ποῦ σου ἔδυ τὸ κάλλος τὸ φωσφόρον, ὃ ἐκαλλώπισε, τῶν ἀνθρώπων τήν φύσιν. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα, Τριῳδίου Ἦχος α' Τὸν τάφον σου Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ Χριστὲ ἐπὶ Σταυροῦ, ἁπλωθεὶς ἐνεκρώθης, νεκρώσας τὸν ἐχθρόν, καὶ ἀρχέκακον ὄφιν, ζωώσας δὲ τοὺς δήγματι, τῷ ἐκείνου τεθνήξαντας· ὅθεν δέομαι, τὴν νεκρωθεῖσαν ψυχήν μου, Σῶτερ ζώωσον, ἐν προσευχῇ καὶ νηστείᾳ, πρὸς σὲ ἀτενίζουσαν. ΣταυροθεοτοκίονὩς εἶδεν ἐν Σταυρῷ, ἡ, Ἀμνὰς σε τὸν Ἄρνα, κρεμάμενον Χριστέ, τῶν κακούργων ἐν μέσῳ ἐβόα δακρύουσα, καὶ πικρῶς ὀλολύζουσα, τέκνον φίλτατον, τί τὸ ὁρώμενον θαῦμα; Μῆτερ ἄχραντε, ζωὴ παγκόσμιος τοῦτο, ἀντέφης γνωσθήσεται. Μετὰ τὴν γ' Στιχολογίαν, Κάθισμα, Τριῳδίου Ἦχος γ' Τὴν ὡραιότητα ΤΟ ΑΚΟΥΤΕ ᾈσμάτων σάλπιγγι, κατασαλπίσωμεν, ἡμέραν εὔσημον, διεξερχόμενοι, τῆς ἐγκρατείας τὸν καιρόν, καὶ κράξωμεν ἐκβοῶντες· Αὕτη τὴν ζωὴν ἡμῶν ἐν τῷ Κόσμῳ ἐξήνθησεν, ἐναπομαράνασα, ἀκρασίας τὸν θάνατον, δυνάμει τοῦ Σταυροῦ σου Χριστὲ Λόγε, ἐν ταύτῃ τοὺς δούλους σου φύλαττε. ΣταυροθεοτοκίονΤὸν ἐπονείδιστον, Οἰκτίρμον θάνατον, διὰ σταυρώσεως, ἑκὼν ὑπέμεινας, ὃν ἡ Τεκοῦσά σε Χριστέ, ὁρῶσα ἐτιτρώσκετο· σπλάγχνα κοπτομένη γάρ, μητρικῶς ἐπωδύρετο, ἧς ταῖς παρακλήσεσι, διὰ σπλάγχνα ἐλέους σου, οἰκτείρησον, καὶ σῶσον τὸν Κόσμον, ὁ αἴρων τὴν τούτου ἁμαρτίαν. Κανών α', ᾨδὴ γ', Τριῳδίου Ἦχος α' Στερεωθήτω ἡ καρδία μου ΤΟ ΑΚΟΥΤΕ Σταυρῷ παλάμας ἐξεπέτασας, τῆς ταθείσης πάλαι χειρὸς τοῦ Ἀδάμ, πρὸς τὸ τῆς γνώσεως φυτόν, ἀναιρῶν τὸ ἁμάρτημα, διὰ σπλάγχνα οἰκτιρμῶν, Λόγε Θεοῦ ὑπεράγαθε. Στερέωσόν μου τὴν διάνοιαν, κλονουμένην φθόνῳ τοῦ ὄφεως, τὰς τῶν παθῶν ἐπαγωγάς, τῷ σῷ πάθει ἀνάστειλον, ὁ παθῶν καὶ τὴν ἀπάθειαν, πιστοῖς χαρισάμενος. Ἡ τῆς Νηστείας χάρις ἔλαμψεν, ἀκρασίας σκότος διώκουσα. Ἰδοὺ εὐπρόσδεκτος καιρός, καὶ ἡμέρα σωτήριος, μετανοίας ἐνδειξώμεθα, καρποὺς καὶ ζησώμεθα. ΘεοτοκίονΚαταπιπτόντων ἐπανόρθωσις, ἡδονῶν κρημνῷ συμπτωθέντα με, καὶ ἁμαρτίαις χαλεπαῖς, ἐμπεσόντα εἰς βάραθρα, ἐξανάστησον Ἁγνή, καὶ πρὸς ζωὴν καθοδήγησον. Κανών β', ᾨδὴ γ', Τριῳδίου Ἦχος γ' Στερέωσον Κύριε, τὰς καρδίας ΤΟ ΑΚΟΥΤΕ Στερέωσον Κύριε, τὰς καρδίας ἡμῶν, τῷ σῷ Σταυρῷ, μὴ ἐκκλίνειν ἀπὸ σοῦ, ἐπὶ λόγους πονηρούς, ἢ εἰς πράξεις βδελυράς. Τοῦ πάθους σου Δέσποτα, ὁ οὐρανὸς καὶ ἡ γῆ, αἰσθόμενοι ἠλλοιοῦντο ἐμφανῶς, Βασιλέα τοῦ παντός, σὲ δεικνύντες ἀληθῶς. Δόξα...Ἰσότιμε ἄναρχε, παναγία Τριάς, ζωοποιέ, καὶ ἀρχίφωτε Μονάς, ὁ Πατὴρ καὶ ὁ Υἱός, καὶ τὸ Πνεῦμά με σῶσον. Καὶ νῦν... ΘεοτοκίονΜητρόθεε ἄνανδρε, τίκτεις μόνη Θεόν, μὴ φθαρεῖσα παρθενίας τὸ ἁγνόν, ἀλλὰ μείνασα σεμνή, ὥσπερ ἦς πρὸ τοῦ τόκου. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοιΤὴν κόκκινον χλαῖνάν σου, ἥλους καὶ τὸν Σταυρόν, τὸν σπόγγον τε, καὶ τὴν λόγχην Ἰησοῦ, προσκυνῶ καὶ ἀνυμνῶ, τὰ ζωώσαντα τὸ πᾶν. Ὁ Εἱρμὸς«Στερέωσον Κύριε, τὰς καρδίας ἡμῶν, καὶ φώτισον εἰς τὴν σὴν ὑμνῳδίαν, τοῦ δοξάζειν σε Σωτήρ, εἰς τοὺς αἰῶνας ἅπαντας». Κανών α', ᾨδὴ η', Τριῳδίου Ἦχος α' Τὸν τοὺς ὑμνολόγους ΤΟ ΑΚΟΥΤΕ Ὁ μετὰ ἀνομων λογισθῆναι, διὰ πλήθους ἐλέους καταδεξάμενος, τὰς ἐμὰς ἁμαρτίας, ἐξάλειψον ἐν πίστει, ὅπως σὲ δοξάζω, εἰς πάντας τοὺς αἰῶνας. Τῶν ἁμαρτιῶν μου τὸ χειρόγραφον, τῇ σῇ διάρρηξον λόγχῃ, καὶ τῆς καρδίας μου τὰς ὀδύνας, θεράπευσον Κύριε, πληγείσης βέλει τῆς κακίας, τῶν πονηρῶν δαιμόνων. Μεμελανωμένην τὴν καρδίαν μου, τῆς ἁμαρτίας τῷ λύθρῳ, τῷ σῷ ἀπόπλυνον ἐκ πλευρᾶς ἀποστάζοντι, Αἵματι Χριστέ μου, ἵνα σε δοξάζω, εἰς πάντας τοὺς αἰῶνας. ΘεοτοκίονἩ ἀγεωργήτως βλαστήσασα, τὸν ἐπουράνιον Στάχυν, τὸν διατρέφοντα θεϊκῇ δυναστείᾳ τὰ σύμπαντα, Παρθένε, ἔμπλησον πεινῶσαν, τὴν ταπεινὴν ψυχήν μου. Κανών β', ᾨδὴ η', Τριῳδίου Ἦχος γ' Τὸν ἐν φλογί, τοῖς Παισὶ ΤΟ ΑΚΟΥΤΕ Χαίροις Σταυρέ, δι' οὗ ἀνεγνωρίσθη, μιᾷ ῥοπῇ Λῃστὴς θεολόγος κραυγάζων· Μνήσθητί μου Κύριε ἐν τῇ σῇ Βασιλείᾳ, οὗπερ τῆς μερίδος, κοινωνοὺς ἡμᾶς δεῖξον. Σὺ λογχευθείς, τῇ φλογίνῃ ῥομφαίᾳ, ἀνθυποστρέφεις Χριστέ, καὶ βροτοῖς ἐξανοίγεις, πάλιν τὸν Παράδεισον, ἐν ᾧ καὶ εἰσιόντες, σοῦ τῆς ἀθανάτου, ζωῆς ἀεὶ τρυφῶμεν. Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον ΠνεῦμαΣὺν τῷ Πατρί, τὸν Υἱὸν προσκυνοῦμεν, καὶ Πνεῦμα ἅγιον, ἐν μιᾷ τῇ οὐσίᾳ, ἀσιγήτως κράζοντες, τοῖς πηλίνοις στόμασι· Δόξα ἐν ὑψίστοις, Θεῷ τῷ ἐν Τριάδι. Καὶ νῦν... ΘεοτοκίονΠαιδοτοκεῖς παρθενεύουσα μόνη Θεοχαρίτωτε, τὸ Μυστήριον μέγα, φρικτὸν τὸ τεράστιον! Θεὸν γὰρ ἐγέννησας, σεσωματωμένον τὸν Σωτῆρα τοῦ Κόσμου. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοιΣταυρὲ Χριστοῦ, ἡ ἐλπὶς τῶν περάτων, διαπεράσαι ἡμᾶς ἐν τῇ σῇ κυβερνήσει, γαληνῶς τὸ πέλαγος, τῆς καλλίστης Νηστείας ἀξίωσον σώσας, ἐκ τρικυμίας πταισμάτων. Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν ΚύριονὉ Εἱρμὸς«Τὸν ἐν φλογί, τοῖς Παισὶ τῶν Ἑβραίων, συγκαταβάντα θεϊκῇ τῇ δυνάμει, καὶ ὀφθέντα Κύριον· Ἱερεῖς εὐλογεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας». Κανών α', ᾨδὴ θ', Τριῳδίου Ἦχος α' Τὴν ζωοδόχον πηγὴν ΤΟ ΑΚΟΥΤΕ Νενηστευκὼς Ἐλισσαῖος ἀνέστησε, νενεκρωμένον τὸν παῖδα, ὡς γέγραπται, καὶ ἡμεῖς νηστεύοντες, σαρκικὰ φρονήματα ἀπονεκρῶσαι πιστοὶ κατεπειχθῶμεν, ἵνα ζωῆς τῆς ἐκεῖ ἐπιτύχωμεν. Οἴμοι ψυχή! φοβερὸν τὸ κριτήριον, καὶ τοῦ Κριτοῦ ἡ φρικώδης ἀπόφασις, σπεῦσον μετανόησον, Χριστῷ διαλλάγηθι, τῷ διὰ σὲ ἐν Σταυρῷ ἀναρτηθέντι, καὶ ῥυσαμένῳ πιστοὺς κατακρίσεως. Τῆς μετανοίας μοι πύλας διάνοιξον, τὰς τῶν παθῶν μου εἰσόδους ἀπόκλεισον, ὁ Λῃστῇ τὴν εἴσοδον δείξας εὐεπίβατον, τοῦ Παραδείσου Χριστέ, τῇ σῇ Σταυρώσει, ἵνα δοξάζω τὴν σὴν ἀγαθότητα. ΘεοτοκίονὍτι εἰς βάθη κακίας ἀπέρριμμαι, καὶ λογισμοῖς ἐναντίοις χειμάζομαι, δαίμοσι πειθόμενος, ἡδοναῖς δουλούμενος, βοήθησόν μοι ἁγνὴ Παρθενομῆτορ, πρὸς σωτηρίας ὁδὸν ὁδηγοῦσά με. Κανών β', ᾨδὴ θ', Τριῳδίου Ἦχος γ' Ἐν Σιναίῳ τῷ ὄρει ΤΟ ΑΚΟΥΤΕ Παρεδόθης ἑκὼν καὶ ὑπήγαγες, ἑαυτὸν τοῖς φονευταῖς, κριτηρίῳ παρέστης τυπτόμενος, ἐξ ὧν ἔπλασας χειρῶν, ἐσταυρώθης ἐπαίχθης, ἑλογχεύθης Κύριε, ἔπαθες σώματι πάντα ἐνεγκὼν συμπαθῶς, ἵνα σώσῃς ἡμᾶς. Τῶν Ἀγγέλων οἱ δῆμοι ἐτρόμαξαν, βλέποντές σε ἐν Σταυρῷ, οἱ φωστῆρες τὸ φέγγος ἀπέλιπον, καὶ ἐσείετο ἡ γῆ, ἐδονεῖτο τὰ πάντα τῇ ὕβρει σου Κύριε, θείοις σου Πάθεσιν, εἰργάσω ἡμῖν, ὁ Θεὸς τὸ σωτήριον. Δόξα...Τῇ οὐσίᾳ Μονάς ἐστιν ἄτμητος, ἡ ὑπέρθεος Τριάς, ἑνουμένη τῇ φύσει μερίζεται, τοῖς προσώποις ἰδικῶς· μὴ τμωμένη γὰρ τμᾶται, ἓν οὖσα τρισσεύεται, αὕτη Πατήρ ἐστιν, ὁ Υἱὸς καὶ Πνεῦμα τὸ ζῶν, ἡ φρουροῦσα τὸ πᾶν. Καὶ νῦν... ΘεοτοκίονΠαιδοτόκον παρθένον τίς ἤκουσε, καὶ μητέρα πλὴν ἀνδρός; Μαριὰμ ἐκτελεῖς τὸ τεράστιον, ἀλλὰ φράζε μου τὸ Πῶς; Μὴ ἐρεύνα τὰ βάθη, τῆς παιδοτοκίας μου, τοῦτο παναληθές, ὑπὲρ δὲ ἀνθρώπινον νοῦν ἡ κατάληψις. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοιΤῷ σῷ μώλωπι πάντες ἰάθημεν, ἐκ παθῶν ἁμαρτιῶν· ἐν Σταυρῷ γὰρ ἀρθεὶς ἐτραυμάτισας, τὸν ἀρχέκακον ἐχθρόν. Ἀλλὰ ἀκατακρίτως ἡμᾶς καταξίωσον, καὶ τὴν Ἀνάστασιν φθάσαι διανύσαντας, τὸν τῆς Νηστείας καιρόν. Ὁ Εἱρμὸς«Ἐν Σιναίῳ τῷ ὄρει κατεῖδέ σε, ἐν τῇ βάτῳ Μωϋσῆς, τὴν ἀφλέκτως τὸ πῦρ τῆς Θεότητος, συλλαβοῦσαν ἐν γαστρί, Δανιὴλ δέ σε εἶδεν, ὄρος ἁλατόμητον, ῥάβδον βλαστήσασαν Ἡσαΐας, κέκραγε, τὴν ἐκ ῥίζης Δαυΐδ». Ἀπόστιχα, Τριῳδίου Ἦχος βαρὺς Ἰδιόμελον Ὁ διὰ σταυροῦ σου Κύριε, λύσας θάνατον, ἐπεισαχθέντα τῷ Κόσμῳ, διὰ ξύλου βρῶσιν, ἣν ἀπηγόρευσας ἐν Παραδείσῳ, αὐτός, διὰ τῆς ἐνεστώσης Νηστείας ἡμᾶς, ῥῦσαι πάσης ἡδονῆς ψυχοφθόρου, καὶ ἀξίωσον ἐργάζεσθαι τὴν μένουσαν βρῶσιν, εἰς ζωὴν αἰώνιον, ἵνα τύχωμεν τῶν στεφάνων τῆς ἀφθάρτου τρυφῆς, ὧν ἡτοίμασας, τοῖς ἀληθέσι νηστευταῖς δεόμεθα. Ἦχος βαρὺς Ὁ διὰ σταυροῦ σου Κύριε, λύσας θάνατον, ἐπεισαχθέντα τῷ Κόσμῳ, διὰ ξύλου βρῶσιν, ἣν ἀπηγόρευσας ἐν Παραδείσῳ, αὐτός, διὰ τῆς ἐνεστώσης Νηστείας ἡμᾶς, ῥῦσαι πάσης ἡδονῆς ψυχοφθόρου, καὶ ἀξίωσον ἐργάζεσθαι τὴν μένουσαν βρῶσιν, εἰς ζωὴν αἰώνιον, ἵνα τύχωμεν τῶν στεφάνων τῆς ἀφθάρτου τρυφῆς, ὧν ἡτοίμασας, τοῖς ἀληθέσι νηστευταῖς δεόμεθα. Ἦχος βαρὺς Μαρτυρικὸν Φωστῆρες ἀνεδείχθησαν Οἰκουμένης, οἱ πανεύφημοι Ἀθλοφόροι, Χριστῷ βοῶντες· Κύριε δόξα σοι. Σταυροθεοτοκίον Ἦχος βαρὺς Οὐκέτι κωλυόμεθα ΤΟ ΑΚΟΥΤΕ Ἐν ξύλῳ προσπαγέντα σε ἑκουσίως, ὡς ἑώρακεν ἡ Πανάμωμος, θρηνῳδοῦσα ὕμνει τὸ κράτος σου. ΕΙΣ ΤΗΝ ΤΡΙΘΕΚΤΗΝ Τροπάριον τῆς Προφητείας Ἦχος πλ. β' Ὕψιστε ὁ ἐν οὐρανοῖς κατοικῶν, ὁ κτίσας πᾶσαν πνοήν, σῶσον ἡμᾶς ὁ Θεός· ἐπὶ σοὶ γὰρ ἠλπίσαμεν Σωτὴρ ἡμῶν. (Δίς) Προκείμενον Ἦχος πλ. α' Ψαλμὸς κθ'Πρὸς σέ, Κύριε, κεκράξομαι ὁ Θεός μου. Στίχ. Ὑψώσω σε, Κύριε, ὅτι ὑπέλαβές με. Προφητείας Ἡσαϊου τὸ Ἀνάγνωσμα(Κεφ. Ε', 1625)Ὑψωθήσεται Κύριος Σαβαὼθ ἐν κρίματι, καὶ ὁ Θεὸς ὁ ἅγιος δοξασθήσεται ἐν δικαιοσύνῃ. Καὶ βοσκηθήσονται οἱ διηρπασμένοι ὡς ταῦροι, καὶ τὰς ἐρήμους τῶν ἀπειλημμένων ἄρνες φάγονται, οὐαί, οἱ ἐπισπώμενοι τὰς ἁμαρτίας αὐτῶν, ὡς σχοινίῳ μακρῷ, καὶ ὡς ζυγοῦ ἱμάντι δαμάλεως τὰς ἀνομίας αὐτῶν! οὐαὶ οἱ λέγοντες· Τὸ τάχος ἐγγισάτω ἃ ποιήσει, ἵνα ἴδωμεν, καὶ ἐλθέτω ἡ βουλὴ τοῦ Ἁγίου Ἰσραήλ, ἵνα γνῶμεν, οὐαί, οἱ λέγοντες τὸ πονηρόν, καλόν, καὶ τὸ καλόν, πονηρόν, οἱ τιθέντες τὸ σκότος φῶς, καὶ τὸ φῶς σκότος, οἱ τιθέντες τὸ πικρὸν γλυκύ, καὶ τὸ γλυκὺ πικρόν! οὐαί, οἱ συνετοὶ ἐν ἑαυτοῖς, καὶ ἐνώπιον αὐτῶν ἐπιστήμονες! οὐαί, οἱ ἰσχύοντες ὑμῶν, οἱ πίνοντες τὸν οἶνον, καὶ οἱ δυνάσται, καὶ οἱ κεραννύντες τὰ σίκερα, οἱ δικαιοῦντες τὸν ἀσεβῆ ἕνεκεν δώρων, καὶ τὸ δίκαιον τοῦ δικαίου αἴροντες. Διὰ τοῦτο, ὃν τρόπον καυθήσεται καλάμη ὑπὸ ἄνθρακος πυρός, καὶ συγκαυθήσεται ὑπὸ φλογὸς ἀνημμένης, ἡ ῥίζα αὐτῶν ὡς χοῦς ἔσται, καὶ τὸ ἄνθος αὐτῶν ὡς κονιορτός ἀναβήσεται· οὐ γὰρ ἠθέλησαν τὸν νόμον Κυρίου Σαβαώθ, ἀλλὰ τὸ λόγιον τοῦ Ἁγίου Ἰσραὴλ παρώξυναν. Καὶ ἐθυμώθη ὀργῇ Κύριος Σαβαὼθ ἐπὶ τὸν λαὸν αὐτοῦ, καὶ ἐπέβαλε τὴν χεῖρα αὐτοῦ ἐπ' αὐτούς, καὶ ἐπάταξεν αὐτούς, καὶ παρωξύνθη τὰ ὄρη, καὶ ἐγενήθη τὰ θνησιμαῖα αὐτῶν, ὡς κοπρία ἐν μέσῳ ὁδοῦ, καὶ ἐν πᾶσι τούτοις οὐκ ἀπεστράφη ὁ θυμὸς αὐτοῦ, ἀλλ' ἔτι ἡ χεὶρ αὐτοῦ ὑψηλή. Προκείμενον Ἦχος πλ. β' Ψαλμὸς λ'Ἐπὶ σοί, Κύριε, ἤλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα. Στίχ. Ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με, καὶ ἐξελοῦ με.
ΛΕΙΤΟΥΡΓΙΕΣ
Dec 15 Τῌ ΙΕ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΔΕΚΕΜΒΡΙΟΥΜνήμη τοῦ ἁγίου Ἱερομάρτυρος Ἐλευθερίου. ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια Προεόρτια. Στιχηρὰ τοῦ Ἱερομάρτυρος Ἦχος δ' Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ Σκεῦος ἱερώτατον, Πνεύματος θείου γεγένησαι, τὴν ψυχὴν καθηράμενος, παθῶν ἱερώτατε· ἔνθεν χρῖσμα θεῖον, ἅγιον ἐδέξω, Ἀρχιερεὺς σὺ γεγονώς, καὶ ποδηγέτης λαοῦ θεόφρονος, καὶ μάρτυς ἀπαράτρωτος, τοῦ δι' ἡμᾶς πάθη φέροντος, καὶ ἀπάθειαν βλύσαντος, ἀθλητὰ Ἐλευθέριε. Ἦχος δ' Σώματος ἠλόγησας, αἰκιζομένου ταῖς μάστιξι, καὶ πυρὶ προσεγγίζοντος τὸν νοῦν γὰρ προσήλωσας, ἀνεικάστω πόθῳ, τῷ ὡραιοτάτῳ, κάλλει τοῦ θείου ἐραστοῦ· οὗ τῷ γλυκίῳ ἐτρώθης ἔρωτι, Μαρτύρων ἐγκαλλώπισμα, Ἀρχιερέων ἀγλάϊσμα, ἀθλητὰ Ἐλευθέριε, πρεσβευτὰ τῶν ψυχῶν ἡμῶν. Ἦχος δ' Καλῶς τὸν ἀγῶνά σε, τεθεαμένη τελέσαντα, ἡ καλῶς σε κυήσασα, τὸν ἴσον ποθήσασα, διανύσαι δρόμον, σοὶ περιπλακεῖσα, μέσον τοῦ σκάμματος σοφέ, καθάπερ δάμαλις ἀποσφάττεται· μεθ' ἧς σε ἱκετεύομεν, ὑπὲρ ἡμῶν Ἐλευθέριε, τὸν Σωτῆρα καὶ Κύριον, ἐκδυσώπει πανόλβιε. Δοξαστικὸν Ἦχος πλ. β' Ἱερεὺς ἐννομώτατος, μέχρι τέλους ἐχρημάτισας, μάκαρ Ἐλευθέριε· ἱερουργῶν γὰρ τὰ θεῖα καὶ ἄρρητα μυστήρια, τὸ αἷμά σου ἐξέχεας ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ, καὶ θῦμα εὐπρόσδεκτον σεαυτὸν προσήγαγες· διὸ παρρησίαν ἔχων πρὸς αὐτόν, ἐκτενῶς ἱκέτευε, ὑπὲρ τῶν πίστει τελούντων σὴν ἀεισέβαστον μνήμην, καὶ τοὺς αὐτὴν γεραίροντας ῥυσθῆναι πειρασμῶν, καὶ παντοίων κινδύνων καὶ περιστάσεων. Θεοτοκίον Ἦχος πλ. β' Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲ ἱκετεύομεν, πρέσβευε, Δέσποινα, μετὰ τῶν Ἀποστόλων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.Εἰ δὲ βούλει ποιῆσαι εἴσοδον λέγεΣπήλαιον εὐτρεπίζου· ἡ Ἀμνὰς γὰρ ἥκει, ἔμβρυον φέρουσα Χριστόν. Φάτνη δὲ ὑποδέχου, τὸν τῷ λόγῳ λύσαντα τῆς ἀλόγου πράξεως, ἡμᾶς τοὺς γηγενεῖς. Ποιμένες ἀγραυλοῦντες, μαρτυρεῖτε θαῦμα τὸ φρικτόν, καὶ Μάγοι ἐκ Περσίδος, χρυσὸν καὶ λίβανον καὶ σμύρναν, τῷ Βασιλεῖ προσάξατε· ὅτι ὤφθη Κύριος ἐκ Παρθένου Μητρός, ὃνπερ καὶ κύψασα, δουλικῶς ἡ Μήτηρ προσεκύνησε, καὶ προσεφθέγξατο τῷ ἐν ἀγκάλαις αὐτῆς. Πῶς ἐνεσπάρης μοι, ἢ πῶς μοι ἐνεφύης, ὁ λυτρωτής μου καὶ Θεός; Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.Ἦχος α' Τῶν οὐρανίων ΤΟ ΑΚΟΥΤΕΤῆς Ἐκκλησίας προστάτης Πάτερ γενόμενος, ὡς Εὐανθίας γόνος, τῆς θεόφρονος ὄντως, καὶ μύστης Ἀποστόλων ὡς ἀληθῶς, πρὸς τὸν Θεὸν ἐπιστρέφεις λαούς, τοὺς πρίν ἀφρόνως τὸ σέβας οἷα θεοῖς, ἀπονέμοντας τοῖς Δαίμοσιν.Στίχ. Οἱ Ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην.Τῶν ἐπιτόκων γυναίων Πάτερ κηδόμενος, ἐλευθερίαν δίδως, τῷ Ναῷ σου φοιτώσαις, εὔπλοιαν δὲ πάλιν ἄλλοις θερμῶς, ἐξαιτοῦσιν ἐπέδωκας, καὶ τοῖς νοσοῦσιν ὑγείαν σὺ χορηγεῖς, διαλάμπων ἐν τοῖς θαύμασι.Στίχ. Δίκαιος ὡς φοίνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.Τοῦ Μαρτυρίου τοὺς ἄθλους στερρῶς ὑπήνεγκας, Ἀδριανοῦ μὴ πτήξας, τὰς δριμείας κολάσεις, ἔρωτι τοῦ Κτίστου ὅλους ἁλούς, Ἐλευθέριε πάνσοφε, καὶ τὴν τεκοῦσάν σε σύναθλον προσλαβών, ἀνελήλυθας γηθόμενος. Δοξαστικὸν Ἦχος πλ. δ' Τῆς ἱεραρχίας σου Ὅσιε Πάτερ, τὴν στολὴν ἐφοίνιξας, ταῖς ῥοαῖς τῶν αἱμάτων σου. Ἐν μέσῳ δὲ τοῦ σταδίου ἀνδρικῶς τελειωθέντα ἰδοῦσά σε, ἐπιπεσοῦσα ἠσπάζετο τὸ γλυκὺ τέκνον, ἡ καλῶς γεννησαμένη καὶ θρεψαμένη σε· διὸ καὶ τμηθεῖσα τῷ ξίφει, εἰς οὐρανίους θαλάμους μετὰ σοῦ συνεισῆλθεν. Ὢ μακαρίας Μητρός! ὢ μαστῶν ἱερῶν! οὓς ἐθήλασας μάκαρ Ἐλευθέριε, καὶ τῆς φύσεως τὸν Πλάστην ἐπέγνως. Σὺν αὐτῇ οὖν πρέσβευε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν. Θεοτοκίον Ἦχος πλ. δ' Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως. Ἀπολυτίκιον Ἦχος πλ. α' Τὸν συνάναρχον ΤΟ ΑΚΟΥΤΕ Ἱερέων ποδήρει κατακοσμούμενος, καὶ αἱμάτων τοῖς ῥείθροις ἐπισταζόμενος, τῷ Δεσπότῃ σου Χριστῷ μάκαρ ἀνέδραμες, Ἐλευθέριε σοφέ, καθαιρέτα τοῦ Σατᾶν. Διὸ μὴ παύσῃ πρεσβεύων, ὑπὲρ τῶν πίστει τιμώντων, τὴν μακαρίαν σου ἄθλησιν. Θεοτοκίον, Ἦχος πλ. α' Τὸν συνάναρχον ΤΟ ΑΚΟΥΤΕ Χαῖρε Πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμήν, καὶ ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκί, τὸν Ποιητήν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν τόκον σου. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Ὁ Κανὼν τοῦ Ἱερομάρτυρος, οὗ ἡ Ἀκροστιχίς.Παθῶν ἐλεύθερόν με δεῖξον παμμάκαρ.Ἰωσήφ.ᾨδὴ α' Ἦχος α' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «ᾨδὴν ἐπινίκιον, ᾄσωμεν πάντες, Θεῷ τῷ ποιήσαντι, θαυμαστὰ τέρατα, βραχίονι ὑψηλῷ, καὶ σώσαντι τὸν Ἰσραήλ, ὅτι δεδόξασται».Παθῶν ἀμαυρότησι, δεδουλωμένον, φαιδραῖς ἱκεσίαις σου, Μάρτυς Ἐλευθέριε, νῦν ἐλευθέρωσον, ὅπως ὡς δοῦλόν σε Χριστοῦ, θείαις ὑμνήσω ᾠδαῖς.Ἀθλήσεως ἔλαμψας, καθαρωτάταις, αὐγαῖς ἱερώτατε, ἐπιχρώσας αἵματι, τὴν ἱεράν σου στολήν, καὶ γέγονας φωτοειδής, διὰ τοῦ Πνεύματος.Θεῷ προσκολλώμενος, καθαρωτάτῳ νοΐ, ἐκ νεότητος, σαρκικοῦ φρονήματος, ψυχὴν ἐμάκρυνας, καὶ τῶν θαυμάτων δαψιλῆ, χάριν ἐπλούτησας.ΘεοτοκίονὩς θρόνος πυρίμορφος, τὸν Κτίστην φέρεις, ὡς ἔμψυχος θάλαμος, καὶ τερπνὸν Παλάτιον, τὸν Βασιλέα χωρεῖς, γενόμενον ὅπερ ἡμεῖς, Θεοχαρίτωτε. Ὁ Κανὼν τοῦ Ἱερομάρτυρος, οὗ ἡ Ἀκροστιχίς.Θεῖον Ἐλευθέριον ἱερῆα τιμάω, Πάτερ.ᾨδὴ α' Ἦχος πλ. β' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ, ἐν ἀβύσσῳ ἴχνεσι, τὸν διώκτην Φαραώ, καθορῶν ποντούμενον, Θεῷ ἐπινίκιον ᾠδήν, ἐβόα ᾄσωμεν».Θρόνῳ τῆς δόξης Κυρίου παρεστηκώς, σὺν Ἀγγέλων τάγμασιν, Ἐλευθέριε σοφέ, τοὺς ὑμνοῦντας πόθῳ σε ἀεί, ἐλευθέρωσον παθῶν ταῖς ἱκεσίαις σου.Ἐκλελεγμένος ἐκ βρέφους σὺ τῷ Θεῷ, ἀνετέθης ἔνδοξε, ὥσπερ πάλαι Σαμουήλ, καὶ θείῳ Πνεύματι χρισθείς, ὡς σοφὸς Ἀρχιερεὺς λαὸν ἐποίμανας.Ἱερουργὸς μυστηρίων τῶν τοῦ Χριστοῦ, γεγονὼς ἐλάμπρυνας, τὴν στολὴν τὴν ἱεράν, μαρτυρίου αἵματι Σοφέ, ἐν σταδίῳ καρτερῶς ἀγωνισάμενος.ΘεοτοκίονὉ ἐκ μὴ ὄντων τὰ πάντα παραγαγών, Θεὸς Λόγος πάναγνε, ἐξ ἀσπόρου σου γαστρός, ὑπὲρ νοῦν σεσάρκωται· διό, Θεοτόκον σε πιστοὶ ἀεὶ δοξάζομεν. Κανών α', ᾨδὴ γ', τοῦ Ἱερομάρτυρος Ἦχος α' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Στερεωθήτω ἡ καρδία μου, εἰς τὸ θέλημά σου Χριστὲ ὁ Θεός, ὁ ἐφ' ὑδάτων οὐρανόν, στερεώσας τὸν δεύτερον, καὶ ἑδράσας ἐν τοῖς ὕδασι τὴν γῆν παντοδύναμε».Ὑπὲρ Χριστοῦ παθεῖν ἑλόμενος, ἀλγηδόνας φέρεις τοῦ σώματος, ἐνηδυνόμενος Σοφέ, ταῖς ὀδύναις καὶ θλίψεσι· διὰ τοῦτο τὴν ἀνώδυνον, ζωὴν νῦν ἀπείληφας.Θερμῷ τῷ πόθῳ τοῦ ποιήσαντος, Ἀθλητὰ θεόφρον κρατούμενος, τῷ πυρωθέντι σεαυτόν, ἐπιρρίπτεις τεχνάσματι, δροσιζόμενος τοῦ Πνεύματος, πυρὶ Ἐλευθέριε.Ἐν ἱερεῦσιν ἱερώτατος, καὶ ἐν Μάρτυσι Μάρτυς στερρότατος, ἀναδειχθεὶς στέφος διπλοῦν, ἐκομίσω Μακάριε, τῷ προσώπῳ τοῦ Θεοῦ, διὰ παντὸς ὀπτανόμενος.ΘεοτοκίονῬάβδον δυνάμεως ἐβλάστησας, τὸν Χριστὸν ἐν ᾧ στηριζόμεθᾳ· σὲ γὰρ ἐτύπου Ἀαρών. Ῥάβδος ποτὲ βλαστήσασα, ἀγεώργητε Ἁγνή, περιστερὰ ἀειπάρθενε. Κανών β', ᾨδὴ γ', Ἕτερος τοῦ Ἱερομάρτυρος Ἦχος πλ. β' Οὐκ ἔστιν ἅγιος ὡς σὺ ΤΟ ΑΚΟΥΤΕ Νοὸς στερρότητι Σοφέ, ὁπλισάμενος χαίρων, τὴν ὁδὸν διανύεις, τοῦ μαρτυρίου σαυτόν, ἐθελουσίως προδούς, τοῖς ζητοῦσι, Μάρτυς ἱερώτατε.Ἐκ θείου Πνεύματος λαβών, τῆς σοφίας τὸν πλοῦτον, μιμητὴς ἀνεδείχθης, τῶν Ἀποστόλων Σοφέ, σαγήνη μαρτυρική σαγηνεύων, λαοὺς πρὸς εὐσέβειαν.Λαμπρύνας θείαις ἀρεταῖς, τὴν ἀρχιερωσύνην, λαμπροτέραν εἰργάσω, τῇ πορφυρίδι τῶν σῶν, αἱμάτων καρτερικῶς, ἐναθλήσας, Μάρτυς Ἐλευθέριε.ΘεοτοκίονἘκπλήττει νοῦν καὶ ἀκοήν, τὸ μυστήριον ὄντως, τῆς λοχείας σου Κόρη· Θεὸν γὰρ ὑπερφυῶς, συνέλαβες ἐν γαστρί, καὶ τεκοῦσα, μένεις ἀειπάρθενος.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Οὐκ ἔστιν Ἅγιος ὡς σύ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου Ἀγαθέ, καὶ στερεώσας ἡμᾶς, ἐν τῇ πέτρᾳ τῆς ὁμολογίας του». Κάθισμα Ἦχος α' Τὸν τάφον σου Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ Ἐλεύθερον τὸν νοῦν, ἐκ παθῶν κεκτημένος, ἐγένου τοῦ Θεοῦ, γνησιώτατος δοῦλος, καὶ πλάνης ἠλευθέρωσας, τοὺς καλῶς σοι ποθήσαντας, ἐναθλήσας δέ, ὡς ἱερεύς τε καὶ Μάρτυς, Ἐλευθέριε, διπλοῦν ἐδέξω τὸ στέφος, πρεσβεύων σωθῆναι ἡμᾶς.Δόξα... Καὶ νῦν... ΘεοτοκίονΜαρία τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς βάθος, δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων· σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρία, καὶ βοήθεια, καὶ κραταιὰ προστασία, καὶ σῴζεις τοὺς δούλους σου. Κανών α', ᾨδὴ δ', τοῦ Ἱερομάρτυρος Ἦχος α' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Ἐν πνεύματι προβλέπων, Προφῆτα Ἀββακούμ, τὴν τοῦ Λόγου σάρκωσιν, ἐκήρυττες βοῶν· Ἐν τῷ ἐγγίζειν τὰ ἔτη ἐπιγνωσθήσῃ, ἐν τῷ παρεῖναι τὸν καιρὸν ἀναδειχθήσῃ· Δόξα τῇ δυνάμει σου Κύριε».Οὐ χάσματα λεόντων, οὐ βράσματα πυρός, οὐ δεινῶν ἐπίτασις, τὸ εὔτονον τῆς σῆς, ἱερομύστα ἐχαύνωσε καρτερίας, ἀλλ' ὡς ἀδάμας ταῖς βασάνοις ἐνετρύφας, ζήλῳ θεϊκῷ πυρπολούμενος.Ναμάτων ζωηρύτων, τὸ στόμα σου πλησθέν, ποταμοὺς ἠρεύξατο, ἐνθέων διδαχῶν, Ἱερομάρτυς βυθίζοντας ἀνομούντων, ἐρεσχελίας καὶ ἀρδεύοντας καρδίας, τῶν ἐπεγνωκότων Χριστὸν τὸν Θεόν.Μεγάλως σε δοξάζων, ὁ σὸς Δημιουργός, ὑπὲρ οὗ προῄρησο, τὸ πάσχειν Ἀθλητά, περιστερὰν καταπέμπει κομίζουσάν σοι, τροφὴν Ἀγγέλων ἰσαγγέλῳ γεγονότι, ἄθλων φανοτάταιςλαμπρότησιν.ΘεοτοκίονἘξέστησαν ὁρῶσαι, Ἀγγέλων στρατιαί! πῶς ὁ ἀθεώρητος, μορφῇ τῇ καθ' ἡμᾶς, ἐκ σοῦ ὡράθη Παρθένε Θεοκυῆτορ· ὃν ἐκδυσώπει σωτηρίας ἀξιῶσαι, πάντας τοὺς πιστῶς σε δοξάζοντας. Κανών β', ᾨδὴ δ', Ἕτερος τοῦ Ἱερομάρτυρος Ἦχος πλ. β' Χριστός μου δύναμις ΤΟ ΑΚΟΥΤΕ Ὑπῆρξε πρότερον, κατακαυχώμενος, ὁ πανώλεθρος δράκων, ἀλλ' ἀναιδής, ἤλεγκται ὁ ἄθλιος, τοῦ ἱεράρχου τοῖς ποσίν, ἐν σταδίῳ συμπατούμενος.Θωρακισάμενος, Σταυροῦ τὴν δύναμιν, ἱερώτατε Μάρτυς ὡς νικητής, ἄριστος εἰσέδραμες ἐν πυριφλέκτῳ κραβάτῳ, ὡς ἐν δρόσῳ ἀγαλλόμενος.Ἐπὶ τοῦ σκάμματος, ἑστὼς διήλεγξας, τοῦ τυράννου τὸ θράσος εἰδωλικόν, τοῦτον τροπωσάμενος, Ἱερομάρτυς ἀθλητά, ἀνδρικῶς ἀγωνιζόμενος.ΘεοτοκίονῬημάτων ἄκουσον, ἐμῆς δεήσεως, Παναγία Παρθένε· σὺ γὰρ ἐλπίς, πάντων καὶ βοήθεια, τῶν ἐν ποικίλοις πειρασμοῖς, ἐκτενῶς προσκαλουμένων σε. Κανών α', ᾨδὴ ε', τοῦ Ἱερομάρτυρος Ἦχος α' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Τὴν σὴν εἰρήνην δὸς ἡμῖν Υἱὲ τοῦ Θεοῦ· ἄλλον γὰρ ἐκτός σου Θεὸν οὐ γινώσκομεν, τὸ ὄνομά σου ὀνομάζομεν, ὅτι Θεὸς ζώντων καὶ τῶν νεκρῶν ὑπάρχεις».Δολίαις μηχανώμενος, συλᾶν σε λαλιαῖς, Μάρτυς ἐχθρὸς ὁ παμπόνηρος, γέλως ὁρᾶται τῇ σοφίᾳ σου, ὁ σοφιστὴς κακίας κατασεσοφισμένος.Ἐν ἅρματι αἰρόμενος, τῶν θείων ἀρετῶν, Ἔνδοξε τὸ ὕψος ἐπέφθασας, τοῦ μαρτυρίου καὶ κατέρραξας, τῶν πονηρῶν δαιμόνων, τὸ ἐπηρμένον θράσος.Ἰδεῖν τὴν ὡραιότητα, παθῶν τοῦ Ἰησοῦ, Ὅσιε σαυτὸν καθωραΐσας, τοῦ μαρτυρίου ὡραιότησι, καὶ πρὸς αὐτὸν μετέβης, στεφθεὶς λαμπρῷ στεφάνῳ.ΘεοτοκίονΞενίζει πᾶσαν ἔννοιαν, τὸ θαῦμά σου Ἁγνή· τίκτεις γὰρ τὸν Θεὸν μετὰ σώματος, καὶ τὸν τροφέα τρέφεις γάλακτι, πεῖραν ἀνδρὸς μὴ γνοῦσα, αὐτὸς ὡς οἶδε μόνος. Κανών β', ᾨδὴ ε', Ἕτερος τοῦ Ἱερομάρτυρος Ἦχος πλ. β' Τῷ θείῳ φέγγει σου Ἀγαθὲ ΤΟ ΑΚΟΥΤΕ Ἰδὼν τὸ εὔτονον ὁ Χριστός, καὶ ἀκαταγώνιστον ὄντως, τῆς καρτερίας σου Πάνσοφε, σοὶ ὡς τῷ Προφήτῃ τροφὴν οὐράνιον, ἐκπέμπει δι' ὀρνέου, σὲ ἐνισχύουσαν.Οὐ δειλιάσασα ἡ σεμνὴ καὶ ἱερωτάτη σου μήτηρ, τὴν τῶν Τυράννων ὠμότητα, σοῦ περιχυθεῖσα Μάρτυς τοῖς μέλεσι, τῷ ξίφει τελειοῦται, ὡς συναθλοῦσά σοι.Νικήσας πᾶσαν τοῦ δυσμενοῦς, τὴν κεκινημένην κατὰ σοῦ, Μάρτυς παράταξιν ἔφραξας, στόματα λεόντων εἰς ἡμερότητα, αὐτῶν μεταποιήσας τὴν ἀγριότητα.ΘεοτοκίονἸδοὺ Μητέρα σε τοῦ Θεοῦ, πάντες οἱ πιστοὶ θεοπρεπῶς, ὁμολογοῦντες Θεόνυμφε, λύσιν τῶν πταισμάτων καθικετεύομεν, παράσχου τῷ λαῷ σου, μόνη Πανύμνητε. Κανών α', ᾨδὴ ς', τοῦ Ἱερομάρτυρος Ἦχος α' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Τὸν Προφήτην Ἰωνᾶν, ἐκμιμούμενος βοῶ, τὴν ζωήν μου ἀγαθέ, ἐλευθέρωσον φθορᾶς, καὶ σῶσόν με, Σωτὴρ τοῦ κόσμου, κράζοντα· Δόξα σοι».Ὁ ἐπίσημος κριός, τῶν θρεμμάτων τοῦ Χριστοῦ, ὁ Ποιμὴν ὁ λογικός, τῶν ἀγώνων ἡ τρυφή, δοξάζεται, Θεὸν δοξάσας, οἰκείοις μέλεσι.Νευρωθεὶς ταῖς πρὸς Θεὸν ἀνανεύσεσι Σοφέ, ἐξενεύρισας ἐχθρόν, πολυμήχανον στερρῶς, ἀοίδιμε, Μαρτύρων κλέος, ἱερωσύνης κανών.Πρὸς αἰκίσεις καρτερῶν, πρὸς τὸ πῦρ αὐτομολῶν, κατεκοίμισας θηρῶν τῶν ἀγρίων τὰς ὁρμάς, ἀκοίμητον, τὴν πρὸς τὸν Κτίστην, ἔχων διάθεσιν.ΘεοτοκίονἉγιάσματος Σκηνή, δεδειγμένη Μαριάμ, μιανθεῖσαν ἡδοναῖς, τὴν ἀθλίαν μου ψυχήν, ἁγίασον, καὶ θείας δόξης, μέτοχον ποίησον. Κανών β', ᾨδὴ ς', Ἕτερος τοῦ Ἱερομάρτυρος Ἦχος πλ. β' Τοῦ βίου τὴν θάλασσαν ΤΟ ΑΚΟΥΤΕ Ἐδείχθης πανάριστος, καὶ στερρὸς ἀγωνιστής, Ἱερομάρτυς ἔνδοξε, μὴ φοβηθεὶς βασάνων, τὰς προσβολάς, τὸ πῦρ δὲ ὑπεῖξέ σοι, καὶ σιδήρου ὀξύτης νῶτα δέδωκε.Ῥοαῖς τῶν αἱμάτων σου, Ἐλευθέριε Σοφέ, εἰδωλικὴν κατέκλυσας, δεισιδαίμονα πλάνην τῶν διωκτῶν, τὴν νίκην ἀράμενος, κατὰ τοῦ ἀρχεκάκου πολεμήτορος.Ἡ γῆ μὲν τοῖς αἵμασιν, ἐφοινίσσετο τοῖς σοῖς, ὁ δὲ ἀὴρ ἡγίασται, τῷ καθαρῷ σου πνεύματι ἀληθῶς, πρὸς λῆξιν οὐράνιον, ἀνιόντι, παμμάκαρ Ἐλευθέριε.ΘεοτοκίονἩ πάναγνος Δέσποινα, ἡ τεκοῦσα τοῖς βροτοῖς, τὸν κυβερνήτην Κύριον τῶν παθῶν μου τὸν ἄστατον καὶ δεινόν, κατεύνασον τάραχον, καὶ γαλήνην, παράσχου τῇ καρδίᾳ μου.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Τοῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῷ κλύδωνι, τῷ εὐδίῳ λιμένι σου προσδραμών, βοῶ σοι· ἀνάγαγε, ἐκ φθορᾶς τὴν ζωήν μου Πολυέλεε». Κοντάκιον Ἦχος πλ. β' Τοὺς ἀσφαλεῖς ΤΟ ΑΚΟΥΤΕ Ὡς καλλονὴν τῶν ἱερέων Ὅσιε, καὶ προτροπὴν τῶν Ἀθλοφόρων ἅπαντες, εὐφημοῦμεν καὶ αἰτοῦμέν σε, Ἱερομάρτυς Ἐλευθέριε· Τοὺς πόθῳ σου τὴν μνήμην ἑορτάζοντας, κινδύνων πολυτρόπων ἐλευθέρωσον, πρεσβεύων ἀπαύστως, ὑπὲρ πάντων ἡμῶν. Ὁ Οἶκος Ἔπιδε εὔσπλαγχνε Ζωοδότα, ὡς φιλάνθρωπος μόνος καὶ οἰκτίρμων Θεός, τὴν τῆς ψυχῆς μου σκοτόμαιναν, καὶ πανσθενεῖ δεξιᾷ σου Λόγε, τῶν παθῶν ἐλευθέρωσον τῆς αἰσχύνης, ὅπως τὸν σὸν Ἱεράρχην ὑμνήσω Ἐλευθέριον· αὐτὸς γὰρ ὄντως ἐκ μήτρας ἐγνωρίσθη σοι, καὶ καθηγίασται, καὶ ἀνετέθη σοι, ὡς Σαμουήλ, ἀπὸ μητρὸς ἱερᾶς σοι τῷ Κτίσαντι, πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν. Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν Τῇ ΙΕ' τοῦ αὐτοῦ μηνός, Ἄθλησις τοῦ Ἁγίου Ἱερομάρτυρος Ἐλευθερίου.ΣτίχοιἘλευθέριος, ὡς ἀδουλόνους φύσει,Σπάθας θεωρῶν, οὐκ ἐδουλοῦτο πλάνῃ.Δῖον Ἐλευθέριον δεκάτῃ πέφνε φάσγανα πέμπτῃ.Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Ἀνθία, ἡ μήτηρ τοῦ Ἁγίου Ἐλευθερίου, περιχυθεῖσα τῷ τοῦ υἱοῦ νεκρῷ, ξίφει τελειοῦται.ΣτίχοιΔίδωσι μήτηρ νεκρικὸν κόσμον τέκνῳ,Αὐτὴ ἑαυτὴν συγκεκομμένην σπάθαις.Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Κορέμμων ὁ Ἔπαρχος, πιστεύσας τῷ Χριστῷ καὶ βαπτισθεὶς ξίφει τελειοῦται.ΣτίχοιἈθλήσεως οὐκ εἶχε Κορέμμων κόρον,Ἕως ἐτμήθη τὸν αὐχένα τῷ ξίφει.Τῇ αὐτῇ ἡμέρᾳ οἱ δύο Δήμιοι οἱ πιστεύσαντες τῷ Χριστῷ ξίφει τελειοῦνται.ΣτίχοιΘεὸν σε γνόντας Δημίους δύω Σῶτερ,Ἄλλοι κατακτείνουσι δήμιοι ξίφει.Τῇ αὐτῇ ἡμέρᾳ, Ἄθλησις τῆς Ἁγίας Ὁσιομάρτυρος Σωσσάνης.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἐλευθερίου τοῦ Κουβικουλαρίου (θαλαμηπόλου).ΣτίχοιἘλευθέριος οὐχ ὑπέπτηξε ξίφος.Ἐλευθέριον γὰρ εἶχε νοῦν παντὸς φόβου.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Βάκχου τοῦ νέου.ΣτίχοιΜὴ δεύτερόν τις, μηδὲ Βάκχον τὸν νέον,Ἐν τοῖς ἀθληταῖς ταττέτω διὰ ξίφους.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Παύλου τοῦ νέου, ἀσκήσαντος ἐν τοῖς χρόνοις τοῦ Πορφυρογεννήτου, ἐν τῷ ὄρει Λάτρου.Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν. Κανών α', ᾨδὴ ζ', τοῦ Ἱερομάρτυρος Ἦχος α' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Τῶν ἐν καμίνῳ Παίδων σου Σωτήρ, οὐχ ἥψατο, οὐδὲ παρηνώχλησε τὸ πῦρ τότε οἱ τρεῖς ὡς ἐξ ἑνὸς στόματος, ὕμνουν καὶ εὐλόγουν λέγοντες· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν».Μεγαλυνέσθω ἔκραζες Σοφέ, στρεβλούμενος, νῦν ἐν τῇ σαρκί μου ὁ Χριστός, οὐ δειλιῶ τὰς πυρακτώσεις τῶν λεβήτων, οὐ πτοοῦμαι θάνατον, οὐ τῶν θηρῶν τὰς ὁρμὰς, διὰ τὴν πάντων ζωήν.Μόνου Θεοῦ τὸ κάλλος ἐκζητῶν, μόνης αὐτοῦ δόξης καὶ τυχεῖν ἐπιποθῶ· Στρεβλούσθω μου καὶ πυρακτούσθω μου πᾶν μέλος, ἀνεβόας Ἔνδοξε· ἐλευθερίαν ζητῶ, καταδουλοῦσαν Χριστῷ.Ἀποσκοπῶν τὴν μένουσαν ζωήν, Μακάριε, κόσμῳ ἐνεκρώθης ἀληθῶς, καὶ ὡς χρυσὸς τῶν αἰκισμῶν δοκιμασίᾳ, πυρωθεὶς ἐξέλαμψας, ἀποτεθεὶς θησαυροῖς ἐπουρανίων μονῶν.ΘεοτοκίονΚαθαρωτάτην μόνην σε εὑρών, πανάμωμε, Λόγος καθαρώτατος Θεοῦ, σοῦ ἐκ γαστρὸς ἀποτεχθείς, πιστοὺς καθαίρει, μολυσμοῦ Θεόνυμφε, προσγενομένου ἡμῖν, ἐξ ἀκρασίας παθῶν. Κανών β', ᾨδὴ ζ', Ἕτερος τοῦ Ἱερομάρτυρος Ἦχος πλ. β' Οἱ Παῖδες ἐν Βαβυλώνι ΤΟ ΑΚΟΥΤΕ Τυράννων ἤλεγξας θράσος, καὶ Βασιλέων ὠμότητα· καὶ γὰρ μέσον πυρὸς ἡπλωμένος, Παμμάκαρ ἀνέμελπες· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.Ἐξέστησαν καθορῶντες, τὰ τῶν Ἂγγέλων στρατεύματα, Ἱεράρχα τὴν σὴν καρτερίαν, δι' ἧς καταβέβληκας, στερρῶς ἀγωνιζόμενος, τὸν δεινὸν κοσμοκράτορα.Μαρτύρων χοροστασίαι, Ἀρχιερέων σύλλογος, καὶ Ἀγγέλων πληθύς, εὐφροσύνης πλησθέντες ἀγάλλεσθε, ἐπὶ τῇ θείᾳ μνήμῃ νῦν, τοῦ Ἱεράρχου καὶ Μάρτυρος.Ἁγίας ῥίζης ὡς ἄνθους, ἐλευθερίας φερώνυμε, ἀπὸ θείας Μητρός, ἐκβλαστήσας, ὡς καρπὸς ἱερώτατος, μαρτυρικοῦ δι' αἵματος, τῷ Χριστῷ προσήνεξαι.ΘεοτοκίονἉγίων Ἁγιωτέρα, ἐπουρανίων δυνάμεων, ἀσυγκρίτως πασῶν ἀνεδείχθης, Μητροπάρθενε Δέσποινα, ὡς τὸν Χριστὸν κυήσασα, τὸν Δεσπότην τῆς Κτίσεως. Κανών α', ᾨδὴ η', τοῦ Ἱερομάρτυρος Ἦχος α' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Ὃν φρίττουσιν Ἄγγελοι, καὶ πᾶσαι στρατιαί, ὡς Κτίστην καὶ Κύριον, ὑμνεῖτε Ἱερεῖς, δοξάσατε Παῖδες, εὐλογεῖτε λαοί, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».Ἀθλήσει ἠνθήσατε, φυτὰ ὡς εὐθαλῆ, βασάνοις κοσμούμενοι, Μαρτύρων καλλονή· καὶ νῦν Παραδείσου ἄνθη ὤφθητε, θείαν εὐοσμίαν, ἐκπέμποντες ἐνθέως.Ῥανίσιν αἱμάτων σου, τεχθέντος ἐξ αὐτῆς, τὸ αἷμα τὸ ἴδιον, ἡ μήτηρ προσκιρνᾷ· τῷ σῷ γὰρ λειψάνῳ συμπλακεῖσα σεμνῶς, ξίφει τελειοῦται, καὶ ζῇ εἰς τοὺς αἰῶνας.Ἰάσεων νάματα, θαυμάτων ποταμούς, προχέει τοῖς χρῄζουσιν, ἡ θήκη σου σοφέ, ἐκπλύνοντας ῥύπον, ψυχοφθόρων παθῶν, Μάρτυς ἱεράρχα· διὸ σε εὐφημοῦμεν.ΘεοτοκίονὩς ὄμβρος ἐν μήτρᾳ σου, κατῆλθεν ὁ Χριστός, καὶ πᾶσαν κατήρδευσε, τὴν κτίσιν ἀληθῶς, ξηράνας Παρθένε, θολεροὺς ποταμούς, εἰδωλομανίας, ὁ μόνος εὐεργέτης. Κανών β', ᾨδὴ η', Ἕτερος τοῦ Ἱερομάρτυρος Ἦχος πλ. β' Ἐκ φλογὸς τοῖς Ὁσίοις ΤΟ ΑΚΟΥΤΕ Ὡς δεκτὸν ἱερεῖον ὁλοκαυτούμενον, τῷ πυρὶ τῶν βασάνων, Πάτερ ἀοίδιμε, θείαν ὡς ὀσμήν, πρὸς ὕψος τὸ οὐράνιον, τὴν εὐχαριστίαν, ἀνέμελπες ἐνθέως.Πεποιθὼς ὥσπερ λέων ἀνόμους ἤλεγξας, καὶ πολλῇ παρρησίᾳ στόματα ἔφραξας, τῶν εἰς τὸν Θεόν, τῶν ἁπάντων καὶ Κύριον, πάλαι δυσφημούντων, ἐχθρῶν ἀθεωτάτων.Ἀνυψῶν Ἱεράρχα πιστῶν τὸ φρόνημα, ἐταπείνωσας θράσος καὶ καταβέβληκας, τῶν εἰς τὸν Θεόν, ἀσεβούντων καὶ ἔμελπες· Σὲ ὑπερυψοῦμεν, Χριστὲ εἰς τοὺς αἰῶνας.ΘεοτοκίονὉ καρπὸς τῆς κοιλίας τῆς σῆς πανύμνητε, τὴν τοῦ ξύλου κατάραν ὑλομανήσασαν, πρόρριζον ἐξήρανε, καὶ ἀνεβλαστησε, τὴν τῆς εὐφροσύνης, Παρθένε εὐλογίαν.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ἐκ φλογὸς τοῖς Ὁσίοις δρόσον ἐπήγασας, καὶ Δικαίου θυσίαν ὕδατι ἔφλεξας· ἅπαντα γὰρ δρὰς Χριστέ, μόνῳ τῷ βούλεσθαι· Σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας». Κανών α', ᾨδὴ θ', τοῦ Ἱερομάρτυρος Ἦχος α' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Τὴν ζωοδόχον πηγὴν τὴν ἀέναον, τὴν φωτοφόρον λυχνίαν τὴν πάγχρυσον, τὸν ναὸν τὸν ἔμψυχον, τὴν σκηνὴν τὴν ἄχραντον, τοῦ οὐρανοῦ καὶ τῆς γῆς τὴν πλατυτέραν, τὴν Θεοτόκον ἐν ὕμνοις τιμήσωμεν».Στόμα Θεοῦ γεγονὼς ἐκ τοῦ στόματος, τοῦ ἀλλοτρίου λαὸν ματαιόφρονα, ἀφαρπάσας ἔδειξας κληρονόμον χάριτος, καὶ ἐναθλήσας στερρῶς σὺν ἱερεῦσι, καὶ ἀθληταῖς κατοικεῖς Ἐλευθέριε.Ἡ καθαρὰ μυροθήκη τοῦ Πνεύματος, τῶν ἀρετῶν τὸ τερπνὸν καταγώγιον, ὁ ἀμνὸς ὁ ἄκακος, ὁ λαμπτὴρ ὁ ἄδυτος, ἱεραρχῶν ἡ κρηπὶς καὶ τῶν δογμάτων, ἀνευφημείσθω πιστῶς Ἐλευθέριος.Φῶς κατοικεῖς ἀληθῶς τὸ ἀνέσπερον, φῶς χρηματίσας ἡλίου φαιδρότερον· διὸ τοὺς τὴν μνήμην σου, τὴν φωσφόρον σήμερον, ἐπιτελοῦντας παθῶν ἀχλύος ῥῦσαι, ταῖς πρὸς Θεόν σου λιταῖς Ἐλευθέριε.ΘεοτοκίονΦεῖσαι ἡμῶν τῶν ὑμνούντων σου Κύριε, τὴν ἐκ Παρθένου ἀνέκφραστον Γέννησιν, πειρασμῶν ῥυόμενος, καὶ παθῶν καὶ θλίψεων, ταῖς ἱκεσίαις αὐτῆς τοὺς σοὺς οἰκέτας ὡς εὐεργέτης καὶ μόνος φιλάνθρωπος. Κανών β', ᾨδὴ θ', Ἕτερος τοῦ Ἱερομάρτυρος Ἦχος πλ. β' Θεὸν ἀνθρώποις ΤΟ ΑΚΟΥΤΕ Τεμὼν μαχαίρᾳ τῶν θείων λόγων σου, τὴν κεφαλὴν τοῦ ψεύδους Ἐλευθέριε Ὅσιε, τοῦ Χριστοῦ παρέσχες τὰ νικητήρια, πίστει καὶ ἀληθείᾳ· ὅθεν τιμῶμέν σε, ὡς τροπαιοφόρον οἱ πιστοί, καὶ θεῖον κήρυκα.Ἐκ γῆς ἀπάρας σοφὲ τὸ φρόνημα, τὸ τῆς ψυχῆς πρὸς μόνην τοῦ Δεσπότου τὴν ἔφεσιν, τοῦτο νοητῶς Πάτερ ἀνύψωσας· ὅθεν σαρκὸς ἠρνήσω, πᾶσαν εὐπάθειαν, καὶ ἐγκαρτερῶν ἐν τοῖς δεινοῖς, στερρῶς ἐνήθλησας.Ῥοαῖς αἱμάτων τῆς σῆς ἀθλήσεως, τὴν ἱερὰν κοσμήσας σου στολὴν Ἱερώτατε, εἰς ἐπουράνιον σκηνὴν τοῦ Χριστοῦ, μετὰ τέλος εἰσέδυς τοῦ μαρτυρίου σου, ἔνθα μνημονεύοις καὶ ἡμῶν, τῶν εὐφημούντων σε.ΘεοτοκίονὙμνεῖν τὸν τρόπον τὸν ὑπερθαύμαστον, τῆς ὑπὲρ νοῦν καὶ ξένης σου κυήσεως Πάναγνε, ἀπορεῖ ἀνθρώπων τὰ συστήματα· πάντα γὰρ ὑπερέχει νοῦν καὶ διάνοιαν, καὶ νοήσεις πάντων λογισμῶν, καὶ τὴν τῶν λόγων ἰσχύν.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὃν οὐ τολμᾷ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα· διὰ σοῦ δὲ Πάναγνε, ὡράθη βροτοῖς, Λόγος σεσαρκωμένος· ὃν μεγαλύνοντες, σὺν ταῖς οὐρανίαις στρατιαῖς σε μεγαλύνομεν». Ἐξαποστειλάριον Ἦχος γ' Ὁ οὐρανὸν τοῖς ἄστροις ΤΟ ΑΚΟΥΤΕ Χριστῷ προσήγαγες Πάτερ, πιστῶν ἀγέλας ὡς ποιμήν, σοὶ δὲ προσφῦσα τῷ μόσχῳ, ὡς δάμαλις ἡ τεκοῦσα, συνανῃρέθη· μεθ' ἧς σε, νῦν Ἐλευθέριε μέλπω. Θεοτοκίον Ἦχος γ' Ὁ οὐρανὸν τοῖς ἄστροις ΤΟ ΑΚΟΥΤΕ Καὶ σὲ μεσίτριαν Κόρη, προβάλλομαι Παναγία, πρὸς τὸν ἐκ σοῦ γεννηθέντα, ὅπως κολάσεως πάσης, ἀπαλλαγῶ καὶ βασάνων, τῶν αἰωνίων ὁ τάλας. Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν στιχηρὰ Προσόμοια. Στιχηρὰ τοῦ Ἱερομάρτυρος Ἦχος πλ. β' Τριήμερος ἀνέστης Χριστὲ ΤΟ ΑΚΟΥΤΕ Τὴν χάριν τῶν σοφῶν Μαθητῶν, λαβὼν παρὰ Χριστοῦ τοῦ Θεοῦ, Ἱεράρχα, καὶ τὸν δρόμον τὸν αὐτῶν, διήνυσας προθύμως· διὸ σε κατ᾿ ἀξίαν, ἀνευφημοῦμεν Ἐλευθέριε. Ἦχος πλ. β' Τὸ ψεῦδος σοῖς ἐν λόγοις σοφέ, ἐλέγξας Ἐλευθέριε, τῇ ἀθλήσει, τὸν τοῦ ψεύδους εὑρετήν, ἀπέκτεινας καὶ τοῦτον, τέθεικας ὑπὸ πόδας, τὸν πρὶν μεγάλως φρυαττόμενον. Ἦχος πλ. β' Τοῖς ὄμβροις τῶν αἱμάτων σου, κατάρδευσον ἡμᾶς νοητῶς, Ἱεράρχα, τοὺς τιμῶντάς σε πιστῶς, καὶ μνήμην ἐκτελοῦντας, τὴν θείαν σου ἐκ πόθου, καὶ τὸν Σωτῆρα μεγαλύνοντας. Δοξαστικὸν Ἦχος β' Ὡς τῆς θείας ἐλευθερίας ἐπώνυμος, τῆς ἱερᾶς διπλοΐδος, Πάτερ κατηξίωσαι, καὶ εὐθαρσῶς τὴν εὐσέβειαν διδάσκων, τῶν πρακτέων τοὺς λόγους ἡμᾶς ἐξεπαίδευσας· Ὅθεν καὶ τὴν μαρτυρικὴν ἔνστασιν νεανικῶς ἐκτελέσας, ἐν ἀμφοτέροις διέπρεψας, καὶ διπλοῦν εἴληφας τὸ στέφος παρὰ Χριστοῦ τοῦ Θεοῦ, ὃν καθικέτευε, Ἱερομάρτυς Ἐλευθέριε, σωθῆναι τὰς ψυχὰς ἡμῶν. Θεοτοκίον Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μήτηρ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου. Μεγάλη Δοξολογία Εἰς Τὴν Λειτουργίαν, Τυπικὰ καὶ ἐκ τῶν Κανόνων, ᾨδὴ γ' καὶ ς' κλπ.
ΛΕΙΤΟΥΡΓΙΕΣ
t63 ΤΡΙΩΔΙΟΝ ΚΥΡΙΑΚΗ ΤΟΥ ΑΣΩΤΟΥ ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ Ἰδιόμελον, Τριῳδίου Ἦχος α' Εἰς ἀναμάρτητον χώραν, καὶ ζωηράν, ἐπιστεύθην, γεωσπορήσας τὴν ἁμαρτίαν, τῇ δρεπάνῃ ἐθέρισα, τοὺς στάχυας τῆς ἀμελείας, καὶ δραγμάτων ἐστοίβασα, πράξεών μου τὰς θημωνίας, ἃς καὶ κατέστρωσα οὐχ ἅλωνι τῆς μετανοίας. Ἀλλ' αἰτῶ σε, τὸν προαιώνιον γεωργὸν ἡμῶν Θεόν, τῷ ἀνέμῳ τῆς σῆς φιλευσπλαγχνίας ἀπολίκμισον τὸ ἄχυρον τῶν ἔργων μου καὶ σιτάρχησον τῇ ψυχῇ μου τὴν ἄφεσιν, εἰς τὴν οὐράνιόν σου συγκλείων με ἀποθήκην καὶ σῶσόν με. Ἦχος α' Εἰς ἀναμάρτητον χώραν, καὶ ζωηράν, ἐπιστεύθην, γεωσπορήσας τὴν ἁμαρτίαν, τῇ δρεπάνῃ ἐθέρισα, τοὺς στάχυας τῆς ἀμελείας, καὶ δραγμάτων ἐστοίβασα, πράξεών μου τὰς θημωνίας, ἃς καὶ κατέστρωσα οὐχ ἅλωνι τῆς μετανοίας. Ἀλλ' αἰτῶ σε, τὸν προαιώνιον γεωργὸν ἡμῶν Θεόν, τῷ ἀνέμῳ τῆς σῆς φιλευσπλαγχνίας ἀπολίκμισον τὸ ἄχυρον τῶν ἔργων μου καὶ σιτάρχησον τῇ ψυχῇ μου τὴν ἄφεσιν, εἰς τὴν οὐράνιόν σου συγκλείων με ἀποθήκην καὶ σῶσόν με. Ἰδιόμελον, Τριῳδίου Ἦχος α' Ἐπιγνῶμεν ἀδελφοὶ τοῦ μυστηρίου τὴν δύναμιν· τὸν γὰρ ἐκ τῆς ἁμαρτίας, πρὸς τὴν πατρικὴν ἑστίαν, ἀναδραμόντα, Ἄσωτον Υἱὸν ὁ πανάγαθος Πατήρ, προϋπαντήσας ἀσπάζεται, καὶ πάλιν τῆς οἰκείας δόξης, χαρίζεται τὰ γνωρίσματα, καὶ μυστικὴν τοῖς ἄνω ἐπιτελεῖ ευφροσύνην, θύων τὸν μόσχον τὸν σιτευτόν, ἵνα ἡμεῖς ἀξίως πολιτευσώμεθα, τῷ τε θύσαντι φιλανθρώπῳ Πατρί, καὶ τῷ ἐνδόξῳ θύματι, τῷ Σωτῆρι τῶν ψυχῶν ἡμῶν. Ἦχος α' Ἐπιγνῶμεν ἀδελφοὶ τοῦ μυστηρίου τὴν δύναμιν· τὸν γὰρ ἐκ τῆς ἁμαρτίας, πρὸς τὴν πατρικὴν ἑστίαν, ἀναδραμόντα, Ἄσωτον Υἱὸν ὁ πανάγαθος Πατήρ, προϋπαντήσας ἀσπάζεται, καὶ πάλιν τῆς οἰκείας δόξης, χαρίζεται τὰ γνωρίσματα, καὶ μυστικὴν τοῖς ἄνω ἐπιτελεῖ ευφροσύνην, θύων τὸν μόσχον τὸν σιτευτόν, ἵνα ἡμεῖς ἀξίως πολιτευσώμεθα, τῷ τε θύσαντι φιλανθρώπῳ Πατρί, καὶ τῷ ἐνδόξῳ θύματι, τῷ Σωτῆρι τῶν ψυχῶν ἡμῶν. Ἦχος β' ΤΟ ΑΚΟΥΤΕ Ὢ πόσων ἀγαθῶν, ὁ ἄθλιος ἐμαυτὸν ἐστέρησα! ὢ ποίας βασιλείας ἐξέπεσα ὁ ταλαίπωρος ἐγώ! τὸν πλοῦτον ἠνάλωσα, ὅν περ ἔλαβον, τὴν ἐντολὴν παρέβην. Οἴμοι τάλαινα ψυχὴ! τῷ πυρὶ τῷ αἰωνίῳ λοιπὸν καταδικάζεσαι· διὸ πρὸ τέλους βόησον Χριστῷ τῷ Θεῷ. Ὡς τὸν Ἄσωτον δέξαι με υἱόν, ὁ Θεός, καὶ ἐλέησόν με. Ἰδιόμελον Ἦχος πλ. β' Τῆς πατρικῆς δωρεὰς διασκορπίσας τὸν πλοῦτον, ἀλόγοις συνεβοσκόμην ὁ τάλας κτήνεσι, καὶ τῆς αὐτῶν ὀρεγόμενος τροφῆς ἐλίμωττον μὴ χορταζόμενος, ἀλλ' ὑποστρέψας πρὸς τὸν εὔσπλαγχνον Πατέρα, κραυγάζω σὺν δάκρυσι· Δέξαι με ὡς μίσθιον, προσπίπτοντα τῇ φιλανθρωπίᾳ σου, καὶ σῶσόν με. Θεοτοκίον Ἦχος πλ. β' Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρώην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε, καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε του Ἀγγέλου, χαῖρε Δέσποινα, προστασία, καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Ὁ Κανὼν τοῦ Τριῳδίου εἰς στ'.Ποίημα τοῦ κυρίου Ἰωσήφ.Κανών α', ᾨδὴ α' Ἦχος β' Τὴν Μωσέως ᾠδὴν ΤΟ ΑΚΟΥΤΕ Ἰησοῦ ὁ Θεός, μετανοοῦντα δέξαι νῦν κἀμέ, ὡς τὸν Ἄσωτον Υἱόν, πάντα τὸν βίον ἐν ἀμελείᾳ ζήσαντα καὶ σὲ παροργίσαντα.Ὅν μοι δέδωκας πρίν, κακῶς ἐσκόρπισα θεῖον πλοῦτον, ἐμακρύνθην ἀπὸ σοῦ, ἀσώτως ζήσας, εὔσπλαγχνε Πάτερ. Δέξαι οὖν κἀμὲ ἐπιστρέφοντα.Τὰς ἀγκάλας νυνί, τὰς πατρικὰς προσεφαπλώσας δέξαι, Κύριε, κᾀμέ, ὥσπερ τὸν Ἄσωτον, πανοικτίρμον, ὅπως εὐχαρίστως δοξάζω σε.ΘεοτοκίονἘν ἐμοὶ ὁ Θεός, πᾶσαν δεικνὺς ἀγαθωσύνην, πάριδέ μου τὴν πληθύν, τῶν ἐγκλημάτων ὡς εὐεργέτης, θείαις τῆς Μητρός σου δεήσεσι.Εἱρμοὺς«Τὴν Μωσέως ᾠδήν, ἀναλαβοῦσα βόησον ψυχή. Βοηθὸς καὶ σκεπαστής, ἐγένετό μοι εἰς σωτηρίαν, οὗτός μου Θεὸς καὶ δοξάσω αὐτόν». Κανών α', ᾨδὴ γ', Τριῳδίου Ἦχος β' Στειρωθέντα μου τὸν νοῦν ΤΟ ΑΚΟΥΤΕ Ἔξω ὅλος ἐμαυτοῦ, γεγονὼς φρενοβλαβῶς προσεκολλήθην, τοῖς παθῶν ἐφευρέταις, ἀλλὰ δέξαι με Χριστέ, ὥσπερ τὸν Ἄσωτον.Τοῦ Ἀσώτου τὴν φωνήν, ἐκμιμούμενος βοῶ· Ἥμαρτον Πάτερ, ὡς ἐκεῖνον οὖν κᾀμέ, ἐναγκάλισαι νυνί, καὶ μὴ ἀπώσῃ με.Τὰς ἀγκάλας σου Χριστέ, ὑφαπλώσας συμπαθῶς ὑπόδειξαί με, ἀπὸ χώρας μακρᾶς, ἁμαρτίας καὶ παθῶν ἐπαναστρέφοντα.ΘεοτοκίονἩ καλὴ ἐν γυναιξί, καταπλούτισον κᾀμέ, καλῶν ἰδέαις, ἁμαρτίαις πολλαῖς, τὸν πτωχεύσαντα, Ἁγνή, ὅπως δοξάζω σε.Ὁ Εἱρμὸς«Στειρωθέντα μου τὸν νοῦν, καρποφόρον ὁ Θεὸς ἀνάδειξόν με, γεωργὲ τῶν καλῶν, φυτουργὲ τῶν ἀγαθῶν, τῇ εὐσπλαγχνίᾳ σου». Κάθισμα τοῦ Τριῳδίου Ἦχος α' Τὸν τάφον σου Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ Ἀγκάλας πατρικάς, διανοῖξαί μοι σπεῦσον, ἀσώτως τὸν ἐμόν, κατηνάλωσα βίον, εἰς πλοῦτον ἀδαπάνητον, ἀφορῶν τῶν οἰκτιρμῶν σου Σωτήρ, Νῦν πτωχεύουσαν, μὴ ὑπερίδῃς καρδίαν· σοὶ γὰρ Κύριε, ἐν κατανύξει κραυγάζω. Ἥμαρτον Κύριε εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου.  Δόξα... Τὸ αὐτὸΚαὶ νῦν... Θεοτοκίον, ὍμοιονἈνύμφευτε ἁγνή, Θεοτόκε Παρθένε, ἡ μόνη τῶν πιστῶν, προστασία καὶ σκέπη, κινδύνων καὶ θλίψεων, καὶ δεινῶν περιστάσεων, πάντας λύτρωσαι, τοὺς ἐπὶ σοὶ τάς ἐλπίδας, Κόρη, ἔχοντας, καὶ τὰς ψυχὰς ἡμῶν σῶσον ταῖς θείαις πρεσβείαις σου. Κανών α', ᾨδὴ δ', Τριῳδίου Ἦχος β' Τὴν ἐκ Παρθένου σου γέννησιν ΤΟ ΑΚΟΥΤΕ Πλοῦτον καλῶν ὅν μοι δέδωκας, ἐπουράνιε Πάτερ, διεσκόρπισα κακῶς, ξένοις πολίταις δουλούμενος· διὸ βοῶ σοι· Ἥμαρτόν σοι δέξαι με, ὡς τὸν Ἄσωτον πάλαι, ὑφαπλώσας, τὰς ἀγκάλας μοι τὰς σάς.Πάσῃ κακίᾳ δεδούλωμαι, ὑποκύψας ἀθλίως τοῖς παθῶν δημιουργοῖς καὶ ἐμαυτοῦ ἔξω γέγονα, ἀπροσεξίᾳ· οἴκτειρόν με Σῶτερ, ἐπουράνιε Πάτερ, προσφυγόντα, τοῖς πολλοῖς σου οἰκτιρμοῖς.Πάσης αἰσχύνης πεπλήρωμαι, μὴ τολμῶν ἀτενίσαι εἰς τὸ ὕψος τοῦ οὐρανοῦ· καὶ γὰρ ἀλόγως ὑπέκυψα τῇ ἁμαρτίᾳ, νῦν δὲ ἐπιστρέφων, ἐκβοῶ κατανύξει· Ἥμαρτόν σοι, δέξαι με, Παμβασιλεῦ.ΘεοτοκίονἩ τῶν ἀνθρώπων βοήθεια, ἡ ἐλπὶς ἡ βεβαία, πάντων τῶν Χριστιανῶν, τὸ καταφύγιον, ἄχραντε, τῶν σῳζομένων, σῶσόν με, Παρθένε, μητρικαῖς σου πρεσβείαις, καὶ μελλούσης, καταξίωσον ζωῆς.Ὁ Εἱρμὸς«Τὴν ἐκ Παρθένου σου γέννησιν, ὁ Προφήτης προβλέπων, ἀνεκήρυττε βοῶν· Τὴν ἀκοήν σου ἀκήκοα καὶ ἐφοβήθην, ὅτι ἀπὸ Θαιμάν, καὶ ἐξ ὄρους ἁγίου κατασκίου, ἐπεδήμησας, Χριστέ». Κανών α', ᾨδὴ ε', Τριῳδίου Ἦχος β' Τῆς νυκτὸς διελθούσης ΤΟ ΑΚΟΥΤΕ Ἐδουλώθην πολίταις, ξένοις καὶ εἰς χώραν φθοροποιὸν ἀπεδήμησα, καὶ ἐπλήσθην αἰσχύνης, νῦν δὲ ἐπιστρέφων, κράζω σοι· Οἰκτίρμον τό, Ἥμαρτον.Τὰ πατρῷά σου σπλάγχνα, νῦν ὑπάνοιξόν μοι, ἀπὸ τῶν κακῶν ἐπιστρέφοντα, ἐπουράνιε Πάτερ, καὶ μή με ἀπώσῃ, ἔχων ὑπερβάλλον τὸ ἔλεος.Οὐ τολμῶ ἀτενίσαι, ἄνω εἰς τὸ ὕψος, ἄμετρα Χριστὲ παροργίσας σε ἀλλ' εἰδώς σου Οἰκτίρμον τὸ εὔσπλαγχνον κράζω· Ἥμαρτον, ἱλάσθητι, σῶσόν με.ΘεοτοκίονΠαναγία Παρθένε, κεχαριτωμένη, ἡ τὸν ἱλασμὸν πάντων τέξασα, τῶν ἐμῶν ἐγκλημάτων, τὸ βαρὺ φορτίον, σοῦ ταῖς ἱκεσίαις ἐλάφρυνον.Ὁ Εἱρμὸς«Τῆς νυκτὸς διελθούσης, ἤγγικεν ἡ ἡμέρα, καὶ τὸ φῶς τῷ κόσμῳ ἐπέλαμψε· διὰ τοῦτο ὑμνεῖ σε τάγματα Ἀγγέλων καὶ δοξολογεῖ σε Χριστὲ ὁ Θεός». Κανών α', ᾨδὴ ς', Τριῳδίου Ἦχος β' Βυθῷ ἁμαρτημάτων ΤΟ ΑΚΟΥΤΕ Βυθὸς ἁμαρτημάτων, συνέχει με ἀεί, καὶ τρικυμία πταισμάτων, βυθίζει με κυβέρνησον, πρὸς λιμένα με ζωῆς Χριστὲ ὁ Θεός, καὶ σῶσόν με Βασιλεῦ τῆς δόξης.Τὸν πλοῦτον τὸν πατρῷον, ἐσκόρπισα δεινῶς, καὶ πενητεύσας, αἰσχύνης πεπλήρωμαι, δουλούμενος τοῖς ἀκάρποις λογισμοῖς· διό σοι βοῶ φιλάνθρωπε· Οἴκτειρόν με, σῶσον.Λιμῷ καταφθαρέντα, παντοίων ἀγαθῶν καὶ ξενωθέντα ἐκ σοῦ Ὑπεράγαθε, οἰκτείρησον, ἐπιστρέφοντά με νῦν, καὶ σῶσον Χριστέ, ὑμνοῦντά σου τὴν φιλανθρωπίαν.ΘεοτοκίονΣωτῆρα καὶ Δεσπότην κυήσασα Χριστόν, τῆς σωτηρίας με Κόρη ἀξίωσον, πτωχεύσαντα, ἐκ παντοίων ἀγαθῶν, Παρθένε ἁγνή, ἵνα ὑμνῶ τὰ σὰ μεγαλεῖα.Ὁ Εἱρμὸς«Βυθῷ ἁμαρτημάτων, συνέχομαι Σωτήρ, καὶ ἐν πελάγει τοῦ βίου βυθίζομαι ἀλλ' ὥσπερ τὸν Ἰωνᾶν ἐκ τοῦ θηρός, κᾀμὲ τῶν παθῶν ἀνάγαγε, καὶ διάσωσόν με». Κοντάκιον τοῦ Τριῳδίου Ἦχος γ' Ἡ Παρθένος σήμερον ΤΟ ΑΚΟΥΤΕ Τῆς πατρῴας, δόξης σου, ἀποσκιρτήσας ἀφρόνως, ἐν κακοῖς ἐσκόρπισα, ὅν μοι παρέδωκας πλοῦτον· ὅθεν σοι τὴν τοῦ Ἀσώτου, φωνὴν κραυγάζω· Ἥμαρτον ἐνώπιόν σου Πάτερ οἰκτίρμον, δέξαι με μετανοοῦντα, καὶ ποίησόν με, ὡς ἕνα τῶν μισθίων σου. Ὁ Οἶκος τοῦ Τριῳδίου Τοῦ Σωτῆρος ἡμῶν καθ' ἑκάστην διδάσκοντος δι' οἰκείας φωνῆς, τῶν Γραφῶν ἀκουσώμεθα, περὶ τοῦ Ἀσώτου καὶ σώφρονος πάλιν, καὶ τούτου πίστει ἐκμιμησώμεθα τήν καλὴν μετάνοιαν, τῷ κατιδόντι πάντα τὰ κρύφια μετὰ ταπεινῆς καρδίας κράξωμεν· Ἡμάρτομέν σοι Πάτερ οἰκτίρμον, καὶ οὐκ ἐσμὲν ἄξιοι ποτέ, κληθῆναι τέκνα ὡς πρίν. Ἀλλ' ὡς φύσει ὑπάρχων φιλάνθρωπος, σὺ προσδέχου, καὶ ποίησόν με, ὡς ἕνα τῶν μισθίων σου. Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν Τῇ αὐτῇ ἡμέρᾳ τῆς τοῦ Ἀσώτου Υἱοῦ παραβολῆς ἐκ τοῦ ἱεροῦ Εὐαγγελίου μνείαν ποιούμεθα, ἣν οἱ θειότατοι Πατέρες ἡμῶν δευτέραν ἐν τῷ Τριῳδίῳ ἐνέταξαν.ΣτίχοιἌσωτος εἴ τις, ὡς ἐγώ, θαρρῶν ἴθι.Θείου γὰρ οἴκτου πᾶσα ἤνοικται θύρα.Τῇ ἀφάτῳ φιλανθρωπίᾳ σου, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς. Ἀμήν. Κανών α', ᾨδὴ ζ', Τριῳδίου Ἦχος β' Τὰ Χερουβὶμ μιμούμενοι ΤΟ ΑΚΟΥΤΕ Ταῖς ἡδοναῖς τοῦ σώματος, ὑπέκυψα παναθλίως, καὶ ἐδουλώθην ὅλως, τοῖς τῶν παθῶν ἐφευρεταῖς, καὶ ξένος ἐγενόμην, ἀπὸ σοῦ φιλάνθρωπε, νῡν δὲ κράζω, τὴν τοῦ, Ἀσώτου φωνὴν· Ἡμάρτηκα Χριστέ, μή με ὑπερίδῃς, ὡς μόνος ἐλεήμων.Ἀναβοῶ τὸ Ἥμαρτον, μηδόλως ἐνατενίσαι, ἀποτολμῶν εἰς ὕψος τοῦ οὐρανοῦ Παμβασιλεῦ· ὅτι ἐν ἀφροσύνῃ, μόνος σε παρώργισα, ἀθετήσας τὰ σὰ προστάγματα· διὸ ὡς μόνος ἀγαθός, μή με ἀπορρίψῃς ἀπὸ τοῦ σοῦ προσώπου.Τῶν Ἀποστόλων Κύριε, καὶ Προφητῶν καὶ Ὁσίων, καὶ τῶν σεπτῶν Μαρτύρων καὶ τῶν Δικαίων προσευχαῖς συγχώρησόν μοι πάντα, ἅπερ ἐπλημμέλησα, παροργίσας Χριστέ, τὴν ἀγαθότητά σου, ὅπως ὑμνολογῶ σε εἰς πάντας τοὺς αἰῶνας.ΘεοτοκίονΤῶν Χερουβὶμ φανεῖσα, καὶ Σεραφὶμ Θεοτόκε, καὶ πάσης λαμπροτέρα, ἐπουρανίου στρατιᾶς, σὺν τούτοις ἐκδυσώπει, ὅν περ ἐσωμάτωσας Θεὸν Λόγον πανάμωμε, ἀνάρχου Πατρός, ὅπως τῶν ἀγαθῶν τῶν αἰωνιζόντων, πάντες ἀξιωθῶμεν.Ὁ Εἱρμὸς«Τὰ Χερουβὶμ μιμούμενοι, Παῖδες, ἐν τῇ καμίνῳ ἐχόρευον βοῶντες· Εὐλογητὸς εἶ ὁ Θεός, ὅτι ἐν ἀληθείᾳ καὶ κρίσει, ἐπήγαγες ταῦτα πάντα διὰ τὰς ἁμαρτίας ἡμῶν, ὁ ὑπερύμνητος καὶ δεδοξασμένος εἰς πάντας τοὺς αἰῶνας». Κανών α', ᾨδὴ η', Τριῳδίου Ἦχος β' Τὸν ἐν τῇ βάτῳ ΤΟ ΑΚΟΥΤΕ Ὁ καταβὰς ἐπὶ γῆς εἰς τὸ σῶσαι τὸν κόσμον, ἑκουσίῳ πτωχείᾳ διὰ ἔλεος πολύ, πτωχεύσαντά με πάσης νῡν ἀγαθοεργίας, ὡς ἐλεήμων σῶσον.Ἀπὸ τῶν σῶν ἐντολῶν μακρυνθεὶς ἐδουλώθην, παναθλίως τῷ πλάνῳ, ἐπιστρέφοντα δὲ νῦν, τὸν Ἄσωτον ὡς πάλαι, προσπίπτοντά σοι δέξαι, ἐπουράνιε Πάτερ.Φθοροποιοῖς λογισμοῖς, ὑπαχθεὶς ἠμαυρώθην, καὶ ἐκ σοῦ ἐμακρύνθην, ὅλως ἔξω ἐμαυτοῦ, γενόμενος Οἰκτίρμον· διὸ ἐν μετανοίᾳ, προσπίπτοντά σοι σῶσον.ΘεοτοκίονΘεογεννῆτορ Ἁγνὴ ἡ τῶν κατερραγμένων, ἐπανόρθωσις μόνη, ἐπανόρθωσον κᾀμέ, παντοίαις ἁμαρτίαις, συντετριμμένον ὅλον, καὶ τεταπεινωμένον.Ὁ Εἱρμὸς«Τὸν ἐν τῇ βάτῳ Μωσῆ, τῆς Παρθένου τὸ θαῦμα, ἐν Σιναίῳ τῷ ὄρει προτυπώσαντα ποτέ, ὑμνεῖτε, εὐλογεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας». Κανών α', ᾨδὴ θ' ἧς ἡ ἀκροστιχίς, Ἰωσήφ. Τριῳδίου Ἦχος β' Τῶν γηγενῶν τίς ἤκουσε ΤΟ ΑΚΟΥΤΕ Ἴδε Χριστέ, τὴν θλῖψιν τῆς καρδίας, ἴδε μου τὴν ἐπιστροφήν, ἴδε τὰ δάκρυα Σῶτερ, καὶ μὴ παρίδῃς με, ἀλλ' ἐναγκάλισαι πάλιν δι' εὐσπλαγχνίαν, πληθύϊ σῳζομένων συναριθμῶν ὅπως ὑμνῶ εὐχαρίστως τὰ ἐλέη σου.Ὡς ὁ λῃστὴς βοῶ τὸ Μνήσθητί μου, ὡς ὁ Τελώνης κατηφὴς τύπτω τὸ στῆθος καὶ κράζω, νῡν τό, ἱλάσθητι ὥσπερ τὸν Ἄσωτον ῥῦσαί με πανοικτίρμον, ἐκ πάντων τῶν κακῶν μου Παμβασιλεῦ, ὅπως ὑμνῶ σου τὴν ἄκραν συγκατάβασιν.Στέναξον νῦν, ψυχή μου, παναθλία, καὶ ἀναβόησον Χριστῷ· Ὁ δι' ἐμὲ ἑκουσίως πτωχεύσας Κύριε, πτωχεύσαντά με ἐκ πάσης ἀγαθοεργίας, καλῶν περιουσίᾳ, ὡς ἀγαθός καὶ πολύελεος, μόνος καταπλούτισον.Ἥν περ ποτέ, εἰργάσω εὐφροσύνην, τῇ τοῦ, Ἀσώτου Ἀγαθέ, ἐπιστροφῇ ἑκουσίῳ· ταύτην νῡν ποίησον καὶ ἐπ' ἐμοὶ τῷ ἀθλίῳ προσεφαπλῶν μοι, τὰς σὰς σεπτὰς ἀγκάλας ἵνα σωθεὶς ὑμνολογῶ σου τὴν ἄκραν συγκατάβασιν.ΘεοτοκίονΦωτιστικαῖς, πρεσβείαις σου Παρθένε, τοὺς νοερούς μου ὀφθαλμούς, ἐσκοτισμένους κακίᾳ, φώτισον δέομαι, καὶ πρὸς ὁδοὺς μετανοίας εἰσάγαγέ με, ὅπως χρεωστικῶς σε ὑμνολογῶ, τὴν ὑπὲρ λόγον τὸν λόγον σωματώσασαν.Ὁ Εἱρμὸς«Τῶν γηγενῶν τίς ἤκουσε τοιοῦτον, ἢ τίς ἑώρακε ποτέ; ὅτι παρθένος εὑρέθη ἐν γαστρὶ ἔχουσα, καὶ ἀνωδίνως τὸ βρέφος ἀποτεκοῦσα τοιοῦτόν σου τὸ θαῦμα καὶ σὲ ἁγνὴ Θεοκυῆτορ Μαρία μεγαλύνομεν». Ἐξαποστειλάριον, Τριῳδίου Ἦχος β' Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ Τὸν πλοῦτον, ὅν μοι δέδωκας, τῆς χάριτος ὁ ἄθλιος, ἀποδημήσας ἀχρείως, κακῶς ἠνάλωσα Σῶτερ, ἀσώτως ζήσας δαίμοσι, δολίως διεσκόρπισα· διό με ἐπιστρέφοντα, ὥσπερ τὸν Ἄσωτον δέξαι, Πάτερ οἰκτίρμον, καὶ σῶσον. Ἕτερον Ἐξαποστειλάριον, Τριῳδίου Ἦχος β' Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ Ἐσκόρπισα τὸν πλοῦτόν σου, ἐκδαπανήσας Κύριε, καὶ πονηροῖς δαιμονίοις, καθυπετάγην ὁ τάλας· ἀλλὰ Σωτὴρ πανεύσπλαγχνε τὸν Ἄσωτον οἰκτείρησον, καὶ ῥυπωθέντα κάθαρον, τὴν πρώτην ἀποδιδούς μοι, στολὴν τῆς σῆς βασιλείας. Θεοτοκίον, Τριῳδίου Ἦχος β' Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ Ἁγία Μητροπάρθενε, τὸ μέγα περιήχημα τῶν Ἀποστόλων Μαρτύρων, καὶ Προφητῶν καὶ Ὁσίων, τὸν σὸν Υἱὸν καὶ Κύριον, ἱλέωσαι τοῖς δούλοις σου, ἡμῖν Θεογεννήτρια, ὅταν καθίσῃ τοῦ κρῖναι, τὰ κατ' ἀξίαν ἑκάστου. Στιχηρὰ Ἰδιόμελα, Τριῳδίου Ἦχος β' Τὴν τοῦ Ἀσώτου φωνὴν προσφέρω σοι Κύριε. Ἥμαρτον ἐνώπιον τῶν ὀφθαλμῶν σου ἀγαθέ, ἐσκόρπισα τὸν πλοῦτον τῶν χαρισμάτων σου, ἀλλὰ δέξαι με μετανοοῦντα, Σωτὴρ καὶ σῶσόν με. Στιχηρὰ Ἰδιόμελα, Τριῳδίου Ἦχος β' Τὴν τοῦ Ἀσώτου φωνὴν προσφέρω σοι Κύριε. Ἥμαρτον ἐνώπιον τῶν ὀφθαλμῶν σου ἀγαθέ, ἐσκόρπισα τὸν πλοῦτον τῶν χαρισμάτων σου, ἀλλὰ δέξαι με μετανοοῦντα, Σωτὴρ καὶ σῶσόν με. Ἦχος δ' Ὡς ὁ Ἄσωτος Υἱὸς ἦλθον κᾀγὼ οἰκτίρμον, ὁ τὸν βίον ὅλον δαπανήσας ἐν τῇ ἀποδημίᾳ, ἐσκόρπισα τὸν πλοῦτον, ὃν δέδωκάς μοι Πάτερ, δέξαι με μετανοοῦντα ὁ Θεός, καὶ ἐλέησόν με. Ἦχος πλ. δ' Δαπανήσας ἀσώτως, τῆς πατρικῆς οὐσίας τὸν πλοῦτον, καὶ καταναλώσας, ἔρημος γέγονα, ἐν τῇ χώρᾳ οἰκήσας, τῶν πονηρῶν πολιτῶν, καὶ μηκέτι φέρων τὸ μετὰ τούτων συνοικέσιον, ἐπιστρέψας βοῶ σοι τῷ οἰκτίρμονι Πατρί· Ἥμαρτον εἰς τὸν οὐρανόν, καὶ ἐνώπιόν σου, καὶ οὐκ εἰμὶ ἄξιος κληθῆναι υἱός σου· ποίησόν με ὡς ἕνα τῶν μισθίων σου, ὁ Θεός, καὶ ἐλέησόν με. Δόξα... Ἦχος πλ. β' Πάτερ ἀγαθέ, ἐμακρύνθην ἀπὸ σοῦ μὴ ἐγκαταλίπῃς με, μηδὲ ἀχρεῖον δείξῃς τῆς βασιλείας σου· ὁ ἐχθρὸς ὁ παμπόνηρος ἐγύμνωσέ με, καὶ ᾖρέ μου τὸν πλοῦτον· τῆς ψυχῆς τὰ χαρίσματα ἀσώτως διεσκόρπισα, ἀναστὰς οὖν, ἐπιστρέψας πρὸς σὲ ἐκβοῶ· Ποίησόν με ὡς ἕνα τῶν μισθίων σου, ὁ δι' ἐμὲ ἐν Σταυρῷ τὰς ἀχράντους σου χεῖρας ἁπλώσας, ἵνα τοῦ δεινοῦ θηρὸς ἀφαρπάσῃς με, καὶ τὴν πρώτην καταστολὴν ἐπενδύσῃς με, ὡς μόνος πολυέλεος. Προκείμενον Ἦχος α'Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς.Στίχ. Ἀγαλλιᾶσθε δίκαιοι ἐν Κυρίῳ, Ἀλληλούϊα Ἦχος α'Ὁ Θεὸς ὁ διδοὺς ἐκδικήσεις ἐμοί. ΚοινωνικὸνΑἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, Αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Ἀλληλούϊα.
ΛΕΙΤΟΥΡΓΙΕΣ
A ΚΥΡΙΑΚΗ 0105 Τῌ Ε' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥΠροεόρτια τῶν ΦώτωνΜνήμη τῶν Ἁγίων Μαρτύρων Θεοπέμπτου καὶ ΘεωνᾶΜνήμη τῆς Ὁσίας Συγκλητικῆς. ΚΥΡΙΑΚΗ Γ' ΗΧΟΣ ΕΣΠΕΡΙΝΟΣΕὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν. ΕΥΧΗ Α’Κύριε, οἰκτίρμον καὶ ἐλεῆμον, μακρόθυμε καὶ πολυέλεε, ἐνώτισαι τὴν προσευχὴν ἡμῶν, καὶ πρόσχες τῇ φωνῇ τῆς δεήσεως ἡμῶν· ποίησον μεθ’ ἡμῶν σημεῖον εἰς ἀγαθόν· ὁδήγησον ἡμᾶς ἐν τῇ ὁδῷ σου τοῦ πορεύεσθαι ἐν τῇ ἀληθείᾳ σου· εὔφρανον τὰς καρδίας ἡμῶν, εἰς τὸ φοβεῖσθαι τὸ Ὄνομά σου τὸ ἅγιον· διότι μέγας εἶ σὺ, καὶ ποιῶν θαυμάσια· σὺ εἶ Θεὸς μόνος, καὶ οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, Κύριε, δυνατὸς ἐν ἐλέει, καὶ ἀγαθὸς ἐν ἰσχύϊ, εἰς τὸ βοηθεῖν καὶ παρακαλεῖν, καὶ σῴζειν πάντας τοὺς ἐλπίζοντας εἰς τὸ Ὄνομά σου τὸ ἅγιον. Ὅτι πρέπει σοι πᾶσα δόξα τιμή, καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.ΕΥΧΗ Β’Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς ἡμᾶς, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς ἡμᾶς, ἀλλὰ ποίησον μεθ' ἡμῶν κατὰ τὴν ἐπιείκειάν σου, ἰατρὲ καὶ θεραπευτὰ τῶν ψυχῶν ἡμῶν· ὁδήγησον ἡμᾶς ἐπὶ λιμένα θελήματός σου· φώτισον τοὺς ὀφθαλμοὺς τῶν καρδιῶν ἡμῶν, εἰς ἐπίγνωσιν τῆς σῆς ἀληθείας· καὶ δώρησαι ἡμῖν τὸ λοιπὸν τῆς παρούσης ἡμέρας εἰρηνικὸν καὶ ἀναμάρτητον, καὶ πάντα τὸν χρόνον τῆς ζωῆς ἡμῶν· πρεσβείαις τῆς ἁγίας Θεοτόκου, καὶ πάντων τῶν Ἁγίων σου. Ὅτι σὸν τὸ κράτος, καὶ σοῦ ἐστιν ἡ Βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.ΕΥΧΗ Γ’Κύριε, ὁ Θεὸς ἡμῶν, μνήσθητι ἡμῶν τῶν ἁμαρτωλῶν καὶ ἀχρείων δούλων σου, ἐν τῷ ἐπικαλεῖσθαι ἡμᾶς τὸ ἅγιον ὄνομά σου, καὶ μὴ καταισχύνῃς ἡμᾶς ἀπὸ τῆς προσδοκίας τοῦ ἐλέους σου, ἀλλὰ χάρισαι ἡμῖν, Κύριε, πάντα τὰ πρὸς σωτηρίαν αἰτήματα· καὶ ἀξίωσον ἡμᾶς ἀγαπᾶν, καὶ φοβεῖσθαί σε ἐξ ὅλης τῆς καρδίας ἡμῶν, καὶ ποιεῖν ἐν πᾶσι τὸ θέλημά σου. Ὅτι ἀγαθὸς καὶ Φιλάνθρωπος Θεὸς ὑπάρχεις καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.ΕΥΧΗ Δ’Ὁ τοῖς ἀσιγήτοις ὕμνοις καὶ ἀπαύστοις δοξολογίαις ὑπὸ τῶν ἁγίων δυνάμεων ἀνυμνούμενος, πλήρωσον τὸ στόμα ἡμῶν τῆς αἰνέσεώς σου, τοῦ δοῦναι μεγαλωσύνην τῷ ὀνόματί σου τῷ ἁγίῳ· καὶ δὸς ἡμῖν μερίδα καὶ κλῆρον μετὰ πάντων τῶν φοβουμένων σε ἐν ἀληθείᾳ καὶ φυλασσόντων τὰς ἐντολάς σου· πρεσβείαις τῆς ἁγίας Θεοτόκου καὶ πάντων τῶν ἁγίων σου. Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμή καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.ΕΥΧΗ Ε’Κύριε, Κύριε, ὁ τῇ ἀχραντῳ σου παλάμῃ συνέχων τὰ σύμπατα, ὁ μακροθυμῶν ἐπὶ πάντας ἡμᾶς καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις ἡμῶν, μνήσθητι τῶν οἰκτιρμῶν σου καὶ τοῦ ἐλέους σου· ἐπίσκεψαι ἡμᾶς ἐν τῇ σῇ ἀγαθότητι· καὶ δὸς ἡμῖν διαφυγεῖν καὶ τὸ λοιπὸν τῆς παρούσης ἡμέρας, ἐκ τῶν τοῦ πονηροῦ ποικίλων μηχανημάτων, καὶ ἀνεπιβούλευτον τὴν ζωὴν ἡμῶν διαφύλαξον, τῇ χάριτι τοῦ Παναγίου σου Πνεύματος. Ἐλέει καὶ φιλανθρωπίᾳ τοῦ Μονογενοῦς σου Υἱοῦ μεθ’ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.ΕΥΧΗ ΣΤ’Ὁ Θεὸς, ὁ μέγας καὶ θαυμαστός, ὁ ἀνεκδιηγήτῳ ἀγαθωσύνῃ καὶ πλουσίᾳ προνοίᾳ διοικῶν τὰ σύμπαντα· ὁ καὶ τα ἐγκόσμια ἀγαθὰ ἡμῖν δωρησάμενος, καὶ κατεγγυήσας ἡμῖν τὴν ἐπηγγεμένην βασιλείαν, δια τῶν ἤδη κεχαρισμένων ἡμῖν αγαθῶν· ὁ ποιήσας ἡμᾶς καὶ τῆς νῦν ἡμέρας τὸ παρελθὸν μέρος ἀπο παντὸς ἐκκλῖναι κακοῦ, δώρησαι ἡμῖν καὶ τὸ ὑπόλοιπον ἀμέμπτως ἐκτελέσαι, ἐνώπιον τῆς ἁγίας δόξης σου, ὑμνοῦντάς σε τὸν μόνον ἀγαθὸν, καὶ φιλάνθρωπον Θεὸν ἡμῶν. Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.ΕΥΧΗ Ζ’Ὁ Θεὸς ὁ μέγας καὶ ὕψιστος, ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον, ὁ πᾶσαν τὴν κτίσιν ἐν σοφίᾳ δημιουργήσας. Ὁ διαχωρήσας ἀνὰ μέσον τοῦ φωτός, καὶ ἀνὰ μέσον τοῦ σκότους, καὶ τὸν μὲν ἥλιον θέμενος εἰς ἐξουσίαν τῆς ἡμέρας, σελήνην δὲ καὶ ἀστέρας εἰς ἐξουσίαν τῆς νυκτός· ὁ καταξιώσας ἡμᾶς τοὺς ἁμαρτωλοὺς καὶ ἐπὶ τῆς παρούσης ὥρας προφθάσαι τὸ πρόσωπόν σου ἐν ἐξομολογήσει, καὶ τὴν ἑσπερινήν σοι δοξολογίαν προσαγαγεῖν· αὐτός, φιλάνθρωπε Κύριε, κατεύθυνον τήν προσευχὴν ἡμῶν ὡς θυμίαμα ἐνώπιόν σου καὶ πρόσδεξαι αὐτὴν εἰς ὀσμὴν εὐωδίας. Παράσχου δὲ ἡμῖν τὴν παροῦσαν ἑσπέραν καὶ τὴν ἐπιοῦσαν νύκτα εἰρηνικήν· ἔνδυσον ἡμᾶς ὅπλα φωτός· ῥῦσαι ἡμᾶς ἀπὸ φόβου νυκτερινοῦ καὶ ἀπὸ παντὸς πράγματος ἐν σκότει διαπορευομένου· καὶ δὸς ἡμῖν τὸν ὕπνον, ὃν εἰς ἀνάπαυσιν τῇ ἀσθενείᾳ ἡμῶν ἐδωρήσω, πάσης διαβολικῆς φαντασίας ἀπηλλαγμένον. Ναί, Δέσποτα τῶν ἁπάντων, τῶν ἀγαθῶν χορηγέ· ἵνα, καὶ ἐπὶ ταῖς κοίταις ἡμῶν κατανυγόμενοι, μνημονεύωμεν ἐν νυκτὶ τοῦ ὀνόματός σου, καὶ τῇ μελέτῃ τῶν σῶν ἐντολῶν καταυγαζόμενοι, ἐν ἀγαλλιάσει ψυχῆς διανιστῶμεν πρὸς δοξολογίαν τῆς σῆς ἀγαθότητος, δεήσεις καὶ ἱκεσίας τῇ σῇ εὐσπλαγχνίᾳ προσάγοντες ὑπὲρ τῶν ἰδίων ἁμαρτημάτων καὶ παντὸς τοῦ λαοῦ σου, ὃν ταῖς πρεσβείαις τῆς ἁγίας Θεοτόκου ἐν ἐλέει ἐπίσκεψαι. Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ψαλμὸς 103 Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον. Κύριε ὁ Θεός μου, ἐμεγαλύνθης σφόδρα, ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσωἀναβαλλόμενος φῶς ὡς ἱμάτιον, ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέρριν·ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ, ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων·ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα·ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν.ἀναβαίνουσιν ὄρη καὶ καταβαίνουσι πεδία εἰς τὸν τόπον ὃν ἐθεμελίωσας αὐτά·ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν.ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀνὰ μέσον τῶν ὀρέων διελεύσονται ὕδατα·ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν·ἐπ᾿ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει, ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν.ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ, ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ.ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς·καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ, καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει.χορτασθήσονται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας.ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ οἰκία ἡγεῖται αὐτῶν.ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγωοῖς.ἐποίησε σελήνην εἰς καιρούς, ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ.ἔθου σκότος, καὶ ἐγένετο νύξ· ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ.σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσαι καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς.ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται.ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας.ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε· πάντα ἐν σοφίᾳ ἐποίησας, ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου.αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετά, ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων·ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ.πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον.δόντος σου αὐτοῖς συλλέξουσιν, ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος.ἀποστρέψαντος δέ σου τὸ πρόσωπον ταραχθήσονται· ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν.ἐξαποστελεῖς τὸ πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας, εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ·ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν καὶ ποιῶν αὐτὴν τρέμειν, ὁ ἁπτόμενος τῶν ὀρέων καὶ καπνίζονται.ᾄσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω·ἡδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ.ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον. Καὶ πάλινὉ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ ἔθου σκότος, καὶ ἐγένετο νύξ.Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε πάντα ἐν σοφίᾳ ἐποίησας.Δόξα... Καὶ νῦν...Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ').Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.Ὑπέρ τῆς ἄνωθεν εἰρήνης, καί τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.Ὑπέρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν, καί τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.Ὑπέρ τοῦ ἁγίου οἴκου τούτου, καί τῶν μετὰ πίστεως, εὐλαβείας, καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.Ὑπέρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τοῦ Κυρίου δεηθῶμεν.Ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν, (τοῦ δεῖνος), τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντός τοῦ Κλήρου καί τοῦ Λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.Ὑπέρ τοῦ εὐσεβοῦς ἡμῶν Ἔθνους, πάσης Ἀρχῆς καὶ Ἐξουσίας ἐν αὐτῷ, τοῦ κατὰ ξηρὰν θάλασσαν καὶ ἀέρα φιλοχρίστου ἡμῶν στρατοῦ, τοῦ Κυρίου δεηθῶμεν.Ὑπέρ τῆς πόλεως ταύτης, πάσης πόλεως καὶ χώρας καί τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν.Ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς καὶ καιρῶν εἰρηνικῶν, τοῦ Κυρίου δεηθῶμεν.Ὑπὲρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καί τῆς σωτηρίας αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν.Ὑπέρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.ΕΥΧΗ Α’Κύριε, οἰκτίρμον καὶ ἐλεῆμον, μακρόθυμε καὶ πολυέλεε, ἐνώτισαι τὴν προσευχὴν ἡμῶν, καὶ πρόσχες τῇ φωνῇ τῆς δεήσεως ἡμῶν· ποίησον μεθ’ ἡμῶν σημεῖον εἰς ἀγαθόν· ὁδήγησον ἡμᾶς ἐν τῇ ὁδῷ σου τοῦ πορεύεσθαι ἐν τῇ ἀληθείᾳ σου· εὔφρανον τὰς καρδίας ἡμῶν, εἰς τὸ φοβεῖσθαι τὸ Ὄνομά σου τὸ ἅγιον· διότι μέγας εἶ σὺ, καὶ ποιῶν θαυμάσια· σὺ εἶ Θεὸς μόνος, καὶ οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, Κύριε, δυνατὸς ἐν ἐλέει, καὶ ἀγαθὸς ἐν ἰσχύϊ, εἰς τὸ βοηθεῖν καὶ παρακαλεῖν, καὶ σῴζειν πάντας τοὺς ἐλπίζοντας εἰς τὸ Ὄνομά σου τὸ ἅγιον.Ὅτι πρέπει σοι, πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Στάσις 1, Ψαλμὸς 1 Μακάριος ἀνήρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη καὶ ἐπὶ καθέδρᾳ λοιμῶν οὐκ ἐκάθισεν.ἀλλ᾿ ἤ ἐν τῷ νόμῳ Κυρίου τὸ θέλημα αὐτοῦ, καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυκτός.καὶ ἔσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων, ὃ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ, καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀποῤῥυήσεται· καὶ πάντα, ὅσα ἂν ποιῇ, κατευοδωθήσεται.οὐχ οὕτως οἱ ἀσεβεῖς, οὐχ οὕτως, ἀλλ᾿ ἢ ὡσεὶ χνοῦς, ὃν ἐκρίπτει ὁ ἄνεμος ἀπὸ προσώπου τῆς γῆς.διὰ τοῦτο οὐκ ἀναστήσονται ἀσεβεῖς ἐν κρίσει, οὐδὲ ἁμαρτωλοὶ ἐν βουλῇ δικαίων·ὅτι γινώσκει Κύριος ὁδὸν δικαίων, καὶ ὁδὸς ἀσεβῶν ἀπολεῖται. Ψαλμὸς 2 Ἰνατί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά;παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ χριστοῦ αὐτοῦ. (διάψαλμα).Διαῤῥήξωμεν τοὺς δεσμοὺς αὐτῶν καὶ ἀποῤῥίψωμεν ἀφ᾿ ἡμῶν τὸν ζυγὸν αὐτῶν.ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτούς, καὶ ὁ Κύριος ἐκμυκτηριεῖ αὐτούς.τότε λαλήσει πρὸς αὐτοὺς ἐν ὀργῇ αὐτοῦ καὶ ἐν τῷ θυμῷ αὐτοῦ ταράξει αὐτούς.᾿Εγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ᾿ αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦδιαγγέλλων τὸ πρόσταγμα Κυρίου. Κύριος εἶπε πρός με· υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε.αἴτησαι παρ᾿ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.ποιμανεῖς αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ, ὡς σκεύη κεραμέως συντρίψεις αὐτούς.καὶ νῦν, βασιλεῖς, σύνετε, παιδεύθητε, πάντες οἱ κρίνοντες τὴν γῆν.δουλεύσατε τῷ Κυρίῳ ἐν φόβῳ καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ.δράξασθε παιδείας, μήποτε ὀργισθῇ Κύριος καὶ ἀπολεῖσθε ἐξ ὁδοῦ δικαίας.ὅταν ἐκκαυθῇ ἐν τάχει ὁ θυμὸς αὐτοῦ, μακάριοι πάντες οἱ πεποιθότες ἐπ᾿ αὐτῷ. Ψαλμὸς 3 Κύριε, τί ἐπληθύνθησαν οἱ θλίβοντές με; πολλοὶ ἐπανίστανται ἐπ᾿ ἐμέ·πολλοὶ λέγουσι τῇ ψυχῇ μου· οὐκ ἔστι σωτηρία αὐτῷ ἐν τῷ Θεῷ αὐτοῦ. (διάψαλμα).σὺ δέ, Κύριε, ἀντιλήπτωρ μου εἶ, δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου.φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, καὶ ἐπήκουσέ μου ἐξ ὄρους ἁγίου αὐτοῦ. (διάψαλμα).ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα· ἐξηγέρθην, ὅτι Κύριος ἀντιλήψεταί μου.οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ τῶν κύκλῳ συνεπιτιθεμένων μοι.ἀνάστα, Κύριε, σῶσόν με, ὁ Θεός μου, ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως, ὀδόντας ἁμαρτωλῶν συνέτριψας.τοῦ Κυρίου ἡ σωτηρία, καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου.Δόξα... Καὶ νῦν...Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, Δόξα σοι ὁ Θεὸς (ἐκ γ')Κύριε, ἐλέησον. (ἐκ γ')Δόξα... Καὶ νῦν... Στάσις 2, Ψαλμὸς 4 Ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσάς μου, ὁ Θεὸς τῆς δικαιοσύνης μου· ἐν θλίψει ἐπλάτυνάς με. οἰκτείρησόν με καὶ εἰσάκουσον τῆς προσευχῆς μου.υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι; ἱνατί ἀγαπᾶτε ματαιότητα καὶ ζητεῖτε ψεῦδος; (διάψαλμα).καὶ γνῶτε ὅτι ἐθαυμάστωσε Κύριος τὸν ὅσιον αὐτοῦ· Κύριος εἰσακούσεταί μου ἐν τῷ κεκραγέναι με πρὸς αὐτόν.ὀργίζεσθε, καὶ μὴ ἁμαρτάνετε· ἃ λέγετε ἐν ταῖς καρδίαις ὑμῶν, ἐπὶ ταῖς κοίταις ὑμῶν κατανύγητε. (διάψαλμα).θύσατε θυσίαν δικαιοσύνης καὶ ἐλπίσατε ἐπὶ Κύριον.πολλοὶ λέγουσι· τίς δείξει ἡμῖν τὰ ἀγαθά; ᾿Εσημειώθη ἐφ᾿ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε.ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου· ἀπὸ καρποῦ σίτου, οἴνου καὶ ἐλαίου αὐτῶν ἐπληθύνθησαν.ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθήσομαι καὶ ὑπνώσω, ὅτι σύ, Κύριε, κατὰ μόνας ἐπ᾿ ἐλπίδι κατῴκισάς με. Ψαλμὸς 5 Τὰ ρήματά μου ἐνώτισαι, Κύριε, σύνες τῆς κραυγῆς μου·πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ὁ βασιλεύς μου καὶ ὁ Θεός μου. ὅτι πρὸς σὲ προσεύξομαι, Κύριε·τὸ πρωΐ εἰσακούσῃ τῆς φωνῆς μου, τὸ πρωΐ παραστήσομαί σοι καὶ ἐπόψει με,ὅτι οὐχὶ Θεὸς θέλων ἀνομίαν σὺ εἶ· οὐ παροικήσει σοι πονηρευόμενος,οὐδὲ διαμενοῦσι παράνομοι κατέναντι τῶν ὀφθαλμῶν σου. ἐμίσησας πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν·ἀπολεῖς πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος. ἄνδρα αἱμάτων καὶ δόλιον βδελύσσεται Κύριος.ἐγὼ δὲ ἐν τῷ πλήθει τοῦ ἐλέους σου εἰσελεύσομαι εἰς τὸν οἶκόν σου, προσκυνήσω πρὸς ναὸν ἅγιόν σου ἐν φόβῳ σου.Κύριε, ὁδήγησόν με ἐν τῇ δικαιοσύνῃ σου ἕνεκα τῶν ἐχθρῶν μου, κατεύθυνον ἐνώπιόν σου τὴν ὁδόν μου.ὅτι οὐκ ἔστιν ἐν τῷ στόματι αὐτῶν ἀλήθεια, ἡ καρδία αὐτῶν ματαία· τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν, ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν.κρῖνον αὐτούς, ὁ Θεός. ἀποπεσάτωσαν ἀπὸ τῶν διαβουλιῶν αὐτῶν· κατὰ τὸ πλῆθος τῶν ἀσεβειῶν αὐτῶν ἔξωσον αὐτούς, ὅτι παρεπίκρανάν σε, Κύριε.καὶ εὐφρανθείησαν πάντες οἱ ἐλπίζοντες ἐπὶ σέ· εἰς αἰῶνα ἀγαλλιάσονται, καὶ κατασκηνώσεις ἐν αὐτοῖς, καὶ καυχήσονται ἐν σοὶ πάντες οἱ ἀγαπῶντες τὸ ὄνομά σου.ὅτι σὺ εὐλογήσεις δίκαιον· Κύριε, ὡς ὅπλῳ εὐδοκίας ἐστεφάνωσας ἡμᾶς. Ψαλμὸς 6 Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με.ἐλέησόν με, Κύριε, ὅτι ἀσθενής εἰμι· ἴασαί με, Κύριε, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου,καὶ ἡ ψυχή μου ἐταράχθη σφόδρα· καὶ σύ, Κύριε, ἕως πότε;ἐπίστρεψον, Κύριε, ρῦσαι τὴν ψυχήν μου, σῶσόν με ἕνεκεν τοῦ ἐλέους σου.ὅτι οὐκ ἔστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου· ἐν δὲ τῷ ῞ᾼδῃ τίς ἐξομολογήσεταί σοι;ἐκοπίασα ἐν τῷ στεναγμῷ μου, λούσω καθ᾿ ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω.ἐταράχθη ἀπὸ θυμοῦ ὁ ὀφθαλμός μου, ἐπαλαιώθην ἐν πᾶσι τοῖς ἐχθροῖς μου.ἀπόστητε ἀπ᾿ ἐμοῦ πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, ὅτι εἰσήκουσε Κύριος τῆς φωνῆς τοῦ κλαυθμοῦ μου·ἤκουσε Κύριος τῆς δεήσεώς μου, Κύριος τὴν προσευχήν μου προσεδέξατο.αἰσχυνθείησαν καὶ ταραχθείησαν σφόδρα πάντες οἱ ἐχθροί μου, ἀποστραφείησαν καὶ καταισχυνθείησαν σφόδρα διὰ τάχους.Δόξα... Καὶ νῦν...Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, Δόξα σοι ὁ Θεὸς (ἐκ γ')Κύριε, ἐλέησον. (ἐκ γ')Δόξα... Καὶ νῦν... Στάσις 3, Ψαλμὸς 7 Κύριε ὁ Θεός μου, ἐπὶ σοὶ ἤλπισα· σῶσόν με ἐκ πάντων τῶν διωκόντων με καὶ ῥῦσαί με,μήποτε ἁρπάσῃ ὡς λέων τὴν ψυχήν μου, μὴ ὄντος λυτρουμένου μηδὲ σῴζοντος.Κύριε ὁ Θεός μου, εἰ ἐποίησα τοῦτο, εἰ ἔστιν ἀδικία ἐν χερσί μου,εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακά, ἀποπέσοιμι ἄρα ἀπὸ τῶν ἐχθρῶν μου κενός·καταδιώξαι ἄρα ὁ ἐχθρὸς τὴν ψυχήν μου καὶ καταλάβοι καὶ καταπατήσαι εἰς γῆν τὴν ζωήν μου καὶ τὴν δόξαν μου εἰς χοῦν κατασκηνώσαι. (διάψαλμα).ἀνάστηθι, Κύριε, ἐν ὀργῇ σου, ὑψώθητι ἐν τοῖς πέρασι τῶν ἐχθρῶν σου. ἐξεγέρθητι, Κύριε ὁ Θεός μου, ἐν προστάγματι, ᾧ ἐνετείλω,καὶ συναγωγὴ λαῶν κυκλώσει σε, καὶ ὑπὲρ ταύτης εἰς ὕψος ἐπίστρεψον.Κύριος κρινεῖ λαούς. κρῖνόν με, Κύριε, κατὰ τὴν δικαιοσύνην μου καὶ κατὰ τὴν ἀκακίαν μου ἐπ᾿ ἐμοί.συντελεσθήτω δὴ πονηρία ἁμαρτωλῶν καὶ κατευθυνεῖς δίκαιον, ἐτάζων καρδίας καὶ νεφροὺς ὁ Θεός.δικαία ἡ βοήθειά μου παρὰ τοῦ Θεοῦ τοῦ σῴζοντος τοὺς εὐθεῖς τῇ καρδίᾳ.ὁ Θεὸς κριτὴς δίκαιος καὶ ἰσχυρὸς καὶ μακρόθυμος καὶ μὴ ὀργὴν ἐπάγων καθ᾿ ἑκάστην ἡμέραν.ἐὰν μὴ ἐπιστραφῆτε, τὴν ρομφαίαν αὐτοῦ στιλβώσει, τὸ τόξον αὐτοῦ ἐνέτεινε καὶ ἡτοίμασεν αὐτό·καὶ ἐν αὐτῷ ἡτοίμασε σκεύη θανάτου, τὰ βέλη αὐτοῦ τοῖς καιομένοις ἐξειργάσατο.ἰδοὺ ὠδίνησεν ἀδικίαν, συνέλαβε πόνον καὶ ἔτεκεν ἀνομίαν.λάκκον ὤρυξε καὶ ἀνέσκαψεν αὐτόν, καὶ ἐμπεσεῖται εἰς βόθρον, ὃν εἰργάσατο·ἐπιστρέψει ὁ πόνος αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ, καὶ ἐπὶ κορυφὴν αὐτοῦ ἡ ἀδικία αὐτοῦ καταβήσεται.ἐξομολογήσομαι τῷ Κυρίῳ κατὰ τὴν δικαιοσύνην αὐτοῦ καὶ ψαλῶ τῷ ὀνόματι Κυρίου τοῦ ῾Υψίστου. Ψαλμὸς 8 Κύριε ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ· ὅτι ἐπήρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν.ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον ἕνεκα τῶν ἐχθρῶν σου τοῦ καταλῦσαι ἐχθρὸν καὶ ἐκδικητήν.ὅτι ὄψομαι τοὺς οὐρανούς, ἔργα τῶν δακτύλων σου, σελήνην καὶ ἀστέρας, ἃ σὺ ἐθεμελίωσας·τί ἐστιν ἄνθρωπος, ὅτι μιμνῄσκῃ αὐτοῦ; ἢ υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν;ἠλάττωσας αὐτὸν βραχύ τι παρ᾿ ἀγγέλους, δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν,καὶ κατέστησας αὐτὸν ἐπὶ τὰ ἔργα τῶν χειρῶν σου· πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ,πρόβατα, καὶ βόας ἁπάσας, ἔτι δὲ καὶ τὰ κτήνη τοῦ πεδίου,τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ τοὺς ἰχθύας τῆς θαλάσσης, τὰ διαπορευόμενα τρίβους θαλασσῶν.Κύριε ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ!Δόξα... Καὶ νῦν...Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ').Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι. Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. ΕΥΧΗ Β’Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς ἡμᾶς, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς ἡμᾶς, ἀλλὰ ποίησον μεθ' ἡμῶν κατὰ τὴν ἐπιείκειάν σου, ἰατρὲ καὶ θεραπευτὰ τῶν ψυχῶν ἡμῶν, ὁδήγησον ἡμᾶς ἐπὶ λιμένα θελήματός σου, φώτισον τοὺς ὀφθαλμοὺς τῶν καρδιῶν ἡμῶν, εἰς ἐπίγνωσιν τῆς σῆς ἀληθείας, καὶ δώρησαι ἡμῖν τὸ λοιπὸν τῆς παρούσης ἡμέρας εἰρηνικὸν καὶ ἀναμάρτητον, καὶ πάντα τὸν χρόνον τῆς ζωῆς ἡμῶν, πρεσβείαις τῆς ἁγίας Θεοτόκου, καὶ πάντων τῶν Ἁγίων σου. Ὅτι σὸν τὸ κράτος, καὶ σοῦ ἐστιν ἡ Βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἦχος γ΄ Ψαλμὸς 140Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις.Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν.Παιδεύσει με δίκαιος ἐν ἐλέει, καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου.Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν.Ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν ὡσεὶ πάχος γῆς ἐῤῥάγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην.Ὅτι πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοὶ μου ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου.Φύλαξόν με ἀπὸ παγίδος ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν.Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί, κατὰ μόνας εἰμὶ ἐγώ, ἕως ἂν παρέλθω. Ψαλμὸς 141Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην.Ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ.Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου.Ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι.Κατενόουν εἰς τὰ δεξιά, καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με.Ἀπώλετο φυγὴ ἀπ' ἐμοῦ καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου.Ἐκέκραξα πρὸς σέ, Κύριε εἶπα· Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ ἐν γῇ ζώντων.Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα.Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ. Στίχ. Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου. Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου Ἦχος γ΄ Τῷ σῷ σταυρῷ Χριστὲ Σωτήρ, θανάτου κράτος λέλυται, καὶ διαβόλου ἡ πλάνη κατήργηται, γένος δὲ ἀνθρώπων πίστει σῳζόμενον, ὕμνον σοι καθ' ἑκάστην προσφέρει. Στίχ. Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὐ ἀνταποδῷς μοι. Ἦχος γ΄ Πεφώτισται τὰ σύμπαντα, τῇ ἀναστάσει σου Κύριε, καὶ ὁ Παράδεισος πάλιν ἠνέῳκται, πᾶσα δὲ ἡ κτίσις ἀνευφημοῦσά σε, ὕμνον σοι καθ' ἑκάστην προσφέρει. Ψαλμὸς 129Στίχ. Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου. Ἦχος γ΄ Δοξάζω τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ τὴν δύναμιν, καὶ Πνεύματος ἁγίου, ὑμνῶ τὴν ἐξουσίαν, ἀδιαίρετον, ἄκτιστον Θεότητα, Τριάδα ὁμοούσιον, τὴν βασιλεύουσαν εἰς αἰῶνα αἰῶνος. Στίχ. Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου. Ἕτερα Στιχηρά, Ἀνατολικά. Ὀκτώηχος Ἦχος γ΄ Τὸν Σταυρόν σου τὸν τίμιον, προσκυνοῦμεν Χριστέ, καὶ τὴν ἀνάστασίν σου ὑμνοῦμεν καὶ δοξάζομεν τῷ γὰρ μώλωπί σου, ἡμεῖς οἱ πάντες ἰάθημεν. Στίχ. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν. Ἦχος γ΄ Ὑμνοῦμεν τὸν Σωτῆρα, τὸν ἐκ τῆς Παρθένου σαρκωθέντα δι' ἡμᾶς γὰρ ἐσταυρώθη, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀνέστη, δωρούμενος ἡμῖν τὸ μέγα ἔλεος. Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον. Ἦχος γ΄ Τοῖς ἐν ᾅδῃ καταβὰς Χριστὸς εὐηγγελίσατο, θαρσεῖτε λέγων, νῦν νενίκηκα. Ἐγὼ ἡ Ἀνάστασις, ἐγὼ ὑμᾶς ἀνάξω, λύσας θανάτου τὰς πύλας. Στίχ. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον. Στιχηρὰ Προσόμοια Προεόρτια Ἦχος δ' Ὡς γενναῖον ἐν Μάρτυσιν ΤΟ ΑΚΟΥΤΕ Προεόρτια ᾄσματα, εὐσεβῶς προηχήσωμεν, τοῦ σεπτοῦ Βαπτίσματος, τοῦ Θεοῦ ἡμῶν. Ἰδοὺ γὰρ μέλλει ὡς ἄνθρωπος, σαρκὶ παραγίνεσθαι, πρὸς τὸν Πρόδρομον αὐτοῦ, καὶ αἰτεῖσθαι τὸ Βάπτισμα, τὸ σωτήριον, εἰς ἀνάπλασιν πάντων τῶν ἐν πίστει, ἱερῶς φωτιζομένων, καὶ μετεχόντων τοῦ Πνεύματος. Στίχ. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ' αὐτῷ, λύτρωσις καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ. Ἦχος δ' Προεόρτια ᾄσματα, εὐσεβῶς προηχήσωμεν, τοῦ σεπτοῦ Βαπτίσματος, τοῦ Θεοῦ ἡμῶν. Ἰδοὺ γὰρ μέλλει ὡς ἄνθρωπος, σαρκὶ παραγίνεσθαι, πρὸς τὸν Πρόδρομον αὐτοῦ, καὶ αἰτεῖσθαι τὸ Βάπτισμα, τὸ σωτήριον, εἰς ἀνάπλασιν πάντων τῶν ἐν πίστει, ἱερῶς φωτιζομένων, καὶ μετεχόντων τοῦ Πνεύματος. Ψαλμὸς 116Στίχ. Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί. Ἦχος δ' Ὁ Χριστὸς ἀναδείκνυται, ὁ Θεὸς ἐπιφαίνεται, ὁ Δαυῒδ προέγραψεν ἐμφανέστατα, καὶ πρὸς τὸν δοῦλον τὸ Βάπτισμα, αἰτούμενος ἔρχεται, Ἰορδάνη ποταμέ, εὐφροσύνης πληρώθητι. Γῆ καὶ θάλασσα, οἱ βουνοὶ καὶ τὰ ὅρη, καὶ ἀνθρώπων, νῦν σκιρτήσατε καρδίαι, φῶς νοητὸν εἰσδεχόμεναι. Στίχ. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα. Ἦχος δ' Ποταμὸν τῆς εἰρήνης σε, καὶ χειμάρρουν ὡς γέγραπται, τῆς τρυφῆς ὑπάρχοντα παντοδύναμε, πῶς σε ποτάμια ῥεύματα, εἰσδέξονται Κύριε, ἐπιβαίνοντα γυμνόν, οὐρανοὺς τὸν τοῖς νέφεσι, περιβάλλοντα, καὶ γυμνώσαντα πᾶσαν τὴν κακίαν, τοῦ ἐχθροῦ καὶ ἀφθαρσίαν, τοὺς γηγενεῖς ἐπενδύσαντα; Δόξα... Ἦχος πλ. β' Ἔρχεται πρὸς Ἰορδάνην, Χριστὸς ἡ ἀλήθεια, τοῦ βαπτισθῆναι ὑπὸ Ἰωάννου, καί φησὶ πρὸς αὐτόν. Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρὸς με; οὐ τολμῶ ὁ χόρτος προσψαῦσαι τῷ πυρί, σὺ με ἁγίασον Δεσπότα, τῇ θείᾳ ἐπιφανείᾳ. Καὶ νῦν... Θεοτοκίον Ὀκτώηχος Ἦχος γ΄ Πῶς μὴ θαυμάσωμεν, τὸν θεανδρικόν σου Τόκον Πανσεβάσμιε; πεῖραν γὰρ ἀνδρὸς μὴ δεξαμένη Πανάμωμε, ἔτεκες ἀπάτορα Υἱὸν ἐν σαρκί, τὸν πρὸ αἰώνων ἐκ Πατρός γεννηθέντα ἀμήτορα, μηδαμῶς ὑπομείναντα τροπήν, ἢ φυρμόν, ἢ διαίρεσιν, ἀλλ' ἑκατέρας οὐσίας τὴν ἰδιότητα, σώαν φυλάξαντα. Διὸ Μητροπάρθενε Δέσποινα, αὐτόν ἱκέτευε σωθῆναι, τὰς ψυχὰς τῶν ὀρθοδόξως, Θεοτόκον ὁμολογούντων σε. Σοφία Ὀρθοί ! Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸ ὁ κόσμος σὲ δοξάζει. Τῷ Σαββάτῳ ἑσπέρας Ἦχος πλ. β'Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.Στίχ: Ἐνεδύσατο Κύριος δύναμιν, καὶ περιεζώσατο.Στίχ: Καὶ γὰρ ἐστερεωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται. Εἴπωμεν πάντες ἐξ ὅλης της ψυχῆς καὶ ἐξ ὅλης τῆς διανοίας ἡμῶν εἴπωμεν.Κύριε παντοκράτορ ὁ Θεός των πατέρων ἡμῶν, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἒλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.Ἔτι δεόμεθα ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (τοῦ δεῖνος).Ἔτι δεόμεθα ὑπέρ τῶν ἀδελφῶν ἡμῶν, τῶν ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων καὶ μοναχῶν, καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (πόλει, κώμῃ), ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν του ἁγίου ναοῦ τούτου.Ἔτι δεόμεθα ὑπέρ τῶν μακαρίων καὶ ἀοιδίμων κτιτόρων τῆς ἁγίας Ἐκκλησίας ταύτης, καὶ ὑπὲρ πάντων τῶν προαναπαυσαμένων πατέρων καὶ ἀδελφῶν ἡμῶν, τῶν ἐνθάδε εὐσεβῶς, κειμένων, καὶ ἁπανταχοῦ ὀρθοδόξων.Ἔτι δεόμεθα ὑπέρ τῶν καρποφορούντων καὶ καλλιεργούντων ἐν τῷ ἁγίῳ καὶ πανσέπτῳ ναῷ τούτῳ, κοπιώντων, ψαλλόντων καὶ ὑπέρ τοῦ περιεστῶτος λαοῦ, τοῦ ἀπεκδεχομένου τὸ παρὰ Σοῦ μέγα καὶ πλούσιον ἔλεος.Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισον μὲ τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας των αἰώνων. Ἀμήν. Πληρώσωμεν τὴν ἑσπερινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ.Ἀντιλαβοῦ, σῷσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ Σῇ χάριτι.Τὴν ἑσπέραν πᾶσαν, τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον, παρά τοῦ Κυρίου, αἰτησώμεθα.Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καί τῶν σωμάτων ἡμῶν, παρά τοῦ Κυρίου αἰτησώμεθα.Συγγνώμην καὶ ἄφεσιν των ἁμαρτιῶν καί τῶν πλημμελημάτων ἡμῶν, παρά τοῦ Κυρίου αἰτησώμεθα.Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν καὶ εἰρήνην τῷ κόσμῳ, παρά τοῦ Κυρίου αἰτησώμεθα.Τὸν ὑπόλοιπον χρόνον της ζωῆς ἡμῶν ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι, παρά τοῦ Κυρίου αἰτησώμεθα.Χριστιανὰ τὰ τέλη της ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικά, καὶ καλὴν ἀπολογίαν τὴν ἐπί τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ αἰτησώμεθα.Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων των Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.ΕΥΧΗ Ζ’Ὁ Θεὸς ὁ μέγας καὶ ὕψιστος, ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον, ὁ πᾶσαν τὴν κτίσιν ἐν σοφίᾳ δημιουργήσας. Ὁ διαχωρήσας ἀνὰ μέσον τοῦ φωτός, καὶ ἀνὰ μέσον τοῦ σκότους, καὶ τὸν μὲν ἥλιον θέμενος εἰς ἐξουσίαν τῆς ἡμέρας, σελήνην δὲ καὶ ἀστέρας εἰς ἐξουσίαν τῆς νυκτός· ὁ καταξιώσας ἡμᾶς τοὺς ἁμαρτωλοὺς καὶ ἐπὶ τῆς παρούσης ὥρας προφθάσαι τὸ πρόσωπόν σου ἐν ἐξομολογήσει, καὶ τὴν ἑσπερινήν σοι δοξολογίαν προσαγαγεῖν· αὐτός, φιλάνθρωπε Κύριε, κατεύθυνον τήν προσευχὴν ἡμῶν ὡς θυμίαμα ἐνώπιόν σου καὶ πρόσδεξαι αὐτὴν εἰς ὀσμὴν εὐωδίας. Παράσχου δὲ ἡμῖν τὴν παροῦσαν ἑσπέραν καὶ τὴν ἐπιοῦσαν νύκτα εἰρηνικήν· ἔνδυσον ἡμᾶς ὅπλα φωτός· ῥῦσαι ἡμᾶς ἀπὸ φόβου νυκτερινοῦ καὶ ἀπὸ παντὸς πράγματος ἐν σκότει διαπορευομένου· καὶ δὸς ἡμῖν τὸν ὕπνον, ὃν εἰς ἀνάπαυσιν τῇ ἀσθενείᾳ ἡμῶν ἐδωρήσω, πάσης διαβολικῆς φαντασίας ἀπηλλαγμένον. Ναί, Δέσποτα τῶν ἁπάντων, τῶν ἀγαθῶν χορηγέ· ἵνα, καὶ ἐπὶ ταῖς κοίταις ἡμῶν κατανυγόμενοι, μνημονεύωμεν ἐν νυκτὶ τοῦ ὀνόματός σου, καὶ τῇ μελέτῃ τῶν σῶν ἐντολῶν καταυγαζόμενοι, ἐν ἀγαλλιάσει ψυχῆς διανιστῶμεν πρὸς δοξολογίαν τῆς σῆς ἀγαθότητος, δεήσεις καὶ ἱκεσίας τῇ σῇ εὐσπλαγχνίᾳ προσάγοντες ὑπὲρ τῶν ἰδίων ἁμαρτημάτων καὶ παντὸς τοῦ λαοῦ σου, ὃν ταῖς πρεσβείαις τῆς ἁγίας Θεοτόκου ἐν ἐλέει ἐπίσκεψαι.Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.Εἰρήνη πᾶσι. Καὶ τῷ Πνεύματί σου.Τὰς κεφαλὰς ὑμῶν τῷ Κυρίῳ κλίνομεν. Σοὶ Κύριε.Ὁ Θεὸς ἡμῶν, ὁ κλίνας οὐρανούς, καὶ καταβὰς ἐπὶ σωτηρίᾳ τοῦ γένους τῶν ἀνθρώπων, ἔπιδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὴν κληρονομίαν σου· σοὶ γάρ τῷ φοβερῷ καὶ φιλανθρώπῳ κριτῇ οἱ σοὶ δοῦλοι τὰς ἑαυτῶν ἔκλιναν κεφαλάς, τοὺς δὲ αὐτῶν ὑπέταξαν αὐχένας, οὐ τὴν ἐξ ἀνθρώπων ἀναμένοντες βοήθειαν, ἀλλὰ τὸ σὸν περιμένοντες ἔλεος, καὶ τὴν σὴν ἀπεκδεχόμενοι σωτηρίαν, οὓς διαφύλαξον ἐν παντὶ καιρῷ, καὶ κατὰ τὴν παροῦσαν ἑσπέραν, καὶ τὴν ἐπιοῦσαν νύκτα, ἀπὸ παντός ἐχθροῦ, ἀπὸ πάσης ἀντικειμένης ἐνεργείας διαβολικῆς, καὶ διαλογισμῶν ματαίων, καὶ ἐνθυμήσεων πονηρῶν.Εἴη τὸ κράτος τῆς βασιλείας σου εὐλογημένον καὶ δεδοξασμένον, τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἀπόστιχα, Τὸ Ἀναστάσιμον. Ὀκτώηχος Ἦχος γ΄ Άυτόμελον ΤΟ ΑΚΟΥΤΕ Ὁ τῷ πάθει σου Χριστέ,ἀμαυρώσας τὸν ἥλιον,καὶ τῷ φωτὶ τῆς σῆς Ἀναστάσεως,φαιδρύνας τὰ σύμπαντα,πρόσδεξαι ἡμῶν,τὸν ἑσπερινὸν ὕμνον Φιλάνθρωπε. Στίχ. Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο. Ἐνεδύσατο ὁ Κύριος δύναμιν καὶ περιεζώσατο. Ἀπόστιχα, Τὰ κατ’ Ἀλφάβητον. Ὀκτώηχος Ἡ ζωοδόχος σου Ἔγερσις Κύριε, τὴν οἰκουμένην πᾶσαν ἐφώτισε, καὶ τὸ ἴδιον πλάσμα, φθαρὲν ἀνεκαλέσατο. Διὸ τῆς κατάρας τοῦ Ἀδάμ, ἀπαλλαγέντες βοῶμεν Παντοδύναμε Κύριε δόξα σοι. Στίχ. Καὶ γὰρ ἐστερέωσεν τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται. Θεὸς ὑπάρχων ἀναλλοίωτος, σαρκὶ πάσχων ἠλλοίωσαι, ὃν ἡ κτίσις μὴ φέρουσα, κρεμάμενον ὁρᾷν, τῷ φόβῳ ἐκλονεῖτο, καὶ στένουσα ὕμνει τὴν σὴν μακροθυμίαν, κατελθὼν ἐν ᾅδῃ δέ, τριήμερος ἀνέστης, ζωὴν τῷ κόσμῳ δωρούμενος, καὶ τὸ μέγα ἔλεος. Στίχ. Τῷ οἴκῳ σου πρέπει ἁγίασμα Κύριε εἰς μακρότητα ἡμερῶν. Ἵνα τὸ γένος ἡμῶν, ἐκ τοῦ θανάτου Χριστὲ λυτρώσῃς, θάνατον ὑπήνεγκας, καὶ τριήμερος ἐκ νεκρῶν ἀναστάς, ἑαυτῷ συνανέστησας, τοὺς σὲ Θεὸν ἐπιγνόντας, καὶ κόσμον ἐφώτισας, Κύριε δόξα σοι. Δόξα... Ἦχος πλ. α' Τριήμερος ἀνέστης Χριστὲ ΤΟ ΑΚΟΥΤΕ Ἐν Ἰορδάνῃ ποταμῷ Χριστὸς ὁ Θεὸς ἡμῶν, μολεῖ πρὸς τὸ Βάπτισμα, καθᾶραι θέλων ἡμᾶς, ἐκ τῶν ἀνομιῶν ἡμῶν, τῇ αὐτοῦ ἐπιφανείᾳ, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος. Καὶ νῦν... Θεοτοκίον τοῦ ῆχου πλ. α'Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παρρησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν. Νῦν ἀπολύεις τον δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ, ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν, φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (ἐκ γ')Δόξα... Καὶ νῦν...Παναγία Τριάς, ἐλέησον ἡμᾶς.Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν,Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν.Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν,ἕνεκεν τοῦ ὀνόματός σου.Κύριε, ἐλέησον, (ἐκ γ')Δόξα... Καὶ νῦν...Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τόν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Ὅτι σοῦ ἐστὶν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα του Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας των αἰώνων. Ἀμήν. Ἀπολυτίκιον Ἦχος γ΄ Άυτόμελον ΤΟ ΑΚΟΥΤΕ Εὐφραινέσθω τὰ οὐράνια,ἀγαλλιάσθω τὰ ἐπίγεια,ὅτι ἐποίησε κράτος,ἐν βραχίονι αὐτοῦ,ὁ Κύριος, ἐπάτησετῷ θανάτῳ τὸν θάνατον,πρωτότοκος τῶν νεκρῶν ἐγένετο,ἐκ κοιλίας ᾅδου ἐρρύσατο ἡμᾶς,καὶ παρέσχε τῷ κόσμῳ τὸ μέγα ἔλεος. Ἀπολυτίκιον Ἦχος δ' Ἀπεστρέφετό ποτέ, ὁ Ἰορδάνης ποταμός, τῇ μηλωτῇ Ἐλισαιέ, ἀναληφθέντος Ἠλιού, καὶ διῃρεῖτο τὰ ὕδατα ἔνθεν καὶ ἔνθεν, καὶ γέγονεν αὐτῷ, ξηρὰ ὁδὸς ἡ ὑγρά, εἰς τύπον ἀληθῶς τοῦ Βαπτίσματος, δι' οὗ ἡμεῖς τὴν ῥέουσαν, τοῦ βίου διαπερῶμεν διάβασιν, Χριστὸς ἐφάνη, ἐν Ἰορδάνῃ, ἁγιάσαι τὰ ὕδατα. Θεοτοκίον τοῦ ῆχου δ'Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ σού Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται· Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος· δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.Σοφία! Εὐλόγησον.Ὁ ὢν εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, πάντοτε νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας τῶν αἰώνων. Ἀμήν.Στερεώσαι, Κύριος ὁ Θεός, τὴν ἁγίαν ἀμώμητον πίστιν τῶν εὐσεβῶν καὶ ὀρθοδόξων Χριστιανῶν, σὺν τῇ ἁγίᾳ αὐτοῦ Ἐκκλησίᾳ καὶ τῇ πόλει (ἢ τῇ μονῇ, ἢ χώρᾳ, ἢ τῇ νήσῳ) ταύτῃ εἰς αἰῶνας αἰώνων. Ἀμήν.Δόξα... Καὶ νῦν..., Κύριε ἐλέησον (γ'), Δέσποτα ἅγιε, εὐλόγησον.Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα Σοι.(Ὁ ἀναστὰς ἐκ νεκρῶν) Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (Ναοῦ), τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (ἡμέρας) καὶ πάντων τῶν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.Δι' εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν. Τῌ Ε' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥΠροεόρτια τῶν ΦώτωνΜνήμη τῶν Ἁγίων Μαρτύρων Θεοπέμπτου καὶ ΘεωνᾶΜνήμη τῆς Ὁσίας Συγκλητικῆς. ΚΥΡΙΑΚΗ Γ' ΗΧΟΣ ΟΡΘΡΟΣΕὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.Δόξα σοι ὁ Θεός, δόξα σοι.Βασιλεῦ Οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς Ἀληθείας, ὁ Πανταχοῦ Παρὼν καὶ τὰ Πάντα Πληρῶν, ὁ Θησαυρός τῶν Ἀγαθῶν καὶ Ζωῆς Χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος καὶ σῶσον, Ἀγαθὲ τὰς ψυχὰς ἡμῶν. Ἀμήν.Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (ἐκ γ')Δόξα... Καὶ νῦν ...Παναγία Τριάς, ἐλέησον ἡμᾶς.Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν,Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν.Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν,ἕνεκεν τοῦ ὀνόματός σου.Κύριε, ἐλέησον (ἐκ γ')Δόξα... Καὶ νῦν ...Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.Ὅτι σοῦ ἐστιν ἡ βασιλεία...Κύριε, ἐλέησον (12)Δόξα... Καὶ νῦν ...Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν. ΨΑΛΜΟΣ 19οςἘπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως, ὑπερασπίσαι σου τὸ ὄνομα τοῦ Θεοῦ ᾿Ιακώβ.ἐξαποστείλαι σοι βοήθειαν ἐξ ἁγίου καὶ ἐκ Σιὼν ἀντιλάβοιτό σου.μνησθείη πάσης θυσίας σου καὶ τὸ ὁλοκαύτωμά σου πιανάτω. (διάψαλμα).δῴη σοι Κύριος κατὰ τὴν καρδίαν σου καὶ πᾶσαν τὴν βουλήν σου πληρώσαι.ἀγαλλιασόμεθα ἐν τῷ σωτηρίῳ σου καὶ ἐν ὀνόματι Κυρίου Θεοῦ ἡμῶν μεγαλυνθησόμεθα.πληρώσαι Κύριος πάντα τὰ αἰτήματά σου.νῦν ἔγνων ὅτι ἔσωσε Κύριος τὸν χριστὸν αὐτοῦ· ἐπακούσεται αὐτοῦ ἐξ οὐρανοῦ ἁγίου αὐτοῦ·ἐν δυναστείαις ἡ σωτηρία τῆς δεξιᾶς αὐτοῦ.οὗτοι ἐν ἅρμασι καὶ οὗτοι ἐν ἵπποις, ἡμεῖς δὲ ἐν ὀνόματι Κυρίου Θεοῦ ἡμῶν μεγαλυνθησόμεθα.αὐτοὶ συνεποδίσθησαν καὶ ἔπεσαν, ἡμεῖς δὲ ἀνέστημεν καὶ ἀνωρθώθημεν.Κύριε, σῶσον τὸν βασιλέα, καὶ ἐπάκουσον ἡμῶν, ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλεσώμεθά σε.ΨΑΛΜΟΣ 20οςΚύριε, ἐν τῇ δυνάμει σου εὐφρανθήσεται ὁ βασιλεὺς καὶ ἐπὶ τῷ σωτηρίῳ σου ἀγαλλιάσεται σφόδρα.τὴν ἐπιθυμίαν τῆς καρδίας αὐτοῦ ἔδωκας αὐτῷ καὶ τὴν θέλησιν τῶν χειλέων αὐτοῦ οὐκ ἐστέρησας αὐτόν. (διάψαλμα).ὅτι προέφθασας αὐτὸν ἐν εὐλογίαις χρηστότητος, ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον ἐκ λίθου τιμίου.ζωὴν ᾐτήσατό σε, καὶ ἔδωκας αὐτῷ, μακρότητα ἡμερῶν εἰς αἰῶνα αἰῶνος.μεγάλη ἡ δόξα αὐτοῦ ἐν τῷ σωτηρίῳ σου, δόξαν καὶ μεγαλοπρέπειαν ἐπιθήσεις ἐπ᾿ αὐτόν·ὅτι δώσεις αὐτῷ εὐλογίαν εἰς αἰῶνα αἰῶνος, εὐφρανεῖς αὐτὸν ἐν χαρᾷ μετὰ τοῦ προσώπου σου.ὅτι ὁ βασιλεὺς ἐλπίζει ἐπὶ Κύριον καὶ ἐν τῷ ἐλέει τοῦ ῾Υψίστου οὐ μὴ σαλευθῇ.εὑρεθείη ἡ χείρ σου πᾶσι τοῖς ἐχθροῖς σου, ἡ δεξιά σου εὕροι πάντας τοὺς μισοῦντάς σε.θήσεις αὐτοὺς εἰς κλίβανον πυρὸς εἰς καιρὸν τοῦ προσώπου σου·Κύριος ἐν ὀργῇ αὐτοῦ συνταράξει αὐτούς, καὶ καταφάγεται αὐτοὺς πῦρ.τὸν καρπὸν αὐτῶν ἀπὸ τῆς γῆς ἀπολεῖς καὶ τὸ σπέρμα αὐτῶν ἀπὸ υἱῶν ἀνθρώπων,ὅτι ἔκλιναν εἰς σὲ κακά, διελογίσαντο βουλάς, αἷς οὐ μὴ δύνωνται στῆναι.ὅτι θήσεις αὐτοὺς νῶτον· ἐν τοῖς περιλοίποις σου ἑτοιμάσεις τὸ πρόσωπον αὐτῶν.ὑψώθητι, Κύριε, ἐν τῇ δυνάμει σου· ᾄσομεν καὶ ψαλοῦμεν τὰς δυναστείας σου.Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (ἐκ γ')Δόξα... Καὶ νῦν ...Παναγία Τριάς, ἐλέησον ἡμᾶς.Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν,Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν.Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν,ἕνεκεν τοῦ ὀνόματός σου.Κύριε, ἐλέησον (ἐκ γ')Δόξα... Καὶ νῦν ...Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.Ὅτι σοῦ ἐστιν ἡ βασιλεία...ΤροπάριαΣῶσον, Κύριε, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς βασιλεῦσι, κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα.Δόξα...Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως, τῇ ἐπωνύμῳ σου καινῇ πολιτείᾳ, τοὺς οἰκτιρμούς σου δώρησαι, Χριστὲ ὁ Θεός, εὔφρανον ἐν τῇ δυνάμει σου, τοὺς πιστοὺς βασιλεῖς ἡμῶν, νίκας χορηγῶν αὐτοῖς, κατὰ τῶν πολεμίων, τὴν συμμαχίαν ἔχοιεν τὴν σήν, ὅπλον εἰρήνης, ἀήττητον τρόπαιον.Καὶ νῦν ...ΘεοτοκίονΠροστασία φοβερὰ καὶ ἀκαταίσχυντε, μὴ παρίδῃς, ἀγαθή, τὰς ἱκεσίας ἡμῶν, πανύμνητε Θεοτόκε, στήριξον ὀρθοδόξων πολιτείαν, σῷζε οὓς ἐκέλευσας βασιλεύειν, καὶ χορήγει αὐτοῖς οὐρανόθεν τὴν νίκην· διότι ἔτεκες τὸν Θεόν, μόνη εὐλογημένη.Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεός σου...Ἀμήν. Ἐν ὀνόματι Κυρίου, εὐλόγησον, Πάτερ. Δόξα τῇ ἁγίᾳ καὶ ὁμοουσίῳ, καὶ ζωοποιῷ καὶ ἀδιαιρέτῳ Τριάδι, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΕΥΧΗ Α’Εὐχαριστοῦμεν σοι, Κύριε, ὁ Θεὸς ἡμῶν, τῷ ἐξαναστήσαντι ἡμᾶς ἐκ τῶν κοιτῶν ἡμῶν, καὶ ἐμβαλόντι εἰς τὸ στόμα ἡμῶν λόγον αἰνέσεως, τοῦ προσκυνεῖν καὶ ἐπικαλεῖσθαι τὸ ὄνομα σου τὸ ἅγιον· καὶ δεόμεθα τοῖς σοῖς οἰκτιρμοῖς, οἷς πάντοτε ἐχρήσω περὶ τὴν ἡμετέραν ζωήν. Καὶ νῦν ἐξαπόστειλον τὴν βοήθειάν σου ἐπὶ τοὺς ἑστῶτας πρὸ προσώπου τῆς ἁγίας δόξης σου και ἀπεκδεχομένους τὸ παρὰ σου πλούσιον ἔλεος καὶ δὸς αὐτοῖς μετὰ φόβου καὶ ἀγάπης πάντοτε σοι λατρεύειν, αἰνεῖν, ὑμνεῖν, προσκυνεῖν, τὴν ἀνεκδιήγητόν σου ἀγαθότητα. Ὅτι πρέπει σοι, πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.ΕΥΧΗ Β’Ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμα ἡμῶν πρὸς σέ, ὁ Θεὸς ἡμῶν, διότι φῶς τὰ προστάγματά σου ἐπι τῆς γῆς· δικαιοσύνην καὶ ἁγιασμὸν ἐπιτελεῖν ἐν τῷ φόβῳ σου, συνέτισον ἡμᾶς· σὲ γὰρ δοξάζομεν τὸν ὄντως ὄντα Θεὸν ἡμῶν. Κλῖνον τὸ οὗς σου καὶ ἐπάκουσον ἡμῶν· καὶ μνήσθητι, Κύριε, τῶν συμπαρόντων καὶ συνευχομένων ἡμῖν πάντων κατ᾽ ὄνομα καὶ σῶσον αὐτοὺς τῇ δυνάμει σου· ἐυλόγησον τὸν λαόν σου καὶ ἁγίασον τὴν κληρονομίαν σου· εἰρήνην τῷ κόσμῳ σου δώρησαι, ταῖς ἐκκλησίαις σου, τοῖς ἱερεῦσι, τοῖς βασιλεῦσιν, ἡμῶν καὶ παντὶ τῷ λαῷ σου. Ὅτι ηὐλόγηται καὶ δεδόξασται τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.ΕΥΧΗ Γ’Ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμα ἡμῶν πρὸς σέ ὁ Θεὸς, διότι φῶς τὰ προστάγματα σου. Δίδαξον ἡμᾶς, ὁ Θεὸς, τὴν δικαιοσύνην σου, τὰς ἐντολάς σου καὶ τὰ δικαιώματά σου· φώτισον τοὺς ὀφθαμοὺς τῶν διανοιῶν ἡμῶν, μήποτε ὑπνώσωμεν ἐν ἁμαρτίαις εις θάνατον· ἀπέλασον πάντα ζόφον ἀπὸ τῶν καρδιῶν ἡμῶν· χάρισαι ἡμῖν τὸν τῆς δικαιοσύνης ἥλιον καὶ ἀνεπηρέαστον τὴν ζωὴν ἡμῶν διαφύλαξον ἐν τῇ σφραγῖδι τοῦ ἁγίου σου Πνεύματος· κατεύθυνον τὰ διαβήματα ἡμῶν εἰς ὁδὸν εἰρήνης· δὸς ἡμῖν ἰδεῖν τὸν ὄρθρον καὶ τὴν ἡμέραν ἐν ἀγαλλιάσει, ἵνα σοι τὰς ἑωθινὰς ἀναπέμπωμεν εὐχάς. Ὅτι σὸν τὸ κράτος καὶ σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Χορὸς Ἀμήν.ΕΥΧΗ Δ’Δέσποτα ὁ Θεὸς, ὁ ἅγιος καὶ ἀκατάληπτος, ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι, ὁ ἀναπαύσας ἡμᾶς ἐν τῷ τῆς νυκτὸς ὕπνῳ καὶ διαναστήσας πρὸς δοξολογίαν καὶ ἱκεσίαν τῆς σῆς ἀγαθότητος, δυσωπούμενος ὑπο τῆς ἰδίας σου εὐσπλαγχνίας, πρόσδεξαι ἡμᾶς καὶ νῦν προσκυνοῦντάς σε καὶ κατὰ δύναμιν εὐχαριστοῦντάς σοι καὶ δώρησαι ἡμῖν πάντα τὰ πρὸς σωτηρίαν αἰτήματα· ἀνάδειξον ἡμᾶς υἱοὺς φωτὸς καὶ ἡμέρας καὶ κληρονόμους τῶν αἰωνίων σου ἀγαθῶν. Μνήσθητι, Κύριε, ἐν τῷ πλήθει τῶν οἰκτιρμῶν σου καὶ παντὸς τοῦ λαοῦ σου, τῶν συμπαρόντων καὶ συνευχομένων ἡμῖν καὶ πάντων τῶν ἀδελφῶν ἡμῶν, τῶν ἐν γῇ, τῶν ἐν θαλάσσῃ, τῶν ἐν παντὶ τόπω τῆς δεσποτείας σου δεομένων τῆς σῆς φιλανθρωπίας καὶ βοηθείας, καὶ πᾶσι χορήγησον τὸ μέγα σου ἔλεος. Ἵνα, σεσωσμένοι ψυχῇ τε καὶ σώματι πάντοτε διαμένοντες, μετὰ παῤῥησίας δοξάζωμεν τὸ θαυμαστὸν καὶ εὐλογημένον ὄνομά σου, τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.ΕΥΧΗ Ε’Ἀγαθῶν θησαυρέ, πηγὴ ἀέναος, Πάτερ ἅγιε, θαυμαστοποιέ, παντοδύναμε καὶ παντοκράτορ, πάντες σὲ προσκυνοῦμεν καὶ σοῦ δεόμεθα, τὰ σὰ ἐλέη καὶ τοὺς σοὺς οἰκτιρμοὺς ἐπικαλούμενοι εἰς βοήθειαν καὶ ἀντίληψιν τῆς ἡμετέρας ταπεινώσεως. Μνήσθητι, Κύριε, τῶν σῶν ἱκετῶν· πρόσδεξαι πάντων ἡμῶν τὰς ἑωθινας δεήσεις, ὡς θυμίαμα ἐνώπιον σου, καὶ μηδένα ἡμῶν ἀδόκιμον ποιήσης, ἀλλά πάντας ἡμᾶς περιποίησαι διὰ τῶν οἰκτιρμῶν σου. Μνήσθητι, Κύριε, τῶν ἀγρυπνούντων καὶ ψαλλόντων εἰς δόξαν σὴν καὶ τοῦ μονογενοῦς σου Υἱοῦ καὶ Θεοῦ ἡμῶν καὶ τοῦ ἁγίου σου Πνεύματος. Γενοῦ αὐτῶν βοηθὸς καὶ ἀντιλήπτωρ· πρόσδεξαι αὐτῶν τὰς ἱκεσίας εἰς τὸ ὑπερουράνιον καὶ νοερόν σου θυσιαστήριον. Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.ΕΥΧΗ ΣΤ’Εὐχαριστουμέν σοι, Κύριε ὁ Θεὸς τῶν σωτηρίων ἡμῶν, ὅτι πάντα ποιεῖς εἰς εὐεργεσίαν τῆς ζωῆς ἡμῶν, ἵνα διὰ παντὸς πρὸς σὲ ἀποβλέπωμεν, τὸν σωτῆρα καὶ εὐεργέτην τῶν ἡμετέρων ψυχῶν· ὅτι διανέπαυσας ἡμᾶς ἐν τῷ παρελθόντι τῆς νυκτὸς μέτρῳ καὶ ἐξήγειρας ἡμᾶς ἐκ τῶν κοιτῶν ἡμῶν καὶ ἔστησας εἰς προσκύνησιν τοῦ τιμίου ὀνόματός σου. Διὸ δεόμεθά σου, Κύριε· δὸς ἡμῖν χάριν καὶ δύναμιν, ἵνα καταξιωθῶμεν ψάλλειν σοι συνετῶς καὶ προσεύχεσθαι ἀδιαλείπτως ἐν φόβῳ καὶ τρόμῳ, τὴν ἑαυτῶν σωτηρίαν κατεργαζόμενοι, διὰ τῆς ἀντιλήψεως τοῦ Χριστοῦ σου. Μνήσθητι, Κύριε, καὶ τῶν ἐν νυκτὶ πρὸς σὲ βοώντων· ἐπάκουσον αὐτῶν καὶ ἐλέησον καὶ σύντριψον ὑπὸ τοὺς πόδας αὐτῶν τοὺς ἀοράτους καὶ πολεμίους ἐχθρούς. Σὺ γὰρ εἶ ὁ Βασιλεὺς τῆς εἰρήνης καὶ Σωτήρ τῶν ψυχῶν ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.ΕΥΧΗ Ζ’Ὁ Θεὸς καὶ Πατηρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ ἐξαναστήσας ἡμᾶς ἐκ τῶν κοιτῶν ἡμῶν καὶ ἐπισυναγαγὼν ἐπὶ τὴν ὥραν τῆς προσευχῆς, δὸς ἡμῖν χάριν ἐν ἀνοίξει τοῦ στόματος ἡμῶν καὶ πρόσδεξαι ἡμῶν τὰς κατὰ δύναμιν εὐχαριστίας· καὶ δίδαξον ἡμᾶς τὰ δικαιώματά σου, ὅτι προσεύξασθαι καθ᾽ ὅ δεῖ οὐκ οἴδαμεν, ἐὰν μὴ σύ, Κύριε, τῷ Πνεύματι σου τῷ ἁγίῳ ὁδηγήσης ἡμᾶς. Διό, δεόμεθα σου· εἴ τι ἡμάρτομεν μέχρι τῆς παρούσης ὥρας, ἐν λόγω ἤ ἔργω ἤ κατὰ διάνοιαν, ἑκουσίως ἤ ἀκουσίως, ἄνες, ἄφες, συγχώρησον· ἐὰν γὰρ ἀνομίας παρατηρήσης, Κύριε, Κύριε, τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ἡ ἀπολύτρωσις. Σὺ εἶ μόνος ἅγιος, βοηθός, κραταιὸς ὑπερασπιστης τῆς ζωῆς ἡμῶν καὶ ἐν σοὶ ἡ ὕμνησις ἡμῶν διαπαντός. Εἴη τὸ κράτος τῆς βασιλείας σου εὐλογημένον καὶ δεδοξασμένον τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.ΕΥΧΗ Η’Κύριε ὁ Θεὸς ἡμῶν, ὁ τὴν τοῦ ὕπνου ῥᾳθυμίαν ἀποσκεδάσας ἀφ᾽ ἡμῶν, καὶ συγκαλέσας ἡμᾶς κλήσει ἁγία, τοῦ καὶ ἐν νυκτὶ ἐπάραι τὰς χεῖρας ἡμῶν καὶ ἐξομολογεῖσθαι σοι ἐπὶ τὰ κρίματα τῆς δικαιωσύνης σου, πρόσδεξαι τὰς δεήσεις ἡμῶν, τὰς ἐντεύξεις, τὰς ἐξομολογήσεις, τὰς νυκτερινὰς λατρείας· καὶ χάρισαι ἡμῖν, ὁ Θεὸς, πίστιν ἀκαταίσχυντον, ἐλπίδα βεβαίαν, ἀγάπην ἀνυπόκριτον· εὐλόγησον ἡμῶν εἰσόδους καὶ ἐξόδους, πράξεις, ἔργα, λόγους, ἐνθυμήσεις· καὶ δὸς ἡμῖν καταντῆσαι εἰς τὰς ἀρχὰς τῆς ἡμέρας, αἰνοῦντας, ὑμνοῦντας, εὐλογοῦντας τῆς σῆς ἀφράστου χρηστότητος τὴν ἀγαθότητα. Ὅτι ηὐλόγηταί τὸ πανάγιον σου ὄνομα, καὶ δεδόξασταί σου ἡ βασιλεία, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.ΕΥΧΗ Θ’Λάμψον, Δέσποτα φιλάνθρωπε, ἐν ταῖς καρδίαις ἡμῶν, τὸ τῆς σῆς θεογνωσίας ἀκήρατον φῶς, καὶ τοὺς τῆς διανοίας ἡμῶν διάνοιξον ὀφθαλμοὺς διάνοιξον εἰς τὴν τῶν εὐαγγελικῶν σου κηρυγμάτων κατανόησιν. Ἔνθες ἡμῖν καὶ τὸν τῶν μακαρίων σου ἐντολῶν φόβον, ἵνα πάσας τὰς σαρκικὰς ἐπιθυμίας καταπατήσαντες, πνευματικὴν πολιτείαν μετέλθωμεν, πάντα τὰ πρὸς εὐαρέστησιν τὴν σὴν καὶ φρονοῦντες καὶ πράττοντες. Ὅτι σὺ εἶ ὁ ἁγιασμὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.ΕΥΧΗ Ι’Κύριε ὁ Θεὸς ἡμῶν, ὁ τὴν διὰ μετανοίας ἄφεσιν τοῖς ἀνθρώποις δωρησάμενος καὶ τύπον ἡμῖν ἐπιγνώσεως ἀμαρτημάτων καὶ ἐξομολογήσεως τὴν τοῦ προφήτου Δαυΐδ μετάνοιαν πρὸς συγχώρησιν ὑποδείξας· αὐτός, Δέσποτα, πολλοῖς ἡμᾶς καὶ μεγάλοις περιπεπτωκότας πλημμελήμασιν, ἐλέησον κατὰ τὸ μέγα σου ἔλεος, καὶ, κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου, ἐξάλειψον τὰ ἀνομήματα ἡμῶν· ὅτι σοι ἡμάρτομεν, Κύριε, τῷ καὶ τὰ ἄδηλα καὶ κρύφια τῆς καρδίας τῶν ἀνθρώπων γινώσκοντι καὶ μόνῳ ἔχοντι ἐξουσίαν ἀφιέναι ἀμαρτίας. Καρδίαν δὲ καθαρὰν κτίσας ἐν ἡμῖν καὶ πνεύματι ἡγεμονικῷ στηρίξας ἡμᾶς καὶ την ἀγαλλίασιν τοῦ σωτηρίου σου γνωρίσας ἡμῖν, μὴ ἀποῤῥίψῃς ἡμᾶς ἀπὸ τοῦ προσώπου σου· ἀλλ᾽ εὐδόκησον, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος, μέχρι τῆς ἐσχάτης ἡμῶν ἀναπνοῆς προσφέρειν σοι θυσίαν δικαιοσύνης καὶ ἀναφορὰν ἐν τοῖς ἁγίοις σου θυσιαστηρίοις. Ἐλέει, καὶ οἰκτιρμοίς, καὶ φιλανθρωπία τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ᾽ οὖ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.ΕΥΧΗ ΙΑ’ Ὁ Θεὸς, ὁ Θεὸς ἡμῶν, ὁ τας νοερὰς καὶ λογικὰς ὑποστησάμενος δυνάμεις τῷ σῷ θελήματι, σοῦ δεόμεθα καὶ σὲ ἱκετεύομεν, πρόσδεξαι ἡμῶν μετὰ τῶν κτισμάτων σου πάντων τὴν κατὰ δύναμιν δοξολογίαν καὶ ταῖς πλουσίαις τῆς σῆς ἀγαθότητος ἀντάμειψαι δωρεαῖς· ὅτι σοὶ κάμπτει πᾶν γόνυ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων καὶ πᾶσα πνοὴ καὶ κτίσις ὑμνεῖ τὴν ἀκατάληπτόν σου δόξαν· μόνος γὰρ εἶ Θεὸς ἀληθινὸς καὶ πολυέλεος. Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις τῶν οὐρανῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.ΕΥΧΗ ΙΒ’ Αἰνοῦμεν, ὑμνοῦμεν, εὐλογοῦμεν καὶ εὐχαριστοῦμεν σοι, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, ὅτι παρήγαγες τὴν σκιὰν τῆς νυκτὸς καὶ ἔδειξας ἡμῖν πάλιν τὸ φῶς τῆς ἡμέρας· ἀλλ᾽ ἱκετεύομεν τὴν σὴν ἀγαθότητα· ἱλάσθητι ταῖς ἀμαρτίαις ἡμῶν καὶ πρόσδεξαι τὴν δέησιν ἡμῶν ἐν τῇ μεγάλῃ σου εὐσπλαγχνίᾳ, ὅτι πρὸς σὲ καταφεύγομεν, τὸν ἐλεήμονα καὶ παντοδύναμον Θεόν· λάμψον ἐν ταῖς καρδίαις ἡμῶν τὸν ἀληθινὸν ἥλιον τῆς δικαιοσύνης σου· φώτισον τὸν νοῦν ἡμῶν καὶ τὰς αἰσθήσεις ὅλας διατήρησον, ἵνα ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατοῦντες τὴν ὁδὸν τῶν ἐντολῶν σου, καταντήσωμεν εἰς τὴν ζωὴν τὴν αἰώνιον· ὅτι παρὰ σοί ἐστιν ἡ πηγὴ τῆς ζωῆς καὶ ἐν ἀπολαύσει γενέσθαι καταξιωθῶμεν τοῦ ἀπροσίτου φωτός. Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία (ἐκ γ'). Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου (ἐκ β'). Ψαλμὸς 3 Κύριε, τί ἐπληθύνθησαν οἱ θλίβοντές με; πολλοὶ ἐπανίστανται ἐπ᾿ ἐμέ·πολλοὶ λέγουσι τῇ ψυχῇ μου· οὐκ ἔστι σωτηρία αὐτῷ ἐν τῷ Θεῷ αὐτοῦ. (διάψαλμα).σὺ δέ, Κύριε, ἀντιλήπτωρ μου εἶ, δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου.φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, καὶ ἐπήκουσέ μου ἐξ ὄρους ἁγίου αὐτοῦ. (διάψαλμα).ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα· ἐξηγέρθην, ὅτι Κύριος ἀντιλήψεταί μου.οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ τῶν κύκλῳ συνεπιτιθεμένων μοι.ἀνάστα, Κύριε, σῶσόν με, ὁ Θεός μου, ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως, ὀδόντας ἁμαρτωλῶν συνέτριψας.τοῦ Κυρίου ἡ σωτηρία, καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου. Καὶ πάλινἘγὼ ἐκοιμήθην καὶ ὕπνωσα· ἐξηγέρθην ὅτι Κύριος ἀντιλήψεταί μου Ψαλμὸς 37 Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με.ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι, καὶ ἐπεστήριξας ἐπ᾿ ἐμὲ τὴν χεῖρά σου·οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου ἀπὸ προσώπου τῆς ὀργῆς σου, οὐκ ἔστιν εἰρήνη ἐν τοῖς ὀστέοις μου ἀπὸ προσώπου τῶν ἁμαρτιῶν μου.ὅτι αἱ ἀνομίαι μου ὑπερῇραν τὴν κεφαλήν μου, ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ᾿ ἐμέ.προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου·ἐταλαιπώρησα καὶ κατεκάμφθην ἕως τέλους, ὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμην.ὅτι αἱ ψόαι μου ἐπλήσθησαν ἐμπαιγμάτων, καὶ οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου·ἐκακώθην καὶ ἐταπεινώθην ἕως σφόδρα, ὠρυόμην ἀπὸ στεναγμοῦ τῆς καρδίας μου.Κύριε, ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου, καὶ ὁ στεναγμός μου ἀπὸ σοῦ οὐκ ἀπεκρύβη.ἡ καρδία μου ἐταράχθη, ἐγκατέλιπέ με ἡ ἰσχύς μου, καὶ τὸ φῶς τῶν ὀφθαλμῶν μου, καὶ αὐτὸ οὐκ ἔστι μετ᾿ ἐμοῦ.οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας μου ἤγγισαν καὶ ἔστησαν, καὶ οἱ ἔγγιστά μου ἀπὸ μακρόθεν ἔστησαν·καὶ ἐξεβιάζοντο οἱ ζητοῦντες τὴν ψυχήν μου, καὶ οἱ ζητοῦντες τὰ κακά μοι ἐλάλησαν ματαιότητας, καὶ δολιότητας ὅλην τὴν ἡμέραν ἐμελέτησαν.ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ·καὶ ἐγενόμην ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων καὶ οὐκ ἔχων ἐν τῷ στόματι αὐτοῦ ἐλεγμούς.ὅτι ἐπὶ σοί, Κύριε, ἤλπισα· σὺ εἰκακούσῃ, Κύριε ὁ Θεός μου.ὅτι εἶπα· μήποτε ἐπιχαρῶσί μοι οἱ ἐχθροί μου· καὶ ἐν τῷ σαλευθῆναι πόδας μου ἐπ᾿ ἐμὲ ἐμεγαλοῤῥημόνησαν.ὅτι ἐγὼ εἰς μάστιγας ἕτοιμος, καὶ ἡ ἀλγηδών μου ἐνώπιόν μού ἐστι διαπαντός.ὅτι τὴν ἀνομίαν μου ἐγὼ ἀναγγελῶ καὶ μεριμνήσω ὑπὲρ τῆς ἁμαρτίας μου.οἱ δὲ ἐχθροί μου ζῶσι καὶ κεκραταίωνται ὑπὲρ ἐμέ, καὶ ἐπληθύνθησαν οἱ μισοῦντές με ἀδίκως·οἱ ἀνταποδιδόντες μοι κακὰ ἀντὶ ἀγαθῶν ἐνδιέβαλλόν με, ἐπεὶ κατεδίωκον ἀγαθωσύνην.μὴ ἐγκαταλίπῃς με, Κύριε· ὁ Θεός μου, μὴ ἀποστῇς ἀπ᾿ ἐμοῦ·πρόσχες εἰς τὴν βοήθειάν μου, Κύριε τῆς σωτηρίας μου. Καὶ πάλινμὴ ἐγκαταλίπῃς με Κύριε ὁ Θεός μου, μὴ ἀποστῇς ἀπ' ἐμοῦπρόσχες εἰς τὴν βοήθειάν μου Κύριε τῆς σωτηρίας μου Ψαλμὸς 62 Ὁ Θεὸς ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω· ἐδίψησέ σε ἡ ψυχή μου, ποσαπλῶς σοι ἡ σάρξ μου ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ.οὕτως ἐν τῷ ἁγίῳ ὤφθην σοι τοῦ ἰδεῖν τὴν δύναμίν σου καὶ τὴν δόξαν σου.ὅτι κρεῖσσον τὸ ἔλεός σου ὑπὲρ ζωάς· τὰ χείλη μου ἐπαινέσουσί σε.οὕτως εὐλογήσω σε ἐν τῇ ζωῇ μου καὶ ἐν τῷ ὀνόματί σου ἀρῶ τὰς χεῖράς μου.ὡς ἐκ στέατος καὶ πιότητος ἐμπλησθείη ἡ ψυχή μου, καὶ χείλη ἀγαλλιάσεως αἰνέσει τὸ στόμα μου.εἰ ἐμνημόνευόν σου ἐπὶ τῆς στρωμνῆς μου, ἐν τοῖς ὄρθροις ἐμελέτων εἰς σέ·ὅτι ἐγενήθης βοηθός μου, καὶ ἐν τῇ σκέπῃ τῶν πτερύγων σου ἀγαλλιάσομαι.ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου, ἐμοῦ δὲ ἀντελάβετο ἡ δεξιά σου.αὐτοὶ δὲ εἰς μάτην ἐζήτησαν τὴν ψυχήν μου, εἰσελεύσονται εἰς τὰ κατώτατα τῆς γῆς·παραδοθήσονται εἰς χεῖρας ρομφαίας, μερίδες ἀλωπέκων ἔσονται.ὁ δὲ βασιλεὺς εὐφρανθήσεται ἐπὶ τῷ Θεῷ, ἐπαινεθήσεται πᾶς ὁ ὀμνύων ἐν αὐτῷ, ὅτι ἐνεφράγη στόμα λαλούντων ἄδικα. Καὶ πάλινἐν τοῖς ὄρθροις ἐμελέτων εἰς σὲὅτι ἐγενήθης βοηθός μου καὶ ἐν τῇ σκέπῃ τῶν πτερύγων σου ἀγαλλιάσομαιἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου, ἐμοῦ δὲ ἀντελάβετο ἡ δεξιά σουΔόξα... Καὶ νῦν...Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, Δόξα σοι ὁ Θεὸς (ἐκ γ')Κύριε, ἐλέησον. (ἐκ γ')Δόξα... Καὶ νῦν... Ψαλμὸς 87 Κύριε ὁ Θεὸς τῆς σωτηρίας μου, ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου·εἰσελθέτω ἐνώπιόν σου ἡ προσευχή μου, κλῖνον τὸ οὖς σου εἰς τὴν δέησίν μου.ὅτι ἐπλήσθη κακῶν ἡ ψυχή μου, καὶ ἡ ζωή μου τῷ ᾅδῃ ἤγγισε·προσελογίσθην μετὰ τῶν καταβαινόντων εἰς λάκκον, ἐγενήθην ὡσεὶ ἄνθρωπος ἀβοήθητος ἐν νεκροῖς ἐλεύθερος,ὡσεὶ τραυματίαι καθεύδοντες ἐν τάφῳ, ὧν οὐκ ἐμνήσθης ἔτι καὶ αὐτοὶ ἐκ τῆς χειρός σου ἀπώσθησαν.ἔθεντό με ἐν λάκκῳ κατωτάτῳ, ἐν σκοτεινοῖς καὶ ἐν σκιᾷ θανάτου.ἐπ᾿ ἐμὲ ἐπεστηρίχθη ὁ θυμός σου, καὶ πάντας τοὺς μετεωρισμούς σου ἐπήγαγες ἐπ᾿ ἐμέ. (διάψαλμα).ἐμάκρυνας τοὺς γνωστούς μου ἀπ᾿ ἐμοῦ, ἔθεντό με βδέλυγμα ἑαυτοῖς, παρεδόθην καὶ οὐκ ἐξεπορευόμην.οἱ ὀφθαλμοί μου ἠσθένησαν ἀπὸ πτωχείας· ἐκέκραξα πρὸς σέ, Κύριε, ὅλην τὴν ἡμέραν, διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου·μὴ τοῖς νεκροῖς ποιήσεις θαυμάσια; ἢ ἰατροὶ ἀναστήσουσι, καὶ ἐξομολογήσονταί σοι;μὴ διηγήσεταί τις ἐν τῷ τάφῳ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου ἐν τῇ ἀπωλείᾳ;μὴ γνωσθήσεται ἐν τῷ σκότει τὰ θαυμάσιά σου καὶ ἡ δικαιοσύνη σου ἐν γῇ ἐπιλελησμένῃ;κἀγὼ πρὸς σέ, Κύριε, ἐκέκραξα, καὶ τὸ πρωΐ ἡ προσευχή μου προφθάσει σε.ἱνατί, Κύριε, ἀπωθῇ τὴν ψυχήν μου, ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ;πτωχός εἰμι ἐγὼ καὶ ἐν κόποις ἐκ νεότητός μου, ὑψωθεὶς δὲ ἐταπεινώθην καὶ ἐξηπορήθην.ἐπ᾿ ἐμὲ διῆλθον αἱ ὀργαί σου, οἱ φοβερισμοί σου ἐξετάραξάν με,ἐκύκλωσάν με ὡσεὶ ὕδωρ ὅλην τὴν ἡμέραν, περιέσχον με ἅμα.ἐμάκρυνας ἀπ᾿ ἐμοῦ φίλον καὶ πλησίον καὶ τοὺς γνωστούς μου ἀπὸ ταλαιπωρίας. Καὶ πάλινΚύριε ὁ Θεὸς τῆς σωτηρίας μου ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σουεἰσελθέτω ἐνώπιόν σου ἡ προσευχή μου κλῖνον τὸ οὖς σου εἰς τὴν δέησίν μου Ψαλμὸς 102 Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον καί, πάντα τὰ ἐντός μου, τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ·εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ·τὸν εὐιλατεύοντα πάσας τὰς ἀνομίας σου, τὸν ἰώμενον πάσας τὰς νόσους σου·τὸν λυτρούμενον ἐκ φθορᾶς τὴν ζωήν σου, τὸν στεφανοῦντά σε ἐν ἐλέει καὶ οἰκτιρμοῖς·τὸν ἐμπιπλῶντα ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν σου, ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου.ποιῶν ἐλεημοσύνας ὁ Κύριος καὶ κρῖμα πᾶσι τοῖς ἀδικουμένοις.ἐγνώρισε τὰς ὁδοὺς αὐτοῦ τῷ Μωυσῇ, τοῖς υἱοῖς ᾿Ισραὴλ τὰ θελήματα αὐτοῦ.οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, μακρόθυμος καὶ πολυέλεος·οὐκ εἰς τέλος ὀργισθήσεται, οὐδὲ εἰς τὸν αἰῶνα μηνιεῖ·οὐ κατὰ τὰς ἀνομίας ἡμῶν ἐποίησεν ἡμῖν, οὐδὲ κατὰ τὰς ἁμαρτίας ἡμῶν ἀνταπέδωκεν ἡμῖν,ὅτι κατὰ τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς ἐκραταίωσε Κύριος τὸ ἔλεος αὐτοῦ ἐπὶ τοὺς φοβουμένους αὐτόν·καθόσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν, ἐμάκρυνεν ἀφ᾿ ἡμῶν τὰς ἀνομίας ἡμῶν.καθὼς οἰκτείρει πατὴρ υἱούς, ᾠκτείρησε Κύριος τοὺς φοβουμένους αὐτόν,ὅτι αὐτὸς ἔγνω τὸ πλάσμα ἡμῶν, ἐμνήσθη ὅτι χοῦς ἐσμεν.ἄνθρωπος, ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ· ὡσεὶ ἄνθος τοῦ ἀγροῦ, οὕτως ἐξανθήσει·ὅτι πνεῦμα διῆλθεν ἐν αὐτῷ, καὶ οὐχ ὑπάρξει καὶ οὐκ ἐπιγνώσεται ἔτι τὸν τόπον αὐτοῦ.τὸ δὲ ἔλεος τοῦ Κυρίου ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος ἐπὶ τοὺς φοβουμένους αὐτόν, καὶ ἡ δικαιοσύνη αὐτοῦ ἐπὶ υἱοῖς υἱῶντοῖς φυλάσσουσι τὴν διαθήκην αὐτοῦ καὶ μεμνημένοις τῶν ἐντολῶν αὐτοῦ τοῦ ποιῆσαι αὐτάς.Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει.εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ ἄγγελοι αὐτοῦ, δυνατοὶ ἰσχύϊ ποιοῦντες τὸν λόγον αὐτοῦ τοῦ ἀκοῦσαι τῆς φωνῆς τῶν λόγων αὐτοῦ.εὐλογεῖτε τὸν Κύριον, πᾶσαι αἱ δυνάμεις αὐτοῦ, λειτουργοὶ αὐτοῦ ποιοῦντες τὸ θέλημα αὐτοῦ·εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ· εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον. Καὶ πάλινἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ εὐλόγει ἡ ψυχή μου τὸν Κύριον Ψαλμὸς 142 Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου·καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν.ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος·καὶ ἠκηδίασεν ἐπ᾿ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου.ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. (διάψαλμα).ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.ἀκουστὸν ποίησόν μοι τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου·ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρὸς σὲ κατέφυγον.δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ.ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου·καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι. Καὶ πάλινεἰσάκουσόν μου Κύριε ἐν τῇ δικαιοσύνῃ σου καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου (ἐκ β')τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ.Δόξα... Καὶ νῦν...Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ').Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.Ὑπέρ τῆς ἄνωθεν εἰρήνης, καί τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.Ὑπέρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν, καί τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.Ὑπέρ τοῦ ἁγίου οἴκου τούτου, καί τῶν μετὰ πίστεως, εὐλαβείας, καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.Ὑπέρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τοῦ Κυρίου δεηθῶμεν.Ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν, (τοῦ δεῖνος), τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντός τοῦ Κλήρου καί τοῦ Λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.Ὑπέρ τοῦ εὐσεβοῦς ἡμῶν Ἔθνους, πάσης Ἀρχῆς καὶ Ἐξουσίας ἐν αὐτῷ, τοῦ κατὰ ξηρὰν θάλασσαν καὶ ἀέρα φιλοχρίστου ἡμῶν στρατοῦ, τοῦ Κυρίου δεηθῶμεν.Ὑπέρ τῆς πόλεως ταύτης, πάσης πόλεως καὶ χώρας καί τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν.Ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς καὶ καιρῶν εἰρηνικῶν, τοῦ Κυρίου δεηθῶμεν.Ὑπὲρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καί τῆς σωτηρίας αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν.Ὑπέρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.ΕΥΧΗ Α’Εὐχαριστοῦμεν σοι, Κύριε, ὁ Θεὸς ἡμῶν, τῷ ἐξαναστήσαντι ἡμᾶς ἐκ τῶν κοιτῶν ἡμῶν, καὶ ἐμβαλόντι εἰς τὸ στόμα ἡμῶν λόγον αἰνέσεως, τοῦ προσκυνεῖν καὶ ἐπικαλεῖσθαι τὸ ὄνομα σου τὸ ἅγιον· καὶ δεόμεθα τοῖς σοῖς οἰκτιρμοῖς, οἷς πάντοτε ἐχρήσω περὶ τὴν ἡμετέραν ζωήν. Καὶ νῦν ἐξαπόστειλον τὴν βοήθειάν σου ἐπὶ τοὺς ἑστῶτας πρὸ προσώπου τῆς ἁγίας δόξης σου και ἀπεκδεχομένους τὸ παρὰ σου πλούσιον ἔλεος καὶ δὸς αὐτοῖς μετὰ φόβου καὶ ἀγάπης πάντοτε σοι λατρεύειν, αἰνεῖν, ὑμνεῖν, προσκυνεῖν, τὴν ἀνεκδιήγητόν σου ἀγαθότητα.Ὅτι πρέπει σοι, πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἦχος γ΄ Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.Στίχ, α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.ἤ Στίχ, α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.Στίχ, β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,Στίχ, γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. Ἀπολυτίκιον Ἦχος γ΄ Άυτόμελον ΤΟ ΑΚΟΥΤΕ Εὐφραινέσθω τὰ οὐράνια,ἀγαλλιάσθω τὰ ἐπίγεια,ὅτι ἐποίησε κράτος,ἐν βραχίονι αὐτοῦ,ὁ Κύριος, ἐπάτησετῷ θανάτῳ τὸν θάνατον,πρωτότοκος τῶν νεκρῶν ἐγένετο,ἐκ κοιλίας ᾅδου ἐρρύσατο ἡμᾶς,καὶ παρέσχε τῷ κόσμῳ τὸ μέγα ἔλεος. Ἀπολυτίκιον Ἦχος δ' Ἀπεστρέφετό ποτέ, ὁ Ἰορδάνης ποταμός, τῇ μηλωτῇ Ἐλισαιέ, ἀναληφθέντος Ἠλιού, καὶ διῃρεῖτο τὰ ὕδατα ἔνθεν καὶ ἔνθεν, καὶ γέγονεν αὐτῷ, ξηρὰ ὁδὸς ἡ ὑγρά, εἰς τύπον ἀληθῶς τοῦ Βαπτίσματος, δι' οὗ ἡμεῖς τὴν ῥέουσαν, τοῦ βίου διαπερῶμεν διάβασιν, Χριστὸς ἐφάνη, ἐν Ἰορδάνῃ, ἁγιάσαι τὰ ὕδατα. Θεοτοκίον τοῦ ῆχου δ'Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ σού Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται· Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος· δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.ΕΥΧΗ Γ’Ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμα ἡμῶν πρὸς σέ ὁ Θεὸς, διότι φῶς τὰ προστάγματα σου. Δίδαξον ἡμᾶς, ὁ Θεὸς, τὴν δικαιοσύνην σου, τὰς ἐντολάς σου καὶ τὰ δικαιώματά σου· φώτισον τοὺς ὀφθαμοὺς τῶν διανοιῶν ἡμῶν, μήποτε ὑπνώσωμεν ἐν ἁμαρτίαις εις θάνατον· ἀπέλασον πάντα ζόφον ἀπὸ τῶν καρδιῶν ἡμῶν· χάρισαι ἡμῖν τὸν τῆς δικαιοσύνης ἥλιον καὶ ἀνεπηρέαστον τὴν ζωὴν ἡμῶν διαφύλαξον ἐν τῇ σφραγῖδι τοῦ ἁγίου σου Πνεύματος· κατεύθυνον τὰ διαβήματα ἡμῶν εἰς ὁδὸν εἰρήνης· δὸς ἡμῖν ἰδεῖν τὸν ὄρθρον καὶ τὴν ἡμέραν ἐν ἀγαλλιάσει, ἵνα σοι τὰς ἑωθινὰς ἀναπέμπωμεν εὐχάς.Ὅτι σὸν τὸ κράτος καί σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Στάσις 1, Ψαλμὸς 9 Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου·εὐφρανθήσομαι καὶ ἀγαλλιάσομαι ἐν σοί, ψαλῶ τῷ ὀνόματί σου, ῞Υψιστε.ἐν τῷ ἀποστραφῆναι τὸν ἐχθρόν μου εἰς τὰ ὀπίσω, ἀσθενήσουσι καὶ ἀπολοῦνται ἀπὸ προσώπου σου,ὅτι ἐποίησας τὴν κρίσιν μου καὶ τὴν δίκην μου, ἐκάθισας ἐπὶ θρόνου ὁ κρίνων δικαιοσύνην.ἐπετίμησας ἔθνεσι, καὶ ἀπώλετο ὁ ἀσεβής· τὸ ὄνομα αὐτοῦ ἐξήλειψας εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.τοῦ ἐχθροῦ ἐξέλιπον αἱ ῥομφαῖαι εἰς τέλος, καὶ πόλεις καθεῖλες· ἀπώλετο τὸ μνημόσυνον αὐτοῦ μετ᾿ ἤχου,καὶ ὁ Κύριος εἰς τὸν αἰῶνα μένει. ἡτοίμασεν ἐν κρίσει τὸν θρόνον αὐτοῦ,καὶ αὐτὸς κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, κρινεῖ λαοὺς ἐν εὐθύτητι.καὶ ἐγένετο Κύριος καταφυγὴ τῷ πένητι, βοηθὸς ἐν εὐκαιρίαις ἐν θλίψεσι·καὶ ἐλπισάτωσαν ἐπὶ σοὶ οἱ γινώσκοντες τὸ ὄνομά σου, ὅτι οὐκ ἐγκατέλιπες τοὺς ἐκζητοῦντάς σε, Κύριε.ψάλατε τῷ Κυρίῳ, τῷ κατοικοῦντι ἐν Σιών, ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἐπιτηδεύματα αὐτοῦ,ὅτι ἐκζητῶν τὰ αἵματα αὐτῶν ἐμνήσθη, οὐκ ἐπελάθετο τῆς κραυγῆς τῶν πενήτων.ἐλέησόν με, Κύριε, ἴδε τὴν ταπείνωσίν μου ἐκ τῶν ἐχθρῶν μου, ὁ ὑψῶν με ἐκ τῶν πυλῶν τοῦ θανάτου,ὅπως ἂν ἐξαγγείλω πάσας τὰς αἰνέσεις σου ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σιών. ἀγαλλιάσομαι ἐπὶ τῷ σωτηρίῳ σου.ἐνεπάγησαν ἔθνη ἐν διαφθορᾷ, ᾗ ἐποίησαν, ἐν παγίδι ταύτῃ, ᾗ ἔκρυψαν, συνελήφθη ὁ ποὺς αὐτῶν.γινώσκεται Κύριος κρίματα ποιῶν, ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ συνελήφθη ὁ ἁμαρτωλός. (ᾠδὴ διαψάλματος).ἀποστραφήτωσαν οἱ ἁμαρτωλοὶ εἰς τὸν ᾅδην, πάντα τὰ ἔθνη τὰ ἐπιλανθανόμενα τοῦ Θεοῦ,ὅτι οὐκ εἰς τέλος ἐπιλησθήσεται ὁ πτωχός, ἡ ὑπομονὴ τῶν πενήτων οὐκ ἀπολεῖται εἰς τέλος.ἀνάστηθι, Κύριε, μὴ κραταιούσθω ἄνθρωπος, κριθήτωσαν ἔθνη ἐνώπιόν σου.κατάστησον, Κύριε, νομοθέτην ἐπ᾿ αὐτούς, γνώτωσαν ἔθνη ὅτι ἄνθρωποί εἰσιν. (διάψαλμα).῾Ινατί, Κύριε, ἀφέστηκας μακρόθεν, ὑπερορᾷς ἐν εὐκαιρίαις ἐν θλίψεσιν;ἐν τῷ ὑπερηφανεύεσθαι τὸν ἀσεβῆ ἐμπυρίζεται ὁ πτωχός, συλλαμβάνονται ἐν διαβουλίοις, οἷς διαλογίζονται.ὅτι ἐπαινεῖται ὁ ἁμαρτωλὸς ἐν ταῖς ἐπιθυμίαις τῆς ψυχῆς αὐτοῦ, καὶ ὁ ἀδικῶν ἐνευλογεῖται·παρώξυνε τὸν Κύριον ὁ ἁμαρτωλός· κατὰ τὸ πλῆθος τῆς ὀργῆς αὐτοῦ οὐκ ἐκζητήσει· οὐκ ἔστιν ὁ Θεὸς ἐνώπιον αὐτοῦ.βεβηλοῦνται αἱ ὁδοὶ αὐτοῦ ἐν παντὶ καιρῷ, ἀνταναιρεῖται τὰ κρίματά σου ἀπὸ προσώπου αὐτοῦ, πάντων τῶν ἐχθρῶν αὐτοῦ κατακυριεύσει·εἶπε γὰρ ἐν καρδίᾳ αὐτοῦ· οὐ μὴ σαλευθῶ, ἀπὸ γενεᾶς εἰς γενεὰν ἄνευ κακοῦ.οὗ ἀρᾶς τὸ στόμα αὐτοῦ γέμει καὶ πικρίας καὶ δόλου, ὑπὸ τὴν γλῶσσαν αὐτοῦ κόπος καὶ πόνος.ἐγκάθηται ἐνέδρᾳ μετὰ πλουσίων, ἐν ἀποκρύφοις τοῦ ἀποκτεῖναι ἀθῷον· οἱ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν πένητα ἀποβλέπουσιν·ἐνεδρεύει ἐν ἀποκρύφῳ ὡς λέων ἐν τῇ μάνδρᾳ αὐτοῦ, ἐνεδρεύει τοῦ ἁρπάσαι πτωχόν, ἁρπάσαι πτωχὸν ἐν τῷ ἑλκύσαι αὐτόν·ἐν τῇ παγίδι αὐτοῦ ταπεινώσει αὐτόν, κύψει καὶ πεσεῖται ἐν τῷ αὐτὸν κατακυριεῦσαι τῶν πενήτων.εἶπε γὰρ ἐν καρδίᾳ αὐτοῦ· ἐπιλέλησται ὁ Θεός, ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ τοῦ μὴ βλέπειν εἰς τέλος.ἀνάστηθι, Κύριε ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθῃ τῶν πενήτων.ἕνεκεν τίνος παρώργισεν ὁ ἀσεβὴς τὸν Θεόν; εἶπε γὰρ ἐν καρδίᾳ αὐτοῦ· οὐκ ἐκζητήσει.βλέπεις, ὅτι σὺ πόνον καὶ θυμὸν κατανοεῖς τοῦ παραδοῦναι αὐτοὺς εἰς χεῖράς σου· σοὶ ἐγκαταλέλειπται ὁ πτωχός, ὀρφανῷ σὺ ᾖσθα βοηθός.σύντριψον τὸν βραχίονα τοῦ ἁμαρτωλοῦ καὶ πονηροῦ, ζητηθήσεται ἡ ἁμαρτία αὐτοῦ, καὶ οὐ μὴ εὑρεθῇ.βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ἀπολεῖσθε ἔθνη ἐκ τῆς γῆς αὐτοῦ.τὴν ἐπιθυμίαν τῶν πενήτων εἰσήκουσε Κύριος, τὴνἑτοιμασίαν τῆς καρδίας αὐτῶν προσέσχε τὸ οὖς σουκρῖναι ὀρφανῷ καὶ ταπεινῷ, ἵνα μὴ προσθῇ ἔτι μεγαλαυχεῖν ἄνθρωπος ἐπὶ τῆς γῆς. Ψαλμὸς 10 Ἐπὶ τῷ Κυρίῳ πέποιθα· πῶς ἐρεῖτε τῇ ψυχῇ μου· μεταναστεύου ἐπὶ τὰ ὄρη ὡς στρουθίον;ὅτι ἰδοὺ οἱ ἁμαρτωλοὶ ἐνέτειναν τόξον, ἡτοίμασαν βέλη εἰς φαρέτραν τοῦ κατατοξεῦσαι ἐν σκοτομήνῃ τοὺς εὐθεῖς τῇ καρδίᾳ.ὅτι ἃ σὺ κατηρτίσω, αὐτοὶ καθεῖλον· ὁ δὲ δίκαιος τί ἐποίησε;Κύριος ἐν ναῷ ἁγίῳ αὐτοῦ· Κύριος ἐν οὐρανῷ ὁ θρόνος αὐτοῦ. οἱ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν πένητα ἀποβλέπουσι, τὰ βλέφαρα αὐτοῦ ἐξετάζει τοὺς υἱοὺς τῶν ἀνθρώπων.Κύριος ἐξετάζει τὸν δίκαιον καὶ τὸν ἀσεβῆ, ὁ δὲ ἀγαπῶν τὴν ἀδικίαν μισεῖ τὴν ἑαυτοῦ ψυχήν.ἐπιβρέξει ἐπὶ ἁμαρτωλοὺς παγίδας, πῦρ καὶ θεῖον καὶ πνεῦμα καταιγίδος ἡ μερὶς τοῦ ποτηρίου αὐτῶν.ὅτι δίκαιος Κύριος, καὶ δικαιοσύνας ἠγάπησεν, εὐθύτητας εἶδε τὸ πρόσωπον αὐτοῦ.Δόξα... Καὶ νῦν...Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, Δόξα σοι ὁ Θεὸς (ἐκ γ')Κύριε, ἐλέησον. (ἐκ γ')Δόξα... Καὶ νῦν... Στάσις 2, Ψαλμὸς 11 Σῶσον με, Κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος, ὅτι ὠλιγώθησαν αἱ ἀλήθειαι ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων.μάταια ἐλάλησεν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ, χείλη δόλια ἐν καρδίᾳ, καὶ ἐν καρδίᾳ ἐλάλησε κακά.ἐξολοθρεύσαι Κύριος πάντα τὰ χείλη τὰ δόλια καὶ γλῶσσαν μεγαλοῤῥήμονα.τοὺς εἰπόντας· τὴν γλῶσσαν ἡμῶν μεγαλυνοῦμεν, τὰ χείλη ἡμῶν παρ᾿ ἡμῖν ἐστι· τίς ἡμῶν Κύριός ἐστιν;ἀπὸ τῆς ταλαιπωρίας τῶν πτωχῶν καὶ ἀπὸ τοῦ στεναγμοῦ τῶν πενήτων, νῦν ἀναστήσομαι, λέγει Κύριος· θήσομαι ἐν σωτηρίῳ, παῤῥησιάσομαι ἐν αὐτῷ.τὰ λόγια Κυρίου λόγια ἁγνά, ἀργύριον πεπυρωμένον, δοκίμιον τῇ γῇ κεκαθαρισμένον ἑπταπλασίως.σύ, Κύριε, φυλάξαις ἡμᾶς καὶ διατηρήσαις ἡμᾶς ἀπὸ τῆς γενεᾶς ταύτης καὶ εἰς τὸν αἰῶνα.κύκλῳ οἱ ἀσεβεῖς περιπατοῦσι· κατὰ τὸ ὕψος σου ἐπολυώρησας τοὺς υἱοὺς τῶν ἀνθρώπων. Ψαλμὸς 12 Ἔως πότε, Κύριε, ἐπιλήσῃ μου εἰς τέλος; ἕως πότε ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ;ἕως τίνος θήσομαι βουλὰς ἐν ψυχῇ μου, ὀδύνας ἐν καρδίᾳ μου ἡμέρας καὶ νυκτός; ἕως πότε ὑψωθήσεται ὁ ἐχθρός μου ἐπ᾿ ἐμέ;ἐπίβλεψον, εἰσάκουσόν μου, Κύριε ὁ Θεός μου· φώτισον τοὺς ὀφθαλμούς μου, μήποτε ὑπνώσω εἰς θάνατον,μήποτε εἴπῃ ὁ ἐχθρός μου· ἴσχυσα πρὸς αὐτόν· οἱ θλίβοντές με ἀγαλλιάσονται, ἐὰν σαλευθῶ.ἐγὼ δὲ ἐπὶ τῷ ἐλέει σου ἤλπισα, ἀγαλλιάσεται ἡ καρδία μου ἐπὶ τῷ σωτηρίῳ σου· ᾄσω τῷ Κυρίῳ τῷ εὐεργετήσαντί με καὶ ψαλῶ τῷ ὀνόματι Κυρίου τοῦ ῾Υψίστου. Ψαλμὸς 13 Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· οὐκ ἔστι Θεός. διεφθάρησαν καὶ ἐβδελύχθησαν ἐν ἐπιτηδεύμασιν, οὐκ ἔστι ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός.Κύριος ἐκ τοῦ οὐρανοῦ διέκυψεν ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων τοῦ ἰδεῖν εἰ ἔστι συνιὼν ἢ ἐκζητῶν τὸν Θεόν.πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, οὐκ ἔστι ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός*.οὐχὶ γνώσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν; οἱ ἐσθίοντες τὸν λαόν μου βρώσει ἄρτου τὸν Κύριον οὐκ ἐπεκαλέσαντο.ἐκεῖ ἐδειλίασαν φόβῳ, οὗ οὐκ ἦν φόβος, ὅτι ὁ Θεὸς ἐν γενεᾷ δικαίᾳ.βουλὴν πτωχοῦ κατῃσχύνατε, ὁ δὲ Κύριος ἐλπὶς αὐτοῦ ἐστι.τίς δώσει ἐκ Σιὼν τὸ σωτήριον τοῦ ᾿Ισραήλ; ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ ἀγαλλιάσεται ᾿Ιακὼβ καὶ εὐφρανθήσεται ᾿Ισραήλ.Δόξα... Καὶ νῦν...Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, Δόξα σοι ὁ Θεὸς (ἐκ γ')Κύριε, ἐλέησον. (ἐκ γ')Δόξα... Καὶ νῦν... Στάσις 3, Ψαλμὸς 14 Κύριε, τίς παροικήσει ἐν τῷ σκηνώματί σου; ἢ τίς κατασκηνώσει ἐν ὄρει ἁγίῳ σου;πορευόμενος ἄμωμος καὶ ἐργαζόμενος δικαιοσύνην, λαλῶν ἀλήθειαν ἐν καρδίᾳ αὐτοῦ,ὃς οὐκ ἐδόλωσεν ἐν γλώσσῃ αὐτοῦ, οὐδὲ ἐποίησε τῷ πλησίον αὐτοῦ κακὸν καὶ ὀνειδισμὸν οὐκ ἔλαβεν ἐπὶ τοῖς ἔγγιστα αὐτοῦ.ἐξουδένωται ἐνώπιον αὐτοῦ πονηρευόμενος, τοὺς δὲ φοβουμένους τὸν Κύριον δοξάζει· ὁ ὀμνύων τῷ πλησίον αὐτοῦ καὶ οὐκ ἀθετῶν·τὸ ἀργύριον αὐτοῦ οὐκ ἔδωκεν ἐπὶ τόκῳ καὶ δῶρα ἐπ᾿ ἀθῴοις οὐκ ἔλαβεν. ὁ ποιῶν ταῦτα, οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα. Ψαλμὸς 15 Φύλαξόν με, Κύριε, ὅτι ἐπὶ σοὶ ἤλπισα.εἶπα τῷ Κυρίῳ· Κύριός μου εἶ σύ, ὅτι τῶν ἀγαθῶν μου οὐ χρείαν ἔχεις.τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος, πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς.ἐπληθύνθησαν αἱ ἀσθένειαι αὐτῶν, μετὰ ταῦτα ἐτάχυναν· οὐ μὴ συναγάγω τὰς συναγωγὰς αὐτῶν ἐξ αἱμάτων, οὐδ᾿ οὐ μὴ μνησθῶ τῶν ὀνομάτων αὐτῶν διὰ χειλέων μου.Κύριος μερὶς τῆς κληρονομίας μου καὶ τοῦ ποτηρίου μου· σὺ εἶ ὁ ἀποκαθιστῶν τὴν κληρονομίαν μου ἐμοί.σχοινία ἐπέπεσέ μοι ἐν τοῖς κρατίστοις· καὶ γὰρ ἡ κληρονομία μου κρατίστη μοί ἐστιν.εὐλογήσω τὸν Κύριον τὸν συνετίσαντά με· ἔτι δὲ καὶ ἕως νυκτὸς ἐπαίδευσάν με οἱ νεφροί μου.προωρώμην τὸν Κύριον ἐνώπιόν μου διαπαντός, ὅτι ἐκ δεξιῶν μού ἐστιν, ἵνα μὴ σαλευθῶ.διὰ τοῦτο ηὐφράνθη ἡ καρδία μου, καὶ ἠγαλλιάσατο ἡ γλῶσσά μου, ἔτι δὲ καὶ ἡ σάρξ μου κατασκηνώσει ἐπ᾿ ἐλπίδι,ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν.ἐγνώρισάς μοι ὁδοὺς ζωῆς· πληρώσεις με εὐφροσύνης μετὰ τοῦ προσώπου σου, τερπνότητες ἐν τῇ δεξιᾷ σου εἰς τέλος. Ψαλμὸς 16 Εἰσάκουσον, Κύριε, τῆς δικαιοσύνης μου, πρόσχες τῇ δεήσει μου, ἐνώτισαι τὴν προσευχήν μου οὐκ ἐν χείλεσι δολίοις.ἐκ προσώπου σου τὸ κρῖμά μου ἐξέλθοι, οἱ ὀφθαλμοί μου ἰδέτωσαν εὐθύτητας.ἐδοκίμασας τὴν καρδίαν μου, ἐπεσκέψω νυκτός· ἐπύρωσάς με, καὶ οὐχ εὑρέθη ἐν ἐμοὶ ἀδικία.ὅπως ἂν μὴ λαλήσῃ τὸ στόμα μου τὰ ἔργα τῶν ἀνθρώπων, διὰ τοὺς λόγους τῶν χειλέων σου ἐγὼ ἐφύλαξα ὁδοὺς σκληράς.κατάρτισαι τὰ διαβήματά μου ἐν ταῖς τρίβοις σου, ἵνα μὴ σαλευθῶσι τὰ διαβήματά μου.ἐγὼ ἐκέκραξα, ὅτι ἐπήκουσάς μου, ὁ Θεός· κλῖνον τὸ οὖς σου ἐμοὶ καὶ εἰσάκουσον τῶν ῥημάτων μου.θαυμάστωσον τὰ ἐλέη σου, ὁ σῴζων τοὺς ἐλπίζοντας ἐπὶ σὲ ἐκ τῶν ἀνθεστηκότων τῇ δεξιᾷ σου.φύλαξόν με ὡς κόρην ὀφθαλμοῦ· ἐν σκέπῃ τῶν πτερύγων σου σκεπάσεις μεἀπὸ προσώπου ἀσεβῶν τῶν ταλαιπωρησάντων με. οἱ ἐχθροί μου τὴν ψυχήν μου περιέσχον·τὸ στέαρ αὐτῶν συνέκλεισαν, τὸ στόμα αὐτῶν ἐλάλησεν ὑπερηφανίαν.ἐκβαλόντες με νυνὶ περιεκύκλωσάν με, τοὺς ὀφθαλμοὺς αὐτῶν ἔθεντο ἐκκλῖναι ἐν τῇ γῇ.ὑπέλαβόν με ὡσεὶ λέων ἕτοιμος εἰς θήραν καὶ ὡσεὶ σκύμνος οἰκῶν ἐν ἀποκρύφοις.ἀνάστηθι, Κύριε, πρόφθασον αὐτοὺς καὶ ὑποσκέλισον αὐτούς, ρῦσαι τὴν ψυχήν μου ἀπὸ ἀσεβοῦς, ρομφαίαν σου ἀπὸ ἐχθρῶν τῆς χειρός σου.Κύριε, ἀπὸ ὀλίγων ἀπὸ γῆς διαμέρισον αὐτοὺς ἐν τῇ ζωῇ αὐτῶν, καὶ τῶν κεκρυμμένων σου ἐπλήσθη ἡ γαστὴρ αὐτῶν, ἐχορτάσθησαν υἱῶν*, καὶ ἀφῆκαν τὰ κατάλοιπα τοῖς νηπίοις αὐτῶν.ἐγὼ δὲ ἐν δικαιοσύνῃ ὀφθήσομαι τῷ προσώπῳ σου, χορτασθήσομαι ἐν τῷ ὀφθῆναί μοι τὴν δόξαν σου.Δόξα... Καὶ νῦν...Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ').Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι. Καθίσματα Ἀναστάσιμα Ὀκτώηχος Ἦχος γ΄ Χριστὸς ἐκ νεκρῶν ἐγήγερται,ἡ ἀπαρχὴ τῶν κεκοιμημένων.Ὁ Πρωτότοκος τῆς κτίσεως,καὶ Δημιουργὸς πάντων τῶν γεγονότων,τὴν καταφθαρεῖσαν φύσιν τοῦ γένους ἡμῶν,ἐν ἑαυτῷ ἀνεκαίνισεν.Οὐκ ἔτι θάνατε κυριεύεις·ὁ γὰρ τῶν ὅλων Δεσπότης,τὸ κράτος σου κατέλυσε.Δόξα...Σαρκὶ τοῦ θανάτου γευσάμενος Κύριε,τὸ πικρὸν τοῦ θανάτου ἐξέτεμες τῇ Ἐγέρσει σου,καὶ τὸν ἄνθρωπον κατ' αὐτοῦ ἐνισχύσας,τῆς ἀρχαίας κατάρας τὴν ἥτταν ἀνακαλούμενος,ὁ ὑπερασπιστὴς τῆς ζωῆς ἡμῶν, Κύριε δόξα σοι.Καὶ νῦν... ΘεοτοκίονΣὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος. ΕΥΧΗ Ζ’Ὁ Θεὸς καὶ Πατηρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ ἐξαναστήσας ἡμᾶς ἐκ τῶν κοιτῶν ἡμῶν καὶ ἐπισυναγαγὼν ἐπὶ τὴν ὥραν τῆς προσευχῆς, δὸς ἡμῖν χάριν ἐν ἀνοίξει τοῦ στόματος ἡμῶν καὶ πρόσδεξαι ἡμῶν τὰς κατὰ δύναμιν εὐχαριστίας· καὶ δίδαξον ἡμᾶς τὰ δικαιώματά σου, ὅτι προσεύξασθαι καθ᾽ ὅ δεῖ οὐκ οἴδαμεν, ἐὰν μὴ σύ, Κύριε, τῷ Πνεύματι σου τῷ ἁγίῳ ὁδηγήσης ἡμᾶς. Διό, δεόμεθα σου· εἴ τι ἡμάρτομεν μέχρι τῆς παρούσης ὥρας, ἐν λόγω ἤ ἔργω ἤ κατὰ διάνοιαν, ἑκουσίως ἤ ἀκουσίως, ἄνες, ἄφες, συγχώρησον· ἐὰν γὰρ ἀνομίας παρατηρήσης, Κύριε, Κύριε, τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ἡ ἀπολύτρωσις. Σὺ εἶ μόνος ἅγιος, βοηθός, κραταιὸς ὑπερασπιστης τῆς ζωῆς ἡμῶν καὶ ἐν σοὶ ἡ ὕμνησις ἡμῶν διαπαντός. Εἴη τὸ κράτος τῆς βασιλείας σου εὐλογημένον καὶ δεδοξασμένον τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Στάσις 1, Ψαλμὸς 17 Ἀγαπήσω σε, Κύριε, ἡ ἰσχύς μου.Κύριος στερέωμά μου καὶ καταφυγή μου καὶ ρύστης μου. ῾Ο Θεός μου βοηθός μου, ἐλπιῶ ἐπ᾿ αὐτόν, ὑπερασπιστής μου καὶ κέρας σωτηρίας μου καὶ ἀντιλήπτωρ μου.αἰνῶν ἐπικαλέσομαι τὸν Κύριον καὶ ἐκ τῶν ἐχθρῶν μου σωθήσομαι.περιέσχον με ὠδῖνες θανάτου, καὶ χείμαρροι ἀνομίας ἐξετάραξάν με.ὠδῖνες ᾅδου περιεκύκλωσάν με, προέφθασάν με παγίδες θανάτου.καὶ ἐν τῷ θλίβεσθαί με ἐπεκαλεσάμην τὸν Κύριον καὶ πρὸς τὸν Θεόν μου ἐκέκραξα· ἤκουσεν ἐκ ναοῦ ἁγίου αὐτοῦ φωνῆς μου, καὶ ἡ κραυγή μου ἐνώπιον αὐτοῦ εἰσελεύσεται εἰς τὰ ὦτα αὐτοῦ.καὶ ἐσαλεύθη καὶ ἔντρομος ἐγενήθη ἡ γῆ, καὶ τὰ θεμέλια τῶν ὀρέων ἐταράχθησαν καὶ ἐσαλεύθησαν, ὅτι ὠργίσθη αὐτοῖς ὁ Θεός.ἀνέβη καπνὸς ἐν ὀργῇ αὐτοῦ καὶ πῦρ ἀπὸ προσώπου αὐτοῦ καταφλεγήσεται, ἄνθρακες ἀνήφθησαν ἀπ᾿ αὐτοῦ.καὶ ἔκλινεν οὐρανοὺς καὶ κατέβη, καὶ γνόφος ὑπὸ τοὺς πόδας αὐτοῦ.καὶ ἐπέβη ἐπὶ Χερουβὶμ καὶ ἐπετάσθη, ἐπετάσθη ἐπὶ πτερύγων ἀνέμων.καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ· κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ, σκοτεινὸν ὕδωρ ἐν νεφέλαις ἀέρων.ἀπὸ τῆς τηλαυγήσεως ἐνώπιον αὐτοῦ αἱ νεφέλαι διῆλθον, χάλαζα καὶ ἄνθρακες πυρός.καὶ ἐβρόντησεν ἐξ οὐρανοῦ Κύριος, καὶ ὁ ῞Υψιστος ἔδωκε φωνὴν αὐτοῦ·ἐξαπέστειλε βέλη καὶ ἐσκόρπισεν αὐτοὺς καὶ ἀστραπὰς ἐπλήθυνε καὶ συνετάραξεν αὐτούς.καὶ ὤφθησαν αἱ πηγαὶ τῶν ὑδάτων, καὶ ἀνεκαλύφθη τὰ θεμέλια τῆς οἰκουμένης ἀπὸ ἐπιτιμήσεώς σου, Κύριε, ἀπὸ ἐμπνεύσεως πνεύματος ὀργῆς σου.ἐξαπέστειλεν ἐξ ὕψους καὶ ἔλαβέ με, προσελάβετό με ἐξ ὑδάτων πολλῶν.ρύσεταί με ἐξ ἐχθρῶν μου δυνατῶν, καὶ ἐκ τῶν μισούντων με, ὅτι ἐστερεώθησαν ὑπὲρ ἐμέ.προέφθασάν με ἐν ἡμέρᾳ κακώσεώς μου, καὶ ἐγένετο Κύριος ἀντιστήριγμά μουκαὶ ἐξήγαγέ με εἰς πλατυσμόν, ρύσεταί με,ὅτι ἠθέλησέ με.καὶ ἀνταποδώσει μοι Κύριος κατὰ τὴν δικαιοσύνην μου καὶ κατὰ τὴν καθαριότητα τῶν χειρῶν μου ἀνταποδώσει μοι,ὅτι ἐφύλαξα τὰς ὁδοὺς Κυρίου καὶ οὐκ ἠσέβησα ἀπὸ τοῦ Θεοῦ μου,ὅτι πάντα τὰ κρίματα αὐτοῦ ἐνώπιόν μου, καὶ τὰ δικαιώματα αὐτοῦ οὐκ ἀπέστησαν ἀπ᾿ ἐμοῦ.καὶ ἔσομαι ἄμωμος μετ᾿ αὐτοῦ καὶ φυλάξομαι ἀπὸ τῆς ἀνομίας μου.καὶ ἀνταποδώσει μοι Κύριος κατὰ τὴν δικαιοσύνην μου καὶ κατὰ τὴν καθαριότητα τῶν χειρῶν μου ἐνώπιον τῶν ὀφθαλμῶν αὐτοῦ.μετὰ ὁσίου ὅσιος ἔσῃ, καὶ μετὰ ἀνδρὸς ἀθῴου ἀθῷος ἔσῃ,καὶ μετὰ ἐκλεκτοῦ ἐκλεκτὸς ἔσῃ καὶ μετὰ στρεβλοῦ διαστρέψεις.ὅτι σὺ λαὸν ταπεινὸν σώσεις καὶ ὀφθαλμοὺς ὑπερηφάνων ταπεινώσεις.ὅτι σὺ φωτιεῖς λύχνον μου, Κύριε ὁ Θεός μου, φωτιεῖς τὸ σκότος μου.ὅτι ἐν σοὶ ῥυσθήσομαι ἀπὸ πειρατηρίου καὶ ἐν τῷ Θεῷ μου ὑπερβήσομαι τεῖχος.ὁ Θεός μου, ἄμωμος ἡ ὁδὸς αὐτοῦ, τὰ λόγια Κυρίου πεπυρωμένα, ὑπερασπιστής ἐστι πάντων τῶν ἐλπιζόντων ἐπ᾿ αὐτόν.ὅτι τίς Θεὸς πλὴν τοῦ Κυρίου, καὶ τίς Θεὸς πλὴν τοῦ Θεοῦ ἡμῶν;ὁ Θεὸς ὁ περιζωννύων με δύναμιν καὶ ἔθετο ἄμωμον τὴν ὁδόν μου·καταρτιζόμενος τοὺς πόδας μου ὡσεὶ ἐλάφου καὶ ἐπὶ τὰ ὑψηλὰ ἱστῶν με·διδάσκων χεῖράς μου εἰς πόλεμον καὶ ἔθου τόξον χαλκοῦν τοὺς βραχίονάς μου·καὶ ἔδωκάς μοι ὑπερασπισμὸν σωτηρίας, καὶ ἡ δεξιά σου ἀντελάβετό μου, καὶ ἡ παιδεία σου ἀνώρθωσέ με εἰς τέλος, καὶ ἡ παιδεία σου αὐτή με διδάξει.ἐπλάτυνας τὰ διαβήματά μου ὑποκάτω μου, καὶ οὐκ ἠσθένησαν τὰ ἴχνη μου.καταδιώξω τοὺς ἐχθρούς μου καὶ καταλήψομαι αὐτοὺς καὶ οὐκ ἀποστραφήσομαι, ἕως ἂν ἐκλίπωσιν·ἐκθλίψω αὐτούς, καὶ οὐ μὴ δύνωνται στῆναι, πεσοῦνται ὑπὸ τοὺς πόδας μου.καὶ περιέζωσάς με δύναμιν εἰς πόλεμον, συνεπόδισας πάντας τοὺς ἐπανισταμένους ἐπ᾿ ἐμὲ ὑποκάτω μου.καὶ τοὺς ἐχθρούς μου ἔδωκάς μοι νῶτον καὶ τοὺς μισοῦντάς με ἐξωλόθρευσας.ἐκέκραξαν, καὶ οὐκ ἦν ὁ σῴζων, πρὸς Κύριον, καὶ οὐκ εἰσήκουσεν αὐτῶν.καὶ λεπτυνῶ αὐτοὺς ὡσεὶ χνοῦν κατὰ πρόσωπον ἀνέμου, ὡς πηλὸν πλατειῶν λεανῶ αὐτούς.ρύσῃ με ἐξ ἀντιλογίας λαοῦ, καταστήσεις με εἰς κεφαλὴν ἐθνῶν. λαός, ὃν οὐκ ἔγνων, ἐδούλευσέ μοι,εἰς ἀκοὴν ὠτίου ὑπήκουσέ μου· υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι,υἱοὶ ἀλλότριοι ἐπαλαιώθησαν καὶ ἐχώλαναν ἀπὸ τῶν τρίβων αὐτῶν.ζῇ Κύριος, καὶ εὐλογητὸς ὁ Θεός μου καὶ ὑψωθήτω ὁ Θεὸς τῆς σωτηρίας μου,ὁ Θεὸς ὁ διδοὺς ἐκδικήσεις ἐμοί, καὶ ὑποτάξας λαοὺς ὑπ᾿ ἐμέ,ὁ ῥύστης μου ἐξ ἐχθρῶν μου ὀργίλων, ἀπὸ τῶν ἐπανισταμένων ἐπ᾿ ἐμὲ ὑψώσεις με, ἀπὸ ἀνδρὸς ἀδίκου ρῦσαί με.διὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν ἔθνεσι, Κύριε, καὶ τῷ ὀνόματί σου ψαλῶ,μεγαλύνων τὰς σωτηρίας τοῦ βασιλέως αὐτοῦ, καὶ ποιῶν ἔλεος τῷ χριστῷ αὐτοῦ, τῷ Δαυΐδ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.Δόξα... Καὶ νῦν...Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, Δόξα σοι ὁ Θεὸς (ἐκ γ')Κύριε, ἐλέησον. (ἐκ γ')Δόξα... Καὶ νῦν... Στάσις 2, Ψαλμὸς 18 Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα, καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν.οὐκ εἰσὶ λαλιαὶ οὐδὲ λόγοι, ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν·εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ· καὶ αὐτὸς ὡς νυμφίος ἐκπορευόμενος ἐκ παστοῦ αὐτοῦ, ἀγαλλιάσεται ὡς γίγας δραμεῖν ὁδὸν αὐτοῦ.ἀπ᾿ ἄκρου τοῦ οὐρανοῦ ἡ ἔξοδος αὐτοῦ, καὶ τὸ κατάντημα αὐτοῦ ἕως ἄκρου τοῦ οὐρανοῦ, καὶ οὐκ ἔστιν ὃς ἀποκρυβήσεται τῆς θέρμης αὐτοῦ.ὁ νόμος τοῦ Κυρίου ἄμωμος, ἐπιστρέφων ψυχάς· ἡ μαρτυρία Κυρίου πιστή, σοφίζουσα νήπια.τὰ δικαιώματα Κυρίου εὐθέα, εὐφραίνοντα καρδίαν· ἡ ἐντολὴ Κυρίου τηλαυγής, φωτίζουσα ὀφθαλμούς·ὁ φόβος Κυρίου ἁγνός, διαμένων εἰς αἰῶνα αἰῶνος· τὰ κρίματα Κυρίου ἀληθινά, δεδικαιωμένα ἐπὶ τὸ αὐτό,ἐπιθυμητὰ ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολὺν καὶ γλυκύτερα ὑπὲρ μέλι καὶ κηρίον.καὶ γὰρ ὁ δοῦλός σου φυλάσσει αὐτά· ἐν τῷ φυλάσσειν αὐτὰ ἀνταπόδοσις πολλή.παραπτώματα τίς συνήσει; ἐκ τῶν κρυφίων μου καθάρισόν με.καὶ ἀπὸ ἀλλοτρίων φεῖσαι τοῦ δούλου σου· ἐὰν μή μου κατακυριεύσωσι, τότε ἄμωμος ἔσομαι καὶ καθαρισθήσομαι ἀπὸ ἁμαρτίας μεγάλης.καὶ ἔσονται εἰς εὐδοκίαν τὰ λόγια τοῦ στόματός μου καὶ ἡ μελέτη τῆς καρδίας μου ἐνώπιόν σου διὰ παντός, Κύριε, βοηθέ μου καὶ λυτρωτά μου. Ψαλμὸς 19 Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως, ὑπερασπίσαι σου τὸ ὄνομα τοῦ Θεοῦ ᾿Ιακώβ.ἐξαποστείλαι σοι βοήθειαν ἐξ ἁγίου καὶ ἐκ Σιὼν ἀντιλάβοιτό σου.μνησθείη πάσης θυσίας σου καὶ τὸ ὁλοκαύτωμά σου πιανάτω. (διάψαλμα).δῴη σοι Κύριος κατὰ τὴν καρδίαν σου καὶ πᾶσαν τὴν βουλήν σου πληρώσαι.ἀγαλλιασόμεθα ἐν τῷ σωτηρίῳ σου καὶ ἐν ὀνόματι Κυρίου Θεοῦ ἡμῶν μεγαλυνθησόμεθα. πληρώσαι Κύριος πάντα τὰ αἰτήματά σου.νῦν ἔγνων ὅτι ἔσωσε Κύριος τὸν χριστὸν αὐτοῦ· ἐπακούσεται αὐτοῦ ἐξ οὐρανοῦ ἁγίου αὐτοῦ· ἐν δυναστείαις ἡ σωτηρία τῆς δεξιᾶς αὐτοῦ.οὗτοι ἐν ἅρμασι καὶ οὗτοι ἐν ἵπποις, ἡμεῖς δὲ ἐν ὀνόματι Κυρίου Θεοῦ ἡμῶν μεγαλυνθησόμεθα.αὐτοὶ συνεποδίσθησαν καὶ ἔπεσαν, ἡμεῖς δὲ ἀνέστημεν καὶ ἀνωρθώθημεν.Κύριε, σῶσον τὸν βασιλέα, καὶ ἐπάκουσον ἡμῶν, ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλεσώμεθά σε. Ψαλμὸς 20 Κύριε, ἐν τῇ δυνάμει σου εὐφρανθήσεται ὁ βασιλεὺς καὶ ἐπὶ τῷ σωτηρίῳ σου ἀγαλλιάσεται σφόδρα.τὴν ἐπιθυμίαν τῆς καρδίας αὐτοῦ ἔδωκας αὐτῷ καὶ τὴν θέλησιν τῶν χειλέων αὐτοῦ οὐκ ἐστέρησας αὐτόν. (διάψαλμα).ὅτι προέφθασας αὐτὸν ἐν εὐλογίαις χρηστότητος, ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον ἐκ λίθου τιμίου.ζωὴν ᾐτήσατό σε, καὶ ἔδωκας αὐτῷ, μακρότητα ἡμερῶν εἰς αἰῶνα αἰῶνος.μεγάλη ἡ δόξα αὐτοῦ ἐν τῷ σωτηρίῳ σου, δόξαν καὶ μεγαλοπρέπειαν ἐπιθήσεις ἐπ᾿ αὐτόν·ὅτι δώσεις αὐτῷ εὐλογίαν εἰς αἰῶνα αἰῶνος, εὐφρανεῖς αὐτὸν ἐν χαρᾷ μετὰ τοῦ προσώπου σου.ὅτι ὁ βασιλεὺς ἐλπίζει ἐπὶ Κύριον καὶ ἐν τῷ ἐλέει τοῦ ῾Υψίστου οὐ μὴ σαλευθῇ.εὑρεθείη ἡ χείρ σου πᾶσι τοῖς ἐχθροῖς σου, ἡ δεξιά σου εὕροι πάντας τοὺς μισοῦντάς σε.θήσεις αὐτοὺς εἰς κλίβανον πυρὸς εἰς καιρὸν τοῦ προσώπου σου· Κύριος ἐν ὀργῇ αὐτοῦ συνταράξει αὐτούς, καὶ καταφάγεται αὐτοὺς πῦρ.τὸν καρπὸν αὐτῶν ἀπὸ τῆς γῆς ἀπολεῖς καὶ τὸ σπέρμα αὐτῶν ἀπὸ υἱῶν ἀνθρώπων,ὅτι ἔκλιναν εἰς σὲ κακά, διελογίσαντο βουλάς, αἷς οὐ μὴ δύνωνται στῆναι.ὅτι θήσεις αὐτοὺς νῶτον· ἐν τοῖς περιλοίποις σου ἑτοιμάσεις τὸ πρόσωπον αὐτῶν.ὑψώθητι, Κύριε, ἐν τῇ δυνάμει σου· ᾄσομεν καὶ ψαλοῦμεν τὰς δυναστείας σου.Δόξα... Καὶ νῦν...Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, Δόξα σοι ὁ Θεὸς (ἐκ γ')Κύριε, ἐλέησον. (ἐκ γ')Δόξα... Καὶ νῦν... Στάσις 3, Ψαλμὸς 21 Ὁ Θεός, ὁ Θεός μου, πρόσχες μοι· ἵνα τί ἐγκατέλιπές με; μακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν παραπτωμάτων μου.ὁ Θεός μου, κεκράξομαι ἡμέρας, καὶ οὐκ εἰσακούσῃ, καὶ νυκτός, καὶ οὐκ εἰς ἄνοιαν ἐμοί.σὺ δὲ ἐν ἁγίῳ κατοικεῖς, ὁ ἔπαινος τοῦ ᾿Ισραήλ.ἐπὶ σοὶ ἤλπισαν οἱ πατέρες ἡμῶν, ἤλπισαν, καὶ ἐῤῥύσω αὐτούς·πρὸς σὲ ἐκέκραξαν καὶ ἐσώθησαν, ἐπὶ σοὶ ἤλπισαν καὶ οὐ κατῃσχύνθησαν.ἐγὼ δέ εἰμι σκώληξ καὶ οὐκ ἄνθρωπος, ὄνειδος ἀνθρώπων καὶ ἐξουθένημα λαοῦ.πάντες οἱ θεωροῦντές με ἐξεμυκτήρισάν με, ἐλάλησαν ἐν χείλεσιν, ἐκίνησαν κεφαλήν·ἤλπισεν ἐπὶ Κύριον, ῥυσάσθω αὐτόν· σωσάτω αὐτόν, ὅτι θέλει αὐτόν.ὅτι σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρός, ἡ ἐλπίς μου ἀπὸ μαστῶν τῆς μητρός μου·ἐπὶ σὲ ἐπεῤῥίφην ἐκ μήτρας, ἐκ κοιλίας μητρός μου Θεός μου εἶ σύ·μὴ ἀποστῇς ἀπ᾿ ἐμοῦ, ὅτι θλῖψις ἐγγύς, ὅτι οὐκ ἔστιν ὁ βοηθῶν.περιεκύκλωσάν με μόσχοι πολλοί, ταῦροι πίονες περιέσχον με·ἤνοιξαν ἐπ᾿ ἐμὲ τὸ στόμα αὐτῶν ὡς λέων ἁρπάζων καὶ ὠρυόμενος.ὡσεὶ ὕδωρ ἐξεχύθην, καὶ διεσκορπίσθη πάντα τὰ ὀστᾶ μου, ἐγενήθη ἡ καρδία μου ὡσεὶ κηρὸς τηκόμενος ἐν μέσῳ τῆς κοιλίας μου·ἐξηράνθη ὡσεὶ ὄστρακον ἡ ἰσχύς μου, καὶ ἡ γλῶσσά μου κεκόλληται τῷ λάρυγγί μου, καὶ εἰς χοῦν θανάτου κατήγαγές με.ὅτι ἐκύκλωσάν με κύνες πολλοί, συναγωγὴ πονηρευομένων περιέσχον με, ὤρυξαν χεῖράς μου καὶ πόδας.ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου, αὐτοὶ δὲ κατενόησαν καὶ ἐπεῖδόν με.διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον.σὺ δέ, Κύριε, μὴ μακρύνῃς τὴν βοήθειάν μου ἀπ᾿ ἐμοῦ, εἰς τὴν ἀντίληψίν μου πρόσχες.ρῦσαι ἀπὸ ῥομφαίας τὴν ψυχήν μου, καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου·σῶσόν με ἐκ στόματος λέοντος καὶ ἀπὸ κεράτων μονοκερώτων τὴν ταπείνωσίν μου.διηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε.οἱ φοβούμενοι τὸν Κύριον, αἰνέσατε αὐτόν, ἅπαν τὸ σπέρμα ᾿Ιακώβ, δοξάσατε αὐτόν, φοβηθήτωσαν αὐτὸν ἅπαν τὸ σπέρμα ᾿Ισραήλ,ὅτι οὐκ ἐξουδένωσεν οὐδὲ προσώχθισε τῇ δεήσει τοῦ πτωχοῦ, οὐδὲ ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ ἀπ᾿ ἐμοῦ καὶ ἐν τῷ κεκραγέναι με πρὸς αὐτὸν εἰσήκουσέ μου.παρὰ σοῦ ὁ ἔπαινός μου ἐν ἐκκλησίᾳ μεγάλῃ, τὰς εὐχάς μου ἀποδώσω ἐνώπιον τῶν φοβουμένων αὐτόν.φάγονται πένητες καὶ ἐμπλησθήσονται, καὶ αἰνέσουσι Κύριον οἱ ἐκζητοῦντες αὐτόν· ζήσονται αἱ καρδίαι αὐτῶν εἰς αἰῶνα αἰῶνος.μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς Κύριον πάντα τὰ πέρατα τῆς γῆς καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν,ὅτι τοῦ Κυρίου ἡ βασιλεία, καὶ αὐτὸς δεσπόζει τῶν ἐθνῶν.ἔφαγον καὶ προσεκύνησαν πάντες οἱ πίονες τῆς γῆς, ἐνώπιον αὐτοῦ προπεσοῦνται πάντες οἱ καταβαίνοντες εἰς γῆν. καὶ ἡ ψυχή μου αὐτῷ ζῇ,καὶ τὸ σπέρμα μου δουλεύσει αὐτῷ· ἀναγγελήσεται τῷ Κυρίῳ γενεὰ ἡ ἐρχομένη,καὶ ἀναγγελοῦσι τὴν δικαιοσύνην αὐτοῦ λαῷ τῷ τεχθησομένῳ, ὃν ἐποίησεν ὁ Κύριος. Ψαλμὸς 22 Κύριος ποιμαίνει με καὶ οὐδέν με ὑστερήσει.εἰς τόπον χλόης, ἐκεῖ με κατεσκήνωσεν, ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέ με,τὴν ψυχήν μου ἐπέστρεψεν. ὡδήγησέ με ἐπὶ τρίβους δικαιοσύνης ἕνεκεν τοῦ ὀνόματος αὐτοῦ.ἐὰν γὰρ καὶ πορευθῶ ἐν μέσῳ σκιᾶς θανάτου, οὐ φοβηθήσομαι κακά, ὅτι σὺ μετ᾿ ἐμοῦ εἶ· ἡ ράβδος σου καὶ ἡ βακτηρία σου, αὗταί με παρεκάλεσαν.ἡτοίμασας ἐνώπιόν μου τράπεζαν, ἐξεναντίας τῶν θλιβόντων με· ἐλίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου, καὶ τὸ ποτήριόν σου μεθύσκον με ὡσεὶ κράτιστον.καὶ τὸ ἔλεός σου καταδιώξει με πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, καὶ τὸ κατοικεῖν με ἐν οἴκῳ Κυρίου εἰς μακρότητα ἡμερῶν. Ψαλμὸς 23 Τοῦ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς, ἡ οἰκουμένη καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ.αὐτὸς ἐπὶ θαλασσῶν ἐθεμελίωσεν αὐτὴν καὶ ἐπὶ ποταμῶν ἡτοίμασεν αὐτήν.τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ Κυρίου καὶ τίς στήσεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ;ἀθῷος χερσὶ καὶ καθαρὸς τῇ καρδίᾳ, ὃς οὐκ ἔλαβεν ἐπὶ ματαίῳ τὴν ψυχὴν αὐτοῦ καὶ οὐκ ὤμοσεν ἐπὶ δόλῳ τῷ πλησίον αὐτοῦ.οὗτος λήψεται εὐλογίαν παρὰ Κυρίου καὶ ἐλεημοσύνην παρὰ Θεοῦ σωτῆρος αὐτοῦ.αὕτη ἡ γενεὰ ζητούντων τὸν Κύριον, ζητούντων τὸ πρόσωπον τοῦ Θεοῦ ᾿Ιακώβ. (διάψαλμα).ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης.τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; Κύριος κραταιὸς καὶ δυνατός, Κύριος δυνατὸς ἐν πολέμῳ.ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης.τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; Κύριος τῶν δυνάμεων αὐτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης.Δόξα... Καὶ νῦν...Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ').Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι. Καθίσματα Ἀναστάσιμα Ὀκτώηχος Ἦχος γ΄ Τὴν ὡραιότητα τῆς παρθενίας σου ΤΟ ΑΚΟΥΤΕ Τὸ ἀναλλοίωτοντὸ τῆς Θεότητος,καὶ τὸ ἑκούσιονπάθος σου Κύριε,εἰς ἑαυτὸν καταπλαγείς,ὁ ᾍδης ἐπωδύρετο.Τρέμω τὴν τοῦ σώματος,μὴ φθαρεῖσαν ὑπόστασιν,βλέπω τὸν ἀόρατον,μυστικῶς πολεμοῦντά με·διὸ καὶ οὓς κατέχω κραυγάζουσι·Δόξα Χριστὲ τῇ Ἀναστάσει σου.Δόξα...Τὸ ἀκατάληπτοντὸ τῆς Σταυρώσεως,καὶ ἀνερμήνευτοντὸ τῆς Ἐγέρσεως,θεολογοῦμεν οἱ πιστοί,ἀπόρρητον Μυστήριον·σήμερον γὰρ θάνατος,καὶ ὁ ᾍδης ἐσκύλευται,γένος δὲ ἀνθρώπινονἀφθαρσίαν ἐνδέδυται·διὸ καὶ εὐχαρίστως κραυγάζομεν·Δόξα Χριστὲ τῇ Ἀναστάσει σου.Καὶ νῦν... ΘεοτοκίονΤὸν ἀκατάληπτονκαὶ ἀπερίγραπτον,τὸν ὁμοούσιονΠατρὶ καὶ Πνεύματι,ἐν τῇ γαστρί σου μυστικῶς,ἐχώρησας Θεομῆτορ,μίαν καὶ ἀσύγχυτον,τῆς Τριάδος ἐνέργειαν,ἔγνωμεν τῷ Τόκῳ σου,ἐν τῷ κόσμῳ, δοξάζεσθαι·διὸ καὶ εὐχαρίστως βοῶμέν σοι·Χαῖρε ἡ Κεχαριτωμένη. ΕΥΧΗ Η’Κύριε ὁ Θεὸς ἡμῶν, ὁ τὴν τοῦ ὕπνου ῥᾳθυμίαν ἀποσκεδάσας ἀφ᾽ ἡμῶν, καὶ συγκαλέσας ἡμᾶς κλήσει ἁγία, τοῦ καὶ ἐν νυκτὶ ἐπάραι τὰς χεῖρας ἡμῶν καὶ ἐξομολογεῖσθαι σοι ἐπὶ τὰ κρίματα τῆς δικαιωσύνης σου, πρόσδεξαι τὰς δεήσεις ἡμῶν, τὰς ἐντεύξεις, τὰς ἐξομολογήσεις, τὰς νυκτερινὰς λατρείας· καὶ χάρισαι ἡμῖν, ὁ Θεὸς, πίστιν ἀκαταίσχυντον, ἐλπίδα βεβαίαν, ἀγάπην ἀνυπόκριτον· εὐλόγησον ἡμῶν εἰσόδους καὶ ἐξόδους, πράξεις, ἔργα, λόγους, ἐνθυμήσεις· καὶ δὸς ἡμῖν καταντῆσαι εἰς τὰς ἀρχὰς τῆς ἡμέρας, αἰνοῦντας, ὑμνοῦντας, εὐλογοῦντας τῆς σῆς ἀφράστου χρηστότητος τὴν ἀγαθότητα. Ὅτι ηὐλόγηταί τὸ πανάγιον σου ὄνομα, καὶ δεδόξασταί σου ἡ βασιλεία, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ψαλμὸς 118 ΣΤΑΣΙΣ ΠΡΩΤΗΜακάριοι οἱ ἄμωμοι ἐν ὁδῷ οἱ πορευόμενοι ἐν νόμῳ Κυρίου.μακάριοι οἱ ἐξερευνῶντες τὰ μαρτύρια αὐτοῦ·ἐν ὅλῃ καρδίᾳ ἐκζητήσουσιν αὐτόν.οὐ γὰρ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν ἐν ταῖς ὁδοῖς αὐτοῦ ἐπορεύθησαν.σὺ ἐνετείλω τὰς ἐντολάς σου τοῦ φυλάξασθαι σφόδρα.ὄφελον κατευθυνθείησαν αἱ ὁδοί μου τοῦ φυλάξασθαι τὰ δικαιώματά σου.τότε οὐ μὴ αἰσχυνθῶ ἐν τῷ με ἐπιβλέπειν ἐπὶ πάσας τὰς ἐντολάς σου.ἐξομολογήσομαί σοι ἐν εὐθύτητι καρδίας ἐν τῷ μεμαθηκέναι με τὰ κρίματα τῆς δικαιοσύνης σου.τὰ δικαιώματά σου φυλάξω· μή με ἐγκαταλίπῃς ἕως σφόδρα. —᾿Εν τίνι κατορθώσει νεώτερος τὴν ὁδὸν αὐτοῦ; ἐν τῷ φυλάξασθαι τοὺς λόγους σου.ἐν ὅλῃ καρδίᾳ μου ἐξεζήτησά σε· μὴ ἀπώσῃ με ἀπὸ τῶν ἐντολῶν σου.ἐν τῇ καρδίᾳ μου ἔκρυψα τὰ λόγιά σου, ὅπως ἂν μὴ ἁμάρτω σοι.εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου.ἐν τοῖς χείλεσί μου ἐξήγγειλα πάντα τὰ κρίματα τοῦ στόματός σου.ἐν τῇ ὁδῷ τῶν μαρτυρίων σου ἐτέρφθην ὡς ἐπὶ παντὶ πλούτῳ.ἐν ταῖς ἐντολαῖς σου ἀδολεσχήσω καὶ κατανοήσω τὰς ὁδούς σου.ἐν τοῖς δικαιώμασί σου μελετήσω, οὐκ ἐπιλήσομαι τῶν λόγων σου. —᾿Ανταπόδος τῷ δούλῳ σου· ζήσομαι καὶ φυλάξω τοὺς λόγους σου.ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου.πάροικος ἐγώ εἰμι ἐν τῇ γῇ· μὴ ἀποκρύψῃς ἀπ᾿ ἐμοῦ τὰς ἐντολάς σου.ἐπεπόθησεν ἡ ψυχή μου τοῦ ἐπιθυμῆσαι τὰ κρίματά σου ἐν παντὶ καιρῷ.ἐπετίμησας ὑπερηφάνοις· ἐπικατάρατοι οἱ ἐκκλίνοντες ἀπὸ τῶν ἐντολῶν σου.περίελε ἀπ᾿ ἐμοῦ ὄνειδος καὶ ἐξουδένωσιν, ὅτι τὰ μαρτύριά σου ἐξεζήτησα.καὶ γὰρ ἐκάθισαν ἄρχοντες καὶ κατ᾿ ἐμοῦ κατελάλουν, ὁ δὲ δοῦλός σου ἠδολέσχει ἐν τοῖς δικαιώμασί σου.καὶ γὰρ τὰ μαρτύριά σου μελέτη μού ἐστι, καὶ αἱ συμβουλίαι μου τὰ δικαιώματά σου. —᾿Εκολλήθη τῷ ἐδάφει ἡ ψυχή μου· ζῆσόν με κατὰ τὸν λόγον σου.τὰς ὁδούς μου ἐξήγγειλα, καὶ ἐπήκουσάς μου· δίδαξόν με τὰ δικαιώματά σου.ὁδὸν δικαιωμάτων σου συνέτισόν με, καὶ ἀδολεσχήσω ἐν τοῖς θαυμασίοις σου.ἐνύσταξεν ἡ ψυχή μου ἀπὸ ἀκηδίας· βεβαίωσόν με ἐν τοῖς λόγοις σου.ὁδὸν ἀδικίας ἀπόστησον ἀπ᾿ ἐμοῦ καὶ τῷ νόμῳ σου ἐλέησόν με.ὁδὸν ἀληθείας ᾑρετισάμην καὶ τὰ κρίματά σου οὐκ ἐπελαθόμην.ἐκολλήθην τοῖς μαρτυρίοις σου, Κύριε· μή με καταισχύνῃς.ὁδὸν ἐντολῶν σου ἔδραμον, ὅταν ἐπλάτυνας τὴν καρδίαν μου.—Νομοθέτησόν με, Κύριε, τὴν ὁδὸν τῶν δικαιωμάτων σου, καὶ ἐκζητήσω αὐτὴν διαπαντός.συνέτισόν με, καὶ ἐξερευνήσω τὸν νόμον σου καὶ φυλάξω αὐτὸν ἐν ὅλῃ καρδίᾳ μου.ὁδήγησόν με ἐν τῇ τρίβῳ τῶν ἐντολῶν σου, ὅτι αὐτὴν ἠθέλησα.κλῖνον τὴν καρδίαν μου εἰς τὰ μαρτύριά σου καὶ μὴ εἰς πλεονεξίαν.ἀπόστρεψον τοὺς ὀφθαλμούς μου τοῦ μὴ ἰδεῖν ματαιότητα, ἐν τῇ ὁδῷ σου ζῆσόν με.στῆσον τῷ δούλῳ σου τὸ λόγιόν σου εἰς τὸν φόβον σου.περίελε τὸν ὀνειδισμόν μου, ὃν ὑπώπτευσα· ὅτι τὰ κρίματά σου χρηστά.ἰδοὺ ἐπεθύμησα τὰς ἐντολάς σου· ἐν τῇ δικαιοσύνῃ σου ζῆσόν με. —Καὶ ἔλθοι ἐπ᾿ ἐμὲ τὸ ἔλεός σου, Κύριε, τὸ σωτήριόν σου κατὰ τὸν λόγον σου.καὶ ἀποκριθήσομαι τοῖς ὀνειδίζουσί μοι λόγον, ὅτι ἤλπισα ἐπὶ τοῖς λόγοις σου.καὶ μὴ περιέλῃς ἐκ τοῦ στόματός μου λόγον ἀληθείας ἕως σφόδρα, ὅτι ἐπὶ τοῖς κρίμασί σου ἐπήλπισα.καὶ φυλάξω τὸν νόμον σου διαπαντός, εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.καὶ ἐπορευόμην ἐν πλατυσμῷ, ὅτι τὰς ἐντολάς σου ἐξεζήτησα.καὶ ἐλάλουν ἐν τοῖς μαρτυρίοις σου ἐναντίον βασιλέων καὶ οὐκ ᾐσχυνόμην.καὶ ἐμελέτων ἐν ταῖς ἐντολαῖς σου, ἃς ἠγάπησα σφόδρα.καὶ ἦρα τὰς χεῖράς μου πρὸς τὰς ἐντολάς σου ἃς ἠγάπησα, καὶ ἠδολέσχουν ἐν τοῖς δικαιώμασί σου. —Μνήσθητι τῶν λόγων σου τῷ δούλῳ σου, ὧν ἐπήλπισάς με.αὕτη με παρεκάλεσεν ἐν τῇ ταπεινώσει μου, ὅτι τὸ λόγιόν σου ἔζησέ με.ὑπερήφανοι παρηνόμουν ἕως σφόδρα, ἀπὸ δὲ τοῦ νόμου σου οὐκ ἐξέκλινα.ἐμνήσθην τῶν κριμάτων σου ἀπ᾿ αἰῶνος, Κύριε, καὶ παρεκλήθην.ἀθυμία κατέσχε με ἀπὸ ἁμαρτωλῶν τῶν ἐγκαταλιμπανόντων τὸν νόμον σου.ψαλτὰ ἦσάν μοι τὰ δικαιώματά σου ἐν τόπῳ παροικίας μου.ἐμνήσθην ἐν νυκτὶ τοῦ ὀνόματός σου, Κύριε, καὶ ἐφύλαξα τὸν νόμον σου.αὕτη ἐγενήθη μοι, ὅτι τὰ δικαιώματά σου ἐξεζήτησα. —Μερίς μου εἶ, Κύριε, εἶπα τοῦ φυλάξασθαι τὸν νόμον σου.ἐδεήθην τοῦ προσώπου σου ἐν ὅλῃ καρδίᾳ μου· ἐλέησόν με κατὰ τὸ λόγιόν σου.διελογισάμην τὰς ὁδούς σου καὶ ἐπέστρεψα τοὺς πόδας μου εἰς τὰ μαρτύριά σου.ἡτοιμάσθην καὶ οὐκ ἐταράχθην τοῦ φυλάξασθαι τὰς ἐντολάς σου.σχοινία ἁμαρτωλῶν περιεπλάκησάν μοι, καὶ τοῦ νόμου σου οὐκ ἐπελαθόμην.μεσονύκτιον ἐξηγειρόμην τοῦ ἐξομολογεῖσθαί σοι ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου.μέτοχος ἐγώ εἰμι πάντων τῶν φοβουμένων σε καὶ τῶν φυλασσόντων τὰς ἐντολάς σου.τοῦ ἐλέους σου, Κύριε, πλήρης ἡ γῆ· τὰ δικαιώματά σου δίδαξόν με. —Χρηστότητα ἐποίησας μετὰ τοῦ δούλου σου, Κύριε, κατὰ τὸν λόγον σου.χρηστότητα καὶ παιδείαν καὶ γνῶσιν δίδαξόν με, ὅτι ταῖς ἐντολαῖς σου ἐπίστευσα.πρὸ τοῦ με ταπεινωθῆναι ἐγὼ ἐπλημμέλησα, διὰ τοῦτο τὸ λόγιόν σου ἐφύλαξα.χρηστὸς εἶ σύ, Κύριε, καὶ ἐν τῇ χρηστότητί σου δίδαξόν με τὰ δικαιώματά σου.ἐπληθύνθη ἐπ᾿ ἐμὲ ἀδικία ὑπερηφάνων, ἐγὼ δὲ ἐν ὅλῃ καρδίᾳ μου ἐξερευνήσω τὰς ἐντολάς σου.ἐτυρώθη ὡς γάλα ἡ καρδία αὐτῶν, ἐγὼ δὲ τὸν νόμον σου ἐμελέτησα.ἀγαθόν μοι ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ δικαιώματά σου.ἀγαθός μοι ὁ νόμος τοῦ στόματός σου ὑπὲρ χιλιάδας χρυσίου καὶ ἀργυρίου.Δόξα... Καὶ νῦν...Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, Δόξα σοι ὁ Θεὸς (ἐκ γ')Κύριε, ἐλέησον. (ἐκ γ')Δόξα... Καὶ νῦν...ΣΤΑΣΙΣ ΔΕΥΤΕΡΑΑἱ χεῖρές σου ἐποίησάν με καὶ ἔπλασάν με· συνέτισόν με καὶ μαθήσομαι τὰς ἐντολάς σου.οἱ φοβούμενοί σε ὄψονταί με καὶ εὐφρανθήσονται, ὅτι εἰς τοὺς λόγους σου ἐπήλπισα.ἔγνων, Κύριε, ὅτι δικαιοσύνη τὰ κρίματά σου, καὶ ἀληθείᾳ ἐταπείνωσάς με.γενηθήτω δὴ τὸ ἔλεός σου τοῦ παρακαλέσαι με κατὰ τὸ λόγιόν σου τῷ δούλῳ σου.ἐλθέτωσάν μοι οἱ οἰκτιρμοί σου, καὶ ζήσομαι, ὅτι ὁ νόμος σου μελέτη μού ἐστιν.αἰσχυνθήτωσαν ὑπερήφανοι, ὅτι ἀδίκως ἠνόμησαν εἰς ἐμέ· ἐγὼ δὲ ἀδολεσχήσω ἐν ταῖς ἐντολαῖς σου.ἐπιστρεψάτωσάν με οἱ φοβούμενοί σε καὶ οἱ γινώσκοντες τὰ μαρτύριά σου.γενηθήτω ἡ καρδία μου ἄμωμος ἐν τοῖς δικαιώμασί σου, ὅπως ἂν μὴ αἰσχυνθῶ. —᾿Εκλείπει εἰς τὸ σωτήριόν σου ἡ ψυχή μου, εἰς τοὺς λόγους σου ἐπήλπισα.ἐξέλιπον οἱ ὀφθαλμοί μου εἰς τὸ λόγιόν σου λέγοντες· πότε παρακαλέσεις με;ὅτι ἐγενήθην ὡς ἀσκὸς ἐν πάχνῃ· τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην.πόσαι εἰσὶν αἱ ἡμέραι τοῦ δούλου σου; πότε ποιήσεις μοι ἐκ τῶν καταδιωκόντων με κρίσιν;διηγήσαντό μοι παράνομοι ἀδολεσχίας, ἀλλ᾿ οὐχ ὡς ὁ νόμος σου, Κύριε.πᾶσαι αἱ ἐντολαί σου ἀλήθεια· ἀδίκως κατεδίωξάν με, βοήθησόν μοι.παρὰ βραχὺ συνετέλεσάν με ἐν τῇ γῇ, ἐγὼ δὲ οὐκ ἐγκατέλιπον τὰς ἐντολάς σου.κατὰ τὸ ἔλεός σου ζῆσόν με, καὶ φυλάξω τὰ μαρτύρια τοῦ στόματός σου. —Εἰς τὸν αἰῶνα, Κύριε, ὁ λόγος σου διαμένει ἐν τῷ οὐρανῷ.εἰς γενεὰν καὶ γενεὰν ἡ ἀλήθειά σου· ἐθεμελίωσας τὴν γῆν καὶ διαμένει.τῇ διατάξει σου διαμένει ἡμέρα, ὅτι τὰ σύμπαντα δοῦλα σά.εἰ μὴ ὅτι ὁ νόμος σου μελέτη μού ἐστι, τότε ἂν ἀπωλόμην ἐν τῇ ταπεινώσει μου.εἰς τὸν αἰῶνα οὐ μὴ ἐπιλάθωμαι τῶν δικαιωμάτων σου, ὅτι ἐν αὐτοῖς ἔζησάς με.ΜΕΣΗσός εἰμι ἐγώ, σῶσόν με, ὅτι τὰ δικαιώματά σου ἐξεζήτησα.ἐμὲ ὑπέμειναν ἁμαρτωλοὶ τοῦ ἀπολέσαι με· τὰ μαρτύριά σου συνῆκα.πάσης συντελείας εἶδον πέρας· πλατεῖα ἡ ἐντολή σου σφόδρα. —῾Ως ἠγάπησα τὸν νόμον σου, Κύριε· ὅλην τὴν ἡμέραν μελέτη μού ἐστιν.ὑπὲρ τοὺς ἐχθρούς μου ἐσόφισάς με τὴν ἐντολήν σου, ὅτι εἰς τὸν αἰῶνα ἐμή ἐστιν.ὑπὲρ πάντας τοὺς διδάσκοντάς με συνῆκα, ὅτι τὰ μαρτύριά σου μελέτη μού ἐστιν.ὑπὲρ πρεσβυτέρους συνῆκα, ὅτι τὰς ἐντολάς σου ἐξεζήτησα.ἐκ πάσης ὁδοῦ πονηρᾶς ἐκώλυσα τοὺς πόδας μου, ὅπως ἂν φυλάξω τοὺς λόγους σου.ἀπὸ τῶν κριμάτων σου οὐκ ἐξέκλινα, ὅτι σὺ ἐνομοθέτησάς με.ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου, ὑπὲρ μέλι τῷ στόματί μου.ἀπὸ τῶν ἐντολῶν σου συνῆκα· διὰ τοῦτο ἐμίσησα πᾶσαν ὁδὸν ἀδικίας. —Λύχνος τοῖς ποσί μου ὁ νόμος σου καὶ φῶς ταῖς τρίβοις μου.ὤμοσα καὶ ἔστησα τοῦ φυλάξασθαι τὰ κρίματα τῆς δικαιοσύνης σου.ἐταπεινώθην ἕως σφόδρα· Κύριε, ζῆσόν με κατὰ τὸν λόγον σου.τὰ ἑκούσια τοῦ στόματός μου εὐδόκησον δή, Κύριε, καὶ τὰ κρίματά σου δίδαξόν με.ἡ ψυχή μου ἐν ταῖς χερσί σου διαπαντός, καὶ τοῦ νόμου σου οὐκ ἐπελαθόμην.ἔθεντο ἁμαρτωλοὶ παγίδα μοι, καὶ ἐκ τῶν ἐντολῶν σου οὐκ ἐπλανήθην.ἐκληρονόμησα τὰ μαρτύριά σου εἰς τὸν αἰῶνα, ὅτι ἀγαλλίαμα τῆς καρδίας μού εἰσιν.ἔκλινα τὴν καρδίαν μου τοῦ ποιῆσαι τὰ δικαιώματά σου εἰς τὸν αἰῶνα δι᾿ ἀντάμειψιν. —Παρανόμους ἐμίσησα, τὸν δὲ νόμον σου ἠγάπησα.βοηθός μου, καὶ ἀντιλήπτωρ μου εἶ σύ· εἰς τοὺς λόγους σου ἐπήλπισα.ἐκκλίνατε ἀπ᾿ ἐμοῦ, πονηρευόμενοι, καὶ ἐξερευνήσω τὰς ἐντολὰς τοῦ Θεοῦ μου. ἀντιλαβοῦ μου κατὰ τὸ λόγιόν σου, καὶ ζῆσόν με, καὶ μὴ καταισχύνῃς με ἀπὸ τῆς προσδοκίας μου.βοήθησόν μοι, καὶ σωθήσομαι καὶ μελετήσω ἐν τοῖς δικαιώμασί σου διαπαντός.ἐξουδένωσας πάντας τοὺς ἀποστατοῦντας ἀπὸ τῶν δικαιωμάτων σου, ὅτι ἄδικον τὸ ἐνθύμημα αὐτῶν.παραβαίνοντας ἐλογισάμην πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς· διὰ τοῦτο ἠγάπησα τὰ μαρτύριά σου.καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου· ἀπὸ γὰρ τῶν κριμάτων σου ἐφοβήθην. —᾿Εποίησα κρῖμα καὶ δικαιοσύνην· μὴ παραδῷς με τοῖς ἀδικοῦσί με.ἔκδεξαι τὸν δοῦλόν σου εἰς ἀγαθόν· μὴ συκοφαντησάτωσάν με ὑπερήφανοι.οἱ ὀφθαλμοί μου ἐξέλιπον εἰς τὸ σωτήριόν σου καὶ εἰς τὸ λόγιον τῆς δικαιοσύνης σου.ποίησον μετὰ τοῦ δούλου σου κατὰ τὸ ἔλεός σου καὶ τὰ δικαιώματά σου δίδαξόν με.δοῦλός σού εἰμι ἐγώ· συνέτισόν με, καὶ γνώσομαι τὰ μαρτύριά σου.καιρὸς τοῦ ποιῆσαι τῷ Κυρίῳ· διεσκέδασαν τὸν νόμον σου.διὰ τοῦτο ἠγάπησα τὰς ἐντολάς σου ὑπὲρ χρυσίον καὶ τοπάζιον.διὰ τοῦτο πρὸς πάσας τὰς ἐντολάς σου κατωρθούμην, πᾶσαν ὁδὸν ἄδικον ἐμίσησα. —Θαυμαστὰ τὰ μαρτύριά σου· διὰ τοῦτο ἐξηρεύνησεν αὐτὰ ἡ ψυχή μου.ἡ δήλωσις τῶν λόγων σου φωτιεῖ καὶ συνετιεῖ νηπίους.τὸ στόμα μου ἤνοιξα καὶ εἵλκυσα πνεῦμα, ὅτι τὰς ἐντολάς σου ἐπεπόθουν.Δόξα... Καὶ νῦν...Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, Δόξα σοι ὁ Θεὸς (ἐκ γ')Κύριε, ἐλέησον. (ἐκ γ')Δόξα... Καὶ νῦν...ΣΤΑΣΙΣ ΤΡΙΤΗ᾿Επίβλεψον ἐπ᾿ ἐμὲ καὶ ἐλέησόν με κατὰ τὸ κρίμα τῶν ἀγαπώντων τὸ ὄνομά σου.τὰ διαβήματά μου κατεύθυνον κατὰ τὸ λόγιόν σου, καὶ μὴ κατακυριευσάτω μου πᾶσα ἀνομία.λύτρωσαί με ἀπὸ συκοφαντίας ἀνθρώπων, καὶ φυλάξω τὰς ἐντολάς σου.τὸ πρόσωπόν σου ἐπίφανον ἐπὶ τὸν δοῦλόν σου καὶ δίδαξόν με τὰ δικαιώματά σου.διεξόδους ὑδάτων κατέδυσαν οἱ ὀφθαλμοί μου, ἐπεὶ οὐκ ἐφύλαξα τὸν νόμον σου. —Δίκαιος εἶ, Κύριε, καὶ εὐθεῖαι αἱ κρίσεις σου.ἐνετείλω δικαιοσύνην τὰ μαρτύριά σου καὶ ἀλήθειαν σφόδρα.ἐξέτηξέ με ὁ ζῆλός σου, ὅτι ἐπελάθοντο τῶν λόγων σου οἱ ἐχθροί μου.πεπυρωμένον τὸ λόγιόν σου σφόδρα, καὶ ὁ δοῦλός σου ἠγάπησεν αὐτό.νεώτερος ἐγώ εἰμι καὶ ἐξουδενωμένος· τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην.ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς τὸν αἰῶνα, καὶ ὁ νόμος σου ἀλήθεια.θλίψεις καὶ ἀνάγκαι εὕροσάν με· αἱ ἐντολαί σου μελέτη μου.δικαιοσύνη τὰ μαρτύριά σου εἰς τὸν αἰῶνα· συνέτισόν με, καὶ ζήσομαι. —᾿Εκέκραξα ἐν ὅλῃ καρδίᾳ μου· ἐπάκουσόν μου, Κύριε, τὰ δικαιώματά σου ἐκζητήσω.ἐκέκραξά σοι· σῶσόν με, καὶ φυλάξω τὰ μαρτύριά σου.προέφθασα ἐν ἀωρίᾳ καὶ ἐκέκραξα, εἰς τοὺς λόγους σου ἐπήλπισα.προέφθασαν οἱ ὀφθαλμοί μου πρὸς ὄρθρον τοῦ μελετᾶν τὰ λόγιά σου.τῆς φωνῆς μου ἄκουσον, Κύριε, κατὰ τὸ ἔλεός σου, κατὰ τὸ κρῖμά σου ζῆσόν με.προσήγγισαν οἱ καταδιώκοντές με ἀνομίᾳ, ἀπὸ δὲ τοῦ νόμου σου ἐμακρύνθησαν.ἐγγὺς εἶ, Κύριε, καὶ πᾶσαι αἱ ὁδοί σου ἀλήθεια.κατ᾿ ἀρχὰς ἔγνων ἐκ τῶν μαρτυρίων σου, ὅτι εἰς τὸν αἰῶνα ἐθεμελίωσας αὐτά. —῎Ιδε τὴν ταπείνωσίν μου καὶ ἐξελοῦ με, ὅτι τοῦ νόμου σου οὐκ ἐπελαθόμην.κρῖνον τὴν κρίσιν μου καὶ λύτρωσαί με· διὰ τὸν λόγον σου ζῆσόν με.μακρὰν ἀπὸ ἁμαρτωλῶν σωτηρία, ὅτι τὰ δικαιώματά σου οὐκ ἐξεζήτησαν.οἱ οἰκτιρμοί σου πολλοί, Κύριε· κατὰ τὸ κρῖμά σου ζῆσόν με.πολλοὶ οἱ ἐκδιώκοντές με καὶ θλίβοντές με· ἐκ τῶν μαρτυρίων σου οὐκ ἐξέκλινα.εἶδον ἀσυνετοῦντας καὶ ἐξετηκόμην, ὅτι τὰ λόγιά σου οὐκ ἐφυλάξαντο.ἴδε, ὅτι τὰς ἐντολάς σου ἠγάπησα· Κύριε, ἐν τῷ ἐλέει σου ζῆσόν με.ἀρχὴ τῶν λόγων σου ἀλήθεια, καὶ εἰς τὸν αἰῶνα πάντα τὰ κρίματα τῆς δικαιοσύνης σου. —῎Αρχοντες κατεδίωξάν με δωρεάν, καὶ ἀπὸ τῶν λόγων σου ἐδειλίασεν ἡ καρδία μου.ἀγαλλιάσομαι ἐγὼ ἐπὶ τὰ λόγιά σου ὡς ὁ εὑρίσκων σκῦλα πολλά.ἀδικίαν ἐμίσησα καὶ ἐβδελυξάμην, τὸν δὲ νόμον σου ἠγάπησα.ἑπτάκις τῆς ἡμέρας ᾔνεσά σε ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου.εἰρήνη πολλὴ τοῖς ἀγαπῶσι τὸν νόμον σου, καὶ οὐκ ἔστιν αὐτοῖς σκάνδαλον.προσεδόκων τὸ σωτήριόν σου, Κύριε, καὶ τὰς ἐντολάς σου ἠγάπησα.ἐφύλαξεν ἡ ψυχή μου τὰ μαρτύριά σου καὶ ἠγάπησεν αὐτὰ σφόδρα.ἐφύλαξα τὰς ἐντολάς σου καὶ τὰ μαρτύριά σου, ὅτι πᾶσαι αἱ ὁδοί μου ἐναντίον σου, Κύριε. —᾿Εγγισάτω ἡ δέησίς μου ἐνώπιόν σου, Κύριε· κατὰ τὸ λόγιόν σου συνέτισόν με.εἰσέλθοι τὸ ἀξίωμά μου ἐνώπιόν σου, Κύριε· κατὰ τὸ λόγιόν σου ῥῦσαί με.ἐξερεύξαιντο τὰ χείλη μου ὕμνον, ὅταν διδάξῃς με τὰ δικαιώματά σου.φθέγξαιτο ἡ γλῶσσά μου τὰ λόγιά σου, ὅτι πᾶσαι αἱ ἐντολαί σου δικαιοσύνη.γενέσθω ἡ χείρ σου τοῦ σῶσαί με, ὅτι τὰς ἐντολάς σου ᾑρετισάμην.ἐπεπόθησα τὸ σωτήριόν σου, Κύριε, καὶ ὁ νόμος σου μελέτη μού ἐστι.ζήσεται ἡ ψυχή μου καὶ αἰνέσει σε, καὶ τὰ κρίματά σου βοηθήσει μοι.ἐπλανήθην ὡς πρόβατον ἀπολωλός· ζήτησον τὸν δοῦλόν σου, ὅτι τὰς ἐντολάς σου οὐκ ἐπελαθόμην.Δόξα... Καὶ νῦν...Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ').Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι. ΕΥΛΟΓΗΤΑΡΙΑἮχος πλ. α'Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾍδου πάντας ἐλευθερώσαντα.Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.Τὶ τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὦ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις· Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε· ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.Λίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι· ἀλλ' ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε· θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου, Σῶτερ ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου· Τὶ μετὰ νεκρῶν, τὸν ζώντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.Δόξα... ΤριαδικὸνΠροσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε.Καὶ νῦν... ΘεοτοκίονΖωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος.Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ'). Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.ΕΥΧΗ Β’Ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμα ἡμῶν πρὸς σέ, ὁ Θεὸς ἡμῶν, διότι φῶς τὰ προστάγματά σου ἐπι τῆς γῆς· δικαιοσύνην καὶ ἁγιασμὸν ἐπιτελεῖν ἐν τῷ φόβῳ σου, συνέτισον ἡμᾶς· σὲ γὰρ δοξάζομεν τὸν ὄντως ὄντα Θεὸν ἡμῶν. Κλῖνον τὸ οὗς σου καὶ ἐπάκουσον ἡμῶν· καὶ μνήσθητι, Κύριε, τῶν συμπαρόντων καὶ συνευχομένων ἡμῖν πάντων κατ᾽ ὄνομα καὶ σῶσον αὐτοὺς τῇ δυνάμει σου· ἐυλόγησον τὸν λαόν σου καὶ ἁγίασον τὴν κληρονομίαν σου· εἰρήνην τῷ κόσμῳ σου δώρησαι, ταῖς ἐκκλησίαις σου, τοῖς ἱερεῦσι, τοῖς βασιλεῦσιν, ἡμῶν καὶ παντὶ τῷ λαῷ σου.Ὅτι ηὐλόγηταί σου τὸ ὄνομα, καὶ δεδόξασταί σου ἡ Βασιλεία τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἡ ὙπακοὴἘκπλήττων τῇ ὁράσει, δροσίζων τοῖς ῥήμασιν,ὁ ἀστράπτων Ἄγγελος, ταῖς μυροφόροις ἔλεγε·Τὸν ζῶντα τὶ ζητεῖτε ἐν μνήματι;ἠγέρθη κενώσας τὰ μνήματατῆς φθορᾶς ἀλλοιωτήν, γνῶτε τὸν ἀναλλοίωτον,εἴπατε τῷ Θεῷ· Ὡς φοβερὰ τὰ ἔργα σου!ὅτι τὸ γένος ἔσωσας τῶν ἀνθρώπων.Οἱ Ἀναβαθμοὶ Ἦχος γ΄Ἀντίφωνον Α΄Τὴν αἰχμαλωσίαν Σιών,σὺ ἐξείλου ἐκ Βαβυλῶνοςκἀμὲ ἐκ τῶν παθῶν,πρὸς ζωὴν ἕλκυσον Λόγε.Ἐν τῷ Νότῳ οἱ σπείροντεςδάκρυσιν ἐνθέοις,θεριοῦσι στάχυας,ἐν χαρᾷ ἀειζωΐας.Δόξα... Καὶ νῦν ...Ἁγίῳ Πνεύματι, πᾶσα ἀγαθοδωρία,ὡς Πατρὶ καὶ Υἱῷ συναστράπτει,ἐν ᾧ τᾷ πάντα ζῇ καὶ κινεῖται.Ἀντίφωνον Β΄Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον τῶν ἀρετῶν,μάτην κοπιῶμεν,τὴν δὲ ψυχὴν σκέποντος,οὐδεὶς ἡμῶν πορθεῖται τὴν πόλιν.Τοῦ καρποῦ τῆς γαστρός, τῷ Πνεύματιυἱοποιητῶς σοι τῷ Χριστῷ,ὡς Πατρὶ οἱ Ἅγιοι πάντοτέ εἰσι.Δόξα... Καὶ νῦν ...Ἁγίῳ Πνεύματι, ἐνθεωρεῖταιπᾶσα ἁγιότης σοφία·οὐσιοῖ πᾶσαν γὰρ κτίσιν,αὐτῷ λατρεύσωμεν·Θεὸς γάρ, ὡς Πατρί τε καὶ Λόγῳ.Ἀντίφωνον Γ΄Οἱ φοβούμενοι τὸν Κύριον,μακάριοι τρίβους βαδιοῦνται,τῶν ἐντολῶν φάγονται·ζωηρὰν γὰρ παγκαρπίαν.Κύκλῳ τῆς τραπέζης σου εὐφράνθητι,καθορῶν σου Ποιμενάρχα,τὰ ἔκγονα φέροντα,κλάδους ἀγαθοεργίας.Δόξα... Καὶ νῦν ...Ἁγίῳ Πνεύματι,ὁ πᾶς πλοῦτος τῆς δόξης,ἐξ οὗ χάρις καὶ ζωὴ πάση τῇ κτίσει·σὺν Πατρὶ γάρ,ἀνυμνεῖται καὶ τῷ Λόγῳ.ΠροκείμενονΕἴπατε ἐν τοῖς ἔθνεσιν,ὅτι Κύριος ἐβασίλευσε· καὶ γὰρ κατώρθωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.Στίχ. ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν. ΕΥΧΗ Θ’Λάμψον, Δέσποτα φιλάνθρωπε, ἐν ταῖς καρδίαις ἡμῶν, τὸ τῆς σῆς θεογνωσίας ἀκήρατον φῶς, καὶ τοὺς τῆς διανοίας ἡμῶν διάνοιξον ὀφθαλμοὺς διάνοιξον εἰς τὴν τῶν εὐαγγελικῶν σου κηρυγμάτων κατανόησιν. Ἔνθες ἡμῖν καὶ τὸν τῶν μακαρίων σου ἐντολῶν φόβον, ἵνα πάσας τὰς σαρκικὰς ἐπιθυμίας καταπατήσαντες, πνευματικὴν πολιτείαν μετέλθωμεν, πάντα τὰ πρὸς εὐαρέστησιν τὴν σὴν καὶ φρονοῦντες καὶ πράττοντες. Ὅτι σὺ εἶ ὁ ἁγιασμὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἡ Τάξις τοῦ ΕὐαγγελίουΤοῦ Κυρίου δεηθῶμεν.Κύριε, ἐλέησον.Ὅτι Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν, καὶ ἐν ἁγίοις ἐπαναπαύῃ, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον (ἐκ γ').Καὶ ὑπέρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου, Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν.Κύριε, ἐλέησον (γ').Σοφία. Ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.Εἰρήνη πᾶσι. Καὶ τῷ Πνεύματί σου.Ἐκ τοῦ κατὰ (τοῦ δεῖνος) ἁγίου Εὐαγγελίου...Πρόσχωμεν.Δόξα σοι, Κύριε, δόξα σοι. ΕΩΘΙΝΟΝ ΣΤ', ΛΟΥΚΑ 24,3653Τῷ καιρῷ ἐκείνῳ, ἀναστὰς ὁ Ἰησοῦς ἐκ νεκρῶν ἔστη ἐν μέσῳ τῶν Μαθητῶν, καὶ λέγει αὐτοῖς· Εἰρήνη ὑμῖν. Πτοηθέντες δὲ καὶ ἔμφοβοι γενόμενοι, ἐδόκουν πνεῦμα θεωρεῖν. Καὶ εἶπεν αὐτοῖς· Τί τεταραγμένοι ἐστέ, καὶ διατὶ διαλογισμοὶ ἀναβαίνουσιν ἐν ταῖς καρδίαις ὑμῶν; ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου, ὅτι αὐτὸς ἐγώ εἰμι, ψηλαφήσατέ με καὶ ἴδετε΄ ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα. Καὶ τοῦτο εἰπών, ἐπέδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας. Ἒτι δὲ ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χαρᾶς, καὶ θαυμαζόντων, εἶπεν αὐτοῖς· Ἔχετέ τι βρώσιμον ἐνθάδε; Οἱ δὲ ἐπέδωκαν αὐτῷ ἰχθύος ὀπτοῦ μέρος, καὶ ἀπὸ μελισσίου κηρίου. Καὶ λαβὼν, ἐνώπιον αὐτῶν ἔφαγεν. Εἶπε δὲ αὐτοῖς· Οὗτοι οἱ λόγοι, οὓς ἐλάλησα πρὸς ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν, ὅτι δεῖ πληρωθῆναι πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωσέως καὶ Προφήταις καὶ Ψαλμοῖς περὶ ἐμοῦ. Τότε διήνοιξεν αὐτῶν τὸν νοῦν, τοῦ συνιέναι τὰς Γραφάς· καὶ εἶπεν αὐτοῖς· Ὃτι οὕτω γέγραπται, καὶ οὕτως εἴδει παθεῖν τὸν Χριστόν, καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ, καὶ κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν καὶ ἄφεσιν ἁμαρτιῶν εἰς πάντα τὰ ἔθνη, ἀρξάμενον ἀπὸ Ἱερουσαλήμ. Ὑμεῖς δέ ἐστε μάρτυρες τούτων. Καὶ ἰδοὺ ἐγὼ ἀποστέλλω τὴν ἐπαγγελίαν τοῦ πατρός μου ἐφ' ὑμᾶς· ὑμεῖς δὲ καθίσατε ἐν τῇ πόλει Ἱερουσαλήμ, ἕως οὗ ἐνδύσησθε δύναμιν ἐξ ὕψους. Ἐξήγαγε δὲ αὐτοὺς ἔξω εἰς Βηθανίαν, καὶ ἐπάρας τὰς χεῖρας αὐτοῦ, εὐλόγησεν αὐτούς. Καὶ ἐγένετο ἐν τῷ εὐλογεῖν αὐτόν αὐτούς, διέστη ἀπ' αὐτῶν, καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν. Καὶ αὐτοὶ, προσκυνήσαντες αὐτόν, ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ μετὰ χαρᾶς μεγάλης. Καὶ ἦσαν διαπαντός ἐν τῷ Ἱερῷ, αἰνοῦντες καὶ εὐλογοῦντες τὸν Θεόν. Ἀμήν. Δόξα σοι, Κύριε, δόξα σοι. Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν. Ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ· Σταυρὸν γὰρ ὑπομείνας δι' ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν. Ψαλμὸς 50 Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου·ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός.σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.ραντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι, πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ.ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.ρῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη ῾Ιερουσαλήμ·τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. Δόξα... Ἦχος β'Ταῖς τῶν Ἀποστόλων, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.Καὶ νῦν... Ἦχος ὁ αὐτὸςΤαῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.Στίχ. Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου Πεντηκοστάριον. Ἦχος β'Ἀναστὰς ὁ Ἰησοῦς, ἀπὸ τοῦ τάφου, καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν, τὴν αἰώνιον ζωήν, καὶ μέγα ἔλεος. Σῶσον, ὁ Θεός, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου· ἐπίσκεψαι τὸν κόσμον σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς· ὕψωσον κέρας Χριστιανῶν Ὀρθοδόξων, καὶ κατάπεμψον ἐφ ἡμᾶς τὰ ἐλέη σου τὰ πλούσια· πρεσβείαις τῆς παναχράντου, Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας· δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων, καὶ πανευφήμων Ἀποστόλων. Τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν, μεγάλων Ἱεραρχῶν, καὶ Οἰκουμενικῶν Διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας· Νικολάου τοῦ ἐν Μύροις τῆς Λυκίας, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, καὶ Νεκταρίου τῆς Πενταπόλεως, τῶν θαυματουργῶν· τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλύτου, Θεοδώρου τοῦ Τήρωνος, καὶ Θεοδώρου τοῦ Στρατηλάτου καὶ Μηνᾶ τοῦ θαυματουργοῦ, τῶν ἱερομαρτύρων Χαραλάμπους καὶ Ἐλευθερίου· τῶν ἁγίων, ἐνδόξων, μεγάλων μαρτύρων Θέκλας, Βαρβάρας, Ἀναστασίας, Κυριακῆς, Φωτεινῆς, Μαρίνης, Παρασκευῆς καὶ Εἰρήνης· τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (ναοῦ), τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (ἡμέρας), καὶ πάντων σου τῶν Ἁγίων ἱκετεύομέν σε, μόνε πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καὶ ἐλέησον ἡμᾶς.Κύριε, ἐλέησον (ιβ')ΕΥΧΗ Ι’Κύριε ὁ Θεὸς ἡμῶν, ὁ τὴν διὰ μετανοίας ἄφεσιν τοῖς ἀνθρώποις δωρησάμενος καὶ τύπον ἡμῖν ἐπιγνώσεως ἀμαρτημάτων καὶ ἐξομολογήσεως τὴν τοῦ προφήτου Δαυΐδ μετάνοιαν πρὸς συγχώρησιν ὑποδείξας· αὐτός, Δέσποτα, πολλοῖς ἡμᾶς καὶ μεγάλοις περιπεπτωκότας πλημμελήμασιν, ἐλέησον κατὰ τὸ μέγα σου ἔλεος, καὶ, κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου, ἐξάλειψον τὰ ἀνομήματα ἡμῶν· ὅτι σοι ἡμάρτομεν, Κύριε, τῷ καὶ τὰ ἄδηλα καὶ κρύφια τῆς καρδίας τῶν ἀνθρώπων γινώσκοντι καὶ μόνῳ ἔχοντι ἐξουσίαν ἀφιέναι ἀμαρτίας. Καρδίαν δὲ καθαρὰν κτίσας ἐν ἡμῖν καὶ πνεύματι ἡγεμονικῷ στηρίξας ἡμᾶς καὶ την ἀγαλλίασιν τοῦ σωτηρίου σου γνωρίσας ἡμῖν, μὴ ἀποῤῥίψῃς ἡμᾶς ἀπὸ τοῦ προσώπου σου· ἀλλ᾽ εὐδόκησον, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος, μέχρι τῆς ἐσχάτης ἡμῶν ἀναπνοῆς προσφέρειν σοι θυσίαν δικαιοσύνης καὶ ἀναφορὰν ἐν τοῖς ἁγίοις σου θυσιαστηρίοις.Ἐλέει, καὶ οἰκτιρμοῖς, καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ΄ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ᾨδὴ α', Κανὼν Ἀναστάσιμος. Ὀκτώηχος Ἦχος γ΄ Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Ὁ τὰ ὕδατα πάλαι, νεύματι θείῳ,εἰς μίαν συναγωγὴν συναθροίσας,καὶ τεμὼν θάλασσαν Ἰσραηλίτῃ λαῷ,οὗτος ὁ Θεὸς ἡμῶν, δεδοξασμένος ὑπάρχει,αὐτῷ μόνῳ ᾄσωμεν, ὅτι δεδόξασται».Ὁ τὴν γῆν κατακρίνας, τῷ παραβάντι,ἱδρῶτος φέρειν καρπὸν τὰς ἀκάνθας,ἀκανθῶν στέφανον ἐκ παρανόμου χειρός,οὗτος ὁ Θεὸς ἡμῶν, σωματικῶς δεδεγμένος,τήν κατάραν ἔλυσεν, ὅτι δεδόξασται.Νικητὴς τροπαιοῦχος, κατὰ θανάτου,ὁ θάνατος δεδοικὼς ἀνεδείχθη·παθητὴν σάρκα γάρ, ἐμψυχωμένην λαβών,οὗτος ὁ Θεὸς ἡμῶν, καὶ συμπλακεὶς τῷ τυράννῳ,πάντας συνανέστησεν, ὅτι δεδόξασται.ΘεοτοκίονἈληθῆ Θεοτόκον, πάντα τὰ ἔθνη,δοξάζει σε τὴν ἀσπόρως τεκοῦσαν·ὑποδὺς μήτραν γὰρ ἡγιασμένην τὴν σήν,οὗτος ὁ Θεὸς ἡμῶν, τὸ καθ' ἡμᾶς οὐσιώθη,καὶ Θεός καὶ ἄνθρωπος, ἐκ σοῦ γεγέννηται. Προεόρτιος, οὗ ἡ Ἀκροστιχίς.Κανὼν ὁ Προεόρτιος ΠοίημαἸωσὴφ.ᾨδὴ α' Ἦχος α' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Πικρᾶς δουλείας ῥυσθείς, Ἰσραήλ, τὴν ἄβατον διῆλθεν ὡς ἤπειρον· ἐχθρὸν δὲ ὁρῶν ποντούμενον, ὕμνον ἐν εὐφροσύνῃ, ᾄδει Θεῷ, τῷ τερατουργοῦντι βραχίονι ὑψηλῷ· Ὅτι δεδόξασται».Χριστὸς μολεῖ πρὸς τὸ βάπτισμα. Χριστὸς πρός, Ἰορδάνην ἐφίσταται. Χριστὸς τάς ἡμῶν ἐν ὕδασι, θάπτει νῦν ἁμαρτίας, ὡς ἀγαθός, ἐν ἀγαλλιάσει, ἀνυμνήσωμεν αὐτόν· Ὅτι δεδόξασται.Ῥανάτωσαν εὐφραινόμεναι, νεφέλαι εὐφροσύνην αἰώνιον, Χριστὸς Ἰησοῦς προέρχεται, νάμασιν Ἰορδάνου, τοὺς ποταμούς, τῶν ἁμαρτημάτων, κατακλύσαι φωτισμὸν πᾶσι δωρούμενος.Ἰδοὺ τὸ φῶς ἐπιφαίνεται, ἰδοὺ ὁ ἱλασμὸς ἀναδείκνυται, ἰδοὺ ὁ Σωτὴρ ἐφίσταται, λάμψαι τοῖς ἐν τῷ σκότει, θείας αὐγάς, τοῦτον διανοίαις, καθαραῖς χαρμονικῶς ὑποδεξώμεθα. ᾨδὴ γ', Κανὼν Ἀναστάσιμος. Ὀκτώηχος Ἦχος γ΄ Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Ὁ ἐκ μὴ ὄντων τὰ πάντα παραγαγών,τῷ Λόγῳ κτιζόμενα,τελειούμενα Πνεύματι,Παντοκράτορ Δεσπότα,ἐν τῇ ἀγάπῃ τῇ σῇ στερέωσόν με».Διὰ Σταυροῦ σου ᾐσχύνθη ὁ ἀσεβής·εἰργάσατο βόθρον γάρ,ὃν ὀρύξας εἰσπέπτωκε,ταπεινῶν ὑψώθη δὲ Χριστέ,τὸ κέρας ἐν τῇ σῇ Ἀναστάσει.Τῆς εὐσεβείας τὸ κήρυγμα τῶν ἐθνῶν,ὡς ὕδωρ ἐκάλυψετὰς θαλάσσας φιλάνθρωπε·ἀναστὰς ἐκ τάφου γάρ,τὸ τῆς Τριάδος ἀπεκάλυψας φέγγος.ΘεοτοκίονΔεδοξασμένα λελάληνται περὶ σοῦ,ἡ πόλις ἡ ἔμψυχος,τοῦ ἀεὶ βασιλεύοντος·διὰ σοῦ γὰρ Δέσποινα,τοῖς ἐπὶ γῆς Θεὸς συνανεστράφη. Κανών α', ᾨδὴ γ', ὁ Προεόρτιος Ἦχος α' Τῷ πρὸ τῶν αἰώνων ΤΟ ΑΚΟΥΤΕ «Μὴ ἐν τῇ σοφίᾳ, καὶ τῷ πλούτῳ καυχάσθω θνητὸς τῷ αὐτοῦ, ἀλλὰ ἐν τῇ πίστει τοῦ Κυρίου, ὀρθοδόξως κραυγάζων, Χριστῷ τῷ Θεῷ καὶ μέλπων ἀεί· Ἐπὶ τὴν πέτραν τῶν σῶν ἐντολῶν, στήριξόν με Δέσποτα».Ὁ πρὸ τῶν αἰώνων, συνεδρεύων Πατρὶ καὶ τῷ Πνεύματι, νῦν ἐπ' ἐσχάτων ἐκ Παρθένου, σαρκωθεὶς καθὼς οἶδε, Χριστὸς μολεῖ πρὸς τὸ Βάπτισμα, ἀθανασίαν τῷ θείῳ λουτρῷ, πᾶσι παρεχόμενος.Ὕδατι ἐνθάψαι, τάς ἡμῶν ἁμαρτίας βουλόμενος, τοῦ Ἰορδάνου ἐν τοῖς ῥείθροις, διὰ σπλάγχνα ἐλέους, Χριστὸς ὁ Θεὸς προέρχεται, καὶ ἀναπλάττει φθαρέντας ἡμᾶς, διὰ τοῦ Βαπτίσματος.Γύμνωσιν αἰσχίστην, περιστέλλων Ἀδὰμ τοῦ προπάτορος, ἀπογυμνοῦσαι ἑκουσίως, καὶ ῥοαῖς Ἰορδάνου, σαυτὸν περιστέλλεις ὕδασι, τὰ ὑπερῷα στεγάζων Χριστέ, μόνε πολυέλεε. Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.ΕΥΧΗ Ε’Ἀγαθῶν θησαυρέ, πηγὴ ἀέναος, Πάτερ ἅγιε, θαυμαστοποιέ, παντοδύναμε καὶ παντοκράτορ, πάντες σὲ προσκυνοῦμεν καὶ σοῦ δεόμεθα, τὰ σὰ ἐλέη καὶ τοὺς σοὺς οἰκτιρμοὺς ἐπικαλούμενοι εἰς βοήθειαν καὶ ἀντίληψιν τῆς ἡμετέρας ταπεινώσεως. Μνήσθητι, Κύριε, τῶν σῶν ἱκετῶν· πρόσδεξαι πάντων ἡμῶν τὰς ἑωθινας δεήσεις, ὡς θυμίαμα ἐνώπιον σου, καὶ μηδένα ἡμῶν ἀδόκιμον ποιήσης, ἀλλά πάντας ἡμᾶς περιποίησαι διὰ τῶν οἰκτιρμῶν σου. Μνήσθητι, Κύριε, τῶν ἀγρυπνούντων καὶ ψαλλόντων εἰς δόξαν σὴν καὶ τοῦ μονογενοῦς σου Υἱοῦ καὶ Θεοῦ ἡμῶν καὶ τοῦ ἁγίου σου Πνεύματος. Γενοῦ αὐτῶν βοηθὸς καὶ ἀντιλήπτωρ· πρόσδεξαι αὐτῶν τὰς ἱκεσίας εἰς τὸ ὑπερουράνιον καὶ νοερόν σου θυσιαστήριον.Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Κοντάκιον ‘Εξανέστης σήμερον,ἀπὸ τοῦ τάφου Οἰκτίρμον,καὶ ἡμᾶς ἐξήγαγες,ἐκ τῶν πυλῶν τοῦ θανάτου,σήμερον Ἀδὰμ χορεύει,καὶ χαίρει Εὔα, ἅμα δέ,καὶ οἱ Προφῆται, σὺν Πατριάρχαις,ἀνυμνοῦσιν ἀκαταπαύστως,τὸ θεῖον κράτος τῆς ἐξουσίας σου.Ὁ ΟἶκοςὉ οὐρανὸς καὶ ἡ γῆ σήμερον χορευέτωσαν,καὶ Χριστὸν τὸν Θεὸν ὁμοφρόνως ὑμνείτωσαν,ὅτι τοὺς δεσμίους ἐκ τῶν τάφων ἀνέστησε.Συγχαίρει πᾶσα ἡ κτίσις,προσφέρουσα ἐπάξια ᾄσματα,τῷ πάντων Κτίστῃ καὶ Λυτρωτῇ ἡμῶν,ὅτι τοὺς βροτοὺς ἐξ ᾅδου σήμερον,ὡς Ζωοδότης συνανελκύσας,πρὸς οὐρανοὺς συνανυψοῖ,καὶ καταράσσει τοῦ ἐχθροῦ τὰς ἐπάρσεις,καὶ πύλας τοῦ ᾅδου διαθλάττει,τῷ θείῳ κράτει τῆς ἐξουσίας αὐτοῦ. Κάθισμα τῆς Ὁσίας Ἦχος πλ. α' Τὸν συνάναρχον ΤΟ ΑΚΟΥΤΕ Ἀσκητῶν ὑπερβᾶσα σὺ τὸ φερέπονον, ἐν οὐρανοῖς ἀπολαύεις διαφερούσης μονῆς, καὶ τῆς κρείττονος αἴγλης ἀναπεπλήρωσαι, ὅτι κατ' ἄνδρας τὴν σκληράν, διοδεύσασα ὁδόν, νενίκηκας τὰ παρόντα, καὶ Ἀγγέλοις καθωμοιώθης, καὶ νῦν τῆς δόξης συμμετέχεις αὐτῶν.Δόξα... Τῶν ΜαρτύρωνἮχος α' Τὸν τάφον σου Σωτὴρ ΤΟ ΑΚΟΥΤΕΘεόπεμπτος ὀφθείς, Ἱεράρχης τῶν κάτω, ἐφάνη ταῖς ποιναῖς Ἱεράρχης τῶν ἄνω. Τυράννων προστάγματος, παρακούσας αἰκίζεται, ἀγαλλόμενος, ἀναβοῶν. Σέβω μόνον, τὸν ἐνθάψαντα, τοῦ Ἰορδάνου τοῖς ῥείθροις, βροτῶν παραπτώματα.Καὶ νῦν... Προεόρτιον, ὅμοιονὉ μέγας ὑετός, πρὸς ποτάμια ῥεῖθρα, προέρχεται σαρκί, βαπτισθῆναι θελήσας, πρὸς ὃν ὁ θεῖος Πρόδρομος, ἐκθαμβούμενος ἔλεγε· Πῶς βαπτίσω σε, ῥύπον μὴ ἔχοντα ὅλως; πῶς ἐκτείνω μου, τὴν δεξιὰν ἐπὶ κάραν, ἣν τρέμει τὰ σύμπαντα; ᾨδὴ δ', Κανὼν Ἀναστάσιμος. Ὀκτώηχος Ἦχος γ΄ Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Ἔθου πρὸς ἡμᾶς, κραταιὰν ἀγάπησιν Κύριε·τὸν μονογενῆ γὰρ σοῦ Υἱόν,ὑπὲρ ἡμῶν εἰς θάνατον δέδωκας·διό σοι κραυγάζομεν, εὐχαριστοῦντες·Δόξα τῇ δυνάμει σου Κύριε».Στίγματα Χριστέ, συμπαθῶς καὶ μώλωπας ἤνεγκας,ὕβριν ῥαπισμάτων καρτερῶν,καὶ μακροθύμως φέρων ἐμπτύσματα,δι' ὧν κατειργάσω μοι τὴν σωτηρίαν·Δόξα τῇ δυνάμει σου Κύριε.Σώματι θνητῷ, ἡ ζωὴ θανάτῳ ὡμίλησας,τῆς ταλαιπωρίας τῶν πτωχῶν,καὶ στεναγμοῦ πενήτων σου ἕνεκεν,καὶ φθείρας τὸν φθείραντα δεδοξασμένε,πάντας συνανέστησας, μόνε φιλάνθρωπε.ΘεοτοκίονΜνήσθητι Χριστέ, ἧς ἐκτησω ποίμνης τῷ πάθει σου,τῆς δεδοξασμένης σου Μητρός,τὰς συμπαθεῖς ἐντεύξεις δεξάμενος,καὶ ἐπισκεψάμενος,κεκακωμένην ῥῦσαι, τῇ δυνάμει σου Κύριε. Κανών α', ᾨδὴ δ', ὁ Προεόρτιος Ἦχος α' Ῥάβδος ἐκ τῆς ῥίζης ΤΟ ΑΚΟΥΤΕ «Ἀκήκοε πάλαι Ἀββακούμ, Χριστέ σου ὁ θαυμάσιος, τὴν ἀκοὴν καὶ φόβῳ ἔκραζεν. Ἀπὸ Θαιμὰν ὁ Θεός, ἥξει καὶ ὁ Ἅγιος, ὂρους ἐκ δασέος κατασκίου, τοῦ σῶσαι σοῦ τοὺς Χριστούς· Δόξα τῇ δυνάμει σου Κύριε».Ὕδωρ ἀπαντλήσατε ζωῆς· ἰδοὺ νῦν παραγέγονεν, ὁ τῆς εἰρήνης Ποταμὸς ἀληθῶς, ξηρᾶναι τὰ θολερά, ἀπιστίας ὕδατα, καὶ τὸν φωτισμὸν ἀναπηγάσαι, τοῖς μελῳδοῦσιν αὐτῷ. Δόξα τῇ δυνάμει σου Κύριε.Εὐφράνθητι ἔρημος τὸ πρίν, διψῶσα φύσις ἅπασα, ἡ τῶν ἀνθρώπων, νῦν ἐπέφανε, χειμάρρους ὁ τῆς τρυφῆς, Ἰορδάνου νάμασι, λύων τὸν αὐχμὸν τῆς ἁμαρτίας, ᾧ μελῳδοῦμεν πιστῶς· Δόξα τῇ δυνάμει σου Κύριε.Βοῶντος φωνὴ προφητικῶς, ἐρήμοις περιήχησε, ταῖς διανοίαις. Ἑτοιμάσατε, ὁδοὺς εὐθείας Χριστῷ, ἐρχομένῳ λέγουσα, ὅπως βαπτισμῷ ἀναχωνεύσῃ, παλαιωθέντας ἡμᾶς, λύων τὴν ἀρχαίαν ἀπόφασιν. ᾨδὴ ε', Κανὼν Ἀναστάσιμος. Ὀκτώηχος Ἦχος γ΄ Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Πρὸς σε ὀρθρίζω,τὸν τοῦ παντὸς Δημιουργόν,τὴν ὑπερέχουσαν πάντα νοῦν εἰρήνην·διότι φῶς τὰ προστάγματά σου,ἐν οἷς με καθοδήγησον».Κριτῇ ἀδίκῳ,Ἑβραίων φθόνῳ προδοθεὶς ὁ παντεπόπτης,καὶ ἅπασαν δικαίως,κρίνων τὴν γῆν, τὸν Ἀδὰμ τῆς πάλαι,ἐρρύσω κατακρίσεως.Τὴν σὴν εἰρήνην,ταῖς Ἐκκλησίαις σου Χριστέ,τῇ ἀηττήτῳ δυνάμει τοῦ Σταυροῦ σου,ὁ ἐκ νεκρῶν ἀναστὰς παράσχου,καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.ΘεοτοκίονΣκηνὴ ἁγία, καὶ πλατυτέρα οὐρανῶν,ὡς τὸν ἐν πάσῃἀχώρητον τῇ κτίσει,Λόγον Θεοῦ δεξαμένη,μόνη ἐδείχθης Ἀειπάρθενος. Κανών α', ᾨδὴ ε', ὁ Προεόρτιος Ἦχος α' Θεὸς ὢν εἰρήνης ΤΟ ΑΚΟΥΤΕ «Τὸ φῶς τὸ ἄδυτον, λάμψον Χριστέ, ταῖς καρδίαις τῶν πίστει ὑμνούντων σε, εἰρήνην σου δωρούμενος, ἡμῖν τὴν ὑπὲρ νοῦν· ὅπως ἐξ ἀγνωσίας, νυκτὸς πρὸς τὴν ἡμέραν, τῶν ἐντολῶν σου τρέχοντες, δοξολογῶμέν σε φιλάνθρωπε».Εἰρήνης ὑπάρχων, Χριστὲ Βασιλεύς, τὸ τῆς ἔχθρας μεσότοιχον ἔλυσας, σαρκὸς ἐν ὁμοιώματι, φανεὶς ἐπὶ τῆς γῆς· ὅθεν τὴν ἔλευσίν σου, ἰδὼν ὁ Ἰωάννης, κατεπλήττετο φόβῳ, χειροθετεῖν σε κελευόμενος.Δρακόντων τάς κάρας, συντρίψαι Χριστός, ἐπειγόμενος νῦν παραγίνεται, τοῖς ὕδασι καὶ τρέμοντι, βοᾷ τῷ Βαπτιστῇ. Ἔκτεινόν σου τὴν χεῖρα, καὶ ἅψαι κορυφῆς μου, καὶ δειλίαν ἀπόθου, ἐπιτελῶν τὸ προσταττόμενον.Ἐδήλου Προφήτης, τὴν χάριν ποτέ, τοῦ Βαπτίσματος θείῳ ἐν Πνεύματι πατάξας Ἰορδάνια, τὰ ῥεῖθρα μηλωτῇ, ἅτινα διῃρέθη, ἡμῖν ὀδοποιοῦντα, ἀναγέννησιν θείαν, τοῦ ἐν αὐτοῖς ἐπιφανέντος Χριστοῦ. ᾨδὴ ς', Κανὼν Ἀναστάσιμος. Ὀκτώηχος Ἦχος γ΄ Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Ἄβυσσος ἐσχάτη ἁμαρτιῶν ἐκύκλωσέ με,καὶ ἐκλείπει τὸ πνεῦμά μου,ἀλλ' ἐκτείνας Δέσποτα,σὸν ὑψηλὸν βραχίονα,ὡς τὸν Πέτρον με,κυβερνῆτα διάσωσον».Ἄβυσσος ἐλέους καὶ οἰκτιρμῶν, ἐκύκλωσέ με,τῇ εὐσπλάγχνῳ καθόδῳ σου·σαρκωθεὶς γὰρ Δέσποτα,καὶ γεγονὼς ἐν δούλου μορφῇ,ἐθεούργησας,καὶ σεαυτῷ συνεδόξασας.Νέκρωσιν ὑπέστη ὁ νεκρωτής,τὸν νεκρωθέντα ζωωθέντα θεώμενος,τῆς σῆς Ἀναστάσεως,ταῦτα Χριστὲ τὰ σύμβολα,καὶ τοῦ Πάθους σου,τοῦ ἀχράντου τὰ ἔπαθλα.ΘεοτοκίονΠάναγνε ἡ μόνη τῷ πλαστουργῷ, καὶ τοῖς ἀνθρώποις,ὑπὲρ νοῦν μεσιτεύσασα,τὸν Υἱόν σου ἵλεων,τοῖς ἐπταικόσι δούλοις σου,καὶ ὑπέρμαχον,χρηματίσαι δυσώπησον. Κανών α', ᾨδὴ ς', ὁ Προεόρτιος Ἦχος α' Σπλάγχνων Ἰωνᾶν ΤΟ ΑΚΟΥΤΕ «Ὅλος ἐκ παθῶν, ἀμέτρων συνέχομαι, καὶ κήτει κακῶν συγκαταπέπομαι· ἀλλ' ἀνάγαγε ἐκ φθορᾶς ὁ Θεὸς με ὡς πρὶν Ἰωνᾶν, καὶ πίστει τὴν ἀπάθειάν μοι δώρησαι, ὅπως ἐν φωνῇ αἰνέσεως, ἀληθείας τε πνεύματι θύσω σοι».Σπλάγχνα οἰκτιρμῶν, Χριστὸς ἐνδεικνύμενος, ἐν δούλου μορφῇ ὁ ἀναλλοίωτος, παραγίνεται, πρὸς τὸν δοῦλον αἰτούμενος Βάπτισμα, τῆς δουλείας ἀφαρπάζων τὸ ἀνθρώπινον, οὗπερ ἐκπλαγεὶς τὴν ἔλευσιν, δειλιᾷ καὶ τῷ φόβῳ συστέλλεται.Πῶς σε ποταμοῦ, ῥοαὶ ὑποδέξωνται, τὸ ἄστεκτον πῦρ νῦν ἀφικόμενον; πῶς τὴν γύμνωσιν, ἐπουράνιοι βλέψωσιν Ἄγγελοι; πῶς τὴν χεῖρα Ἰωάννης ἐπεκτείνῃ σοι, Λόγε τοῦ Θεοῦ προάναρχε, τῷ αὐτὸν ἀπὸ γῆς διαπλάσαντι;Θάλασσα διχῇ, φυγοῦσα ἐδήλωσε, τοῦ νέου λαοῦ θείαν διάβασιν, ἣν εἰργάσατο, ποταμῷ τῇ σαρκὶ ἀφικόμενος, ὁ ἐκ πέτρας παραδόξως βλύσας νάματα, τοῦτον, ὡς Θεὸν δοξάσωμεν, τὴν ἡμῶν συντριβὴν ἀναπλάσαντα. Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.ΕΥΧΗ ΣΤ’Εὐχαριστουμέν σοι, Κύριε ὁ Θεὸς τῶν σωτηρίων ἡμῶν, ὅτι πάντα ποιεῖς εἰς εὐεργεσίαν τῆς ζωῆς ἡμῶν, ἵνα διὰ παντὸς πρὸς σὲ ἀποβλέπωμεν, τὸν σωτῆρα καὶ εὐεργέτην τῶν ἡμετέρων ψυχῶν· ὅτι διανέπαυσας ἡμᾶς ἐν τῷ παρελθόντι τῆς νυκτὸς μέτρῳ καὶ ἐξήγειρας ἡμᾶς ἐκ τῶν κοιτῶν ἡμῶν καὶ ἔστησας εἰς προσκύνησιν τοῦ τιμίου ὀνόματός σου. Διὸ δεόμεθά σου, Κύριε· δὸς ἡμῖν χάριν καὶ δύναμιν, ἵνα καταξιωθῶμεν ψάλλειν σοι συνετῶς καὶ προσεύχεσθαι ἀδιαλείπτως ἐν φόβῳ καὶ τρόμῳ, τὴν ἑαυτῶν σωτηρίαν κατεργαζόμενοι, διὰ τῆς ἀντιλήψεως τοῦ Χριστοῦ σου. Μνήσθητι, Κύριε, καὶ τῶν ἐν νυκτὶ πρὸς σὲ βοώντων· ἐπάκουσον αὐτῶν καὶ ἐλέησον καὶ σύντριψον ὑπὸ τοὺς πόδας αὐτῶν τοὺς ἀοράτους καὶ πολεμίους ἐχθρούς.Σὺ γὰρ εἶ ὁ Βασιλεύς τῆς εἰρήνης καὶ Σωτήρ τῶν ψυχῶν ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Κοντάκιον Ἐν τοῖς ῥείθροις σήμερον τοῦ Ἰορδάνου, γεγονὼς ὁ Κύριος, τῷ Ἰωάννῃ ἐκβοᾷ. Μὴ δειλιάσῃς βαπτίσαι με· σῶσαι γὰρ ἥκω, Ἀδὰμ τὸν πρωτόπλαστον. Ὁ Οἶκος Οὐκ ἀπαιτῶ σε, Βαπτιστά, τοὺς ὅρους ὑπερβῆναι· οὐ λέγω σοι· Εἰπέ μοι, ἃ λέγεις τοῖς ἀνόμοις, καὶ παραινεῖς ἁμαρτωλοῖς, μόνον βάπτισόν με σιωπῶν, καὶ προσδοκῶν τὰ ἀπὸ τοῦ Βαπτίσματος· ἕξεις γὰρ διὰ τούτων ἀξίωμα, ὅπερ οὐχ ὑπῆρξε τοῖς Ἀγγέλοις, καὶ γὰρ πάντων τῶν Προφητῶν μείζονά σε ποιήσω, ἐκείνων μὲν οὐδεὶς σαφῶς με κατεῖδεν, ἀλλ᾽ ἐν τύποις καὶ ἐν σκιαῖς καὶ ἐνυπνίοις, σὺ δέ, ἐπὶ σοῦ ἱστάμενον κατὰ γνώμην· σῶσαι γὰρ ἥκω, Ἀδὰμ τὸν πρωτοπλαστον. Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν Τῇ Ε' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων Θεοπέμπτου καὶ Θεωνᾶ.ΣτίχοιὍπως τελευτᾷ Θεόπεμπτος, εἰπάτω.Ἀθλῶν τελευτῶ, τὴν κάραν τμηθεὶς ξίφει.Ἒθεντὸ μ,᾽ ἐκραύγαζε τοῦ Ψαλτηρίου,Λάκκῳ, Θεωνᾶς Μάρτυς, ἐν κατωτάτῳ.Πέμπτῃ ἐκ ξίφεος λίπε τὸν δὲ βίον Θεόπεμπτος.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Συγκλητικῆς.ΣτίχοιΣυγκλητικὴ λιποῦσα δουλείαν βίου,Κλητοῖς Θεοῦ σύνεστι δούλοις ἐν πόλῳ.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Γρηγορίου, τοῦ ἐν Ἀκρίτᾳ.ΣτίχοιὉ Γρηγόριος ἀρεταῖς λάμψας μέγα,Λαμπρῶς μεταστάς, καὶ μέγα πλουτεῖ κλέος.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Φωστηρίου.Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Σάϊς, ἐν θαλάσσῃ βληθείς, τελειοῦται.ΣτίχοιἮλθον θαλάσσῃ εἰς βάθη, λέγει Σάϊς,Φυγὼν τὰ ποντίζοντα τῆς πλάνης βάθη.Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Θεόειδος ὑπὸ δημίων πατούμενος τελειοῦται.ΣτίχοιΠόδες πατοῦντες σαρκίον Θεοείδου,Ψυχὴν ἀποθλίβουσι ληνῷ τοῦ πόλου.Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ὁσία Δομνίνα ἐν εἰρήνῃ τελειοῦται.ΣτίχοιΧαρίζεταί σοι τὴν ἄνω κληρουχίαν,Δομνίνα, σαρκὸς ἡ κάτω κακουχία.Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ὁσία Τατιανὴ ἐν εἰρήνῃ τελειοῦται.ΣτίχοιΤατιανὴ τακεῖσα νηστείαις πάλαι,Νῦν Ἀγγέλοις σύνεστι νηστείας φίλοις.Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. ᾨδὴ ζ', Κανὼν Ἀναστάσιμος. Ὀκτώηχος Ἦχος γ΄ Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Ὡς πάλαι τοὺς εὐσεβεῖς,τρεῖς Παῖδας ἐδρόσισας,ἐν τῇ φλογὶ τῇ Χαλδαϊκῇ,τῷ φωτιστικῷ τῆς Θεότητος πυρί,καὶ ἡμᾶς καταύγασον·Εὐλογητὸς εἶ κράζοντας,ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν».Ἐρράγη τὸ τοῦ Ναοῦ,φαιδρὸν καταπέτασμα,ἐν τῷ Σταυρῷ τοῦ Δημιουργοῦ,τὴν ἐγκεκρυμμένην τῷ γράμματι δηλοῦν,τοῖς πιστοῖς ἀλήθειανΕὐλογητὸς εἶ κράζουσιν,ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.Νυγείσης σου τῆς πλευρᾶς,ῥανίδες θεόρρυτοι,ζωοποιοῦ αἵματος Χριστέ,οἰκονομικῶς ἀποστάζουσαι εἰς γῆν,τοὺς ἐκ γῆς ἀνέπλασαν.Εὐλογητὸς εἶ κράζοντας,ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.ΤριαδικὸνΤὸ Πνεῦμα τὸ ἀγαθόν,Πατρὶ συνδοξάσωμεν,καὶ τῷ Υἱῷ τῷ μονογενεῖ,μίαν ἐν τρισί, πιστοὶ σέβοντες ἀρχήν,καὶ μίαν Θεότητα.Εὐλογητὸς εἶ κράζοντες,ὁ Θεός ὁ τῶν Πατέρων ἡμῶν. Κανών α', ᾨδὴ ζ', ὁ Προεόρτιος Ἦχος α' Οἱ Παῖδες εὐσεβείᾳ ΤΟ ΑΚΟΥΤΕ Ὑπῆλθον ὡς νυμφῶνα τῆς καμίνου, τὴν φλόγα τὴν ἄσβεστον, οἱ δι᾽ εὐσέβειάν ποτε, Παῖδες Ἅγιοι δειχθέντες Θεῷ, καὶ συμφώνως μελῳδοῦντες, ὕμνον ἔψαλλον· Ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.Χριστὸς ἡ σωτηρία, ἐπεφάνη φωτισμὸν δωρούμενος, ἀγαλλιάσθω οὐρανός, αἱ νεφέλαι δὲ ῥανάτωσαν, ἀληθῶς δικαιοσύνην τοῖς κραυγάζουσιν· Ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.Ὁ πόκος ὃν προεῖδε, Γεδεὼν πλήρη λεκάνην ὕδατος, ἐναποστάξαντα σαφῶς, τὸ σὸν Βάπτισμα ἐδήλου Χριστέ, ὃ παρέξεις βαπτισθεὶς τοῖς ἀναμέλπουσιν· Ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.Ἁλσὶ τὰ ἀτεκνοῦντα, Ἐλισαῖος θεραπεύσας ὕδατα, τὴν εὐτεκνίαν τῆς σεπτῆς, Κολυμβήθρας προεικόνισεν, ἐσομένην μυστικῶς τοῖς ἀναμέλπουσιν· ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ. ᾨδὴ η', Κανὼν Ἀναστάσιμος. Ὀκτώηχος Ἦχος γ΄ Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Ἀστέκτῳ πυρὶ ἑνωθέντες,οἱ θεοσεβείας προεστῶτες Νεανίαι,τῇ φλογὶ δὲ μὴ λωβηθέντες,θεῖον ὕμνον ἔμελπον.Εὐλογεῖτε πάντα τὰ ἔργα Κύριου τὸν Κύριον.καὶ ὑπερυψοῦτε,εἰς πάντας τοὺς αἰῶνας».Ἐρράγη ναοῦ ἡ φαιδρότης,ὅτε ὁ Σταυρός σου ἐπάγη ἐν Κρανίῳ,καὶ ἡ κτίσις συνεκλονεῖτο,φόβῳ ἀναμέλπουσα·Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον,καὶ ὑπερυψοῦτεεἰς πάντας τοὺς αἰῶνας.Ἀνέστης Χριστὲ ἐκ τοῦ τάφου,καὶ τὸν πεπτωκότα τῇ ἀπάτῃ,διὰ ξύλου ἀνωρθώσω θείᾳ δυνάμει,κράζοντα καὶ λέγονταΕὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον,καὶ ὑπερυψοῦτεεἰς πάντας τοὺς αἰῶνας.ΘεοτοκίονΝαὸς τοῦ Θεοῦ ἀνεδείχθης,ἔμψυχον χωρίον κιβωτός τε, τὸν Ποιητήντοῖς βροτοῖς γὰρ Θεογεννῆτορ,ἄχραντε κατήλλαξας,καὶ ἀξίως πάντα τὰ ἔργα ὑμνοῦμέν σε,καὶ ὑπερυψοῦμενεἰς πάντας τοὺς αἰῶνας. Κανών α', ᾨδὴ η', ὁ Προεόρτιος Ἦχος α' Θαύματος ὑπερφυοῦς ΤΟ ΑΚΟΥΤΕ «Τέρατος ὑπερφυοῦς ἔδειξε τύπον, ἡ πυρένδροσος κάμινος πάλαι· τὸ γὰρ πῦρ οὐκ ἔφλεξε νέους Παῖδας, Χριστοῦ προδηλοῦν, τὴν ἀσπόρως ἐκ Παρθένου θείαν Γέννησιν· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.Αἴνεσιν μεγαλοφώνως τῷ Δεσπότῃ, ἀναπέμψωμεν· ἦλθεν ἐφάνη, ἐπιβαίνει ὕδασι, καὶ γυμνοῦται ὁ Οὐρανόν, ταῖς νεφέλαις περιβάλλων καὶ βαπτίζεται, καθαίρων ἡμᾶς τοὺς ἀναμέλποντας· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.Δεῦτε νοερῶς πρός, Ἰορδάνην, ἀφικώμεθα θέαμα μέγα, ἐν αὐτῷ ὀψόμενοι· Ἰησοῦς γὰρ ὁ φωτισμός, παραγίνεται, καὶ δούλου ὑποκλίνεται, παλάμῃ σὺν τρόμῳ ἀναμέλποντος· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.Ἄνθραξ ὃν προεῖδεν Ἡσαΐας, ἐν τοῖς ὕδασι τοῦ Ἰορδάνου, ἀναφθεὶς συμφλέξεται ὕλην πᾶσαν ἁμαρτιῶν, καὶ παρέξει συντριβεῖσι τὴν ἀνάπλασιν· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας. Καταβασίαε, Ὠδὴ α’. Ἦχος β’. ΤΟ ΑΚΟΥΤΕ Βυθοῦ ἀνεκάλυψε πυθμένα, καὶ διὰ ξηρᾶς οἰκείους ἕλκει, ἐν αὐτῷ κατακαλύψας ἀντιπάλους, ὁ κραταιός, ἐν πολέμοις Κύριος· ὅτι δεδόξασται.Ὠδὴ γ’. ΤΟ ΑΚΟΥΤΕ Ἰσχὺν ὁ διδούς, τοῖς βασιλεῦσιν ἡμῶν Κύριος, καὶ κέρας χριστῶν Αὐτοῦ ὑψῶν, Παρθένου ἀποτίκτεται, μολεῖ δὲ πρὸς τὸ βάπτισμα· διὸ πιστοὶ βοήσωμεν· Οὐκ ἔστιν Ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλὴν Σοῦ Κύριε.Ὠδὴ δ’. ΤΟ ΑΚΟΥΤΕ Ἀκήκοε Κύριε, φωνῆς Σου ὃν εἶπας, Φωνὴ βοῶντος ἐν ἐρήμῳ, ὅτε ἐβρόντησας, πολλῶν ἐπὶ ὑδάτων, τῷ Σῷ μαρτυρούμενος Υἱῷ· ὅλος γεγονὼς τοῦ παρόντος, Πνεύματος δὲ ἐβόησε· Σὺ εἶ Χριστός, Θεοῦ σοφία καὶ δύναμις.Ὠδὴ ε’. ΤΟ ΑΚΟΥΤΕ Ἰησοῦς ὁ ζωῆς ἀρχηγός, λῦσαι τὸ κατάκριμα ἥκει, Ἀδὰμ τοῦ πρωτοπλάστου· καθαρσίων δὲ ὡς Θεὸς μὴ δεόμενος, τῷ πεσόντι καθαίρεται, ἐν τῷ Ἰορδάνῃ· ἐν ᾧ τὴν ἔχθραν κτείνας, ὑπερέχουσαν πάντα νοῦν, εἰρήνην χαρίζεται.Ὠδὴ ς’. ΤΟ ΑΚΟΥΤΕ Ἡ φωνὴ τοῦ Λόγου, ὁ λύχνος τοῦ φωτός, ὁ ἑωσφόρος, ὁ τοῦ ἡλίου Πρόδρομος, ἐν τῇ ἐρήμῳ· Μετανοεῖτε, πᾶσι βοᾷ τοῖς λαοῖς, καὶ προκαθαίρεσθε· ἰδοὺ γὰρ πάρεστι Χριστός, ἐκ φθορᾶς τὸν κόσμον λυτρούμενος.Ὠδὴ ζ’. ΤΟ ΑΚΟΥΤΕ Νέους εὐσεβεῖς, καμίνῳ πυρὸς προσομιλήσαντας, διασυρίζον πνεῦμα δρόσου, ἀβλαβεῖς διεφύλαξε, καὶ θείου ἀγγέλου συγκατάβασις· ὅθεν ἐν φλογὶ δροσιζόμενοι, εὐχαρίστως ἀνέμελπον· Ὑπερύμνητε, ὁ τῶν πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.Ὠδὴ η’. ΤΟ ΑΚΟΥΤΕ Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.Μυστήριον παράδοξον, ἡ Βαβυλῶνος ἔδειξε κάμινος, πηγάσασα δρόσον· ὅτι ῥείθροις ἔμελλεν, ἄυλον πῦρ εἰσδέχεσθαι ὁ Ἰορδάνης, καὶ στέγειν σαρκί, βαπτιζόμενον τὸν Κτίστην· ὃν εὐλογοῦσι λαοί, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας. Τὴν Θεοτόκον καὶ Μητέρα τοῦ Φωτός, ἐν ὕμνοις τιμῶντες μεγαλύνωμεν. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου.Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί,Τὴν Τιμιωτέραν τῶν Χερουβείμ...Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεάν, καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.Τὴν Τιμιωτέραν τῶν Χερουβείμ...Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.Τὴν Τιμιωτέραν τῶν Χερουβείμ...Καθεῖλε δυνάστας ἀπὸ θρόνων, καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν, καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.Τὴν Τιμιωτέραν τῶν Χερουβείμ...Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραάμ, καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.Τὴν Τιμιωτέραν τῶν Χερουβείμ... ᾨδὴ θ', Κανὼν Ἀναστάσιμος. Ὀκτώηχος Ἦχος γ΄ Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Καινὸν τὸ θαῦμα καὶ θεοπρεπές!τῆς Παρθένου γὰρ τὴν κεκλεισμένην πύλην,σαφῶς διοδεύει Κύριος,γυμνὸς ἐν εἰσόδῳ,καὶ σαρκοφόρος ὤφθη ἐν ἐξόδῳ Θεός,καὶ μένει ἡ πύλη κεκλεισμένη,ταύτην ἀφράστως,ὡς Θεομήτορα μεγαλύνομεν».Φρικτὸν ἰδέσθαι σὲ τὸν ποιητήν,ἐπὶ ξύλου ἀναρτηθέντα Λόγε Θεοῦ,σαρκικῶς δὲ πάσχοντα,Θεὸν ὑπὲρ δούλων,καὶ ἐν μνημείῳ ἄπνουν κατακείμενον,νεκροὺς δὲ τοῦ ᾅδου λελυκόταὅθεν Χριστέ σε,ὡς παντοδύναμον μεγαλύνομεν.Φθορᾶς θανάτου ἔσωσας Χριστέ,τοὺς προπάτορας, κατατεθεὶς ἐν τάφῳ νεκρός,καὶ ζωὴν ἐξήνθησας,νεκροὺς ἀναστήσας,χειραγωγήσας φύσιν τὴν βροτείαν πρὸς φῶς,καὶ θείαν ἐνδύσας ἀφθαρσίανὅθεν πηγήν σε,φωτὸς ἀειζώου μεγαλύνομεν.ΘεοτοκίονΝαὸς καὶ θρόνος ὤφθης τοῦ Θεοῦ,ἐν ᾧ ᾤκησεν ὁ ἐν ὑψίστοις πέλων,τεχθεὶς ἀπειράνδρως Πάναγνε,σαρκὸς μὴ ἀνοίξας ὅλως σου πύλαςὅθεν ταῖς ἀλήκτοις, σεμνὴ λιταῖς σου,τὰ φῦλα τῶν βαρβάρων,θᾶττον εἰς τέλος,τῷ Βασιλεῖ ἡμῶν καθυπόταξον. Κανών α', ᾨδὴ θ', ὁ Προεόρτιος Ἦχος α' Μυστήριον ξένον ΤΟ ΑΚΟΥΤΕ «Ἀπόρρητον τὸ τῆς Παρθένου μυστήριον· Οὐρανὸς γὰρ αὓτη, καὶ Θρόνος Χερουβικός, καὶ φωσφόρος ἀνεδείχθη Παστάς, τοῦ Θεοῦ καὶ Παντοκράτορος· αὐτὴν εὐσεβῶς, ὡς Θεοτόκον μεγαλύνομεν».Μυστήριον ξένον, ὀρῶ καὶ παράδοξον! Ἰησοῦς ἐφίσταται, θέλων πρὸς ποταμὸν Ἰορδάνην, βοῶν Ἰωάννῃ· Τὴν σὴν δεξιάν μοι φίλε δάνεισον, φρικτὰ ἐκτελοῦντι, εἰς λαοῦ μου περιποίησιν.Τὰ ἔρημα τοῦ Ἰορδάνου ἀνθείτωσαν, οἱ ἐν σκότει κείμενοι, μέγα ἐπιφανὲν ὑμῖν, φέγγος ἰδόντες σκιρτήσατε· Χριστός, Γαλιλαίᾳ ἀφικόμενος, σαρκὶ βαπτισθῆναι, ὑπὸ δούλου καταδέχεται.Εὐφράνθητι νῦν Ἰορδάνη καὶ χόρευε, ὦ Ἰωάννη σκίρτησον, πᾶσα ἡ οἰκουμένη ἀγάλλου, ἰδοὺ ἐπεφάνη Χριστός, καὶ γυμνοῦται καὶ βαπτίζεται, στολὴν περιβάλλων, ἀφθαρσίας τὸ ἀνθρώπινον.ΘεοτοκίονΣυνέλαβες δίχα φθορᾶς Παναμώμητε, τὸν ἀπερινόητον· τίκτεις δὲ ὑπὲρ φύσιν καὶ λόγον, τὸν λόγῳ τὰ πάντα σαφῶς, ὑποστήσαντα βουλήματι, αὐτὸν ὡς Θεὸν ἀεὶ δυσώπει, τοῦ σωθῆναι ἡμάς. Καταβασία Ὠδὴ θ’. Ἦχος β’ ΤΟ ΑΚΟΥΤΕ Μεγάλυνον ψυχή μου, τὴν Τιμιωτέραν, τῶν ἄνω στρατευμάτων.Ἀπορεῖ πᾶσα γλῶσσα, εὐφημεῖν πρὸς ἀξίαν· ἰλιγγιᾷ δὲ νοῦς καὶ ὑπερκόσμιος, ὑμνεῖν Σε Θεοτόκε· ὅμως ἀγαθὴ ὑπάρχουσα, τὴν πίστιν δέχου· καὶ γὰρ τὸν πόθον οἶδας, τὸν ἔνθεον ἡμῶν· Σὺ γὰρ Χριστιανῶν εἶ προστάτις, Σὲ μεγαλύνομεν. Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.ΕΥΧΗ ΙΑ’ Ὁ Θεὸς, ὁ Θεὸς ἡμῶν, ὁ τας νοερὰς καὶ λογικὰς ὑποστησάμενος δυνάμεις τῷ σῷ θελήματι, σοῦ δεόμεθα καὶ σὲ ἱκετεύομεν, πρόσδεξαι ἡμῶν μετὰ τῶν κτισμάτων σου πάντων τὴν κατὰ δύναμιν δοξολογίαν καὶ ταῖς πλουσίαις τῆς σῆς ἀγαθότητος ἀντάμειψαι δωρεαῖς· ὅτι σοὶ κάμπτει πᾶν γόνυ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων καὶ πᾶσα πνοὴ καὶ κτίσις ὑμνεῖ τὴν ἀκατάληπτόν σου δόξαν· μόνος γὰρ εἶ Θεὸς ἀληθινὸς καὶ πολυέλεος.Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ Δυνάμεις τῶν οὐρανῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπουσι, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝἍγιος Κύριος ὁ Θεὸς ἡμῶν,Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν.Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν, καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.Ὅτι Ἅγιός ἐστιν. ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ ΣΤ', Ἦχος β΄Τοῖς Μαθηταῖς συνέλθωμεν ΤΟ ΑΚΟΥΤΕΔεικνύων ὅτι ἄνθρωπος, Σῶτερ εἶ κατ' οὐσίαν, ἐν μέσῳ στὰς ἐδίδασκες, ἀναστὰς ἐκ τοῦ τάφου, καὶ βρώσεως συμμετέσχες, βάπτισμα μετανοίας, εὐθὺς δὲ πρὸς οὐράνιον, ἀνελήφθης Πατέρα, καὶ Μαθηταῖς, πέμπειν τὸν Παράκλητον ἐπηγγείλω, Ὑπέρθεε Θεάνθρωπε, δόξα τῇ σῇ Ἐγέρσει. Ἐξαποστειλάριον Ἦχος β' Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ Πῶς ῥεῖθρά σε ποτάμια, εἰσδέξονται Φιλάνθρωπε, τὸν ποταμοὺς καὶ θαλάσσας, ποιήσαντα ἐκ μὴ ὄντων; πῶς κορυφὴν τὴν ἄχραντον, τὴν σὴν τολμήσει Πρόδρομος, χειροθετῆσαι Δεσπότα; ὑμνοῦμεν φρίττοντες Λόγε, τῆς σῆς πτωχείας τὸ ὕψος. Ἦχος γ΄ ΑΙΝΟΙΨΑΛΜΟΣ ΡΜΗ' (148)(Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.) Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν αἰνεῖτε αὺτὸν ἐν τοῖς ὑψἰστοις· (Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.)Αἰνεῖτε αὐτὸν πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτὸν, πᾶσαι αἱ Δυνάμεις αὐτοῦ· (Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.)Αἰνεῖτε αὐτόν, ἥλιος καὶ σελήνη, αἰνεῖτε αὐτόν, πάντα τὰ ἄστρα καὶ τὸ φῶς.Αἰνεῖτε αὐτόν, οἱ οὐρανοὶ τῶν οὐρανῶν, καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν.Αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν.Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται.Αἰνεῖτε τὸν Κύριον ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι.Πῦρ, χάλαζα, χιών, κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ.Τὰ ὄρη καὶ πάντες οἱ βουνοί, ξύλα καρποφόρα, καὶ πᾶσαι κέδροι.Τὰ θηρία καὶ πάντα τὰ κτήνη, ἑρπετὰ καὶ πετεινὰ πτερωτά.Βασιλεῖς τῆς γῆς καὶ πάντες λαοί, ἄρχοντες καὶ πάντες κριταὶ τῆς γῆς.Νεανίσκοι καὶ παρθένοι, πρεσβύτεροι μετὰ νεωτέρων, αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ μόνου.Ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ, καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ.Ὕμνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ, τοῖς υἱοὶς Ἰσραήλ, λαῷ ἐγγίζοντι αὐτῷ.ΨΑΛΜΟΣ ΡΜΘ' (149)ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν, ἡ αἴνεσις αὐτοῦ ἐν ἐκκλησίᾳ Ὁσίων.Εὐφρανθήτω Ἰσραὴλ ἐπὶ τῷ ποιήσαντι αὐτόν, καὶ υἱοὶ Σιὼν ἀγαλλιάσθωσαν ἐπὶ τῷ βασιλεῖ αὐτῶν.Αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῷ , ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ.Ὅτι εὐδοκεῖ Κύριος ἐν τῷ λαῷ αὐτοῦ, καὶ ὑψώσει πραεῖς ἐν σωτηρίᾳ.Καυχἠσονται ὅσιοι ἐν δόξῃ, καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.Αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν, καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν.Τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς.Τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις, καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς. Στιχ. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ. Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου Ἦχος γ΄ Δεῦτε πάντα τὰ ἔθνη,γνῶτε τοῦ φρικτοῦ μυστηρίου τὴν δύναμινΧριστὸς γὰρ ὁ Σωτὴρ ἡμῶν,ὁ ἐν ἀρχῇ Λόγος, ἐσταυρώθη δι' ἡμᾶς, καὶ ἑκὼν ἐτάφη,καὶ ἀνέστη ἐκ νεκρῶν, τοῦ σῶσαι τὰ σύμπαντα. Αὐτὸν προσκυνήσωμεν. ΨΑΛΜΟΣ ΡΝ' (150)Στιχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ. Ἦχος γ΄ Διηγήσαντο πάντα τὰ θαυμάσια,οἱ φύλακές σου Κύριε,ἀλλὰ τὸ συνέδριον τῆς ματαιότητος,πληρῶσαν δώρων τὴν δεξιὰν αὐτῶν,κρύπτειν ἐνόμιζον τὴν ἀνάστασίν σου,ἣν ὁ κόσμος δοξάζει. Ἐλέησον ἡμᾶς. Στιχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. Ἦχος γ΄ Χαρᾶς τὰ πάντα πεπλήρωται,τῆς Ἀναστάσεως τὴν πεῖραν εἰληφότα.Μαρία γὰρ ἡ Μαγδαληνή, ἐπὶ τὸ μνῆμα ἦλθεν,εὗρεν Ἄγγελον ἐπὶ τὸν λίθον καθήμενον,τοῖς ἱματίοις ἐξαστράπτοντα καὶ λέγονταΤί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν, οὒκ ἔστιν ᾧδε, ἀλλ' ἐγήγερται,καθὼς εἶπε, προάγων ἐν τῇ Γαλιλαίᾳ. Στιχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. Ἦχος γ΄ Ἐν τῷ φωτί σου Δέσποτα, ὀψόμεθα φῶς φιλάνθρωπεἀνέστης γὰρ ἐκ τῶν νεκρῶν,σωτηρίαν τῷ γένει τῶν ἀνθρώπων δωρούμενος,ἵνα σε πᾶσα κτίσις δοξολογῇ, τόν μόνον ἀναμάρτητον. Ἐλέησον ἡμᾶς. Στιχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ, Εἰς τὸν Στίχον, Στιχηρὰ Ἦχος β᾽ Οἶκος τοῦ Ἐφραθᾶ ΤΟ ΑΚΟΥΤΕ Ἴδε ὁ Βασιλεύς, ἰδοὺ ἡ προσδοκία, τοῦ Ἰσραὴλ ἐπέστη· Λαοὶ ἀγαλλιᾶσθε, τὸ φῶς γὰρ ἐπιφαίνεται. Στιχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Ἦχος β᾽ Ἴδε ὁ Βασιλεύς, ἰδοὺ ἡ προσδοκία, τοῦ Ἰσραὴλ ἐπέστη· Λαοὶ ἀγαλλιᾶσθε, τὸ φῶς γὰρ ἐπιφαίνεται. Ἦχος β᾽ Στίχ. Διὰ τοῦτο μνησθήσομαί σου ἐκ γῆς Ἰορδάνου καὶ Ἐρμωνιίμ.Ὦπται τοῖς ἐπὶ γῆς, μετὰ σαρκὸς τὸ θεῖον, νῦν φῶς τοῖς ἐν τῷ σκότει, ἐπέφανε καὶ πᾶσιν, ἡ χάρις ἑξανέτειλεν. Ἦχος β᾽ Στίχ. Εἴδοσάν σε ὕδατα ὁ Θεός, εἴδοσάν σε ὕδατα καὶ ἐφοβήθησαν.Ὁ λύχνος τῷ Φωτί, ἡ αὐγὴ τῷ Ἡλίῳ, Πρόδρομος τῷ Λόγῳ, ὁ φίλος τῷ Νυμφίῳ, Προφῆτα καθυπούργησον. Δόξα... Ἦχος πλ. δ᾽ Ἰωάννη Βαπτιστά, ὁ ἐν μήτρᾳ γνωρίσας με τὸν Ἀμνόν, ἐν ποταμῷ μοι διακόνησον, μετὰ Ἀγγέλων μοι λειτούργησον, ἐκτείνας ἅψαι τῇ χειρί σου, τῆς κορυφῆς μου τῆς ἀχράντου, καὶ ὅταν ἴδῃς τὰ ὄρη τρέμοντα, καὶ τὸν Ἰορδάνην ἐπαναστραφέντα, σὺν τούτοις βόησον· ὁ σαρκωθεὶς ἐκ Παρθένου, εἰς ἡμῶν σωτηρίαν, Κύριε δόξα σοι. Καὶ νῦν... Ἦχος β' ΤΟ ΑΚΟΥΤΕὙπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε·διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος,ὁ ᾍδης ἠχμαλώτισται,ὁ Ἀδὰμ ἀνακέκληται,ἡ κατάρα νενέκρωται,ἡ Εὔα ἠλευθέρωται,ὁ θάνατος τεθανάτωταικαὶ ἡμεῖς ἐζωοποιήθημεν·διὸ ἀνυμνοῦντες βοῶμεν·Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν,ὁ οὕτως εὐδοκήσας, δόξα σοι. ΕΥΧΗ ΙΒ’ Αἰνοῦμεν, ὑμνοῦμεν, εὐλογοῦμεν καὶ εὐχαριστοῦμεν σοι, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, ὅτι παρήγαγες τὴν σκιὰν τῆς νυκτὸς καὶ ἔδειξας ἡμῖν πάλιν τὸ φῶς τῆς ἡμέρας· ἀλλ᾽ ἱκετεύομεν τὴν σὴν ἀγαθότητα· ἱλάσθητι ταῖς ἀμαρτίαις ἡμῶν καὶ πρόσδεξαι τὴν δέησιν ἡμῶν ἐν τῇ μεγάλῃ σου εὐσπλαγχνίᾳ, ὅτι πρὸς σὲ καταφεύγομεν, τὸν ἐλεήμονα καὶ παντοδύναμον Θεόν· λάμψον ἐν ταῖς καρδίαις ἡμῶν τὸν ἀληθινὸν ἥλιον τῆς δικαιοσύνης σου· φώτισον τὸν νοῦν ἡμῶν καὶ τὰς αἰσθήσεις ὅλας διατήρησον, ἵνα ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατοῦντες τὴν ὁδὸν τῶν ἐντολῶν σου, καταντήσωμεν εἰς τὴν ζωὴν τὴν αἰώνιον· ὅτι παρὰ σοί ἐστιν ἡ πηγὴ τῆς ζωῆς καὶ ἐν ἀπολαύσει γενέσθαι καταξιωθῶμεν τοῦ ἀπροσίτου φωτός. Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑΔόξα σοι τῷ δείξαντι τὸ φῶς, Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα,Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.Καθ' ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου (γ').Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ,Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (γ').Δόξα... Καὶ νῦν... Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.Ἔτι δεόμεθα ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (τοῦ δεῖνος).Ἔτι δεόμεθα ὑπέρ τῶν ἀδελφῶν ἡμῶν, τῶν ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων καὶ μοναχῶν, καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (κώνῃ, πόλει) ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.Ἔτι δεόμεθα ὑπέρ τῶν μακαρίων καὶ ἀοιδίμων κτιτόρων τῆς ἁγίας Ἐκκλησίας ταύτης, καὶ ὑπὲρ πάντων τῶν προαναπαυσαμένων πατέρων καὶ ἀδελφῶν ἡμῶν, τῶν ἐνθάδε εὐσεβῶς, κειμένων, καὶ ἁπανταχοῦ ὀρθοδόξων.Ἔτι δεόμεθα ὑπέρ τῶν καρποφορούντων καὶ καλλιεργούντων ἐν τῷ ἁγίῳ καὶ πανσέπτῳ ναῷ τούτῳ, κοπιώντων, ψαλλόντων καὶ ὑπέρ τοῦ περιεστῶτος λαοῦ, τοῦ ἀπεκδεχομένου τὸ παρὰ Σοῦ μέγα καὶ πλούσιον ἔλεος.Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Πληρώσωμεν τὴν ἑωθινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ.Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ Σῇ χάριτι.Τὴν ἡμέραν πᾶσαν, τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον, παρὰ τοῦ Κυρίου, αἰτησώμεθα.Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καί τῶν σωμάτων ἡμῶν, παρά τοῦ Κυρίου αἰτησώμεθα.Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καί τῶν πλημμελημάτων ἡμῶν, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.Τα καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν καὶ εἰρήνην τῷ κόσμῳ, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικά, καὶ καλὴν ἀπολογίαν τὴν ἐπί τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ αἰτησώμεθα.Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν Ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.Ὅτι Θεὸς ἐλέους, οἰκτιρμῶν, καὶ φιλανθρωπίας ὑπάρχεις, καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Εἰρήνη πᾶσι.Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.Κύριε, Ἅγιε, ὁ ἐν ὑψηλοῖς κατοικῶν καὶ τὰ ταπεινὰ ἐφορῶν, καὶ τῷ παντεφόρῳ σου ὄμματι ἐπιβλέπων ἐπὶ πᾶσαν τὴν κτίσιν, σοὶ ἐκλίναμεν τὸν αὐχένα τῆς ψυχῆς καὶ τοῦ σώματος, καὶ δεόμεθά σου Ἅγιε Ἁγίων· ἔκτεινον τὴν χεῖρά σου τὴν ἀόρατον ἐξ ἁγίου κατοικητηρίου σου, καὶ εὐλόγησον πάντας ἡμᾶς· καὶ εἴτι ἡμάρτομεν ἑκουσίως ἤ ἀκουσίως, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς συγχώρησον, δωρούμενος ἡμῖν τὰ ἐγκόσμια καὶ ὑπερκόσμια ἀγαθά σου.. Σὸν γὰρ ἐστι τὸ ἐλεεῖν καὶ σώζειν ἡμᾶς, ὁ Θεὸς ἡμῶν, καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Σοφία!Ὁ ὢν εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, πάντοτε νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας τῶν αἰώνων. Ἀμήν.Στερεώσαι, Κύριος ὁ Θεός, τὴν ἁγίαν ἀμώμητον πίστιν τῶν εὐσεβῶν καὶ ὀρθοδόξων Χριστιανῶν, σὺν τῇ ἁγίᾳ αὐτοῦ Ἐκκλησίᾳ καὶ τῇ πόλει (ἢ τῇ μονῇ, ἢ χώρᾳ, ἢ τῇ νήσῳ) ταύτῃ εἰς αἰῶνας αἰώνων. Ἀμήν.Δόξα σοι Χριστὲ ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι.(Ὁ ἀναστὰς ἐκ νεκρῶν) Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (Ναοῦ)τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (ἡμέρας) καὶ πάντων τῶν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.Δι' εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν. Ἦχος δ'Σήμερον σωτηρία τῷ κόσμῳ γέγονεν. ᾌσωμεν τῷ ἀναστάντι ἐκ τάφου καὶ ἀρχηγῷ τῆς ζωῆς ἡμῶν· καθελὼν γὰρ τῷ θανάτῳ τὸν θάνατον, τὸ νῖκος ἔδωκεν ἡμῖν, καὶ τὸ μέγα ἔλεος. Τῌ Ε' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥΠροεόρτια τῶν ΦώτωνΜνήμη τῶν Ἁγίων Μαρτύρων Θεοπέμπτου καὶ ΘεωνᾶΜνήμη τῆς Ὁσίας Συγκλητικῆς. ΚΥΡΙΑΚΗ Γ' ΗΧΟΣ ΛΕΙΤΟΥΡΓΙΑ Εὐλογημένη ἡ Βασιλεία τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεί τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.Ὑπέρ τῆς ἄνωθεν εἰρήνης, καί τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.Ὑπέρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν, καί τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.Ὑπέρ τοῦ ἁγίου οἴκου τούτου, καί τῶν μετὰ πίστεως, εὐλαβείας, καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.Ὑπέρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τοῦ Κυρίου δεηθῶμεν.Ὑπέρ τοῦ Πατρὸς ἡμῶν, Ἀρχιεπισκόπου (τοῦ δεῖνος), τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντός τοῦ Κλήρου καί τοῦ Λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.Ὑπέρ τοῦ εὐσεβοῦς ἡμῶν Ἔθνους, πάσης Ἀρχῆς καὶ Ἐξουσίας ἐν αὐτῷ, τοῦ κατὰ ξηρὰν θάλασσαν καὶ ἀέρα φιλοχρίστου ἡμῶν στρατοῦ, τοῦ Κυρίου δεηθῶμεν.Ὑπέρ τῆς (πόλεως) ταύτης, πάσης πόλεως καὶ χώρας καί τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν.Ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς καὶ καιρῶν εἰρηνικῶν, τοῦ Κυρίου δεηθῶμεν.Ὑπὲρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καί τῆς σωτηρίας αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν.Ὑπέρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.Κύριε ὁ Θεὸς ἡμῶν, οὗ τὸ κράτος ἀνείκαστον καὶ ἡ δόξα ἀκατάληπτος, οὗ τὸ ἔλεος ἀμέτρητον καὶ ἡ φιλανθρωπία ἄφατος, Αὐτὸς Δέσποτα, κατὰ τὴν εὐσπλαχνίαν σου, ἐπίβλεψον ἐφ' ἡμᾶς καὶ ἐπὶ τὸν ἅγιον οἶκον τοῦτον καὶ ποίησον μεθ' ἡμῶν, καί τῶν συνευχομένων ἡμῖν, πλούσια τὰ ἐλέη σου καί τοὺς οἰκτιρμούς σου.Ὅτι πρέπει σοι, πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἀντίφωνον Α'Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς. (3)Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.Κύριε, ὁ Θεὸς ἡμῶν, σῶσον τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, τὸ πλήρωμα τῆς ἐκκλησίας σου φύλαξον, ἁγίασον τοὺς ἀγαπῶντας τὴν εὐπρέπειαν τοῦ οἴκου σου. Σὺ αὐτοὺς ἀντιδόξασον τῇ θεϊκῇ σου δυνάμει καὶ μὴ ἐγκαταλίπῃς ἡμᾶς τοὺς ἐλπίζοντας ἐπὶ σέ.Ὅτι σὸν τὸ κράτος καί σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἀντίφωνον Β'Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, (ὁ ἀναστὰς ἐκ νεκρῶν) (ὁ ἐν Ἁγίοις θαυμαστός) ψάλλοντάς σοι, Ἀλληλούϊα. (3)Δόξα... καὶ νῦν...Ὁ Μονογενὴς Υἱὸς καὶ Λόγος του Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκοθῆναι ἐκ της ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὢν της Ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.Ὁ τὰς κοινὰς ταύτας καὶ συμφώνους ἡμῖν χαρισάμενος προσευχάς, ὁ καὶ δυσὶ καὶ τρισὶ συμφωνοῦσιν ἐπὶ τῷ ὀνόματί σου τὰς αἰτήσεις παρέχειν ἐπαγγειλάμενος. Αὐτός καὶ νῦν τῶν δούλων σου τὰ αἰτήματα πρὸς τὸ συμφέρον πλήρωσον, χορηγῶν ἡμῖν ἐν τῷ παρόντι αἰῶνι τὴν ἐπίγνωσιν τῆς σῆς ἀληθείας καὶ ἐν τῷ μέλλοντι ζωὴν αἰώνιον χαριζόμενος.Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Τοῦ Κυρίου δεηθῶμεν.Δέσποτα Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ καταστήσας ἐν οὐρανοῖς τάγματα καὶ στρατιὰς Ἀγγέλων καὶ Ἀρχαγγέλων, εἰς λειτουργίαν τῆς σῆς δόξης, ποίησον σὺν τῇ εἰσόδῳ ἡμῶν εἴσοδον ἁγίων Ἀγγέλων γενέσθαι, συλλειτουργούντων ἡμῖν, καὶ συνδοξολογούντων τὴν σὴν ἀγαθότητα. Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.Εὐλόγησον Δέσποτα, τὴν ἁγίαν εἴσοδον.Εὐλογημένη ἡ εἴσοδος τῶν Ἁγίων σου, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.Σοφία. Ὀρθοί.ΕἰσοδικὸνΔεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, (ὁ ἀναστὰς ἐκ νεκρῶν), ψάλλοντάς σοι Ἀλληλούϊα. Ἀπολυτίκιον Ἦχος γ΄ Άυτόμελον ΤΟ ΑΚΟΥΤΕ Εὐφραινέσθω τὰ οὐράνια,ἀγαλλιάσθω τὰ ἐπίγεια,ὅτι ἐποίησε κράτος,ἐν βραχίονι αὐτοῦ,ὁ Κύριος, ἐπάτησετῷ θανάτῳ τὸν θάνατον,πρωτότοκος τῶν νεκρῶν ἐγένετο,ἐκ κοιλίας ᾅδου ἐρρύσατο ἡμᾶς,καὶ παρέσχε τῷ κόσμῳ τὸ μέγα ἔλεος. Ἀπολυτίκιον Ἦχος δ' Ἀπεστρέφετό ποτέ, ὁ Ἰορδάνης ποταμός, τῇ μηλωτῇ Ἐλισαιέ, ἀναληφθέντος Ἠλιού, καὶ διῃρεῖτο τὰ ὕδατα ἔνθεν καὶ ἔνθεν, καὶ γέγονεν αὐτῷ, ξηρὰ ὁδὸς ἡ ὑγρά, εἰς τύπον ἀληθῶς τοῦ Βαπτίσματος, δι' οὗ ἡμεῖς τὴν ῥέουσαν, τοῦ βίου διαπερῶμεν διάβασιν, Χριστὸς ἐφάνη, ἐν Ἰορδάνῃ, ἁγιάσαι τὰ ὕδατα. Τοῦ Ναοῦ... Κοντάκιον Ἦχος δ' Ἐπεφάνης σήμερον ΤΟ ΑΚΟΥΤΕ Ἐν τοῖς ῥείθροις σήμερον τοῦ Ἰορδάνου, γεγονὼς ὁ Κύριος, τῷ Ἰωάννῃ ἐκβοᾷ. Μὴ δειλιάσῃς βαπτίσαι με· σῶσαι γὰρ ἥκω, Ἀδὰμ τὸν πρωτόπλαστον. Τοῦ Κυρίου δεηθῶμενὉ Θεὸς ὁ Ἅγιος, ὁ ἐν ἁγίοις ἀναπαυόμενος, ὁ τρισαγίῳ φωνῇ ὑπό τῶν Σεραφεὶμ ἀνυμνούμενος καὶ ὑπό τῶν Χερουβεὶμ δοξολογούμενος, καὶ ὑπὸ πάσης ἐπουρανίου δυνάμεως προσκυνούμενος ὁ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγὼν τὰ σύμπαντα ὁ κτίσας τὸν ἄνθρωπον κατ' εἰκόνα σὴν καὶ ὁμοίωσιν καὶ παντί σου χαρίσματι κατακοσμήσας, ὁ διδοὺς αἰτοῦντι σοφίαν καὶ σύνεσιν, καὶ μὴ παρορῶν ἁμαρτάνοντα, ἀλλὰ θέμενος ἐπὶ σωτηρίᾳ μετάνοιαν, ὁ καταξιώσας ἡμᾶς, τοὺς ταπεινοὺς καὶ ἀναξίους δούλους σου, καὶ ἐν τῇ ὥρᾳ ταύτῃ στῆναι κατενώπιον τῆς δόξης τοῦ ἁγίου σου θυσιαστηρίου, καὶ τὴν ὀφειλομένην σοι προσκύνησιν καὶ δοξολογίαν προσάγειν. Αὐτός, Δέσποτα, πρόσδεξαι καὶ ἐκ στόματος ἡμῶν τῶν ἁμαρτωλῶν τὸν Τρισάγιον ὕμνον καὶ ἐπίσκεψαι ἡμᾶς ἐν τῇ χρηστότητί σου. Συγχώρησον ἡμῖν πᾶν πλημμέλημα, ἑκούσιόν τε καὶ ἀκούσιον, ἁγίασον ἡμῶν τὰς ψυχὰς καὶ τὰ σώματα καὶ δὸς ἡμῖν ἐν ὁσιότητι λατρεύειν σοι πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν, πρεσβείαις τῆς ἁγίας Θεοτόκου, καὶ πάντων τῶν Ἁγίων, τῶν ἀπ' αἰῶνός σοι εὐαρεστησάντων.Ὅτι ἅγιος εἶ ὁ Θεὸς ἡμῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.Τὸ ΤρισάγιονΚέλευσον, Δέσποτα.Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.Εὐλόγησον, Δέσποτα, τὴν ἄνω καθέδραν.Εὐλογημένος εἶ, ὁ ἐπὶ θρόνου δόξης τῆς βασιλείας σου, ὁ καθήμενος ἐπί τῶν Χερουβείμ, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Προκείμενον. Ἦχος πλ. β΄Σῶσον τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου. Στίχ. Πρός σέ, Κύριε, κεκράξομαι, ὁ Θεός μου.Πρὸς Τιμόθεον Β΄ Ἐπιστολῆς Παύλου τό Ἀνάγνωσμα 4:58Τέκνον Τιμόθεε, νῆφε ἐν πᾶσι, κακοπάθησον, ἔργον ποίησον εὐαγγελιστοῦ, τὴν διακονίαν σου πληροφόρησον. Ἐγὼ γὰρ ἤδη σπένδομαι, καὶ ὁ καιρὸς τῆς ἐμῆς ἀναλύσεως ἐφέστηκε. Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ Κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὁ δίκαιος κριτής, οὐ μόνον δὲ ἐμοί, ἀλλὰ καὶ πᾶσι τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ.Ἀλληλούϊα. Ἦχος δ΄Ὁ Θεός οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς. Στίχ. Ἐπιφάναι τὸ πρόσωπον αὑτοῦ ἐφ᾿ ἡμᾶς καὶ ἐλεήσαι ἡμᾶςΕὐλόγησον, Δέσποτα, τὸ θυμίαμα.Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. θυμίαμά σοι προσφέρομεν, Χριστὲ ὁ Θεὸς ἡμῶν, εἰς ὀσμὴν εὐωδίας πνευματικῆς, ὁ προσδεξάμενος εἰς τὸ ὑπερουράνιόν σου θυσιαστήριον, ἀντικατάπεμψον ἡμῖν τὴν χάριν τοῦ παναγίου σου Πνεύματος. Ἀμήν.Εὐλόγησον, Δέσποτα, τὸν εὐαγγελιστήν τοῦ ἁγίου ἐνδόξου ἀποστόλου καὶ εὐαγγελιστοῦ (τοῦ δεῖνος). Ὁ Θεός, διὰ πρεσβειῶν τοῦ ἁγίου, ἐνδόξου, ἀποστόλου καὶ εὐαγγελιστοῦ, δῴη σοι ῥῆμα τῷ εὐαγγελιζομένῳ δυνάμει πολλῇ, εἰς ἐκπλήρωσιν τοῦ εὐαγγελίου τοῦ ἀγαπητοῦ Υἱοῦ αὐτοῦ, Κυρίου δὲ ἡμῶν Ἰησοῦ Χριστοῦ.Ἀμήν. Ἀμήν. Ἀμήν. Γένοιτό μοι νῦν κατά τὸ ῥῆμά σου.Ἀπόστολε Ἅγιε καὶ εὐαγγελιστά, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν παράσχῃ ταῖς ψυχαῖς ἡμῶν. Εἰρήνη σοι τῷ ἀναγινώσκοντι. Τοῦ Κυρίου δεηθῶμενἜλλαμψον ἐν ταῖς καρδίαις ἡμῶν, φιλάνθρωπε Δέσποτα, τὸ τῆς σῆς θεογνωσίας ἀκήρατον φῶς, καί τοὺς τῆς διανοίας ἡμῶν ὀφθαλμοὺς διάνοιξον εἰς τὴν τῶν εὐαγγελικῶν σου κηρυγμάτων κατανόησιν. Ἔνθες ἡμῖν καὶ τον τῶν μακαρίων σου ἐντολῶν φόβον, ἵνα τὰς σαρκικὰς ἐπιθυμίας πάσας καταπατήσαντες, πνευματικὴν πολιτείαν μετέλθωμεν, πάντα τὰ πρὸς εὐαρέστησιν τὴν σὴν καὶ φρονοῦντες καὶ πράττοντες. Σὺ γὰρ εἶ ὁ φωτισμός τῶν ψυχῶν καί τῶν σωμάτων ἡμῶν, Χριστὲ ὁ Θεός, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.Σοφία. Ὀρθοί. Ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. Εἰρήνη πᾶσι.Καὶ τῷ πνευματί σου.Ἐκ τοῦ κατά (τοῦ δεῖνος) ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. ΠρόσχωμενΔόξα σοι, Κύριε, δόξα σοι. Ἐκ τοῦ κατὰ Μᾶρκον. α΄ 1 8᾿Αρχὴ τοῦ εὐαγγελίου ᾿Ιησοῦ Χριστοῦ, υἱοῦ τοῦ Θεοῦ. ῾Ως γέγραπται ἐν τοῖς προφήταις, ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου·φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ,ἐγένετο ᾿Ιωάννης βαπτίζων ἐν τῇ ἐρήμῳ καὶ κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν. Καὶ ἐξεπορεύετο πρὸς αὐτὸν πᾶσα ἡ ᾿Ιουδαία χώρα καὶ οἱ ῾Ιεροσολυμῖται, καὶ ἐβαπτίζοντο πάντες ἐν τῷ ᾿Ιορδάνῃ ποταμῷ ὑπ᾿ αὐτοῦ ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν. Ἦν δὲ ὁ ᾿Ιωάννης ἐνδεδυμένος τρίχας καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ, καὶ ἐσθίων ἀκρίδας καὶ μέλι ἄγριον. Καὶ ἐκήρυσσε λέγων· ἔρχεται ὁ ἰσχυρότερός μου ὀπίσω μου, οὗ οὐκ εἰμὶ ἱκανὸς κύψας λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ·ἐγὼ μὲν ἐβάπτισα ὑμᾶς ἐν ὕδατι, αὐτὸς δὲ βαπτίσει ὑμᾶς ἐν Πνεύματι ῾Αγίῳ. Εἰρήνη σοι τῷ εὐαγγελιζομένῳ.Δόξα σοι, Κύριε, δόξα σοι. ΟΜΙΛΙΑ Εἴπωμεν πάντες ἐξ ὅλης τῆς ψυχῆς καὶ ἐξ ὅλης τῆς διανοίας ἡμῶν εἴπωμεν.Κύριε παντοκράτορ ὁ Θεός τῶν Πατέρων ἡμῶν, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.Ἔτι δεόμεθα ὑπέρ τοῦ Πατρὸς ἡμῶν, Ἀρχιεπισκόπου (τοῦ δεῖνος).Ἔτι δεόμεθα ὑπέρ τῶν ἀδελφῶν ἡμῶν, τῶν ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων καὶ μοναχῶν, καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (πόλει) ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.Ἔτι δεόμεθα ὑπέρ τῶν μακαρίων καὶ ἀοιδίμων κτιτόρων τῆς ἁγίας Ἐκκλησίας ταύτης, καὶ ὑπὲρ πάντων τῶν προαναπαυσαμένων πατέρων καὶ ἀδελφῶν ἡμῶν, τῶν ἐνθάδε εὐσεβῶς, κειμένων, καὶ ἁπανταχοῦ ὀρθοδόξων.Ἔτι δεόμεθα ὑπέρ τῶν καρποφορούντων καὶ καλλιεργούντων ἐν τῷ ἁγίῳ καὶ πανσέπτῳ ναῷ τούτῳ, κοπιώντων, ψαλλόντων καὶ ὑπέρ τοῦ περιεστῶτος λαοῦ, τοῦ ἀπεκδεχομένου τὸ παρά σοῦ μέγα καὶ πλούσιον ἔλεος.Κύριε ὁ Θεὸς ἡμῶν, τὴν ἐκτενῆ ταύτην ἱκεσίαν πρόσδεξαι παρά τῶν σῶν δούλων καὶ ἐλέησον ἡμᾶς κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου, καί τοὺς οἰκτιρμούς σου κατάπεμψον ἐφ' ἡμᾶς, καὶ ἐπὶ πάντα τὸν λαόν σου, ἀπεκδεχόμενον τὸ παρά σοῦ μέγα καὶ πλούσιον ἔλεος.Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ, τοῦ Κυρίου δεηθῶμεν.Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.Σοφία.Εὐχαριστοῦμέν σοι, Κύριε, ὁ Θεός τῶν δυνάμεων, τῷ καταξιώσαντι ἡμᾶς παραστῆναι καὶ νῦν τῷ ἁγίῳ σου θυσιαστηρίῳ καὶ προσπεσεῖν τοῖς οἰκτιρμοῖς σου ὑπὲρ τῶν ἡμετέρων ἁμαρτημάτων καί τῶν τοῦ λαοῦ ἀγνοημάτων. Πρόσδεξαι, ὁ Θεός, τὴν δέησιν ἡμῶν, ποίησον ἡμᾶς ἀξίους γενέσθαι τοῦ προσφέρειν σοι δεήσεις καὶ ἱκεσίας καὶ θυσίας ἀναιμάκτους ὑπὲρ παντός τοῦ λαοῦ σου, καὶ ἱκάνωσον ἡμᾶς, οὓς ἔθου εἰς τὴν διακονίαν σου ταύτην, ἐν τῇ δυνάμει τοῦ Πνεύματός σου τοῦ Ἁγίου, ἀκαταγνώστως καὶ ἀπροσκόπτως, ἐν καθαρῷ τῷ μαρτυρίῳ τῆς συνειδήσεως ἡμῶν, ἐπικαλεῖσθαί σε ἐν παντὶ καιρῷ καὶ τόπῳ, ἵνα εἰσακούων ἡμῶν, ἵλεως ἡμῖν εἴης, ἐν τῷ πλήθει τῆς σῆς ἀγαθότητος.Ὅτι πρέπει σοι, πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ, τοῦ Κυρίου δεηθῶμεν.Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.Σοφία.Πάλιν καὶ πολλάκις σοι προσπίπτομεν καί σοῦ δεόμεθα, ἀγαθὲ καὶ φιλάνθρωπε, ὅπως, ἐπιβλέψας ἐπὶ τὴν δέησιν ἡμῶν, καθαρίσῃς ἡμῶν τὰς ψυχὰς καὶ τὰ σώματα ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, καὶ δῴης ἡμῖν ἀνένοχον καὶ ἀκατάκριτον τὴν παράστασιν τοῦ ἁγίου σου θυσιαστηρίου. Χάρισαι δέ, ὁ Θεός, καὶ τοῖς συνευχομένοις ἡμῖν προκοπὴν βίου καὶ πίστεως καὶ συνέσεως πνευματικῆς, δὸς αὐτοῖς πάντοτε, μετὰ φόβου καὶ ἀγάπης λατρεύειν σοι, ἀνενόχως καὶ ἀκατακρίτως μετέχειν τῶν ἁγίων σου μυστηρίων, καί τῆς ἐπουρανίου σου βασιλείας ἀξιωθῆναι. Ὅπως ὑπό τοῦ κράτους σου πάντοτε φυλαττόμενοι, σοὶ δόξαν ἀναπέμπωμεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.Τοῦ Κυρίου δεηθῶμεν.Οἱ τὰ Χερουβεὶμ μυστικῶς εἰκονίζοντες, καὶ τῇ ζωοποιῷ Τριάδι τὸν τρισάγιον ὕμνον προσᾴδοντες, πᾶσαν τὴν βιοτικὴν ἀποθώμεθα μέριμναν.Οὐδεὶς ἄξιος τῶν συνδεδεμένων ταῖς σαρκικαῖς ἐπιθυμίας καὶ ἡδοναῖς προσέρχεσθαι ἢ προσεγγίζειν, ἢ λειτουργεῖν σοι, Βασιλεῦ τῆς δόξης· τὸ γὰρ διακονεῖν σοι μέγα καὶ φοβερόν, καὶ αὐταῖς ταῖς ἐπουρανίαις δυνάμεσιν. Ἀλλ' ὅμως, διὰ τὴν ἄφατον καὶ ἀμέτρητόν σου φιλανθρωπίαν, ἀτρέπτως καὶ ἀναλλοιώτως γέγονας ἄνθρωπος καὶ ἀρχιερεὺς ἡμῶν ἐχρημάτισας, καί τῆς λειτουργικῆς ταύτης καὶ ἀναιμάκτου θυσίας τὴν ἱερουργίαν παρέδωκας ἡμῖν, ὡς Δεσπότης τῶν ἁπάντων. Σὺ γὰρ μόνος, Κύριε ὁ Θεὸς ἡμῶν, δεσπόζεις τῶν ἐπουρανίων καί τῶν ἐπιγείων, ὁ ἐπὶ θρόνου Χερουβικοῦ ἐποχούμενος, ὁ τῶν Σεραφεὶμ Κύριος, καὶ βασιλεύς τοῦ Ἰσραήλ, ὁ Μόνος Ἅγιος καὶ ἐν ἁγίοις ἀναπαυόμενος, σὲ τοίνυν δυσωπῶ τὸν μόνον ἀγαθὸν καὶ εὐήκοον, ἐπίβλεψον ἐπ' ἐμὲ τὸν ἁμαρτωλὸν καὶ ἀχρεῖον δοῦλόν σου, καὶ καθάρισόν μου τὴν ψυχὴν καὶ τὴν καρδίαν ἀπὸ συνειδήσεως πονηρᾶς, καὶ ἱκάνωσόν με τῇ δυνάμει τοῦ Ἁγίου σου Πνεύματος, ἐνδεδυμένον τὴν τῆς ἱερατείας χάριν, παραστῆναι τῇ ἁγίᾳ σου ταύτῃ τραπέζῃ καὶ ἱερουργῆσαι τὸ ἅγιον καὶ ἄχραντόν σου Σῶμα καὶ τὸ τίμιον Αἷμα. Σοὶ γὰρ προσέρχομαι, κλίνας τὸν ἐμαυτοῦ αὐχένα καὶ δέομαί σου, μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ, μηδὲ ἀποδοκιμάσῃς με ἐκ παίδων σου, ἀλλ' ἀξίωσον προσενεχθῆναί σοι ὑπ' ἐμοῦ τοῦ ἁμαρτωλοῦ καὶ ἀναξίου δούλου σου τὰ δῶρα ταῦτα. Σὺ γὰρ εἶ ὁ προσφέρων καὶ προσφερόμενος καὶ προσδεχόμενος καὶ διαδιδόμενος, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ Παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.Οἱ τὰ Χερουβεὶμ μυστικῶς εἰκονίζοντες, καὶ τῇ ζωοποιῷ Τριάδι τὸν τρισάγιον ὕμνον προσᾴδοντες, πᾶσαν τὴν βιοτικὴν ἀποθώμεθα μέριμναν.(3) Ὡς τὸν βασιλεία τῶν ὅλων ὑποδεξόμενοι, ταῖς ἀγγελικαῖς ἀοράτως δορυφορούμενον τάξεσιν. Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. (3) Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.Ψαλμὸς 50Ἥμαρτον εἰς σὲ Σωτήρ, ὡς ὁ ἄσωτος υἱός, δέξαι με Πάτερ μετανοοῦντα, καὶ ἐλέησόν με ὁ Θεός.Κράζω σοι Χριστὲ Σωτήρ, τοῦ τελώνου τὴν φωνήν, ἱλάσθητί μοι, ὥσπερ ἐκείνῳ καὶ ἐλέησόν με ὁ Θεός.Συγχωρήσατέ μοι, ἀδελφοὶ καὶ συλλειτουργοί, ἤ (Συγχώρησόν μοι, ἀδελφὲ καὶ συλλειτουργέ).Τοῖς μισοῦσι καὶ ἀγαπῶσιν ἡμᾶς, ὁ Θεός, συγχώρησον.Ὁ Θεὸς ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, καὶ ἐλέησόν με. (3)Ἔπαρον, Δέσποτα.Ἐν εἰρήνῃ ἐπάρατε τὰς χεῖρας ὑμῶν εἰς τὰ ἅγια καὶ εὐλογεῖτε τὸν Κύριον.Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος.Ὡς τὸν βασιλεία τῶν ὅλων ὑποδεξόμενοι.Πάντων ὑμῶν, (καὶ πάντων, τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν), μνησθείη Κύριος ὁ Θεὸς ἐν τῇ Βασιλείᾳ Αὐτοῦ, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.Μνήσθητι ἡμῶν Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.τοῦ Ἀρχιεπισκόπου ἡμῶν (τοῦ δεῖνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. τοῦ εὐσεβους ἡμῶν Ἔθνους καὶ πάσης Ἀρχῆς καὶ Ἐξουσίας ἐν αὐτῷ, τοῦ κατὰ ξηράν, θάλασσαν καὶ ἀέρα φιλοχρίστου ἡμῶν Στρατοῦ, τῶν κατοικούντων καὶ παρεπιδημούτων ἐν τῇ (πόλει) ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἱεροῦ ναοῦ τούτου καὶ πάντων ἡμῶν τῶν προσελθόντων εἰς τὴν θείαν μυσταγωγίαν ταύτην.τῶν μακαρίων καὶ ἀοιδίμων κτιτόρων, ἀνακαινιστῶν καὶ ἀφιερωτῶν τοῦ ἱεροῦ ναοῦ τούτου, τῶν ὑπὲρ πίστεως καὶ πατρίδος ἀγωνισαμένων καὶ πεσόντων καὶ πάντων τῶν ἐπ' ἐλπίδι ἀναστάσεως, ζωῆς αἰωνίου, κεκοιμημένων πατέρων καὶ ἀδελφῶν ἡμῶν, μνησθείη Κύριος ὁ Θεὸς ἐν τῇ βασιλείᾳ αὐτοῦ πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.Της ἱερωσύνης σου μνησθείη Κύριος ὁ Θεὸς ἐν τῇ βασιλείᾳ αὐτοῦ, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.Της διακονίας σου μνησθείη Κύριος ὁ Θεὸς ἐν τῇ βασιλείᾳ αὐτοῦ, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.Ὁ εὐσχήμων Ἰωσήφ, ἀπό τοῦ ξύλου καθελὼν τὸ ἄχραντόν σου σῶμα, σινδόνι καθαρᾷ εἱλήσας καὶ ἀρώμασιν, ἐν μνήματι καινῷ κηδεύσας ἀπέθετο.Ἀγάθυνον, Δέσποτα.Ἀγάθυνον Κύριε ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλημ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους (3) καὶ ἐλέησόν με ὁ Θεός.Μνήσθητί μου, Ἀδελφὲ καὶ συλλειτουργέ.Της ἱερωσύνης σου μνησθείη Κύριος ὁ Θεὸς ἐν τῇ βασιλείᾳ αὐτοῦ, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.Εὖξαι ὑπὲρ ἐμοῦ, Δέσποτα Ἅγιε. Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι. Αὐτὸ τὸ Πνεῦμα συλλειτουργήσει ἡμῖν πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν καὶ φωτίσει τὴν σὴν αἰδεσιμότητα. Μνήσθητί μου, Δέσποτα Ἅγιε.Της διακονίας σου μνησθείη Κύριος ὁ Θεὸς ἐν τῇ βασιλείᾳ αὐτοῦ, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων....Ταῖς ἀγγελικαῖς ἀοράτως δορυφορούμενον τάξεσιν. Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Πληρώσωμεν τὴν δέησιν ἡμῶν τῷ Κυρίῳ.Ὑπέρ τῶν προτεθέντων τιμίων δώρων, τοῦ Κυρίου δεηθῶμεν.Ὑπέρ τοῦ ἁγίου οἴκου τούτου καί τῶν μετὰ πίστεως, εὐλαβείας καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.Ὑπέρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.Τὴν ἡμέραν πᾶσαν, τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον, παρά τοῦ Κυρίου, αἰτησώμεθα.Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καί τῶν σωμάτων ἡμῶν, παρά τοῦ Κυρίου αἰτησώμεθα.Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καί τῶν πλημμελημάτων ἡμῶν, παρά τοῦ Κυρίου αἰτησώμεθα.Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν καὶ εἰρήνην τῷ κόσμῳ, παρά τοῦ Κυρίου αἰτησώμεθα.Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι, παρά τοῦ Κυρίου αἰτησώμεθα.Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικά, καὶ καλὴν ἀπολογίαν τὴν ἐπί τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ αἰτησώμεθα.Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.Κύριε ὁ Θεὸς ὁ παντοκράτωρ, ὁ μόνος ἅγιος, ὁ δεχόμενος θυσίαν αἰνέσεως παρά τῶν ἐπικαλουμένων σε ἐν ὅλῃ καρδίᾳ, πρόσδεξαι καὶ ἡμῶν τῶν ἁμαρτωλῶν τὴν δέησιν καὶ προσάγαγε τῷ ἁγίῳ σου θυσιαστηρίῳ, καὶ ἱκάνωσον ἡμᾶς προσενεγκεῖν σοι δῶρα τε καὶ θυσίας πνευματικὰς ὑπέρ τῶν ἡμετέρων ἁμαρτημάτων καί τῶν τοῦ λαοῦ ἀγνοημάτων. Καὶ καταξίωσον ἡμᾶς εὑρεῖν χάριν ἐνώπιόν σου, τοῦ γενέσθαι σοι εὐπρόσδεκτον τὴν θυσίαν ἡμῶν, καὶ ἐπισκηνῶσαι τὸ Πνεῦμα τῆς χάριτός σου τὸ ἀγαθόν ἐφ' ἡμᾶς, καὶ ἐπὶ τὰ προκείμενα δῶρα ταῦτα καὶ ἐπὶ πάντα τὸν λαόν σου.Διά τῶν οἰκτιρμῶν τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ' οὗ εὐλογητὸς εἶ, σὺν τῷ Παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Εἰρήνη πᾶσι.Καὶ τῷ πνεύματί σου.Ἀγαπήσωμεν ἀλλήλους, ἵνα ἐν ὁμονοίᾳ ὁμολογήσωμεν.Πατέρα, Υἱὸν καὶ Ἅγιον Πνεῦμα, Τριάδα ὁμοούσιον καὶ ἀχώριστον.Ἀγαπήσω σε, Κύριε, ἡ ἰσχύς μου, Κύριος στερέωμά μου, καὶ καταφυγή μου, καὶ ῥύστης μου.Ὁ Χριστὸς ἐν μέσῳ ἡμῶν. Καὶ ἦν, καὶ ἔστι καὶ ἔσται.Τὰς θύρας, τὰς θύρας. Ἐν σοφίᾳ πρόσχωμεν.Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα, Παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων.Καὶ εἰς ἕναν Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱόν τοῦ Θεοῦ τὸν Μονογενῆ, τον ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων. Φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι' οὗ τὰ πάντα ἐγένετο. Τὸν δι' ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος Ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ ἐνανθρωπήσαντα. Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου καὶ παθόντα καὶ ταφέντα. Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς Γραφάς. Καὶ ἀνελθόντα εἰς τοὺς Οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός. Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος.Καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ Κύριον, τὸ Ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρὶ καὶ Υἱῶ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διά τῶν Προφητῶν.Εἰς Μίαν, Ἁγίαν, Καθολικὴν καὶ Ἀποστολικὴν Ἐκκλησίαν. Ὁμολογῶ ἕν Βάπτισμᾳ εἰς ἄφεσιν ἁμαρτιῶν. Προσδοκῶ ἀνάστασιν νεκρῶν. Καὶ ζωήν τοῦ μέλλοντος αἰῶνος. Ἀμήν.Στῶμεν καλῶς, στῶμεν μετὰ φόβου, πρόσχωμεν, τὴν ἁγίαν ἀναφοράν, ἐν εἰρήνῃ προσφέρειν.Ἔλεον εἰρήνης, θυσίαν αἰνέσεως. Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἡ ἀγάπη τοῦ Θεοῦ καί Πατρὸς καὶ ἡ κοινωνία τοῦ Ἁγίου Πνεύματος εἴη μετὰ πάντων ὑμῶν.Καὶ μετά τοῦ πνεύματός σου.Ἄνω σχῶμεν τὰς καρδίας.Ἔχομεν πρὸς τὸν Κύριον. Εὐχαριστήσωμεν τῷ Κυρίῳ. Ἄξιον καὶ δίκαιόν ἐστι. Ἄξιον καὶ δίκαιον σὲ ὑμνεῖν, σὲ εὐλογεῖν, σὲ αἰνεῖν, σοὶ εὐχαριστεῖν, σὲ προσκυνεῖν ἐν παντὶ τόπῳ τῆς δεσποτείας σου. Σὺ γὰρ εἶ Θεὸς ἀνέκφραστος, ἀπερινόητος, ἀόρατος, ἀκατάληπτος, ἀεὶ ὤν, ὡσαύτως ὤν, σὺ καὶ ὁ μονογενής σου Υἱός, καὶ τὸ Πνεῦμα σου τὸ Ἅγιον. Σὺ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι ἡμᾶς παρήγαγες, καὶ παραπεσόντας ἀνέστησας πάλιν καὶ οὐκ ἀπέστης πάντα ποιῶν, ἕως ἡμᾶς εἰς τὸν οὐρανὸν ἀνήγαγες, καὶ τὴν βασιλείαν σου, ἐχαρίσω τὴν μέλλουσαν. Ὑπὲρ τούτων ἁπάντων εὐχαριστοῦμέν σοι, καὶ τῷ μονογενεῖ σου Υἱῷ καὶ τῷ Πνεύματί σου τῷ Ἁγίῳ. Ὑπὲρ πάντων, ὧν ἴσμεν, καὶ ὧν οὐκ ἴσμεν, τῶν φανερῶν καὶ ἀφανῶν εὐεργεσιῶν, τῶν εἰς ἡμᾶς γεγενημένων. Εὐχαριστοῦμεν σοι καὶ ὑπέρ τῆς λειτουργίας ταύτης, ἣν ἐκ τῶν χειρῶν ἡμῶν δέξασθαι καταξίωσας, καίτοι Σοι παρεστήκασι χιλιάδες Ἀρχαγγέλων καὶ μυριάδες Ἀγγέλων, τὰ Χερουβεὶμ καὶ τὰ Σεραφείμ, ἑξαπτέρυγα, πολυόμματα, μετάρσια, πτερωτά.Τὸν ἐπινίκιον ὕμνον ᾄδοντα, βοῶντα, κεκραγότα, καὶ λέγοντα, Ἅγιος, ἅγιος, ἅγιος, Κύριος Σαβαώθ, Πλήρης, ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης σου. Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Ὡσσανὰ ὁ ἐν τοῖς ὑψίστοις.Μετὰ τούτων καὶ ἡμεῖς τῶν μακαρίων δυνάμεων, Δέσποτα φιλάνθρωπε, βοῶμεν καὶ λέγομεν, Ἅγιος εἶ καὶ πανάγιος, σὺ καὶ ὁ μονογενής σου Υἱὸς καὶ τὸ Πνεῦμα σου τὸ Ἅγιον. Ἅγιος εἶ καὶ πανάγιος καὶ μεγαλοπρεπὴς ἡ δόξα σου, ὃς τὸν κόσμον σου οὕτως ἠγάπησας, ὥστε τὸν Υἱόν σου τὸν μονογενῆ δοῦναι, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόλυται, ἀλλ' ἔχῃ ζωὴν αἰώνιον. 'Ὃς ἐλθὼν καὶ πᾶσαν τὴν ὑπὲρ ἡμῶν οἰκονομίαν πληρώσας, τῇ νυκτί, ᾗ παρεδίδοτο, μᾶλλον δὲ ἑαυτὸν παρεδίδου ὑπέρ τῆς τοῦ κόσμου ζωῆς, λαβὼν ἄρτον ἐν ταῖς ἁγίαις αὐτοῦ καὶ ἀχράντοις καὶ ἀμωμήτοις χερσίν, εὐχαριστήσας καὶ εὐλογήσας, ἁγιάσας, κλάσας, ἔδωκε τοῖς ἁγίοις αὐτοῦ Μαθηταῖς καὶ Ἀποστόλοις, εἰπὼν·Λάβετε, φάγετε, τοῦτό μού ἐστι τὸ Σῶμα, τὸ ὑπὲρ ὑμῶν κλώμενον εἰς ἄφεσιν ἁμαρτιῶν. Ἀμήν. Ὁμοίως καὶ τὸ ποτήριον μετὰ τὸ δειπνῆσαι, λέγων·Πίετε ἐξ αὐτοῦ πάντες, τοῦτό ἐστι τὸ Αἷμα μου, τὸ τῆς Καινῆς Διαθήκης, τὸ ὑπὲρ ἡμῶν καὶ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν. Ἀμήν.Μεμνημένοι τοίνυν τῆς σωτηρίου ταύτης ἐντολῆς, καὶ πάντων τῶν ὑπὲρ ἡμῶν γεγενημένων, τοῦ σταυροῦ, τοῦ τάφου, τῆς τριημέρου ἀναστάσεως, τῆς εἰς οὐρανούς ἀναβάσεως, τῆς ἐκ δεξιῶν καθέδρας, τῆς δευτέρας καὶ ἐνδόξου πάλιν παρουσίας.Τὰ Σὰ ἐκ τῶν Σῶν, σοὶ προσφέρομεν κατὰ πάντα, καὶ διὰ πάντα.Σὲ ὑμνοῦμεν, σὲ εὐλογοῦμεν, σοὶ εὐχαριστοῦμεν, Κύριε, καὶ δεόμεθά σου, ὁ Θεὸς ἡμῶν.Ἔτι προσφέρομέν σοι τὴν λογικὴν ταύτην καὶ ἀναίμακτον λατρείαν, καὶ παρακαλοῦμέν σε καὶ δεόμεθα, καὶ ἱκετεύομεν. Κατάπεμψον τὸ Πνεῦμα σου τὸ Ἅγιον ἐφ' ἡμᾶς, καὶ ἐπὶ τὰ προκείμενα δῶρα ταῦτα.Ὁ Θεὸς ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ καὶ ἐλέησόν με. (3) Εὐλόγησον, Δέσποτα, τὸν Ἅγιον Ἄρτον. Καὶ ποίησον τὸν μὲν ἄρτον τοῦτον, τίμιον Σῶμα τοῦ Χριστοῦ σου. Ἀμήν.Εὐλόγησον, Δέσποτα, τὸ Ἅγιον Ποτήριον. Τὸ δὲ ἐν τῷ ποτηρίῳ τούτῳ, τίμιον Αἷμα τοῦ Χριστοῦ σου. Ἀμήν.Εὐλόγησον, Δέσποτα, ἀμφότερα τὰ Ἅγια. Μεταβαλὼν τῷ Πνεύματί σου τῷ Ἁγίῳ. Ἀμήν. Ἀμήν. Ἀμήν.Ὥστε γενέσθαι τοῖς μεταλαμβάνουσιν εἰς νῆψιν ψυχῆς, εἰς ἄφεσιν ἁμαρτιῶν, εἰς κοινωνίαν τοῦ Ἁγίου σου Πνεύματος, εἰς Βασιλίας οὐρανῶν πλήρωμα, εἰς παρρησίαν τὴν πρὸς σέ, μὴ εἰς κρῖμα ἢ εἰς κατάκριμα. Ἔτι προσφέρομέν σοι τὴν λογικὴν ταύτην λατρείαν ὑπέρ τῶν ἐν πίστει ἀναπαυσαμένων Προπατόρων, Πατέρων, Πατριαρχῶν, Προφητῶν, Ἀποστόλων, Κηρύκων, Εὐαγγελιστῶν, Μαρτύρων, Ὁμολογητῶν, Ἐγκρατευτῶν, Διδασκάλων, καὶ παντὸς πνεύματος δικαίου ἐν πίστει τετελειωμένου.Ἐξαιρέτως τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας. «Ἄξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν». Τοῦ Ἁγίου Ἰωάννου, προφήτου προδρόμου καὶ Βαπτιστοῦ, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, (τῆς ἡμέρας) οὗ καὶ τὴν μνήμην ἐπιτελοῦμεν, καὶ πάντων σου τῶν Ἁγίων, ὧν ταῖς ἱκεσίαις ἐπίσκεψαι ἡμᾶς, ὁ Θεός. Καὶ μνήσθητι πάντων τῶν κεκοιμημένων, ἐπ' ἐλπίδι ἀναστάσεως, ζωῆς αἰωνίου [ὧδε λέγονται τὰ ὀνόματα τῶν κεκοιμημένων] καὶ ἀνάπαυσον αὐτούς, ὁ Θεὸς ἡμῶν, ὅπου ἐπισκοπεῖ τὸ φῶς τοῦ προσώπου σου. Ἔτι παρακαλοῦμέν σε, μνήσθητι, Κύριε, πάσης ἐπισκοπῆς ὀρθοδόξων, τῶν ὀρθοτομούντων τὸν λόγον τῆς σῆς ἀληθείας, παντός τοῦ πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας καὶ παντὸς ἱερατικοῦ καὶ μοναχικοῦ τάγματος. Ἔτι προσφέρομέν σοι τὴν λογικὴν ταύτην λατρείαν ὑπέρ τῆς οἰκουμένης, ὑπέρ τῆς ἁγίας σου Καθολικῆς καὶ Ἀποστολικῆς Ἐκκλησίας, ὑπέρ τῶν ἐν ἁγνείᾳ καὶ σεμνῇ πολιτείᾳ διαγόντων, ὑπέρ τῶν πιστοτάτων καὶ φιλοχρίστων ἡμῶν Βασιλέων, παντός τοῦ παλατίου καί τοῦ στρατοπέδου αὐτῶν. Δὸς αὐτοῖς, Κύριε, εἰρηνικὸν τὸ Βασίλειον, ἵνα καὶ ἡμεῖς, ἐν τῇ γαλήνῃ αὐτῶν, ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν, ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι.Ἐν πρώτοις, μνήσθητι, Κύριε, τοῦ Ἀρχιεπισκόπου ἡμῶν, ὃν χάρισαι ταῖς ἁγίαις σου Ἐκκλησίαις ἐν εἰρήνῃ, σῶον, ἔντιμον, ὑγιᾶ, μακροημερεύοντα, καὶ ὀρθοτομοῦντα τὸν λόγον τῆς σῆς ἀληθείας.Καὶ ὧν ἕκαστος κατὰ διάνοιαν ἔχει, καὶ πάντων καὶ πασῶν.Καὶ πάντων καὶ πασῶν. Μέγα τὸ ὄνομα τῆς Ἁγίας Τριάδος, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.Μνήσθητι, Κύριε, τῆς πόλεως ταύτης, ἐν ᾗ παροικοῦμεν καὶ πάσης πόλεως καὶ χώρας καί τῶν πίστει οἰκούντων ἐν αὐταῖς. Μνήσθητι, Κύριε, πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καί τῆς σωτηρίας αὐτῶν. Μνήσθητι, Κύριε, τῶν καρποφορούντων καὶ καλλιεργούντων ἐν ταῖς ἁγίαις σου Ἐκκλησίαις καὶ μεμνημένων καὶ πενήτων καὶ ἐπὶ πάντας ἡμᾶς τὰ ἐλέη σου ἐξαπόστειλον.Καὶ δὸς ἡμῖν ἐν ἑνὶ στόματι καὶ μιᾷ καρδίᾳ, δοξάζειν καὶ ἀνυμνεῖν τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά σου, τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Καὶ ἔσται τὰ ἐλέη τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, μετὰ πάντων ὑμῶν.Καὶ μετά τοῦ πνεύματός σου.Πάντων τῶν ἁγίων μνημονεύσαντες, ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.Ὑπέρ τῶν προσκομισθέντων καὶ ἁγιασθέντων τιμίων δώρων, τοῦ Κυρίου δεηθῶμεν.Ὅπως ὁ φιλάνθρωπος Θεὸς ἡμῶν, ὁ προσδεξάμενος αὐτὰ εἰς τὸ ἅγιον καὶ ὑπερουράνιον καὶ νοερὸν αὐτοῦ θυσιαστήριον εἰς ὀσμὴν εὐωδίας πνευματικῆς, ἀντικαταπέμψῃ ἡμῖν τὴν θείαν Χάριν καὶ τὴν δωρεάν τοῦ Ἁγίου Πνεύματος δεηθῶμεν.Ὑπέρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.Τὴν ἡμέραν πᾶσαν, τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον, παρά τοῦ Κυρίου, αἰτησώμεθα.Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καί τῶν σωμάτων ἡμῶν, παρά τοῦ Κυρίου αἰτησώμεθα.Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καί τῶν πλημμελημάτων ἡμῶν, παρά τοῦ Κυρίου αἰτησώμεθα.Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν καὶ εἰρήνην τῷ κόσμῳ, παρά τοῦ Κυρίου αἰτησώμεθα.Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι, παρά τοῦ Κυρίου αἰτησώμεθα.Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικά, καὶ καλὴν ἀπολογίαν τὴν ἐπί τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ αἰτησώμεθα.Τὴν ἑνότητα τῆς πίστεως καὶ τὴν κοινωνίαν τοῦ Ἁγίου Πνεύματος αἰτησάμενοι, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.Σοὶ παρακατατιθέμεθα τὴν ζωὴν ἡμῶν ἅπασαν καὶ τὴν ἐλπίδα, Δέσποτα φιλάνθρωπε, καὶ παρακαλοῦμέν σε καὶ δεόμεθα καὶ ἱκετεύομεν, καταξίωσον ἡμᾶς μεταλαβεῖν τῶν ἐπουρανίων σου καὶ φρικτῶν μυστηρίων ταύτης τῆς ἱερᾶς καὶ πνευματικῆς τραπέζης, μετὰ καθαροῦ συνειδότος, εἰς ἄφεσιν ἁμαρτιῶν, εἰς συγχώρισιν πλημμελημάτων, εἰς Πνεύματος Ἁγίου κοινωνίαν, εἰς Βασιλείας οὐρανῶν κληρονομίαν, εἰς παρρησίαν τὴν πρὸς σέ, μὴ εἰς κρῖμα ἢ εἰς κατάκριμα.Καὶ καταξίωσον ἡμᾶς, Δέσποτα, μετὰ παρρησίας, ἀκατακρίτως, τολμᾶν ἐπικαλεῖσθαι σὲ τὸν ἐπουράνιον Θεὸν Πατέρα, καὶ λέγειν·Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ Βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τόν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ἀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.Ὅτι σοῦ ἔστιν ἡ Βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Εἰρήνη πᾶσι.Καὶ τῷ πνεύματί σου.Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.Σοί, Κύριε.Εὐχαριστοῦμέν σοι, Βασιλεῦ ἀόρατε, ὁ τῂ ἀμετρήτῳ σου δυνάμει τὰ πάντα δημιούργησας καὶ τῷ πλήθει τοῦ ἐλέους σου ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι τὰ πάντα παραγαγών. Αὐτὸς Δέσποτα, οὐρανόθεν ἔπιδε ἐπί τοὺς ὑποκεκλικότας τὰς ἑαυτῶν κεφαλάς. Οὐ γὰρ ἔκλιναν σαρκὶ καὶ αἵματι, ἀλλὰ σοί, τῷ φοβερῷ Θεῷ. Σὺ οὖν, Δέσποτα, τὰ προκείμενα πᾶσιν ἡμῖν εἰς ἀγαθὸν ἐξομάλισον, κατὰ τὴν ἑκάστου ἰδίαν χρείαν, τοῖς πλέουσι σύμπλευσον, τοῖς ὁδοιποροῦσι συνόδευσον, τοὺς νοσοῦντας ἴασαι, ὁ ἰατρός τῶν ψυχῶν καί τῶν σωμάτων ἡμῶν.Χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπία τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ' οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.Πρόσχες, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐξ ἁγίου κατοικητηρίου σου, καὶ ἀπὸ θρόνου δόξης τῆς Βασιλείας σου, καὶ ἐλθὲ εἰς τὸ ἁγιάσαι ἡμᾶς, ὁ ἄνω τῷ Πατρὶ συγκαθήμενος καὶ ὧδε ἡμῖν ἀοράτως συνών. Καὶ καταξίωσον τῇ κραταιᾷ σου χειρὶ μεταδοῦναι ἡμῖν τοῦ ἀχράντου Σώματός σου καί τοῦ τιμίου Αἵματος καὶ δι' ἡμῶν παντὶ τῷ λαῷ.Ὁ Θεὸς ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ καὶ ἐλέησον με. (3) ΠρόσχωμενΤὰ Ἅγια τοῖς Ἁγίοις.Εἷς ἅγιος, εἷς Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.Μέλισον, Δέσποτα, τὸν ἅγιον Ἄρτον.Μελίζεται καὶ διαμερίζεται ὁ Ἀμνός τοῦ Θεοῦ, ὁ μελιζόμενος, καὶ μὴ διαιρούμενος, ὁ πάντοτε ἐσθιόμενος, καὶ μηδέποτε δαπανώμενος, ἀλλά τοὺς μετέχοντας ἁγιάζων.Πλήρωσον, Δέσποτα, τὸ ἅγιον Ποτήριον.Πλήρωμα ποτηρίου πίστεως, Πνεύματος Ἁγίου. Ἀμήν. Εὐλόγησον, Δέσποτα, τὸ Ζέον.Εὐλογημένη ἡ ζέσις τῶν Ἁγίων σου, Κύριε, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ζέσις πίστεως, πλήρης Πνεύματος Ἁγίου. Ἀμήν. Πιστεύω, Κύριε, καὶ ὁμολογῶ ὅτι σὺ εἶ ἀληθῶς ὁ Χριστός, ὁ Υἱός τοῦ Θεοῦ τοῦ ζῶντος, ὁ ἐλθὼν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ. Ἔτι πιστεύω, ὅτι τοῦτο αὐτό ἐστι τὸ ἄχράντον Σῶμα σου καὶ τοῦτο αὐτό ἐστι τὸ τίμιον Αἷμα σου. Δέομαι οὖν σου, ἐλέησόν με καὶ συγχώρησόν μοι τὰ παραπτώματά μου, τὰ ἑκούσια καὶ τὰ ἀκούσια, τὰ ἐν λόγῳ, τὰ ἐν ἔργῳ, τὰ ἐν γνώσει καὶ ἀγνοίᾳ, καὶ ἀξίωσόν με ἀκατακρίτως μετασχεῖν τῶν ἀχράντων σου μυστηρίων, εἰς ἄφεσιν ἁμαρτιῶν, καὶ εἰς ζωὴν αἰώνιον. Ἀμήν.Ἰδοὺ Βαδίζω πρὸς θείαν ΚοινωνίανΠλαστουργέ, μὴ φλέξῃς με τῇ μετουσίᾳ,Πῦρ γὰρ ὑπάρχεις τοὺς ἀναξίους φλέγον.Ἀλλ' οὖν κάθαρον ἐκ πάσης με κηλῖδος.τοῦ Δείπνου σου τοῦ μυστικοῦ, σήμερον, Υἱὲ Θεοῦ, κοινωνὸν με παράλαβε· οὐ μὴ γὰρ τοῖς ἐχθροῖς σου τὸ μυστήριον εἴπω, οὐ φίλημά σοι δώσω, καθάπερ ὁ Ἰούδας, ἀλλ' ὡς ὁ λῃστὴς ὁμολογῶ σοι· Μνήσθητί μου, Κύριε, ἐν τῇ βασιλείᾳ σου.Θεουργὸν Αἷμα φρῖξον, ἄνθρωπε βλέπων·Ἄνθραξ γὰρ ἐστι τοὺς ἀναξίους φλέγων,Θεοῦ τὸ Σῶμα, καὶ θεοὶ με, καὶ τρέφει,Θεοὶ τὸ πνεῦμα, τὸν δὲ νοῦν τρέφει ξένως.Ἔθελξας πόθῳ με Χριστέ, καὶ ἠλλοίωσας τῷ θείῳ σου ἔρωτι, ἀλλὰ κατάφλεξον πυρὶ ἀΰλῳ τὰς ἁμαρτίας μου, καὶ ἐμπλησθῆναι τῆς ἐν σοὶ τρυφῆς καταξίωσον, ἵνα τὰς δύο σκιρτῶν μεγαλύνω, Ἀγαθέ, παρουσίας σου.Ἐν ταῖς λαμπρότησι τῶν ἁγίων σου, πὼς εἰσελεύσομαι ὁ ἀνάξιος; Ἐὰν γὰρ τολμήσω συνεισελθεῖν εἰς τὸν νυμφῶνα, ὁ χιτὼν με ἐλέγχει, ὅτι οὐκ ἔστι τοῦ γάμου, καὶ δέσμιος ἐκβαλοῦμαι ὑπό τῶν Ἀγγέλων· καθάρισον, Κύριε, τὸν ῥύπον τῆς ψυχῆς μου, καὶ σῶσόν με, ὡς φιλάνθρωπος.Δέσποτα φιλάνθρωπε, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός μου, μὴ εἰς κρῖμά μοι γένοιτο τὰ Ἅγια ταῦτα, διὰ τὸ ἀνάξιον εἶναί με, ἀλλ' εἰς κάθαρσιν καὶ ἁγιασμὸν ψυχῆς τε καὶ σώματος, καὶ εἰς ἀρραβῶνα μελλούσης ζωῆς καὶ βασιλείας. Ἐμοὶ δὲ τὸ προσκολλᾶσθαι τῷ Θεῷ ἀγαθόν ἐστι, τίθεσθαι ἐν τῷ Κυρίῳ τὴν ἐλπίδα τῆς σωτηρίας μου.τοῦ Δείπνου σου τοῦ μυστικοῦ, σήμερον, Υἱὲ Θεοῦ, κοινωνὸν με παράλαβε· οὐ μὴ γὰρ τοῖς ἐχθροῖς σου τὸ μυστήριον εἴπω, οὐ φίλημά σοι δώσω, καθάπερ ὁ Ἰούδας· ἀλλ' ὡς ὁ λῃστὴς ὁμολογῶ σοι· Μνήσθητί μου, Κύριε, ἐν τῇ βασιλείᾳ σου. Ἀδελφέ, καὶ συλλειτουργέ, συγχώρησόν μοι τῷ ἁμαρτωλῷ. (Συγχωρήσατέ μοι, ἀδελφοὶ καὶ πατέρες, τῷ ἁμαρτωλῷ.) Τῆς ἱερωσύνης σου μνησθείη Κύριος ὁ Θεὸς ἐν τῇ βασιλείᾳ αὐτοῦ πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.Ὁ Θεὸς ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, καὶ ἐλέησόν με. (3) Ἰδοὺ προσέρχομαι Χριστῷ τῷ ἀθανάτῳ βασιλεῖ καὶ Θεῷ ἡμῶν. Μεταδίδοταί μοι ___ τῷ ἀναξίῳ Πρεσβυτέρῳ, τὸ τίμιον καὶ πανάγιον Σῶμα τοῦ Κυρίου καὶ Θεοῦ, καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰς ἄφεσίν μου ἁμαρτιῶν, καὶ εἰς ζωὴν αἰώνιον. Ἀμήν.Διάκονε, πρόσελθε.Ἰδοὺ προσέρχομαι Χριστῷ τῷ ἀθανάτῳ βασιλεῖ καὶ Θεῷ ἡμῶν. Μετάδος μοι, Δέσποτα ___ τῷ ἀναξίῳ Διακόνῳ, τὸ τίμιον καὶ πανάγιον Σῶμα τοῦ Κυρίου καὶ Θεοῦ, καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰς ἄφεσίν μου ἁμαρτιῶν, καὶ εἰς ζωὴν αἰώνιον.Μεταδίδοταί σοι ___ τῷ εὐλαβεστάτῳ Διακόνῳ, τὸ τίμιον καὶ πανάγιον Σῶμα τοῦ Κυρίου καὶ Θεοῦ, καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰς ἄφεσίν σου ἁμαρτιῶν, καὶ εἰς ζωὴν αἰώνιον.Ἔτι μεταδίδοταί μοι ___ τῷ ἀναξίῳ Πρεσβυτέρῳ, τὸ τίμιον καὶ πανάγιον Αἷμα τοῦ Κυρίου καὶ Θεοῦ, καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰς ἄφεσίν μου ἁμαρτιῶν, καὶ εἰς ζωὴν αἰώνιον.Τοῦτο ἥψατο τῶν χειλέων μου, καὶ ἀφελεῖ Κύριος πάσας τὰς ἀνομίας μου καὶ τὰς ἁμαρτίας μου περικαθαριεῖ.Διάκονε, ἔτι πρόσελθε.Μετάδος μοι Δέσποτα ___ τῷ ἀναξίῳ Διακόνῳ, τὸ τίμιον καὶ πανάγιον Αἷμα τοῦ Κυρίου καὶ Θεοῦ, καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰς ἄφεσίν μου ἁμαρτιῶν, καὶ εἰς ζωὴν αἰώνιον.Μεταδίδοταί σοι ___ τῷ εὐλαβεστάτῳ Διακόνῳ, τὸ τίμιον καὶ πανάγιον Αἷμα τοῦ Κυρίου καὶ Θεοῦ, καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰς ἄφεσίν σου ἁμαρτιῶν, καὶ εἰς ζωὴν αἰώνιον. Ἀμήν.Τοῦτο ἥψατο τῶν χειλέων σου, καὶ ἀφελεῖ Κύριος πάσας τὰς ἀνομίας σου, καὶ τὰς ἁμαρτίας σου περικαθαριεῖ.Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν ἅγιον, Κύριον Ἰησοῦν, τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν καὶ τὴν ἁγίαν σου ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοὶ προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν ἀνάστασιν· ἰδοὺ γὰρ ἦλθε διά τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ· διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν ἀνάστασιν αὐτοῦ. Σταυρὸν γὰρ ὑπομείνας δι' ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν.Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήν· ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε.Χόρευε νῦν, καὶ ἀγάλλου Σιών, σὺ δὲ ἁγνή, τέρπου Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.Ὢ θείας, ὢ φίλης, ὢ γλυκυτάτης σου φωνῆς· μεθ' ἡμῶν ἀψευδῶς γάρ, ἐπηγγείλω ἔσεσθαι, μέχρι τερμάτων αἰῶνος Χριστέ, ἣν οἱ πιστοί, ἄγκυραν ἐλπίδος, κατέχοντες ἀγαλλόμεθα.Ὦ Πάσχα τὸ μέγα, καὶ ἱερώτατον Χριστέ, ὦ σοφία καὶ Λόγε, τοῦ Θεοῦ καὶ δύναμις, δίδου ἡμῖν ἐκτυπώτερον σοῦ μετασχεῖν, ἐν τῇ ἀνεσπέρῳ ἡμέρᾳ τῆς βασιλείας σου.Ἀπόπλυνον, Κύριε, τὰ ἁμαρτήματα τῶν ἐνθάδε μνημονευθέντων δούλων σου τῷ αἵματί σου τῷ ἁγίῳ πρεσβείαις τῆς Θεοτόκου καὶ πάντων σου τῶν Ἁγίων. Ἀμὴν Κοινωνικόν τῆς ἡμέραςΑἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν... Μετὰ φόβου Θεοῦ, πίστεως καὶ ἀγάπης προσέλθετε.Μεταλαμβάνει ὁ δοῦλος τοῦ Θεοῦ ___ σῶμα καὶ αἷμα Χριστοῦ εἰς ἄφεσιν ἁμαρτιῶν καὶ ζωὴν αἰώνιων. Ἀμήν. Σῶσον, ὁ Θεός, τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου.Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες· αὕτη γὰρ ἡμᾶς ἔσωσεν.Ὕψωσον, Δέσποτα.Ὑψώθητι ἐπί τοὺς οὐρανοὺς ὁ Θεὸς καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου. (3) Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, Πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.Πληρωθήτωτὸ στόμα ἡμῶν αἰνέσεως Κύριε, ὅπως ἀνυμνήσωμεν τὴν δόξαν σου, ὅτι ἠξίωσας ἡμᾶς τῶν ἁγίων σου μετασχεῖν μυστηρίων· τήρησον ἡμᾶς ἐν τῷ σῷ ἁγιασμῷ,ὅλην τὴν ἡμέραν μελετῶντας τὴν δικαιοσύνην σου.Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. Ὀρθοί, μεταλαβόντες τῶν θείων, ἁγίων, ἀχράντων, ἀθανάτων, ἐπουρανίων καὶ ζωοποιῶν, φρικτῶν τοῦ Χριστοῦ μυστηρίων, ἀξίως εὐχαριστήσωμεν τῷ Κυρίῳ. Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς ὁ Θεός, τῇ σῇ χάριτι. Τὴν ἡμέραν πᾶσαν, τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον αἰτησάμενοι, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.Εὐχαριστοῦμεν σοι, Δέσποτα φιλάνθρωπε, εὐεργέτα τῶν ψυχῶν ἡμῶν, ὅτι καὶ τῇ παρούσῃ ἡμέρᾳ κατηξίωσας ἡμᾶς τῶν ἐπουρανίων σου καὶ ἀθανάτων μυστηρίων. Ὀρθοτόμησον ἡμῶν τὴν ὁδόν, στήριξον πάντας ἡμᾶς ἐν τῷ φόβῳ σου, φρούρησον ἡμῶν τὴν ζωήν, ἀσφάλισαι ἡμῶν τὰ διαβήματα, εὐχαῖς καὶ ἱκεσίαις τῆς ἐνδόξου Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, καὶ πάντων τῶν ἁγίων σου.Ὅτι σὺ εἶ ὁ ἁγιασμὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.Ἐν εἰρήνῃ προέλθωμενΤου Κυρίου δεηθῶμενὉ εὐλογῶν τοὺς εὐλογούντάς σε, Κύριε καὶ ἁγιάζων τοὺς ἐπὶ σοὶ πεποιθότας, σῶσον τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου. Τὸ πλήρωμα τῆς Ἐκκλησίας σου φύλαξον, ἁγίασον τοὺς ἀγαπῶντας τὴν εὐπρέπειαν τοῦ οἴκου σου. Σὺ αὐτοὺς ἀντιδόξασον τῇ θεϊκῇ σου δυνάμει καὶ μὴ ἐγκαταλίπης ἡμᾶς τοὺς ἐλπίζοντας ἐπὶ σέ. Εἰρήνην τῷ κόσμῳ σου δώρησαι, ταῖς Ἐκκλησίαις σου, τοῖς ἱερεύσι, τοῖς ἄρχουσιν ἡμῶν, τῷ στρατῷ καὶ παντὶ τῷ λαῷ σου. Ὅτι πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι καταβαῖνον ἐκ σοῦ τοῦ Πατρός τῶν φώτων, καὶ σοὶ τὴν δόξαν καὶ εὐχαριστίαν καὶ προσκύνησιν ἀναπέμπομεν τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Τὸ πλήρωμα τοῦ Νόμου καί τῶν Προφητῶν, αὐτὸς ὑπάρχων, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πληρώσας πᾶσαν τὴν πατρικὴν οἰκονομίαν, πλήρωσον χαρᾶς καὶ εὐφροσύνης τὰς καρδίας ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.Του Κυρίου δεηθῶμεν Εὐλογία Κυρίου καὶ ἔλεος Αὐτοῦ ἔλθοι ἐφ' ἡμᾶς, τῇ αὐτοῦ θεία χάριτι καὶ φιλανθρωπία πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.Δόξα σοι Χριστὲ ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι.(Ὁ ἀναστὰς ἐκ νεκρῶν) Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἐν ἁγίοις πατέρων ἡμῶν μεγάλων ἱεραρχῶν καὶ οἰκουμενικῶν διδασκάλων, τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (Ναοῦ), τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (ἡμέρας) καὶ πάντων τῶν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.Δι' εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν. Ἡ Ἁγία Τριὰς διαφυλάξοι πάντα ὑμᾶς. ΕΥΛΟΓΗΤΑΡΙΑἮχος πλ. α΄Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.Τῶν Ἁγίων ὁ χορός, εὗρε πηγὴν τῆς ζωῆς καὶ θύραν Παραδείσου, εὕρω κἀγώ, τὴν ὁδὸν διὰ τῆς μετανοίας, τὸ ἀπολωλὸς πρόβατον ἐγώ εἰμι· ἀνακάλεσαί με, Σωτήρ, καὶ σῶσόν με.Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.Ὁ πάλαι μέν, ἐκ μὴ ὄντων πλάσας με, καὶ εἰκόνι σου θείᾳ τιμήσας, παραβάσει ἐντολῆς δὲ πάλιν με ἐπιστρέψας εἰς γῆν ἐξ ἧς ἐλήφθην, εἰς τὸ καθ' ὁμοίωσιν ἐπανάγαγε, τὸ ἀρχαῖον κάλλος ἀναμορφώσασθαι.Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.Εἰκών εἰμι, τῆς ἀρρήτου δόξης σου, εἰ καὶ στίγματα φέρω πταισμάτων, οἰκτείρησον τὸ σὸν πλάσμα, Δέσποτα, καὶ καθάρισον σῇ εὐσπλαγχνίᾳ, καὶ τὴν ποθεινὴν πατρίδα παράσχου μοι, Παραδείσου πάλιν ποιῶν πολίτην με.Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.Ἀνάπαυσον, ὁ Θεὸς τὸν δοῦλόν (τὴν δούλην) σου, καὶ κατάταξον αὐτόν (αὐτήν) ἐν Παραδείσῳ, ὅπου χοροὶ τῶν Ἁγίων, Κύριε, καὶ οἱ δίκαιοι ἐκλάμψουσιν ὡς φωστῆρες, τὸν κεκοιμημένον δοῦλόν (τὴν κεκοιμημένην δούλην) σου ἀνάπαυσον, παρορῶν αὐτοῦ (αὐτῆς) πάντα τὰ ἐγκλήματα.Δόξα...ΤριαδικὸνΤὸ τριλαμπὲς τῆς μιᾶς Θεότητος, εὐσεβῶς ὑμνήσωμεν βοῶντες· Ἅγιος εἶ, ὁ Πατὴρ ὁ ἄναρχος, ὁ συνάναρχος Υἱὸς καὶ θεῖον Πνεῦμα· φώτισον ἡμᾶς πίστει σοι λατρεύοντας, καὶ τοῦ αἰωνίου πυρὸς ἐξάρπασον.Καὶ νῦν...Χαῖρε σεμνή, ἡ Θεὸν σαρκὶ τεκοῦσα, εἰς πάντων σωτηρίαν, δι' ἧς γένος τῶν ἀνθρώπων εὕρατο τὴν σωτηρίαν, διὰ σοῦ εὕροιμεν Παράδεισον, Θεοτόκε, ἁγνὴ εὐλογημένη.Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. Δόξα σοι ὁ Θεός. (3) Ἦχος πλ. δ΄Μετὰ τῶν Ἁγίων ἀνάπαυσον, Χριστε, τὴν ψυχὴν τοῦ δούλου (τῆς δούλης) σου, ἔνθα οὐκ ἔστι πόνος, οὐ λύπη, οὐ στεναγμός, ἀλλὰ ζωὴ ἀτελεύτητος. Μετὰ πνευμάτων δικαίων τετελειωμένων, τὴν ψυχὴν τοῦ δούλου σου, Σῶτερ, ἀνάπαυσον, φυλάττων αὐτὴν εἰς τὴν μακαρίαν ζωήν, τὴν παρά σοί, φιλάνθρωπε.Εἰς τὴν κατάπαυσίν σου, Κύριε, ὅπου πάντες οἱ Ἅγιοί σου ἀναπαύονται, ἀνάπαυσον καὶ τὴν ψυχὴν τοῦ δούλου σου, ὅτι μόνος ὑπάρχεις ἀθάνατος.Δόξα...Σὺ εἶ ὁ Θεὸς ἡμῶν, ὁ καταβὰς εἰς ᾍδην, καὶ τὰς ὀδύνας λύσας τῶν πεπεδημένων, αὐτὸς καὶ τὴν ψυχὴν τοῦ δούλου σου, Σῶτερ, ἀνάπαυσον.Καὶ νῦν...Ἡ μόνη ἁγνὴ καὶ ἄχραντος Παρθένος, ἡ Θεόν ἀφράστως κυήσασα, πρέσβευε ὑπὲρ τοῦ σωθῆναι τὴν ψυχὴν τοῦ δούλου σου. Ἐλέησον ἡμᾶς ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.Ἔτι δεόμεθα ὑπὲρ ἀναπαύσεως τῆς ψυχῆς τοῦ κεκοιμημένου δούλου (τῆς δούλης) τοῦ Θεοῦ [.....] καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτοῦ πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον.Ὅπως Κύριος ὁ Θεὸς τάξῃ τὴν ψυχὴν αὐτοῦ ἔνθα οἱ Δίκαιοι ἀναπαύονται, τὰ ἐλέη τοῦ Θεοῦ, τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ ἄφεσιν τῶν αὐτοῦ ἁμαρτιῶν, παρὰ Χριστῷ τῷ ἀθανάτῳ Βασιλεῖ καὶ Θεῷ ἡμῶν αἰτησώμεθα.Του Κυρίου δεηθῶμενὉ Θεὸς τῶν πνευμάτων καὶ πάσης σαρκός, ὁ τὸν θάνατον καταπατήσας, τὸν δὲ διάβολον καταργήσας, καὶ ζωὴν τῷ κόσμῳ σου δωρησάμενος, αυτός, Κύριε, ἀνάπαυσον τὴν ψυχὴν τοῦ κεκοιμημένου δούλου (τῆς δούλης) σου [.....], ἐν τόπῳ φωτεινῷ, ἐν τόπῳ χλοερῷ, ἐν τόπῳ ἀναψύξεως, ἔνθα ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμός. Πᾶν ἁμάρτημα τὸ παρ’ αὐτοῦ πραχθὲν ἐν λόγῳ ἢ ἔργῳ ἢ διανοίᾳ, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος Θεός, συγχώρησον· ὅτι οὐκ ἔστιν ἄνθρωπος, ὃς ζήσεται καὶ οὐχ ἁμαρτήσει· σὺ γὰρ μόνος ἐκτὸς ἁμαρτίας ὑπάρχεις, ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς τὸν αἰῶνα, καὶ ὁ νόμος σου ἀλήθεια.Ὅτι σὺ εἶ ἡ ἀνάστασις, ἡ ζωή, καὶ ἡ ἀνάπαυσις τοῦ κεκοιμημένου δούλου (τῆς δούλης) σου [.....], Χριστέ ὁ Θεός ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεί καὶ εἰς τοὺς αἰῶνας τῶν αιώνων.Αἰωνία σου ἡ μνήμη, ἀξιομακάριστε καὶ ἀείμνηστε ἀδελφέ (ἀδελφή) ἡμῶν. (γ΄) Του Κυρίου δεηθῶμεν Εὐλογία Κυρίου καὶ ἔλεος Αὐτοῦ ἔλθοι ἐφ' ἡμᾶς, τῇ αὐτοῦ θεία χάριτι καὶ φιλανθρωπία πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.Δόξα σοι Χριστὲ ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι.(Ὁ ἀναστὰς ἐκ νεκρῶν) Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἐν ἁγίοις πατέρων ἡμῶν μεγάλων ἱεραρχῶν καὶ οἰκουμενικῶν διδασκάλων, τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (Ναοῦ), τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (ἡμέρας) καὶ πάντων τῶν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.Δι' εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν. Ἡ Ἁγία Τριὰς διαφυλάξοι πάντα ὑμᾶς.
ΛΕΙΤΟΥΡΓΙΕΣ
t19 ΤΡΙΩΔΙΟΝ Τῌ ΤΡΙΤῌ ΤΗΣ Ε' ΕΒΔΟΜΑΔΟΣ ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ Στιχηρὰ προσόμοια τοῦ Τριῳδίου Ἦχος γ' Σταυροφανῶς Μωϋσῆς ΤΟ ΑΚΟΥΤΕ Ὁ δοὺς ἡμῖν τῆς Νηστείας τὸν χρόνον, τοῦ ἐπιστρέψαι καὶ ζῆσαι, καὶ μηδαμῶς ἀπολέσθαι, Λόγε Θεοῦ, καταξίωσον πάντας, εὐαρεστῆσαί σοι καλῶς, καὶ ἐν θερμῇ κατανύξει, θεραπεῦσαί σε Χριστέ, ὥσπερ ἡ Πόρνη ἡ σώφρων καὶ σεμνή, ἡ ποτὲ τῷ μύρῳ, καὶ ταῖς προσχύσεσι τῶν θερμῶν δακρύων, τῶν πταισμάτων λαβοῦσα τὴν ἄφεσιν. Ἦχος γ' Ὡς ὁ Τυφλὸς ἐκ καρδίας σοι κράζω· Υἱὲ Θεοῦ φώτισόν μου, τοὺς ὀφθαλμοὺς τῆς καρδίας, ὡς ἡ πιστὴ Χαναναία βοῶ σοι· Ἐλέησόν με Οἰκτίρμον· καὶ γὰρ ψυχὴν δαιμονιῶσαν, κέκτημαι ταῖς ἡδοναῖς· ἣν ἀπαλλάξας τοῦ σκότους τῶν παθῶν, τὸ λοιπὸν βιῶσαι, καθαρῶς ποίησον, ἵνα δοξάζω σου τὴν πολλὴν ἀγαθότητα. Ἕτερον Τοῦ κυρίου Θεοδώρου Ἦχος β' Ἡ θεόκλητος Μάρτυς ΤΟ ΑΚΟΥΤΕ Ἡ θεόφωτος χάρις τῆς ἐγκρατείας, ἡμῖν σήμερον λάμψασα, φαιδρότερον τοῦ ἡλίου, τὰς ψυχὰς ἡμῶν φωταγωγεῖ, ὥσπερ νέφη τὰ πάθη, τῆς ἁμαρτίας ἐκδιώκουσα· διὰ τοῦτο ἅπαντες, δράμωμεν ἐμψύχως, αὐτὴν ἀσπασώμεθα, χαίροντες τελοῦντες (χειρόγραφο), τὸ θεῖον στάδιον αὐτῆς, ἧς ταῖς εὐφροσύναις εὐωχούμενοι, βοήσωμεν Χριστῷ· Ἁγίασον τοὺς ταύτην Ἀγαθέ, ἐκτελοῦντας πιστῶς. Προκείμενον Ἦχος δ' Ψαλμὸς πὲ'Ὁδήγησόν με, Κύριε, ἐν τῇ ὁδῷ σου, καὶ πορεύσομαι ἐν τῇ ἀληθείᾳ σου. Στίχ. Κλῖνον, Κύριε, τὸ οὖς σου, καὶ ἐπάκουσόν μου. Γενέσεως τὸ Ἀνάγνωσμα(Κεφ. ΙΓ' 1218)Ἄβραμ κατῴκησεν ἐν γῇ Χαναάν, Λὼτ δὲ κατῴκησεν ἐν πόλει τῶν περιχώρων, καὶ ἐσκήνωσεν ἐν Σοδόμοις. Οἱ δὲ ἄνθρωποι οἱ ἐν Σοδόμοις πονηροὶ καὶ ἁμαρτωλοὶ ἐναντίον τοῦ Θεοῦ σφόδρα. Ὁ δὲ Θεὸς εἶπε τῷ Ἄβραμ, μετὰ τὸ διαχωρισθῆναι τὸν Λὼτ ἀπ' αὐτοῦ. Ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου, καὶ ἴδε ἀπὸ τοῦ τόπου, οὗ νῦν σὺ εἶ, πρός βορρᾶν καὶ λίβα καὶ ἀνατολὰς καὶ θάλασσαν, ὅτι πᾶσαν τὴν γῆν, ἣν σὺ ὁρᾷς, σοὶ δώσω αὐτήν, καὶ τῷ σπέρματί σου ἕως τοῦ αἰῶνος, καὶ ποιήσω τὸ σπέρμα σου ὡς τὴν ἄμμον τῆς γῆς, εἰ δύναταί τις ἐξαριθμῆσαι τὴν ἄμμον τῆς γῆς, καὶ τὸ σπέρμα σου ἐξαριθμηθήσεται, ἀναστάς, διόδευσον τὴν γῆν εἴς τε τὸ μῆκος αὐτῆς καὶ εἰς τὸ πλάτος, ὅτι σοὶ δώσω αὐτήν, καὶ τῷ σπέρματί σου εἰς τὸν αἰῶνα. Καὶ ἀποσκηνώσας Ἄβραμ ἐλθὼν κατῴκησε παρὰ τὴν Δρῦν τὴν Μαμβρῆ, ἣ ἦν ἐν Χεβρώμ· καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον τῷ Κυρίῳ. Προκείμενον Ἦχος δ' Ψαλμὸς πς'Ἀγαπᾷ Κύριος τὰς πύλας Σιὼν ὑπὲρ πάντα τὰ σκηνώματα Ἰακώβ. Στίχ. Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις. Παροιμιῶν τὸ Ἀνάγνωσμα(Κεφ. ΙΔ', 27 ΙΕ', 4)Φόβος Κυρίου πηγὴ ζωῆς, ποιεῖ δὲ ἐκκλίνειν ἐκ παγίδος θανάτου. Ἐν πολλῷ ἔθνει, δόξα βασιλέως, ἐν δὲ ἐκλείψει λαοῦ, συντριβὴ δυνάστου. Μακρόθυμος ἀνήρ, πολύς ἐν φρονήσει. Ὁ δὲ ὀλιγόψυχος, ἰσχυρὸς ἄφρων. Πραΰθυμος ἀνήρ, καρδίας ἰατρός, σὴς δὲ ὀστέων, καρδία αἰσθητική, ὁ συκοφαντῶν πένητα, παροξύνει τὸν ποιήσαντα αὐτόν, ὁ δὲ τιμῶν αὐτόν, ἐλεεῖ πτωχόν. Ἐν κακίᾳ αὐτοῦ ἀπωσθήσεται ἀσεβής, ὁ δὲ πεποιθὼς ἐπὶ Κύριον, τῇ ἑαυτοῦ Ὁσιότητι δίκαιος. Ἐν καρδίᾳ ἀγαθὴ ἀνδρὸς ἀναπαύσεται σοφία, ἐν δὲ καρδίᾳ ἀφρόνων οὐ διαγινώσκεται. Δικαιοσύνη ὑψοῖ ἔθνος, ἐλαττονοῦσι δὲ φυλὰς ἁμαρτίαι. Δεκτὸς βασιλεῖ ὑπηρέτης νοήμων, τῇ δὲ ἑαυτοῦ εὐστροφίᾳ ἀφαιρεῖται ἀτιμίαν. Ὀργὴ ἀπόλλυσι καὶ φρονίμους, ἀπόκρισις δὲ ὑποπίπτουσα ἀποστρέφει θυμόν, λόγος δὲ λυπηρὸς ἐγείρει ὀργάς. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, στόμα δὲ ἀφρόνων ἀναγγέλλει κακά. Ἐν παντὶ τόπῳ ὀφθαλμοὶ Κυρίου σκοπεύουσι κακούς τε καὶ ἀγαθούς. Ἴασις γλώσσης, δένδρον ζωῆς. Ὁ δὲ συντηρῶν αὐτήν, πλησθήσεται πνεύματος. Εἰς τὰ Ἀπόστιχα, τὸ Ἰδιόμελον Ἦχος βαρὺς Ὡς ὁ περιπεσὼν εἰς τοὺς λῃστάς, καὶ τετραυματισμένος, οὕτω κᾀγὼ περιέπεσον, ἐξ ἐμῶν ἁμαρτιῶν, καὶ τετραυματισμένη, ὑπάρχει μου ἡ ψυχή, πρὸς τίνα καταφύγω, τοῦ θεραπευθῆναι, εἰ μὴ πρὸς σὲ τὸν ἰατρὸν ψυχῶν τε καὶ σωμάτων; Ἐπίχεε ἐπ ἐμὲ ὁ Θεός, τὸ μέγα σου ἔλεος. Ἕτερον Ἰδιόμελον Ἦχος δ' Ἀποσφαλέντες ἐκ παραβάσεως τῆς πρῴην, ἐν Παραδείσῳ τρυφῆς καὶ ἀπολαύσεως, κατήχθημεν εἰς ἀτιμωτάτην ζωήν· τῶν ἀρετῶν γὰρ τὴν πρέπουσαν ἐπαινετὴν διαγωγήν, ἐκδυθέντες τοῖς πταίσμασιν, ὡς λῃσταῖς περιεπέσομεν, ἡμιθανεῖς δὲ τυγχάνομεν, ἐξαμαρτήσαντες τῶν σωτηρίων σου διδαγμάτων. Ἀλλὰ σὲ ἱκετεύομεν, τὸν ἐκ Μαρίας ἐπιφανέντα, καὶ ἀπαθῶς πάθεσι, προσομιλήσαντα Δεσπότην. Κατάδησον ἡμῶν, τοὺς ἐκ τῆς ἁμαρτίας ἐπιγενομένους μώλωπας, καὶ τὸν ἀνείκαστόν σου οἶκτον ἐπίχεον ἡμῖν, τὴν σὴν θεραπευτικὴν ἐπιμέλειαν, ὡς φιλάνθρωπος. Ἦχος δ' Μαρτυρικὸν Ὁ τῶν ἁγίων Μαρτύρων, δεξάμενος τὴν ὑπομονήν, καὶ παρ' ἡμῶν δέχου τὴν ὑμνῳδίαν Φιλάνθρωπε, δωρούμενος ἡμῖν, ταῖς αὐτῶν ἱκεσίαις τὸ μέγα ἔλεος. Δόξα... Καὶ νῦν... Θεοτοκίον Ἦχος δ' Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα σὲ δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὴν β' Στιχολογίαν,Κάθισμα, Τριῳδίου Ἦχος γ' Θείας πίστεως ΤΟ ΑΚΟΥΤΕ Ζέσει πίστεως δι' ἐγκρατείας, πάθη φλέξωμεν τῆς ἀκρασίας, καὶ τὸν κρυμὸν τῆς ἁμαρτίας ἐκφύγωμεν, καὶ τῶν δακρύων κρουνοῖς κατασβέσωμεν, τὴν αἰωνίζουσαν φλόγα κραυγάζοντες. Ὑπεράγαθε, ἡμάρτομέν σοι, ἱλάσθητι καὶ δώρησαι ἡμῖν τὸ μέγα ἔλεος. ΘεοτοκίονΘεία γέγονας σκηνὴ τοῦ Λόγου, μόνη πάναγνε, Παρθενομῆτορ, τῇ καθαρότητι Ἀγγέλους ὑπεράρασα, τὸν ὑπὲρ πάντας ἐμὲ χοῦν γενόμενον, ῥερυπωμένον σαρκὸς πλημμελήμασιν, ἀποκάθαρον, πρεσβείαις σου, τοῖς ἐνθέοις νάμασι, παρέχουσα σεμνή, τὸ μέγα ἔλεος. Μετὰ τὴν γ' Στιχολογίαν, Κάθισμα, Τριῳδίου Ἦχος β' Ὑπερευλογημένη ὑπάρχεις ΤΟ ΑΚΟΥΤΕ Ὑπερδεδοξασμένη ἡ χάρις, τῆς πανσέπτου Νηστείας, δι' αὐτῆς Ἡλιοῦ ὁ Προφήτης εὑρίσκει ἅρμα πύρινον, καὶ Μωϋσῆς πλάκας δέχεται. Δανιὴλ τεθαυμάστωται. Ἐλισσαῖος νεκρὸν ἤγειρεν, οἱ Παῖδες τὸ πῦρ κατέσβεσαν, καὶ πᾶς τις Θεῷ οἰκείωται. Αὐτῇ ἐντρυφῶντες βοήσωμεν· Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι. ΘεοτοκίονΤὴν ἄχραντον ΤΟ ΑΚΟΥΤΕΤὴν ἄμαχον πρεσβείαν σου, κεκτημένος ἐν δεινοῖς, λυτροῦμαι τῶν θλιβόντων με, παρ' ἐλπίδα θαυμαστῶς, ὦ Μῆτερ Θεοῦ· προφθάνεις γὰρ πάντοτε, τοῖς αἰτοῦσί σε πιστῶς, καὶ λύεις συνεχόμενα, πειρατήρια ἐχθρῶν· ὅθεν εὐχαρίστως βοῶμέν σοι. Δέξαι Δέσποινα βραχέα χαριστήρια, ἀνθ' ὧν ὑπάρχεις μοι ἐν πᾶσι βοήθειᾳ. Κανών α', ᾨδὴ β', Τριῳδίου Ἦχος γ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ Πρόσεχε γῆ καὶ οὐρανέ, καὶ ἐνωτίζου τὰ ῥήματά μου· λαλήσω γὰρ τοῖς ἐν γῇ, Θεοῦ θαυμάσια. Ἀδιαλείπτοις προσευχαῖς, καὶ ἐγκρατείᾳ καὶ θεωρίᾳ, πτερώσωμεν τὰς ψυχάς, πρὸς θεῖον ἔρωτα. Τῆς ἀκρασίας τὸν κρυμόν, διεκφυγόντες θαλφθῶμεν πάντες, τῆς ἐγκρατείας φωτὶ καὶ θείῳ Πνεύματι. Ἅλατι θείων ἀρετῶν, τὴν σηπεδόνα τῆς ἁμαρτίας, ἀποβαλοῦσα ψυχή, Θεῷ κολλήθητι. ΘεοτοκίονἘπανεπαύσατο Χριστός, ἐν σῇ τῇ μόνῃ εὐλογημένῃ, καὶ σάρκα τὴν ἑαυτοῦ, ἐκ σοῦ ἐφόρεσεν. Κανών β', ᾨδὴ β', Τριῳδίου Ἦχος β' Προσέχετε λαοὶ ΤΟ ΑΚΟΥΤΕ Νηστείαν καθαράν, εὐχὰς δάκρυα, μελέτην τῶν θείων, καὶ πᾶσαν ἄλλην, ἀρετὴν συμποριζόμενοι, τῷ Δεσπότι Θεῷ καὶ νῦν προσοίσωμεν. Ἡ Εὔα ἁλωτή, καρποῦ γέγονε, ψυχή μου, βλέπε σὺ μὴ δελεάζου, εἰ προσβάλλει σοι ὁ ὄφις ποτέ, συμβουλεύων φαγεῖν σε, ἡδονῆς τοὺς καρπούς.Δόξα...Τὰ τρία τῆς μιᾶς, μορφῆς πρόσωπα δοξάζω, Πατέρα, Υἱὸν καὶ Πνεῦμα, ἓν τὸ κράτος τῆς Θεότητος, βασιλείαν ἁπάντων καὶ λαμπρότητα. Καὶ νῦν ... ΘεοτοκίονὉ τόκος σου Ἁγνή, φρικτὸς πέφυκε· Θεὸς γὰρ ὑπάρχει ἐνανθρωπήσας, ὁ ἀνάρχως ἐκ Πατρὸς γεννηθείς, καὶ ἐκ σοῦ ἐπ' ἐσχάτων πλὴν ἀνδρὸς κυηθείς. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοιΑἱμόρρουν ἐπαφή, τοῦ κρασπέδου σου, ίάσω Χριστέ μου, κᾀμὲ ἐν πίστει, τοῦ ἐλέους σου ἁπτόμενον, ὑγιῆ ἐκ παθῶν ἀποκατάστησον. Ὁ Εἱρμὸς«Προσέχετε λαοί, τὰ τεράστια τῶν ἔργων, τῆς θείας μου δυναστείας, καὶ ἐν τούτῳ ἐπιγνώσεσθε, ὅτι μόνος ἐγώ εἰμι Θεὸς τοῦ παντός». Κανών α', ᾨδὴ η', Τριῳδίου Ἦχος γ' Τὸν ὑπ' Ἀγγέλων ἀσιγήτως ΤΟ ΑΚΟΥΤΕ Ἐν ἀποκρύφῳ ἐνεδρεύων, καθ' ἡμέραν ὁ παμπόνηρος, ἐπιζητεῖ με συλλαβεῖν, καὶ κατάβρωμα ποιήσασθαι, αὐτοῦ με τῆς κακίας, ῥῦσαι Σωτήρ, ὁ σώσας τόν, Ἰωνᾶν ἐκ τοῦ κήτους. Διὰ νηστείας καθαιρόμενοι, ἀρετῶν ὄρει προσέλθωμεν, καὶ ἀκουσώμεθα τρανῶς, τί λαλήσει ἐν ἡμῖν ὁ Θεός· λαλήσει γὰρ εἰρήνην, καὶ φωτισμόν, καὶ ἴασιν ψυχικῶν συντριμμάτων. Ἁμαρτημάτων ἀμαυρότητι, καθ' ἑκάστην ἐκτυφλούμενος, ἀδυνατῶ κατανοεῖν, τὰ θαυμάσιά σου Κύριε· διό μου τῆς καρδίας τοὺς ὀφθαλμούς, διάνοιξον Ἰησοῦ φωτοδότα. ΘεοτοκίονΤῶν οἰκτιρμῶν σου ταῖς ῥανίσιν, Ἀειπάρθενε ἀμόλυντε, τοὺς μολυσμοὺς τοὺς ἐμπαθεῖς, τῆς καρδίας μου ἀπόπλυνον, δακρύων ὀχετούς μοι, παρεκτικούς, καθάρσεως ψυχικῆς δωρουμένη. Κανών β', ᾨδὴ η', Τριῳδίου Ἦχος β' Τὸν πάλαι δροσίσαντα ΤΟ ΑΚΟΥΤΕ Τὸ πῦρ οὐ σβεσθήσεται, καὶ ὁ σκώληξ φησὶν οὐ τελευτᾷ. Φοβοῦ τὴν ἀπείλησιν, ὦ ψυχή μου, θεραπεύουσα Χριστόν, ἵνα εὕρῃς ἀπόλαυσιν, ἔνθα πάντων τῶν εὐφραινομένων, ἐστὶν ἡ κατοικία. Τῇ καύσει πυρέττουσαν, τὴν ψυχήν μου τῶν ἐπιθυμιῶν, ἀνάστησον δέομαι, δι' ἁφῆς σου, ὡς τὴν τοῦ Πέτρου πενθεράν, ἵνα εὕρῃ δουλεῦσαί σοι, εὐαρέστως ἀνθομολογοῦσα, εἰς πάντας τοὺς αἰῶνας. Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον ΠνεῦμαἈΐδιον ἄναρχον, τὸν Πατέρα ὑμνήσωμεν πιστοί, Υἱὸν δὲ συνάναρχον, καὶ τὸ Πνεῦμα, συνεκλάμψαν ἐκ Πατρός, Ὁμοούσια πρόσωπα, μιᾶς ὄντα τῆς παντοδυνάμου, ἀρχῆς καὶ ἐξουσίας. Καὶ νῦν ... ΘεοτοκίονΜαρία θεόκλητε, ἱλαστήριον ὄντως τῶν πιστῶν· ἐκ σοῦ γὰρ ἡ ἄφεσις, παροχεύεται, τοῖς πᾶσι δαψιλῶς, τὸν Υἱόν σου καὶ Κύριον, μὴ ἐλλίπῃς εὐμενιζομένη ὑπέρ τῶν σὲ ὑμνούντων. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοιΤὰ ὦτα διάνοιξον, τῆς ψυχῆς μου κωφεύοντα Χριστέ, καὶ γλῶσσάν μου τράνωσον, ὡς τοῦ πάλαι μογγιλάλου καὶ κωφοῦ, ἵνα ἐνωτιζόμενος τῶν φωνῶν σου, ψάλλω, καὶ τῇ γλώττῃ, αἰνῶ σε εἰς αἰῶνας. Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν ΚύριονὉ Εἱρμὸς«Τὸν πάλαι δροσίσαντα, τῶν Ἑβραίων τοὺς Παῖδας ἐν φλογί, καὶ φλέξαντα Κύριον, τοὺς Χαλδαίους παραδόξως ἐν αὐτῇ, ἀνυμνήσωμεν λέγοντες· Εὐλογεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας». Κανών α', ᾨδὴ θ', Τριῳδίου Ἦχος γ' Σὲ τὴν ἀκατάφλεκτον ΤΟ ΑΚΟΥΤΕ Φλόγα τοῦ πυρὸς τοῦ ἀσβέστου, κατὰ νοῦν κεκτημένοι, θερμοτάτῳ λογισμῷ τῆς μετανοίας, τῷ πυρὶ νῦν προσέλθωμεν, πάθη φλογίζοντες. Στόματος νηστεύοντος πάλαι, πυρακτούμενος λόγος, ἐξελθὼν ζηλωτικῶς, κλονεῖ στοιχεῖα, τοῦτον ζήλου ψυχή, καὶ καλῶς πολιτεύθητι. Βῆμα τὸ φρικτὸν ἐννοοῦσα, παναθλία ψυχή μου, τὰς πορείας σου ἀεί, πρὸς θελημάτων ἀποπλήρωσιν, τοῦ Λυτρωτοῦ διευτρέπιζε. ΘεοτοκίονΤὴν ἐσκοτισμένην ψυχήν μου, ἡδονῶν ἀμαυρώσει, φωταγώγησον Ἁγνή, ἡ φῶς τεκοῦσα, ἵνα φόβῳ καὶ πίστει, ἀεὶ μεγαλύνω σε. Κανών β', ᾨδὴ θ', Τριῳδίου Ἦχος β' Τὴν ὑπερφυῶς σαρκὶ ΤΟ ΑΚΟΥΤΕ Μέλος πᾶν ἡμῶν σαρκός, παραστήσωμεν Χριστῷ, ὅπλα δικαιοσύνης, χεῖρας φησὶν αἴροντες Ὁσίας, χωρὶς ὀργῆς, καὶ τῶν διαλογισμῶν. Σὺ ποτὲ τοῖς μαθηταῖς, ἐν τῷ πλοίῳ ἐπιστάς, κατέπαυσας Χριστέ μου, μαινομένην θάλασσαν, κᾀμοῦ τὰς τρικυμίας, κόπασον τῶν λογισμῶν. Δόξα...Μίαν φύσιν προσκυνῶ, τρία πρόσωπα ὑμνῶ ἕνα Θεὸν τῶν ὅλων τὸν Πατέρα καὶ Υἱόν, καὶ Πνεῦμα τὸ ἅγιον, τὴν ἀΐδιον ἀρχήν. Καὶ νῦν ... ΘεοτοκίονἩ Ἁγνὴ παιδοποιεῖς, ἡ Παρθένος γαλουχεῖς, πῶς ἐνταυτῷ τὰ δύο, παρθενεύεις τίκτουσα; Θεός ἐστιν ὁ δράσας, μὴ ἐκζήτει μοι τό, Πῶς. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοιἘκ λῃστείας με παθῶν, μιανθέντα τὴν ψυχήν, θεράπευσον Χριστέ μου, χέων σου τὸ ἔλεος, ὡς τὸν περιπεσόντα, ὑπὸ χεῖρας τῶν λῃστῶν. Ὁ Εἱρμὸς«Τὴν ὑπερφυῶς σαρκί, συλλαβοῦσαν ἐν γαστρί, τὸν ἐκ Πατρὸς ἀχρόνως, προεκλάμψαντα Λόγον, ἐν ὕμνοις ἀσιγήτοις, μεγαλύνωμεν πιστοί». Ἀπόστιχα Τριῳδίου Ἦχος βαρὺς Ἰδιόμελον Τὴν τετραυματισμένην μου ψυχήν, καὶ τεταπεινωμένην, ἐπίσκεψαι Κύριε, ἰατρὲ τῶν νοσούντων, καὶ τῶν ἀπηλπισμένων λιμὴν ἀχείμαστε· σὺ γὰρ εἶ ὁ ἐλθὼν Λυτρωτής τοῦ Κόσμου, ἐγεῖραι ἐκ φθορᾶς τὸν παραπεσόντα, κᾀμὲ προσπίπτοντα ἀνάστησον, διὰ τὸ μέγα σου ἔλεος. Ἦχος βαρὺς Τὴν τετραυματισμένην μου ψυχήν, καὶ τεταπεινωμένην, ἐπίσκεψαι Κύριε, ἰατρὲ τῶν νοσούντων, καὶ τῶν ἀπηλπισμένων λιμὴν ἀχείμαστε· σὺ γὰρ εἶ ὁ ἐλθὼν Λυτρωτής τοῦ Κόσμου, ἐγεῖραι ἐκ φθορᾶς τὸν παραπεσόντα, κᾀμὲ προσπίπτοντα ἀνάστησον, διὰ τὸ μέγα σου ἔλεος. Ἦχος βαρὺς Μαρτυρικὸν Ἐν μέσῳ τοῦ σταδίου τῶν παρανόμων, ἀγαλλόμενοι ἀνεβόων, οἱ Ἀθλοφόροι· Κύριε δόξα σοι. Δόξα... Καὶ νῦν... Θεοτοκίον Ἦχος γ' Ὑμνοῦμέν σε πανάχραντε Θεοτόκε, καὶ δοξάζομεν, ὃν ἐκύησας Θεὸν Λόγον, κράζοντες· Δόξα σοι. ΕΙΣ ΤΗΝ ΤΡΙΘΕΚΤΗΝ Τροπάριον τῆς Προφητείας Ἦχος γ' Ἀντιλήπτωρ ἡμῶν ὁ Θεὸς Ἰακώβ, καὶ ὑπερασπιστής ἐστιν, ἐν ἡμέρᾳ θλίψεως. (Δίς) Προκείμενον Ἦχος πλ. β' Ψαλμὸς πζ'Πτωχὸς ἐγώ εἰμι, καὶ ἐν κόποις ἐκ νεότητός μου. Στίχ. Κύριε ὁ Θεὸς τῆς σωτηρίας μου, ἡμέρας ἐκέκραξα. Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα(Κεφ. Μ', 1831)Τάδε λέγει Κύριος· Τίνι ὡμοιώσατε τὸν Κύριον, καὶ τίνι ὁμοιώματι ὡμοιώσατε αὐτόν, μὴ εἰκόνα ἐποίησε τέκτων, ἢ χρυσοχόος χωνεύσας χρυσίον, περιεχρύσωσεν αὐτόν, ὁμοίωμα κατεσκεύασεν αὐτόν; Ξύλον γὰρ ἄσηπτον ἐκλέγεται τέκτων, καὶ σοφῶς ζητεῖ, πῶς στήσει εἰκόνα αὐτῷ, καὶ ἵνα μὴ σαλεύηται, οὐ γνώσεσθε; οὐκ ἀκούσεσθε; οὐκ ἀνηγγέλη ἐξ ἀρχῆς ὑμῖν, οὐκ ἔγνωτε τὰ θεμέλια τῆς γῆς; Ὁ κατέχων τὸν γῦρον τῆς γῆς, καὶ οἱ κατοικοῦντες ἐν αὐτῇ, ὡς ἀκρίδες, ὁ στήσας ὡς καμάραν τόν οὐρανόν, καὶ διατείνας ὡς σκηνὴν κατοικεῖν, ὁ διδοὺς ἄρχοντας ὡς οὐδὲν ἄρχειν, τὴν δὲ γῆν ὡς οὐδὲν ἐποίησεν· οὐ γὰρ μὴ φυτεύσωσιν, οὐδὲ μὴ σπείρωσιν, οὐδὲ μὴ ῥιζωθῇ εἰς τὴν γῆν ἡ ῥίζα αὐτῶν. Ἔπνευσεν ἐπ' αὐτούς, καὶ ἐξηράνθησαν, καὶ καταιγὶς ὡς φρύγανα λήψεται αὐτούς. Νῦν οὖν τίνι με ὡμοιώσατε, καὶ ὑψωθήσομαι; Εἶπεν ὁ Ἅγιος· Ἀναβλέψατε εἰς τὸ ὕψος τοὺς ὀφθαλμοὺς ὑμῶν, καὶ ἴδετε τίς κατέδειξε ταῦτα πάντα, ὁ ἐκφέρων κατ' ἀριθμὸν τὸν κόσμον αὐτοῦ, πάντας ἐπ' ὀνόματι καλέσει ἀπὸ πολλῆς δόξης, καὶ ἐν κράτει ἰσχύος αὐτοῦ οὐδέν σε ἔλαθε. Μὴ γὰρ εἴπῃς Ἰακώβ, καὶ τί ἐλάλησας Ἰσραήλ; Ἀπεκρύβη ἡ ὁδός μου ἀπὸ τοῦ Θεοῦ, καὶ ὁ Θεός μου τὴν κρίσιν μου ἀφεῖλε, καὶ ἀπέστη. Καὶ νῦν οὐκ ἔγνως, εἰ μὴ ἤκουσας. Θεὸς αἰώνιος, Θεὸς ὁ κατασκευάσας τὰ ἄκρα τῆς γῆς, οὐ πεινάσει, οὐδὲ κοπιάσει, οὐδέ ἐστι ἐξεύρεσις τῆς φρονήσεως αὐτοῦ, διδοὺς τοῖς πεινῶσιν ἰσχύν, καὶ τοῖς μὴ ὀδυνωμένοις λύπην. Πεινάσουσι γὰρ νεώτεροι, καὶ κοπιάσουσι νεανίσκοι, καὶ ἐκλεκτοὶ ἀνίσχυες ἔσονται, οἱ δὲ ὑπομένοντες τὸν Θεόν, ἀλαλάξουσιν ἰσχύν. Προκείμενον Ἦχος πλ. β' Ψαλμὸς πη'Ἐξομολογήσονται οἱ Οὐρανοὶ τὰ θαυμάσιά σου. Στίχ. Τὰ ἐλέη σου, Κύριε, εἰς τὸν αἰῶνα ᾄσομαι.
ΛΕΙΤΟΥΡΓΙΕΣ
Nov 13 Τῌ ΙΓ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥΜνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου. ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ Εἰς τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχ. δ' καὶ ψάλλομεν Στιχηρὰ προσόμοια τρία, δευτεροῦντες τὸ πρῶτον.Στιχηρὰ Ἦχος α’ Τῶν οὐρανίων ΤΟ ΑΚΟΥΤΕ Τὸν Βαπτιστὴν ἐμιμήσω, συνωνυμήσας καλῶς, τῇ ἐγκρατείᾳ Πάτερ, καὶ Ἠλίαν τὸν μέγαν, νηστείας καὶ ἁγνείας, ζήλῳ τρωθείς, ἀμφοτέρων Χρυσόστομε, βασιλικῆς τυραννίδος κατατολμῶν, ὡς ποιμὴν τῆς Ἐκκλησίας Χριστοῦ. Ἦχος α’ Θείᾳ ἐμπνεύσει τοῦ Λόγου, διαδραμὼν γραφικῶς, πᾶσαν τὴν γῆν ὁ φθόγγος, τῶν δογμάτων σου Πάτερ, ἐφώτισε τὸν κόσμον, ἀνοίξας ἡμῖν, τῆς μετανοίας τὴν εἴσοδον, τήν τε πενήτων φροντίδα ἀνατυπῶν, καὶ Χριστοῦ τὸ Εὐαγγέλιον. Ἦχος α’ Τὸ καθαρὸν τῆς ψυχῆς σου, καὶ ἀκηλίδωτον φῶς, ἡλιακὰς ἀκτῖνας, καταλάμπει τῷ κόσμῳ, δογμάτων εὐσεβείας, Πάτερ σοφέ, Ἰωάννη Χρυσόστομε, καὶ τὴν ἀχλὺν ἐκδιώκει καὶ δᾳδουχεῖ, τὴν οἰκουμένην πρὸς εὐσέβειαν. Δόξα... Ἦχος δ΄ Γέγονας Χρυσόστομε, θεόπνευστον ὄργανον, δι' οὗ ἡμῖν τὸ Πνεῦμα τὸ Ἅγιον ἐφώνησε· τῇ εὐσήμῳ, γὰρ βοῇ, διέδραμε τὰ πέρατα, ὁ φθόγγος τῆς διδασκαλίας σου, καὶ μιμητὴς γενόμενος τῶν Ἀποστόλων Ὅσιε, τὸν χῶρον κατέλαβες ἐκεῖνον, ὃν ἐπόθησας· Πρέσβευε τῷ Κυρίῳ, Παμμακάριστε, εἰρηνεῦσαι τὸν κόσμον, καὶ σῶσαι τάς ψυχὰς ἡμῶν. Καὶ νῦν... Ἦχος δ΄ Ῥῦσαι ἡμᾶς ἐκ τῶν ἀναγκῶν ἡμῶν, Μῆτερ Χριστοῦ τοῦ Θεοῦ, ἡ τεκοῦσα τὸν τῶν ὅλων Ποιητήν, ἵνα πάντες κράζωμέν σοι· Χαῖρε ἡ μόνη προστασία τῶν ψυχῶν ἡμῶν. Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια. Ἦχος β’ Οἶκος τοῦ Ἐφραθᾶ ΤΟ ΑΚΟΥΤΕ Σάλπιγξ χρυσοειδής, λαμπρῶς ἀναβοῶσα, τὰ θεῖα μεγαλεῖα, ἐδείχθης Ἰωάννη, εἰς τὰ τοῦ κόσμου πέρατα.Στίχ. Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν. Ἦχος β’ Νόμον ὡς Μωϋσῆς, ἐδέξω ἐκ Κυρίου, Χρυσόστομε τὸν κόσμον, σοφίζων καὶ φωτίζων, τοῖς θείοις σου διδάγμασιν.Στίχ. Οἱ Ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται. Ἦχος β’ Κήρυξ ὡς ἀληθῶς, τῆς θείας βασιλείας, ἐγένου Χρυσολόγε, βοῶν· Μετανοεῖτε, βυθίζων τὴν ἀπόγνωσιν. Δόξα... Ἦχος β’ Τριάδος τῆς σεπτῆς, τὴν μίαν μοναρχίαν, ἐδίδαξας πιστεύειν, Πατέρα Λόγον Πνεῦμα, Χρυσόστομε Πατὴρ ἡμῶν. Καὶ νῦν... Ἦχος β’ Παρθένε τὸν ἐκ σοῦ, τεχθέντα Θεὸν Λόγον, δυσώπει Θεοτόκε, μετὰ τοῦ Χρυσολόγου, τοῦ σῶσαι τὰς ψυχὰς ἡμῶν. Ἀπολυτίκιον Ἦχος πλ. δ' Αὐτόμελον ΤΟ ΑΚΟΥΤΕ Ἡ τοῦ στόματός σου καθάπερ πυρσὸς ἐκλάμψασα χάρις, τὴν οἰκουμένην ἐφώτισεν, ἀφιλαργυρίας τῷ κόσμῳ θησαυροὺς ἐναπέθετο, τὸ ὕψος ἡμῖν τῆς ταπεινοφροσύνης ὑπέδειξεν· Ἀλλὰ σοῖς λόγοις παιδεύων, Πάτερ Ἰωάννη Χρυσόστομε, πρέσβευε τῷ Λόγῳ Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμων. Θεοτοκίον Ἦχος πλ. δ' Ὁ δι' ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρὶ σου, δεῖξον τὴν φιλανθρωπίαν σου Ἐλεῆμον, δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον, πρεσβεύουσαν ὑπὲρ ἡμῶν, καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον. ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ Μετὰ τὸν Προοιμιακόν, Στιχολογοῦμεν τὴν Α' Στάσιν τοῦ Α' Καθίσματος τοῦ Ψαλτηρίου, Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς', καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια γ' δευτεροῦντες αὐτά. Στιχηρὰ Προσόμοια τοῦ Ἁγίου Ἦχος δ' Ὡς γενναῖον ἐν Μάρτυσιν ΤΟ ΑΚΟΥΤΕ Τὴν χρυσήλατον σάλπιγγα, τὸ θεόπνευστον ὄργανον, τῶν δογμάτων πέλαγος ἀνεξάντλητον, τῆς Ἐκκλησίας τὸ στήριγμα, τὸν νοῦν τὸν οὐράνιον, τῆς σοφίας τὸν βυθόν, τὸν κρατῆρα τὸν πάγχρυσον, τὸν προχέοντα, ποταμοὺς διδαγμάτων μελιρρύτων, καὶ ἀρδεύοντα τὴν κτίσιν, μελῳδικῶς ἀνυμνήσωμεν. Ἦχος δ' Τὸν ἀστέρα τὸν ἄδυτον, τὸν ἀκτῖσι φωτίζοντα, διδαγμάτων ἅπασαν τὴν ὑφήλιον, τῆς μετανοίας τὸν κήρυκα, τὸν σπόγγον τὸν πάγχρυσον, τὸν ὑγρότητα δεινῆς, ἀπογνώσεως αἴροντα, καὶ δροσίζοντα, ἐκτακείσας καρδίας ἁμαρτίαις, Ἰωάννην ἐπαξίως, τὸν Χρυσολόγον τιμήσωμεν. Ἦχος δ' Ὁ ἐπίγειος Ἄγγελος, καὶ οὐράνιος ἄνθρωπος, χελιδὼν ἡ εὔλαλος καὶ πολύφωνος, τῶν ἀρετῶν τὸ θησαύρισμα, ἡ πέτρα ἡ ἄρρηκτος, τῶν πιστῶν ὑπογραμμός, τῶν Μαρτύρων ἐφάμιλλος, ἰσοστάσιος, τῶν ἁγίων Ἀγγέλων, Ἀποστόλων, ὁ ὁμότροπος ἐν ὕμνοις, μεγαλυνέσθω Χρυσόστομος. Δοξαστικὸν, Ἦχος πλ. β' Ὅσιε τρισμάκαρ, ἁγιώτατε Πάτερ, ὁ ποιμὴν ὁ καλός, καὶ τοῦ Ἀρχιποίμενος Χριστοῦ Μαθητής, ὁ τιθεὶς τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων, αὐτὸς καὶ νῦν πανεύφημε, Ἰωάννη Χρυσόστομε, αἴτησαι πρεσβείαις σου, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος. Θεοτοκίον, Ἦχος πλ. β' Τὶς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τὶς μὴ ἀνυμνήσει σου, τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρός, ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, Σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν. Παροιμιῶν τὸ ἈνάγνωσμαΜνήμη δικαίου μέτ' ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν, πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ Σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος. Σοφίας Σολομῶντος τὸ ἈνάγνωσμαΣτόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας. Στόμα σοφῶν μελετᾷ σοφίαν, δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός δικαίου οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν,καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει, καὶ ὁ ἀγρυπνήσας δι' αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεοτητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστις γὰρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσιν ἀρεταί, σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδὲν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ δὲ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων, καὶ πᾶσι σύμβουλὸς ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγῳ αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας. Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δὸς μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων σου, ὅτι ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τὶ εὐάρεστόν ἐστι παρὰ σοί. Καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ μὲ ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν. Σοφίας Σολομῶντος τὸ ἈνάγνωσμαἘγκωμιαζομένου δικαίου, εὐφρανθήσονται λαοί· ἀθανασία γὰρ ἐστιν ἡ μνήμη αὐτοῦ, ὅτι καὶ παρὰ Θεῷ γινώσκεται, καὶ παρὰ ἀνθρώποις, καὶ ἀρεστὴ Κυρίῳ ἡ ψυχὴ αὐτοῦ. Ἐπιθυμήσατε τοιγαροῦν, ὦ ἄνδρες, σοφίαν, καὶ ποθήσατε, καὶ παιδευθήσεσθε· Ἀρχὴ γὰρ αὐτῆς ἀγάπη, καὶ τήρησις νόμων. Τιμήσατε σοφίαν, ἵνα εἰς τὸν αἰῶνα βασιλεύσητε. Ἀπαγγελῶ ὑμῖν, καὶ οὐ κρύψω ἀφ' ὑμῶν μυστήρια Θεοῦ. Ὅτι αὐτὸς καὶ τῆς σοφίας ὁδηγὸς ἐστι, καὶ τῶν σοφῶν διορθωτής· καὶ ἐν τῇ χειρὶ αὐτοῦ πᾶσα φρόνησις, καὶ ἐργασιῶν ἐπιστήμη. Ἡ πάντων τεχνῖτις ἐδίδαξέ με σοφία· ἔστι γὰρ ἐν αὐτῇ πνεῦμα νοερόν, ἅγιον, ἀπαύγασμα φωτὸς ἀϊδίου, καὶ εἰκὼν τῆς ἀγαθότητος τοῦ Θεοῦ. Αὕτη φίλους Θεοῦ καὶ Προφήτας κατασκευάζει. Εὐπρεπεστέρα δὲ ἐστιν ἡλίου, καὶ ὑπὲρ πᾶσαν ἀστέρων θέσιν, φωτὶ συγκρινομένη, εὑρίσκεται προτέρα. Αὕτη τοὺς θεραπεύσαντας αὐτὴν ἐκ πόνων ἐρρύσατο, καὶ ὡδήγησεν ἐν τρίβοις εὐθείαις. Ἔδωκεν αὐτοῖς γνῶσιν ἁγίαν, καὶ διεφύλαξεν αὐτοὺς ἀπὸ ἐνεδρευόντων, καὶ ἀγῶνα ἰσχυρὸν ἑβράβευσεν αὐτοῖς, ἵνα γνῶσι πάντες, ὅτι δυνατωτέρα παντὸς ἐστιν ἡ εὐσέβεια, καὶ οὐ μὴ κατισχύσῃ ποτὲ κακία σοφίας, οὐδ' οὐ μὴ παρελεύσεται πονηρούς ἐλέγχουσα ἡ δίκη. Εἶπον γὰρ ἐν ἑαυτοῖς, λογισάμενοι οὐκ ὀρθῶς. Καταδυναστεύσωμεν τὸν δίκαιον, μὴ φεισώμεθα τῆς ὁσιότητος αὐτοῦ, μηδὲ ἐντραπῶμεν πολιὰς πρεσβύτου πολυχρονίους· ἔστω δὲ ἡμῶν ἡ ἰσχὺς νόμος. Καὶ ἐνεδρεύσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστι, καὶ ἐναντιοῦται τοῖς ἔργοις ἡμῶν καὶ ἐπιφημίζει ἡμῖν ἁμαρτήματα παιδείας ἡμῶν. Ἐπαγγέλλεται γνῶσιν ἔχειν Θεοῦ, καὶ παῖδα Κυρίου ἑαυτὸν ὀνομάζει. Ἐγένετο ἡμῖν εἰς ἔλεγχον ἐννοιῶν ἡμῶν. Βαρὺς ἐστιν ἡμῖν καὶ βλεπόμενος· ὅτι ἀνόμοιος τοῖς ἄλλοις ὁ βίος αὐτοῦ, καὶ ἐξηλλαγμέναι αἱ τρίβοι αὐτοῦ. Εἰς κίβδηλον ἐλογίσθημεν αὐτῷ, καὶ ἀπέχεται τῶν ὁδῶν ἡμῶν, ὡς ἀπὸ ἀκαθαρσιῶν, καὶ μακαρίζει ἔσχατα δικαίων, ἴδωμεν οὖν εἰ οἱ λόγοι αὐτοῦ ἀληθεῖς, καὶ πειράσωμεν τὰ ἐν ἐκβάσει αὐτοῦ. Ὕβρει καὶ βασάνῳ ἐτάσωμεν αὐτόν, ἵνα γνῶμεν τὴν ἐπιείκειαν αὐτοῦ, καὶ δοκιμάσωμεν τὴν ἀνεξικακίαν αὐτοῦ. Θανάτῳ ἀσχήμονι καταδικάσωμεν αὐτόν· ἔσται γὰρ αὐτοῦ ἐπισκοπὴ ἐκ λόγων αὐτοῦ. Ταῦτα ἐλογίσαντο, καὶ ἐπλανήθησαν· ἀπετύφλωσε γὰρ αὐτοὺς ἡ κακία αὐτῶν. Καὶ οὐκ ἔγνωσαν μυστήρια Θεοῦ, οὐδὲ ἔκριναν, ὅτι σὺ εἶ Θεὸς μόνος, ὁ ζωῆς ἔχων καὶ θανάτου ἐξουσίαν, καὶ σῴζων ἐν καιρῷ θλίψεως καὶ ῥυόμενος ἐκ παντὸς κακοῦ, ὁ οἰκτίρμων καὶ ἐλεήμων, καὶ διδοὺς τοῖς Ὁσίοις σου χάριν, καὶ τῷ σῷ βραχίονι τοῖς ὑπερηφάνοις ἀντιτασσόμενος. Εἰς τὴν Λιτήν, Στιχηρὰ ἰδιόμελα. Ἦχος α' Ἀνατολίου Φωστὴρ Ἰωάννη, στόμα χρυσεμφανές, ἐγκαλλώπισμα τῶν θεουργῶν ἀρετῶν, καὶ ἐνδιαίτημα Γραφῶν μυσταρχικῶν, σὺ τοῦ παναχράντου Ἁγίου Πνεύματος, ἀκήρατος θησαυρός ἐχρημάτισας· ὅθεν ἐπεύφρανας πᾶσαν Ἐκκλησίαν, σωτηριώδει σου λόγῳ ὑπαρκτικῷ· Παρρησίαν οὖν εὑράμενος πρὸς τὸν Θεόν, ἐν τῇ ἀπολαύσει τῆς ἄνω κληρουχίας, πρέσβευε ὑπὲρ ἡμῶν, Πάτερ ἁγιώτατε. Ὁ αὐτὸςἘξεχύθη ἡ χάρις ἐν χείλεσί σου, Ὅσιε Πάτερ, Ἰωάννη Χρυσόστομε· διὰ τοῦτο ἔχρισέ σε ὁ Θεός, Ἀρχιερέα τοῦ λαοῦ αὐτοῦ, ποιμαίνειν τὸ ποίμνιον αὐτοῦ, ἐν ὁσιότητι καὶ δικαιοσύνῃ. Διὸ περιζωσάμενος τὴν ῥομφαίαν τοῦ δυνατοῦ, διέκοψας τὰς γλωσσαλγίας τῶν αἱρέσεων, καὶ νῦν μὴ παύσῃ πρεσβεύων, εἰρηνεῦσαι τὸν κόσμον, καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν. Ἦχος β' Τοῦ ΣτουδίτουΣὲ τὸν μέγαν Ἀρχιερέα καὶ Ποιμένα, τὸν ἄκακον καὶ ὅσιον, τῆς μετανοίας τὸν κήρυκα, τὸ χρυσίπνοον στόμα τῆς χάριτος, ἀνευφημοῦντες πόθῳ δεόμεθα. Μετάδος ἡμῖν τῶν πρεσβειῶν σου Πάτερ, εἰς ἀντάμειψιν τῶν ψυχῶν ἡμῶν. Ὁ αὐτὸςΓεωργίου ΝικομηδείαςΧρυσέοις λόγοις σου ἡ Ἐκκλησία, ὡς κόσμῳ χρυσῷ περικοσμηθεῖσα, Ἰωάννη Χρυσόστομε, νυμφικῶς χαίρουσα βοᾷ σοι, κεκόρεσμαι ἐκ σῶν χρυσοβρύτων ναμάτων, καταγλαϊσθεῖσα χρυσοφαέσι καὶ μελιχρύσοις πόμασιν· ἐκ πράξεως γὰρ εἰς θεωρίαν ἀνάγομαι, διὰ τῶν πραέων σου παραινέσεων· καὶ πρὸς Χριστὸν τὸν νοητὸν νυμφίον ἑνοῦμαι, συμβασιλεύουσα αὐτῷ· Διὸ καὶ ἡμεῖς συναθροισθέντες ἐν τῇ μνήμῃ σου κράζομεν· Μὴ ἀποκάμῃς δεόμενος, ὑπὲρ ἡμῶν πρὸς Κύριον, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν. Ὁ αὐτὸςΕἴληφας Ἱεράρχα, τὴν ἀνωτάτω φιλοσοφίαν, καὶ ἔξω κόσμου ἐγένου, ζῶν ὑπὲρ τὰ ὁρώμενα· καὶ ἔσοπτρον ἀκηλίδωτον Θεοῦ σαφῶς ἀνεδείχθης, καὶ ὤν ἀεὶ ἡνωμένος φωτί, φῶς προσελάμβανες, καὶ τρανότερον τοῦ μακαρίου ἔτυχες τέλους· Πρέσβευε Χρυσόστομε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν. Ἦχος δ'Ῥήμασι χρυσαυγεστάτοις, τὰ πέρατα σαφῶς κατήρδευσας, χρυσόρρυτον ἔχων τήν τε ψυχὴν καὶ τὸ σῶμα πανόλβιε, καὶ πάντα διαχρυσώσας τοῖς λόγοις σου, χρυσουργὲ τῶν δογμάτων σου, καὶ βίβλους συγγραψάμενος χρυσογραφικάς, ἀνέπτης εἰς οὐρανούς· Διὸ βοῶμέν σοι, Χρυσορρόα καὶ Χρυσόστομε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν. Δοξα... Ἦχος ὁ αὐτὸςΓερμανοῦἜπρεπε τῇ βασιλίδι τῶν πόλεων, Ἰωάννην αὐχεῖν Ἀρχιερέα, ὥσπερ τινὰ κόσμον βασιλικόν, καὶ χρυσήλατον σάλπιγγα, πάντα περιηχοῦσαν τὰ πέρατα, τὰ σωτήρια δόγματα, καὶ πάντας συναγείρουσαν, πρὸς συνασπισμὸν ᾀσμάτων θεοπρεπῶν, πρὸς ὃν βοήσωμεν· Χρυσολόγε καὶ Χρυσόστομε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχάς ἡμῶν. Καὶ νῦν ... Θεοτοκίον Σὲ τεῖχος κεκτήμεθα, Θεοτόκε ἄχραντε, καὶ εὔδιον λιμένα καὶ ὀχύρωμα· διὸ δεόμεθα, οἱ ἐν βίῳ χειμαζόμενοι· Κυβέρνησον καὶ διάσωσον ἡμᾶς. Εἰς τὸν Στίχον, τὰ Στιχηρὰ Προσόμοια. Ἦχος πλ. α' Χαίροις ἀσκητικῶν ἀληθῶς ΤΟ ΑΚΟΥΤΕΧαίροις τὸ χρυσαυγὲς καὶ τερπνόν, τῆς Ἐκκλησίας τὸ θεόπνευστον ὄργανον, ἡ γλῶσσα ἡ φιλανθρώπως, τῆς μετανοίας ἡμῖν, τοὺς ποικίλους τρόπους ὑπογράφουσα, ὁ νοῦς ὁ χρυσίμορφος, χελιδὼν ἡ χρυσόστομος, περιστερά τε, ψαλμικῶς τὰ μετάφρενα, χρυσαυγίζουσα, ἀρετῶν ἐν χλωρότητι· ῥεῖθρον χρυσοειδέστατον, προχέον τὰ νάματα, στόμα τὸ θεῖον καὶ θείας, φιλανθρωπίας ἐχέγγυον, Χριστὸν καταπέμψαι, ταῖς ψυχαῖς ἡμῶν δυσώπει, τὸ μέγα ἔλεος. Στίχ. Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσινΧαίροις τῶν ὀρφανῶν ὁ Πατήρ, ἀδικουμένων ὀξυτάτη βοήθεια, πενήτων ἡ χορηγία, ἡ τῶν πεινώντων τροφή, τῶν ἁμαρτανόντων ἡ διόρθωσις· ψυχῶν εὐστοχώτατος, ἰατρός καὶ σεμνότατος, θεολογίας, ὑψηλῆς ἡ ἀκρίβεια, ἡ σαφήνεια, τῶν Γραφῶν τῶν τοῦ Πνεύματος· νόμος ὁ πρακτικώτατος, κανὼν ὁ εὐθύτατος, ἡ θεωρία καὶ πρᾶξις, αἱ τῆς σοφίας ἀκρότητες, Χριστὸν καταπέμψαι, ταῖς ψυχαῖς ἡμῶν δυσώπει, τὸ μέγα ἔλεος. Στίχ. Στόμα δικαίου μελετήσει σοφίαν, καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν. Οἶκον τῶν ἱερῶν ἀρετῶν, ἱερωμένον σεαυτὸν ἀπετέλεσας· ἐν σοὶ γὰρ τὴν κατοικίαν, ὡς ἐν ἁγίῳ ναῷ, καὶ καθαρωτάτῳ Πάτερ ἔθεντο· σοφῶς κυβερνήσας γάρ, τὰς αἰσθήσεις τοῦ σώματος, ὡς ἐν ἀσύλῳ, θησαυρῷ διετήρησας, τὴν διάνοιαν, τῶν παθῶν καθαρεύουσαν· ὅθεν θεοειδέστατος, Παμμάκαρ γενόμενος, τῆς Ἐκκλησίας προέστης, ἱεραρχίᾳ κοσμούμενος, Χριστὸν ἱκετεύων, τὸν παρέχοντα τῷ κόσμῳ, τὸ μέγα ἔλεος. Δοξαστικὸν, Ἦχος πλ. β' Σάλπιγξ χρυσόφωνος ἀνεδείχθης, Χρυσορρῆμον Χρυσόστομε, χρυσουργῶν τὰς καρδίας τῶν πιστῶν, τοῖς χρυσεπόνοις σου διδάγμασι· προφητικῶς γὰρ ἐξῆλθεν ὁ φθόγγος τῶν δογμάτων σου, Ὅσιε Πάτερ, καὶ κόσμου παντὸς τὰ πέρατα ἐφώτισας. Θεοτοκίον, Ἦχος πλ. β' Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρώην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διὸ σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε, καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως· τὸ Χαῖρε τοῦ Ἀγγέλου, χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν. Ἀπολυτίκιον Ἦχος πλ. δ' Αὐτόμελον ΤΟ ΑΚΟΥΤΕ Ἡ τοῦ στόματός σου καθάπερ πυρσὸς ἐκλάμψασα χάρις, τὴν οἰκουμένην ἐφώτισεν, ἀφιλαργυρίας τῷ κόσμῳ θησαυροὺς ἐναπέθετο, τὸ ὕψος ἡμῖν τῆς ταπεινοφροσύνης ὑπέδειξεν· Ἀλλὰ σοῖς λόγοις παιδεύων, Πάτερ Ἰωάννη Χρυσόστομε, πρέσβευε τῷ Λόγῳ Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμων. Θεοτοκίον Ἦχος πλ. δ' Ὁ δι' ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρὶ σου, δεῖξον τὴν φιλανθρωπίαν σου Ἐλεῆμον, δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον, πρεσβεύουσαν ὑπὲρ ἡμῶν, καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα Ἦχος ' Τὴν Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ Τὴν σοφίαν ἐξ ὕψους καταμαθών, καὶ τὴν χάριν τῶν λόγων παρὰ Θεοῦ, τοῖς πᾶσιν ἐξέλαμψας, ὡς χρυσὸς ἐν καμίνῳ, καὶ τὴν Ἁγίαν Τριάδα, Μονάδα ἐκήρυξας, τήν φιλάργυρον πλάνην, τοξεύσας τοῖς λόγοις σου· ὅθεν καὶ πρὸς ζῆλον, Βασιλίδα ἐλέγξας, ἀδίκως τῆς ποίμνης σου, ἀπελάθης μακάριε, Ἰωάννη Χρυσόστομε· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου. Δόξα... Τὸ αὐτὸ Καὶ νῦν ... Θεοτοκίον Τὴν ψυχήν μου Παρθένε τὴν ταπεινήν, τὴν ἐν ζάλῃ τοῦ βίου τῶν πειρασμῶν, νῦν ὡς ἀκυβέρνητον, ποντουμένην τῷ κλύδωνι, ἁμαρτιῶν τε φόρτῳ, φανεῖσαν ὑπέραντλον, καὶ εἰς πυθμένα ᾍδου, πεσεῖν κινδυνεύουσαν, φθάσον Θεοτόκε, τῇ θερμῇ σου πρεσβείᾳ, καὶ σῶσον παρέχουσα, σὸν λιμένα τὸν εὔδιον, ἵνα πίστει κραυγάζω σοι· Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων δοῦναί μοι τὴν ἄφεσιν· σὲ γὰρ ἔχω ἐλπίδα, ὁ ἀνάξιος δοῦλός σου. Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα Ἦχος γ' Θείας πίστεως ΤΟ ΑΚΟΥΤΕ Σκεῦος ἔνθεον τῆς Ἐκκλησίας, πλοῦτος ἄσυλος τῆς εὐσεβείας, ἀνεδείχθης Ἱεράρχα Χρυσόστομε, ἐν ἀπαθείᾳ φαιδρύνας τὸν βίον σου, τοῖς δεομένοις ἐπαντλήσας τόν ἔλεον, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος. Δόξα... Ἦχος πλ. α' Τὸν συνάναρχον Λόγον ΤΟ ΑΚΟΥΤΕΤὸν λειμῶνα τῶν λόγων τῶν θεοπνεύστων Γραφῶν, τὸν ἡμᾶς ὁδηγοῦντα πρὸς τὴν μετάνοιαν, τὸν τοὺς ποικίλους πειρασμοὺς ὑπομείναντα, τὸν Χρυσόστομον πιστοί, ὡς διδαχθέντες ὑπ' αὐτοῦ τιμήσωμεν κατὰ χρέος· πρεσβεύει γὰρ τῷ Κυρίω, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν. Καὶ νῦν ... Θεοτοκίον Τὸ ἐξαίσιον θαῦμα τὸ τῆς συλλήψεως, καὶ ὁ ἄφραστος τρόπος ὁ τῆς κυήσεως, ἐν σοὶ ἐγνώρισται, Ἁγνὴ Ἀειπάρθενε, καταπλήττει μου τὸν νοῦν, καὶ ἐξιστᾷ τὸν λογισμόν, ἡ δόξα σου Θεοτόκε, τοῖς πᾶσιν ἐφαπλουμένη, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν. Μετὰ τὸν Πολυέλεον, Κάθισμα Ἦχος δ' Ἐπεφάνης σήμερον ΤΟ ΑΚΟΥΤΕ Τοῖς χρυσέοις λόγοις σου, ἡ Ἐκκλησία, ἀρδομένη ἅπαντας, ποτίζει νάματα χρυσᾶ, καὶ ἰατρεύει νοσήματα, τῶν σὲ ὑμνούντων, παμμάκαρ Χρυσόστομε. Δόξα... Ἦχος πλ. α' Τὸν συνάναρχον Λόγον ΤΟ ΑΚΟΥΤΕΟὔτε ἔχθρα συνόδου οὖσα παράνομος, οὔτε μῖσος Αὐγούστης οὔσης παράφρονος, τὰς ἀρετὰς τὰς ἐν σοὶ Πάτερ κατέσβεσαν, ἀλλ' ὡς χρυσὸς ἐν τῷ πυρί, δοκιμασθείς τῶν πειρασμῶν, καθικετεύεις ἀπαύστως, τὴν Παναγίαν Τριάδα, ὑπὲρ ἧς ἠγωνίσω ζέων τῷ πνεύματι. Καὶ νῦν ... Θεοτοκίον Τὴν ταχεῖάν σου σκέπην καὶ τὴν ἀντίληψιν, καὶ τὸ ἔλεος δεῖξον ἐπὶ τὸν δοῦλόν σου, καὶ τὰ κύματα Ἁγνὴ καταπράϋνον, τῶν ματαίων λογισμῶν, καὶ τὴν πεσοῦσάν μου ψυχήν, ἀνάστησον Θεοτόκε· οἶδα γὰρ οἶδα Παρθένε, ὡς πάντα ὅσα βούλει καὶ δύνασαι. Προκείμενον Ἦχος δ' Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν. Στίχ. Ἀκούσατε ταῦτα πάντα τὰ ἔθνη, ἐνωτίσασθε πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην. Ἦχος β' Δόξα... Σήμερον σκιρτῶσιν ἐν πνεύματι, Ἀρχιερέων δῆμοι, σὺν ἡμῖν τιμῶντές σου τὴν μνήμην Ἱεράρχα, Χρυσόστομε Ὅσιε, φωστὴρ τῆς Ἐκκλησίας.Καὶ νῦν... Ταῖς τῆς Θεοτόκου πρεσβείαις...Στίχ. Ἐλέησόν με ὁ Θεός...Καὶ τὸ ἰδιόμελον Ἦχος πλ. β'Ἐξεχύθη ἡ χάρις ἐν χείλεσί σου, Ὅσιε Πάτερ, καὶ γέγονας Ποιμὴν τῆς τοῦ Χριστοῦ Ἐκκλησίας, διδάσκων τὰ λογικὰ πρόβατα, πιστεύειν εἰς Τριάδα ὁμοούσιον, ἐν μιᾷ Θεότητι. Κανών α', ᾨδὴ α', τῆς Θεοτόκου Ἦχος πλ. δ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν αἰγυπτίαν μοχθηρίαν διαφυγών, ὁ Ἰσραηλίτης ἀνεβόα· τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν.Πολλοῖς συνεχόμενος πειρασμοῖς, πρὸς σὲ καταφεύγω, σωτηρίαν ἐπιζητῶν· Ὦ Μῆτερ τοῦ Λόγου καὶ Παρθένε, τῶν δυσχερῶν καὶ δεινῶν με διάσωσον.Παθῶν με ταράττουσι προσβολαί, πολλῆς ἀθυμίας, ἐμπιπλῶσαί μου τὴν ψυχήν, εἰρήνευσον, Κόρη, τῇ γαλήνῃ, τῇ τοῦ Υἱοῦ καὶ Θεοῦ σου, Πανάμωμε.Σωτῆρα τεκοῦσάν σε καὶ Θεόν, δυσωπῶ, Παρθένε, λυτρωθῆναί με τῶν δεινῶν· σοὶ γὰρ νῦν προσφεύγων ἀνατείνω, καὶ τὴν ψυχὴν καὶ τὴν διάνοιαν.Νοσοῦντα τὸ σῶμα καὶ τὴν ψυχήν, ἐπισκοπῆς θείας, καὶ προνοίας τῆς παρὰ σοῦ, ἀξίωσον, μόνη Θεομῆτορ, ὡς ἀγαθὴ ἀγαθοῦ τε λοχεύτρια. Ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς.Τοῦ Πνεύματος μέλπω σε τὸ χρυσοῦν στόμα. Θεοφάνους.ᾨδὴ α' Ἦχος πλ. δ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Ἁρματηλάτην Φαραω ἐβύθισε, τερατουργοῦσα ποτέ, Μωσαϊκὴ ῥάβδος, σταυροτύπως πλήξασα, καὶ διελοῦσα θάλασσαν, Ἰσραὴλ δὲ φυγάδα, πεζὸν ὁδίτην διέσωσεν, ᾆσμα τῷ Θεῷ ἀναμέλποντα». Τῆς μετανοίας γεγονὼς θερμότατος, κήρυξ Χρυσόστομε, μετανοεῖν Πάτερ, τῷ Θεῷ με πρέσβευε, ἐξ ὅλης τῆς καρδίας μου, καὶ τῶν πάλαι πταισμάτων, θεραπευθῆναι τὰ τραύματα, τῇ σῇ συμπαθείᾳ δυσώπησον. Ὅλην τὴν αἴγλην τοῦ Ἁγίου Πνεύματος, Πάτερ δεξάμενος, ὁλολαμπὴς ὤφθης, στῦλος προηγούμενος, τῆς Ἐκκλησίας, Ὅσιε, φωτεινή τε νεφέλη, παμμάκαρ ἐπισκιάζουσα, τὰ τῶν Ὀρθοδόξων συστὴματα. Ὑπὸ Χριστοῦ προχειρισθεὶς Διδάσκαλος, θεῖα διδάγματα, χρυσοειδεῖ γλώσσῃ, γνώμῃ τε θεόφρονι, πλουσίως σὺ ἐπήγασας· τοῦ Θεοῦ ποταμὸς γάρ, ὑδάτων πλήρης τοῦ Πνεύματος, ὤφθης Θεοφάντορ Χρυσόστομε. ΘεοτοκίονΠεποικιλμένη ποικιλίᾳ χάριτος, θεοχαρίτωτε, τὸν τοῦ Πατρὸς Λόγον, σάρκα χρηματίσαντα, δι' εὐσπλαγχνίαν ἄφατον, ὑπὲρ νοῦν τε καὶ λόγον, εὐλογημένη γεγέννηκας, μείνασα Παρθένος ἀμόλυντος. Καταβασία ΤΟ ΑΚΟΥΤΕἈνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι,φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος,ταύτης τὰ θαύματα. Κανών α', ᾨδὴ γ', τῆς Θεοτόκου Ἦχος πλ. δ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σύ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε.Προστασίαν καὶ σκέπην, ζωῆς ἐμῆς τίθημι, Σέ, Θεογεννῆτορ, Παρθένε, σύ με κυβέρνησον, πρὸς τὸν λιμένα σου, τῶν ἀγαθῶν ἡ αἰτία, τῶν πιστῶν τὸ στήριγμα, μόνη πανύμνητε.Ἱκετεύω, Παρθένε, τὸν ψυχικὸν τάραχον, καὶ τῆς ἀθυμίας τὴν ζάλην, διασκεδάσαι μου· σὺ γάρ, Θεόνυμφε, τὸν ἀρχηγὸν τῆς γαλήνης, τὸν Χριστὸν ἐκύησας, μόνη πανάχραντε.Εὐεργέτην τεκοῦσα, τὸν τῶν καλῶν αἴτιον, τῆς εὐεργεσίας τὸν πλοῦτον, πᾶσιν ἀνάβλυσον· πάντα γὰρ δύνασαι, ὡς δυνατὸν ἐν ἰσχύϊ, τὸν Χριστὸν κυήσασα, Θεομακάριστε.Χαλεπαῖς ἀρρωστίαις, καὶ νοσεροῖς πάθεσιν, ἐξεταζομένῳ, Παρθένε, σύ μοι βοήθησον· τῶν ἰαμάτων γάρ, ἀνελλιπῆ σε γινώσκω, θησαυρόν, Πανάμωμε, τὸν ἀδαπάνητον. Κανών β', ᾨδὴ γ', τοῦ Ἁγίου Ἦχος πλ. δ' Ὁ στερεώσας κατ' ἀρχὰς ΤΟ ΑΚΟΥΤΕ Νοῦν σὺ Χριστοῦ πεπλουτηκώς, σῇ καθαρᾷ πολιτείᾳ, τῆς ἀνθρώπων σωτηρίας ἐγένου, συνεργὸς ὑφηγητής, δημηγόρος Χρυσόστομε, διδασκαλίας βρύων, σωτηριώδεις θεόπνευστε. Ἐκ τῶν ἀσύλων θησαυρῶν, τοῦ Πνεύματος σὺ πλουτήσας, ἐκ πηγῶν τοῦ σωτηρίου ἀντλήσας, τὴν ἀέναον πηγήν, τῶν διδαγμάτων ἤρδευσας, τῆς Ἐκκλησίας ἅπαν, Ὅσιε Πάτερ τὸ πρόσωπον. Ὑλομανούσας τῶν ψυχῶν, Χρυσόστομε τὰς ἀρούρας, τῇ πανσόφῳ γεωργίᾳ τῶν λόγων, ἐξεκάθηρας σαφῶς, καὶ καρποφόρους ἔδειξας, τοῖς οὐρανίοις ὄμβροις, ταύτας ἐπάρδων Θεόληπτε. ΘεοτοκίονΜῶμος ἐν σοὶ καὶ μολυσμός, οὐκ ἔστιν ὅλως Παρθένε, ἐνδιαίτημα δὲ μᾶλλον ἐφάνης, οὐρανίων ἀρετῶν· ἐν σοὶ γὰρ κατεσκήνωσε, τῶν ἀρετῶν ἡ πᾶσα, ἁγιωσύνη Πανάμωμε. Καταβασία ΤΟ ΑΚΟΥΤΕΤοὺς σοὺς ὑμνολόγους, Θεοτόκε, ἡ ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας πνευματικόν, στερέωσον· καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον. Κάθισμα Ἦχος πλ. δ' Τὴν Σοφίαν καὶ Λογον ΤΟ ΑΚΟΥΤΕ Τῆς ἀρρήτου σοφίας θεοπτικῶς, ἐξαντλήσας τὸν πλοῦτον τὸν γνωστικόν, πᾶσιν ἐθησαύρισας, ὀρθοδοξίας τὰ νάματα, τῶν μὲν πιστῶν καρδίας, ἐνθέως εὐφραίνοντα, τῶν δὲ ἀπίστων ἀξίως, βυθίζοντα δόγματα· ὅθεν δι' ἀμφοτέρων, εὐσεβείας ἱδρῶσιν, ἐδείχθης ἀήττητος, τῆς Τριάδος ὑπέρμαχος, Ἰωάννη Χρυσόστομε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου. Δοξα... Καὶ νῦν ... ΘεοτοκίονΤὸν φλογμὸν τῆς γεέννης καὶ ἐμπρησμόν, τὸν κλαυθμὸν τὸν ἐν ταύτῃ καὶ ὀδυρμόν, τὸν ἐλεεινότατον, χωρισμὸν καὶ πικρότατον, τοῦ τῶν Ἁγίων κλήρου, καὶ τῆς ὁμηγύρεως, ἐνθυμουμένη φρῖξον, ψυχή μου καὶ στέναξον, καὶ τὰ γραμματεῖα, τῶν μυρίων χρεῶν σου, ἀπαλεῖψαι ἐπείχθητι, κατανύξεως δάκρυσι, συνεργὸν ἀκαταίσχυντον, ἔχουσα τὴν μόνην Ἁγνήν, δι' ἦς πταισμάτων δίδοται ἡ ἄφεσις, τοῖς αὐτὴν Θεοτόκον, ὀρθοδόξως δοξάζουσι. Κανών α', ᾨδὴ δ', τῆς Θεοτόκου Ἦχος πλ. δ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ Εἰσακήκοα, Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν Θεότητα.Τῶν παθῶν μου τὸν τάραχον, ἡ τὸν κυβερνήτην τεκοῦσα Κύριον, καὶ τὸν κλύδωνα κατεύνασον, τῶν ἐμῶν πταισμάτων, Θεονύμφευτε.Εὐσπλαγχνίας τὴν ἄβυσσον, ἐπικαλουμένῳ τῆς σῆς παράσχου μοι, ἡ τὸν εὔσπλαγχνον κυήσασα, καὶ Σωτῆρα πάντων, τῶν ὑμνούντων σε.Ἀπολαύοντες, Πάναγνε, τῶν σῶν δωρημάτων εὐχαριστήριον, ἀναμέλπομεν ἐφύμνιον, οἱ γινώσκοντές σε Θεομήτορα.Οἱ ἐλπίδα καὶ στήριγμα, καὶ τῆς σωτηρίας τεῖχος ἀκράδαντον, κεκτημένοι σε, Πανύμνητε, δυσχερείας πάσης, ἐκλυτρούμεθα. Κανών β', ᾨδὴ δ', τοῦ Ἁγίου Ἦχος πλ. δ' Σύ μου ἰσχύς, Κύριε ΤΟ ΑΚΟΥΤΕ Ἄλλον ἡμῖν, τῶν Ἀποστόλων ὁμότροπον, ὁ προνοίᾳ, πάντων προμηθούμενος, ὡς ἀγαθὸς δέδωκε Χριστός, σὲ τῆς οὐρανίου μυσταγωγίας τὸν κήρυκα, καὶ θεῖον ὑποφήτην, μυστηρίων τῶν ἄνω, Ἰωάννη παμμάκαρ Χρυσόστομε. Τὸν χρυσαυγῆ, καὶ χρυσολόγον τιμήσωμεν, Ἰωάννην, πάντας τὸν χρυσώσαντα, χρυσοειδέσι μαρμαρυγαῖς, τῆς διδασκαλίας, καὶ κόσμον γλώσσῃ φαιδρύναντα, χρυσίου λαμπροτέρᾳ, καὶ φωτὸς πληρεστάτῃ, ἐκβρυούσῃ τὴν χάριν τὴν ἔνθεον. Ὅλος Θεοῦ, γέγονας κατοικητήριον, ὅλος ὤφθης, ὄργανον τοῦ Πνεύματος, ἀναφωνοῦν, πάσης ἀρετῆς, θεόπνευστον μέλος, καὶ σωτηρίας ὑπόθεσιν, καὶ κάλλος ὑποφαῖνον, οὐρανῶν βασιλείας, Ἰωάννη παμμάκαρ Χρυσόστομε. Σὺ τοῦ Θεοῦ, τὴν εὐσπλαγχνίαν ἐκήρυξας, μετανοίας, τρόπους ἐκτιθέμενος· καὶ τῶν κακῶν τὴν ἀποφυγήν, ἄριστα διδάσκων, παμμάκαρ καὶ τελεώτατα· καὶ ἔργων τῶν ἀρίστων, παραινέσεις ὑφαίνων, πανσέβάσμιε Πάτερ Χρυσόστομε. ΘεοτοκίονΜετὰ Θεόν, σὲ προστασίαν κεκτήμεθα· σὺ γὰρ Μήτηρ, Θεοῦ ἐχρημάτισας, τοῦ Ποιητοῦ καὶ Δημιουργοῦ, τοῦ τὴν ἡμετέραν, μορφὴν λαβόντος Πανάμωμε, καὶ ταύτην σεσωκότος, ἐκ φθορᾶς καὶ θανάτου, καὶ τῇ δόξῃ τῇ θείᾳ δοξάσαντος. Καταβασία ΤΟ ΑΚΟΥΤΕΤὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης Ἀββακούμ, κατανοῶν ἐκραύγαζε· Δόξα τῇ δυνάμει σου Κύριε. Κανών α', ᾨδὴ ε', τῆς Θεοτόκου Ἦχος πλ. δ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ Φώτισον ἡμᾶς, τοῖς προστάγμασί σου, Κύριε, καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ, τὴν σὴν εἰρήνην, παράσχου ἡμῖν, φιλάνθρωπε.Ἔμπλησον, Ἁγνή, εὐφροσύνης τὴν καρδίαν μου, τὴν σὴν ἀκήρατον διδοῦσα χαράν, τῆς εὐφροσύνης, ἡ γεννήσασα τὸν αἴτιον.Λύτρωσαι ἡμᾶς, ἐκ κινδύνων, Θεοτόκε Ἁγνή, ἡ αἰωνίαν τεκοῦσα λύτρωσιν, καὶ τὴν εἰρήνην, τὴν πάντα νοῦν ὑπερέχουσαν.Λῦσον τὴν ἀχλύν, τῶν πταισμάτων μου, Θεόνυμφε, τῷ φωτισμῷ τῆς σῆς λαμπρότητος, ἡ φῶς τεκοῦσα, τὸ θεῖον καὶ προαιώνιον.Ἴασαι Ἁγνή, τῶν παθῶν μου τὴν ἀσθένειαν, ἐπισκοπῆς σου ἀξιώσασα, καὶ τὴν ὑγείαν, τῇ πρεσβείᾳ σου παράσχου μοι. Κανών β', ᾨδὴ ε', τοῦ Ἁγίου Ἦχος πλ. δ' Ἴνα τὶ με ἀπώσω ΤΟ ΑΚΟΥΤΕ Ἐκκλησίας φωστῆρα, πάντες σε γινώσκομεν φωτοειδέστατον, καὶ ψυχῶν σωτῆρα, ἀναρπάζοντα ταύτας τοῦ φάρυγγος, τοῦ θανατηφόρου καὶ πρὸς ζωὴν καθοδηγοῦντα, τήν αἰώνιον Πάτερ ἀοίδιμε. Λύεις τὰς παρατάξεις, τῶν αἱρετιζόντων σὺ περιφραξάμενος, εὐσεβείας ὅπλοις, καὶ ἀνδρείᾳ ψυχῆς ἱερώτατε, συγκροτεῖς δὲ χαίρων, περιφανῶς τῶν Ὀρθοδόξων, τάς χορείας συνδέσμῳ τοῦ Πνεύματος. Πλήρεις ὥσπερ φιάλαι, ἀρωμάτων ἐνθέων αἱ σιαγόνες σου, καὶ τὴν οἰκουμένην, νοηταῖς εὐωδίαις εὐφραίνουσι, τῇ τῶν νοημάτων, μυρεψικῇ μυσταγωγίᾳ, καὶ τῷ κάλλει τῶν λόγων σου Πάνσοφε. ΘεοτοκίονὩς Θεὸν συλλαβοῦσα, τὸν δημιουργόν τε καὶ κτίστην καὶ Κύριον, γενεαὶ σε πᾶσαι, τῶν ἀνθρώπων Ἁγνὴ μακαρίζουσι· καὶ τῶν Ἀσωμάτων, αἱ νοεραὶ Ταξιαρχίαι, ὡς Μητέρα Θεοῦ σε δοξάζουσιν. Καταβασία ΤΟ ΑΚΟΥΤΕἘξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου· σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, τὴν εἰρήνην βραβεύουσα. Κανών α', ᾨδὴ ς', τῆς Θεοτόκου Ἦχος πλ. δ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾍδῃ προσήγγισε, καὶ δέομαι ὡς Ἰωνᾶς· Ἐκ φθορᾶς, ὁ Θεὸς με ἀνάγαγε.Θανάτου καὶ τῆς φθορᾶς ὡς ἔσωσεν, ἑαυτὸν ἐκδεδωκὼς τῷ θανάτῳ, τὴν τῇ φθορᾷ καὶ θανάτῳ μου φύσιν, κατασχεθεῖσαν, Παρθένε, δυσώπησον, τὸν Κύριόν σου καὶ Υἱόν, τῆς ἐχθρῶν κακουργίας με ῥύσασθαι.Προστάτιν σε τῆς ζωῆς ἐπίσταμαι, καὶ φρουρὰν ἀσφαλεστάτην, Παρθένε, τῶν πειρασμῶν διαλύουσαν ὄχλον, καὶ ἐπηρείας δαιμόνων ἐλαύνουσαν, καὶ δέομαι διαπαντός, ἐκ φθορᾶς τῶν παθῶν μου ῥυσθῆναί με.Ὡς τεῖχος καταφυγῆς κεκτήμεθα, καὶ ψυχῶν σε παντελῆ σωτηρίαν, καὶ πλατυσμὸν ἐν ταῖς θλίψεσι, Κόρη, καὶ τῷ φωτί σου ἀεὶ ἀγαλλόμεθα· Ὧ Δέσποινα, καὶ νῦν ἡμᾶς, τῶν παθῶν καὶ κινδύνων διάσωσον.Ἐν κλίνῃ νῦν ἀσθενῶν κατάκειμαι, καὶ οὐκ ἔστιν ἴασις τῇ σαρκί μου, ἀλλ' ἡ Θεὸν καὶ Σωτῆρα τοῦ κόσμου, καὶ τὸν λυτῆρα τῶν νόσων κυήσασα, σοῦ δέομαι τῆς ἀγαθῆς, ἐκ φθορᾶς νοσημάτων ἀνάστησον. Κανών β', ᾨδὴ ς', τοῦ Ἁγίου Ἦχος πλ. δ' Ἱλάσθητί μοὶ Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ Σοφίᾳ πνευματικῇ, τὸν κόσμον ὅλον ἐπλούτισας, τοῦ λόγου διανομεύς, γενόμενος πλούσιος· πλουσία γὰρ ἄνωθεν, ἱεράρχα χάρις, ἐξεχύθη σοῦ τοῖς χείλεσιν. Εἰς πᾶσαν ὡς ἀστραπή, τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος σου, ἡ δύναμις δὲ τῶν σῶν ῥημάτων, Χρυσόστομε, ὡς σάλπιγξ πανεύσημος, οἰκουμένης πάντα, περιήχησε τὰ πέρατα. Τὸν ἄνωθεν ὑφαντόν, χιτῶνα περιβαλλόμενος, Παμμάκαρ τῶν ἀρετῶν, καὶ λόγων λαμπρότητα, περιποιησάμενος, ἀληθείας ὤφθης, περιδέξιον ἑδραίωμα. ΘεοτοκίονὉ παντοκρατορικῇ, δυνάμει φέρων τὰ σύμπαντα, τὸ ἀσθενὲς τῆς σαρκός, ἐκ σοῦ περιβάλλεται, Παρθένε πανάμωμε, ἐπ' εὐεργεσίᾳ, τῶν ἀνθρώπων ὁ Φιλάνθρωπος. Καταβασία ΤΟ ΑΚΟΥΤΕΤὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες. Κοντάκιον Ἦχος πλ. β' Τὴν ὑπὲρ ἡμῶν ΤΟ ΑΚΟΥΤΕ Ἐκ τῶν οὐρανῶν ἐδέξω τὴν θείαν χάριν, καὶ διὰ τῶν σῶν χειλέων, πάντας διδάσκεις, προσκυνεῖν ἐν Τριάδι τὸν ἕνα Θεόν, Ἰωάννη Χρυσόστομε, παμμακάριστε Ὅσιε, ἐπαξίως εὐφημοῦμέν σε· ὑπάρχεις γὰρ καθηγητής, ὡς τὰ θεῖα σαφῶν. Ὁ Οἶκος Τῷ τῶν ὅλων Ποιητῇ κλίνω τὸ γόνυ, τῷ προαιωνίῳ Λόγῳ χεῖρας ἐκτείνω, λόγου ζητῶν χάρισμα, ἵνα ὑμνήσω τὸν Ὅσιον, ὃν αὐτὸς ἐμεγάλυνε· φησὶ γὰρ τῷ Προφήτῃ, ὁ ζῶν εἰς τοὺς αἰῶνας, Δοξάζω τοὺς ἐν πίστει δοξάζοντάς με· Ὁ οὖν ἐν τοῖς πάλαι τὸν Σαμουὴλ ἀνυψώσας, ἐδόξασε νῦν τὸν Ἱεράρχην· τὸ τάλαντον γὰρ ὃ ἐπιστεύθη, καλῶς ἐμπορευσάμενος, τῷ Βασιλεῖ προσήγαγε· διὸ καὶ ὑπερύψωσεν αὐτὸν ὁ ὑπερούσιος. Τούτου χάριν αἰτῶ ὁ ἀνάξιος ἐγὼ λόγον δοθῆναί μοι, ἵνα ἰσχύσω εὐσεβῶς ἀνυμνῆσαι αὐτόν. Τῶν περάτων γὰρ ὑπάρχει καθηγητής, ὡς τὰ θεῖα σαφῶν. Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν Τῇ ΙΓ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως, τοῦ Χρυσοστόμου. Στίχοι Μύσας ὁ χρυσοῦς Ἰωάννης τὸ στόμα, Ἀφῆκεν ἡμῖν ἄλλο τὰς βίβλους στόμα. Ἀμφὶ τρίτην δεκάτην σίγησεν χρύσεα χείλη. Ταῖς τοῦ Χρυσορρήμονος πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν. Μνήμη τοῦ ἁγίου νέου Ὁσιομάρτυρος Δαμασκηνοῦ Κωνσταντινουπολίτου καὶ ἐν Κων / πόλει κατὰ τὸ 1681 μαρτυρήσαντος. Κανών α', ᾨδὴ ζ', τῆς Θεοτόκου Ἦχος πλ. δ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ Οἱ ἐκ τῆς Ἰουδαίας, καταντήσαντες Παῖδες ἐν Βαβυλῶνι ποτέ, τῇ πίστει τῆς Τριάδος, τὴν φλόγα τῆς καμίνου, κατεπάτησαν ψάλλοντες· Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.Τὴν ἡμῶν σωτηρίαν, ὡς ἠθέλησας Σῶτερ, οἰκονομήσασθαι, ἐν μήτρᾳ τῆς Παρθένου, κατῴκησας τῷ κόσμῳ, ἣν προστάτιν ἀνέδειξας· Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητός εἶ.Θελητὴν τοῦ ἐλέους, ὃν ἐγέννησας, Μῆτερ ἁγνὴ δυσώπησον, ῥυσθῆναι τῶν πταισμάτων, ψυχῆς τε μολυσμάτων, τοὺς ἐν πίστει κραυγάζοντας· Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.Θησαυρὸν σωτηρίας, καὶ πηγὴν ἀφθαρσίας, τὴν σὲ κυήσασαν, καὶ πύργον ἀσφαλείας, καὶ θύραν μετανοίας, τοῖς κραυγάζουσιν ἔδειξας· Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.Σωμάτων μαλακίας, καὶ ψυχῶν ἀρρωστίας, Θεογεννήτρια, τῶν πόθῳ προσιόντων, τῇ σκέπῃ σου τῇ θείᾳ, θεραπεύειν ἀξίωσον, ἡ τὸν Σωτῆρα Χριστόν, ἡμῖν ἀποτεκοῦσα. Κανών β', ᾨδὴ ζ', τοῦ Ἁγίου Ἦχος πλ. δ' Θεοῦ συγκατάβασιν ΤΟ ΑΚΟΥΤΕ Χρηστότητος ἄβυσσον, καὶ εὐσπλαγχνίας μεμυημένος Θεοῦ, ἐγγυώμενος ὤφθης, τὴν σωτηρίαν μετανοοῦσι θερμῶς, καὶ ὁλοψύχως Κυρίῳ κραυγάζουσι· Εὐλογητὸς ὁ Θεός ὁ τῶν Πατέρων ἡμῶν. Ῥυθμίζεις Χρυσόστομε, ταῖς διδαχαῖς σου πᾶσαν διάνοιαν, καὶ ψυχῶν θεραπεύεις, τὰς ἀρρωστίας ὡς συμπαθέστατος, καὶ εὐδρομοῦσι συμψάλλεις γηθόμενος· Εὐλογητός ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν. Ὑψώθης γενόμενος, ἐκλελεγμένος ὅσιος ἄκακος, ἱερεὺς τοῦ Ὑψίστου, δικαιοσύνην ἐνδεδυμένος λαμπρῶς, καὶ εὐφροσύνῃ κραυγάζων Πανόλβιε· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν. ΘεοτοκίονΣυνέλαβες Ἄχραντε, τὸν ἐπὶ πάντων Θεὸν καὶ Κύριον, εὐδοκήσαντα σῶσαι, τὸ τῶν ἀνθρώπων γένος θανάτου φθορᾶς, ὃν ἐπαξίως ὑμνοῦντες κραυγάζομεν· Εὐλογητός ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν. Καταβασία ΤΟ ΑΚΟΥΤΕΟὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ. Κανών α', ᾨδὴ η', τῆς Θεοτόκου Ἦχος πλ. δ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ Τὸν Βασιλέα τῶν οὐρανῶν, ὃν ὑμνοῦσι στρατιαὶ τῶν Ἀγγέλων, ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.Τοὺς βοηθείας τῆς παρὰ σοῦ δεομένους, μὴ παρίδῃς Παρθένε, ὑμνοῦντας, καὶ ὑπερυψοῦντάς σε, Κόρη, εἰς αἰῶνας.Τῶν ἰαμάτων τὸ δαψιλές, ἐπιχέεις τοῖς πιστῶς ὑμνοῦσί σε Παρθένε, καὶ ὑπερυψοῦσι τὸν ἄφραστόν σου τόκον.Τὰς ἀσθενείας μου τῆς ψυχῆς ἰατρεύεις, καὶ σαρκὸς τὰς ὀδύνας, Παρθένε, ἵνα σε δοξάζω τὴν Κεχαριτωμένην.Τῶν πειρασμῶν σὺ τὰς προσβολὰς ἐκδιώκεις, καὶ παθῶν τὰς ἐφόδους Παρθένε· ὅθεν σε ὑμνοῦμεν εἰς πάντας τοὺς αἰῶνας. Κανών β', ᾨδὴ η', τοῦ Ἁγίου Ἦχος πλ. δ' Ἑπταπλασίως κάμινον ΤΟ ΑΚΟΥΤΕ Οἱ νουνεχῶς τοῖς λόγοις σου, ὁμιλοῦντες Χρυσόστομε, τῆς θεολογίας, τὸ σεπτὸν μυούμεθα, καὶ πᾶσαν καρπούμεθα, τῶν ἀγαθῶν τὴν ὄνησιν, καὶ τὴν τῆς κακίας, ἀποφεύγομεν βλάβην· κοινὸν γὰρ πρυτανεῖον, σωτηρίας ἐγένου, βοῶν· Ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας. Ὑπὲρ ἡμῶν δυσώπησον, τὸν Δεσπότην Χρυσόστομε, τῇ συμπαθεστάτῃ, παρρησίᾳ χρώμενος, καὶ τῇ ἐλεήμονι, καὶ φιλανθρώπῳ Πάτερ στοργῇ· σὲ γὰρ τῷ Σωτῆρι, προβαλλόμεθα πίστει, μεσίτην καὶ προστάτην, καὶ θερμότατον πρέσβυν, θεόφρον Ἱεράρχα, Παμμάκαρ Ἰωάννη. Νεανικὴν τὴν ἔνστασιν, ἀταπείνωτον φρόνημα, πρὸς τοὺς ἀδικοῦντας, βασιλεῖς ἐνδέδειξαι, θερμῶς προϊστάμενος, ἀδικουμένων Ὅσιε, καὶ τῶν ὀρφανῶν, καὶ τῶν χηρῶν καὶ πενήτων, Πατὴρ γεγενημένος, στοργικῇ διαθέσει, βοῶν· Ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας. ΘεοτοκίονΣωματικαῖς μορφώσεσι, καὶ ποικίλοις αἰνίγμασι, καὶ συμβολικαῖς καὶ τυπικαῖς ἐμφάσεσι, τὴν σὴν προεμήνυον, οἱ θεηγόροι γέννησιν, τὴν ὑπερφυᾶ, καὶ θαυμαστήν σου Παρθένε· διὸ σε γεγηθότες, εὐσεβῶς ἀνυμνοῦμεν, Χριστὸν ὑπερυψοῦντες, εἰς πάντας τοὺς αἰῶνας. Καταβασία ΤΟ ΑΚΟΥΤΕΠαῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Κανών α', ᾨδὴ θ', τῆς Θεοτόκου Ἦχος πλ. δ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ Κυρίως Θεοτόκον, σὲ ὁμολογοῦμεν, οἱ διὰ σοῦ σεσωσμένοι, Παρθένε ἁγνή, σὺν Ἀσωμάτων χορείαις, σὲ μεγαλύνοντες.Ῥοήν μου τῶν δακρύων, μὴ ἀποποιήσῃς, ἡ τὸν παντὸς ἐκ προσώπου πᾶν δάκρυον, ἀφῃρηκότα Παρθένε, Χριστὸν κυήσασα.Χαρᾶς μου τὴν καρδίαν, πλήρωσον, Παρθένε, ἡ τῆς χαρᾶς δεξαμένη τὸ πλήρωμα, τῆς ἁμαρτίας τὴν λύπην, ἐξαφανίσασα.Λιμὴν καὶ προστασία, τῶν σοὶ προσφευγόντων, γενοῦ Παρθένε, καὶ τεῖχος ἀκράδαντον, καταφυγή τε καὶ σκέπη, καὶ ἀγαλλίαμα.Φωτός σου ταῖς ἀκτῖσι, λάμπρυνον, Παρθένε, τὸ ζοφερὸν τῆς ἀγνοίας διώκουσα, τοὺς εὐσεβῶς Θεοτόκον, σὲ καταγγέλλοντας.Κακώσεως ἐν τόπῳ, τῷ τῆς ἀσθενείας, ταπεινωθέντα, Παρθένε, θεράπευσον, ἐξ ἀρρωστίας εἰς ῥῶσιν, μετασκευάζουσα. Κανών β', ᾨδὴ θ', τοῦ Ἁγίου Ἦχος πλ. δ' Ἐξέστη ἐπὶ τούτῳ ΤΟ ΑΚΟΥΤΕ Τῆς ὄντως ἀπολαύων Πάτερ ζωῆς, ὑπὲρ ἧς ἠγωνίσω πρὸς δύναμιν, ἐπὶ τῆς γῆς, βίῳ διαπρέψας ἀγγελικῷ, καὶ τοῦ Χριστοῦ κτησάμενος, γλῶσσαν καὶ τὸ στόμα τὸ γαληνόν, σωθῆναι θεηγόρε, δυσώπει τοὺς σὲ πίστει, διαφερόντως μακαρίζοντας. Οἱ λόγοι σου Τρισμάκαρ λόγοι ζωῆς, τὴν ζωὴν προξενοῦντες τὴν ἄληκτον· σὲ γὰρ πηγήν, βρύουσαν ἀνέδειξεν ὁ Χριστός, καὶ ποταμὸν προχέοντα, θείων διδαγμάτων ἐπιρροάς, τρυφῆς ὄντως χειμάρρουν, ἀφέσεώς τε ῥεῖθρον, καὶ μετανοίας λαμπρὸν κήρυκα. Μεσίτης ἀνεδείχθης Ἀρχιερεῦ, τοῦ Θεοῦ καὶ ἀνθρώπων ὑπέρλαμπρος· σὺ γὰρ φωστήρ, ὤφθης εὐσεβείας θεοφεγγής, καὶ τῆς ἐνθέου γέγονας, ἐλεημοσύνης εἰσηγητής· διὸ σε Χρυσολόγε, καρδίας διαθέσει, νῦν ἐπαξίως μεγαλύνομεν. ΘεοτοκίονἉγνὴ δεδοξασμένη Μήτηρ Θεοῦ, τοὺς ὑμνοῦντάς σε πόθῳ περίσῳζε, τῶν πειρασμῶν, ὄχλον διαλύουσα συμπαθῶς· ὡς γὰρ Θεὸν γεννήσασα, πάντα ὅσα θέλεις ἐπιτελεῖν, ἀνύεις ἀκωλύτως, καὶ δύνασαι Παρθένε· διὸ σε πάντες μεγαλύνομεν. Καταβασία ΤΟ ΑΚΟΥΤΕἍπας γηγενής, σκιρτάτω τῷ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων φύσις γεραίρουσα, τὴν ἱερὰν πανήγυριν τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνὴ ἀειπάρθενε. Ἐξαποστειλάριον Ἦχος γ' Ἐν πνεύματι τῷ Ἱερῷ ΤΟ ΑΚΟΥΤΕ Τοῖς χρυσαυγέσι λόγοις σου, ἡ Χριστοῦ Ἐκκλησία, φαιδρύνεται λαμπρύνεται, ὦ Χρυσόστομε Πάτερ, ψυχαὶ δὲ κατευφραίνονται, τῶν πιστῶν γεραίρουσαι, τὴν παναγίαν σου μνήμην· σὺ γὰρ πᾶσιν ἐφάνης, σωτηρίας ὁδηγός, καὶ κήρυξ τῆς μετανοίας. Ἐξαποστειλάριον Ἦχος β' Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ Τὸν μεγαλοφωνότατον, τῆς μετανοίας κήρυκα, τὸν θησαυρὸν τῶν πενήτων, τὸ στόμα τῆς Ἐκκλησίας, τὸ χρύσεον καὶ εὔλαλον, τῶν Γραφῶν τὴν σαφήνειαν, Ἰωάννην τόν πάνσοφον, ἀνευφημήσωμεν πάντες, ὡς ὑπ' αὐτοῦ στηριχθέντες. Θεοτοκίον Ἦχος β' Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ Παρθένε παναμώμητε, Κυρία μου καὶ Δέσποινα, τὸν σὸν Υἱὸν ἐκδυσώπει, σὺν τῷ κλεινῷ Χρυσοστόμῳ, πειρατηρίων ῥύσασθαι, παντοίων τοὺς ὑμνοῦντάς σε, καὶ αἰωνίων ἅπαντας, ἀγαθῶν ἀξιῶσαι· δύνασαι γὰρ ὅσα θέλεις. Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Στιχηρὰ Προσόμοια τοῦ Ἁγίου Ἦχος δ' Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ Χρυσοῦ τηλαυγέστερον, τὰ ἱερά σου διδάγματα, προχεόμενος πάνσοφε, πλουτίζεις Χρυσόστομε, πενομένας φρένας, καὶ ἀποδιώκεις, τῶν παθημάτων τὴν ἀχλύν, φιλαργυρίας πικρὸν χειμῶνά τε· διὸ σε μακαρίζομεν, χρεωστικῶς καὶ τὴν κόνιν σου, τῶν λειψάνων σεβόμεθα, ὡς πηγὴν ἁγιάσματος. Ἦχος δ' Ὁ στῦλος ὁ πύρινος, ὁ ποταμὸς ὁ τοῖς νάμασι, τῶν δογμάτων κατάρρυτος, ὁ νοῦς ὁ οὐράνιος, τῆς θεολογίας, τὸ πάγχρυσον στόμα, ἁμαρτωλῶν ἐγγυητής, τῆς μετανοίας κήρυξ ὁ ἔνθεος, φωστὴρ ὁ διαυγέστατος, ὁ ἐπουράνιος ἄνθρωπος, ὁ μακάριος σήμερον, ἀνυμνείσθω Χρυσόστομος. Ἦχος δ' Ἥλιος πολύφωτος, τὴν οἰκουμένην τοῖς λόγοις σου, καταυγάζων γεγένησαι, ἀστὴρ φαεινότατος, λαμπὰς φανοτάτη, πυρσὸς τοὺς θαλάσσῃ, τῇ κοσμικῇ διαπαντός, χειμαζομένους ὁ προσκαλούμενος, πρὸς ὅρμον γαληνότατον, τῆς σωτηρίας ἐν χάριτι, Χρυσόλογε Χρυσόστομε, πρεσβευτὰ τῶν ψυχῶν ἡμῶν. Ἦχος δ' Ἀδίκως τῆς ποίμνης σου, ἀπελαθεὶς Πάτερ Ὅσιε, προσωμίλησας θλίψεσι, πικραῖς ἐξορίαις τε, ἐν αἷς ἠξιώθης, μακαρίου τέλους, οἷα γενναῖος Ἀθλητής, καταπαλαίσας τὸν πολυμήχανον, καὶ νίκης διαδήματι, σὲ ὁ Χριστὸς ἐστεφάνωσε, Ἰωάννη Χρυσόστομε, πρεσβευτὰ τῶν ψυχῶν ἡμῶν. Δοξαστικὸν Ἦχος πλ. δ' Ἀνατολίου Χρυσέοις ἔπεσι, καὶ θεοφθόγγοις διδάγμασι, κατακοσμήσας τὴν τοῦ Θεοῦ Ἐκκλησίαν, πλοῦτον πνευματικόν ἐθησαύρισας ἐν αὐτῇ, τὰ σὰ θεοπαράδοτα λόγια· διὸ στέφανον ἐξ ἀκηράτων ἀνθέων, πλεξαμένη τοῖς ᾄσμασι, τῇ ἱερᾷ σου προσφέρει μνήμῃ, πάγχρυσε τῇ ψυχῇ σὺν τῇ γλώττῃ, Ἰωάννη Θεόσοφε· Ἀλλ' ὡς ἔχων παρρησίαν Ὅσιε, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν. Θεοτοκίον Ἦχος πλ. δ' Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως. Μεγάλη Δοξολογία Εἰς τὴν Λειτουργίαν, τὰ Τυπικά, καὶ ἐκ τοῦ Κανόνος τοῦ Ἁγίου ἡ γ' καὶ ς' ᾨδή. Κοινωνικόν.Εἰς μνημόσυνον αἰώνιον ἔσται Δίκαιος, Ἀλληλούϊα.
ΛΕΙΤΟΥΡΓΙΕΣ
Sep 26 Τῇ ΚΣΤ' τοῦ αὐτοῦ μηνός, ἡ Μετάστασις τοῦ Ἁγίου ἐνδόξου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ, Φίλου, Ἐπιστηθίου, Παρθένου, Ἠγαπημένου, Ἰωάννου τοῦ Θεολόγου. ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους γ' καὶ ψάλλομεν τὰ παρόντα Προσόμοια.Στιχηρὰ Ἦχος β' Ὅτε, ἐκ τοῦ ξύλου σε νεκρὸν ΤΟ ΑΚΟΥΤΕ Δεῦτε, τῆς σοφίας τὸν βυθόν, καὶ τῶν ὀρθοδόξων δογμάτων, τὸν συγγραφέα πιστοί, ὕμνοις στεφανώσωμεν, ἐνθέοις σήμερον, Ἰωάννην τὸν ἔνδοξον, καὶ ἠγαπημένον· οὗτος γὰρ ἐβρόντησεν· Ὁ Λόγος ἦν ἐν ἀρχῇ· ὅθεν βροντόφωνος ἐδείχθη, ὡς τὸ Εὐαγγέλιον κόσμῳ, γράψας πολυσόφως ὁ ἀοίδιμος. (Δὶς) Ἦχος β' Ὄντως, σὺ ἐφάνης ἀληθῶς, φίλος ἐπιστήθιος μέγας, τῷ Διδασκάλῳ Χριστῷ, στήθει γὰρ ἐνέπεσας· ὅθεν ἐξήντλησας, τῆς σοφίας τὰ δόγματα, ἐν οἷς καὶ πλουτίζεις, πᾶσαν τὴν περίγειον, ὡς θεηγόρος Θεοῦ· ὅθεν καὶ κατέχουσα ταῦτα, ἡ τερπνὴ τοῦ Χριστοῦ Ἐκκλησία, νῦν εὐφραινομένη ἐπαγάλλεται. Ἦχος β' Χαίροις, θεολόγε ἀληθῶς, χαίροις τῆς Μητρὸς τοῦ Κυρίου, υἱὲ παμπόθητε· σὺ γὰρ παριστάμενος, ἐν τῷ Σταυρῷ τοῦ Χριστοῦ, τῆς ἐνθέου ἀκήκοας, φωνῆς τοῦ Δεσπότου. Ἴδε νῦν ἡ μήτηρ σου, πρὸς σὲ βοήσαντος· ὅθεν, ἐπαξίως σε πάντες, ὡς Χριστοῦ Ἀπόστολον μέγαν, καὶ ἠγαπημένον μακαρίζομεν. Δόξα... Ἦχος β' Θεολόγε Παρθένε, Μαθητὰ ἠγαπημένε τοῦ Σωτῆρος, ταῖς ἱκεσίαις σου ἡμᾶς περίσῳζε δεόμεθα, ἀπὸ βλάβης παντοίας, ὅτι σοῦ ἐσμεν ποίμνιον. Καὶ νῦν... Ἦχος β' Ὠσεὶ ἐλαία κατάκαρπος, ἡ Παρθένος ἐβλάστησε, σὲ τὸν καρπὸν τῆς ζωῆς, καρποφοροῦντα κόσμῳ, τὸ μέγα καὶ πλούσιον ἔλεος. Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια. Ἦχος πλ. β' Τριήμερος ἀνέστης Χριστὲ ΤΟ ΑΚΟΥΤΕ Τὴν μνήμην τοῦ σεπτοὺ Μαθητοῦ, Χριστοῦ τοῦ Βασιλέως ἡμῶν, ἐπαξίως, ἀνυμνήσωμεν πιστοί· αὐτὸς γὰρ τῆς Τριάδος, τὴν γνῶσιν ἀριδήλως, πᾶσι τοῖς ἔθνεσιν ἐκήρυξεν.Στίχ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ. Ἦχος πλ. β' Τὴν ζάλην μετεποίησε, τῆς πλάνης τῶν εἰδώλων πρίν, εἰς γαλήνην, ὁ Ἀπόστολος Χριστοῦ, τὸν κόσμον ὁδηγήσας, ἐν πίστει ὀρθοδόξῳ· καὶ νῦν πρεσβεύει ὑπὲρ πάντων ἡμῶν.Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα. Ἦχος πλ. β' Μέγιστον ἀντιλήπτορα, Χριστὲ τὸν σὸν Ἀπόστολον, ἐδωρήσω, Ἐφεσίοις τὸν σοφόν, καὶ θεῖον θεολόγον, ὃν καὶ νῦν εὐφημοῦμεν, ὡς οἰκιστὴν καὶ πολιοῦχον αὐτῆς. Θεοτοκίον Δόξα... Καὶ νῦν... Ἦχος πλ. β' Τριήμερος ἀνέστης Χριστὲ ΤΟ ΑΚΟΥΤΕ Τριὰς ἀπειροδύναμε, Μονὰς ἡ τρισυπόστατος, ταῖς πρεσβείαις, Θεολόγου τοῦ σεπτοῦ, καὶ τῆς ἀειπαρθένου, καὶ μόνης Θεοτόκου, σῶσον ἡμᾶς τοὺς ἀνυμνοῦντάς σε. Ἀπολυτίκιον Ἦχος β' Ἀπόστολε, Χριστῷ τῷ Θεῷ ἠγαπημένε, ἐπιτάχυνον, ῥῦσαι λαὸν ἀναπολόγητον· δέχεταί σε προσπίπτοντα, ὁ ἐπιπεσόντα τῷ στήθει καταδεξάμενος, ὃν ἱκέτευε θεολόγε, καὶ ἐπίμονον νέφος ἐθνῶν διασκεδάσαι, αἰτούμενος ἡμῖν εἰρήνην, καὶ τὸ μέγα ἔλεος. Θεοτοκίον, Ἦχος β' Πάντα ὑπὲρ ἔννοιαν, πάντα ὑπερένδοξα, τὰ σὰ Θεοτόκε μυστήρια, τῇ ἁγνείᾳ ἐσφραγισμένη, καὶ παρθενίᾳ φυλαττομένη, μήτηρ ἐγνώσθης ἀψευδής, Θεὸν τεκοῦσα ἀληθινόν· αὐτὸν ἱκέτευε, σωθῆναι τάς ψυχὰς ἡμῶν. ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ Μετὰ τὸν Προοιμιακόν, τὴν α' στάσιν τοῦ Μακάριος ἀνήρ, Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν τὰ παρόντα Προσόμοια γ', ἃ καὶ δευτεροῦμεν.ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν τὰ παρόντα Προσόμοια γ', ἃ καὶ δευτεροῦμεν. Στιχηρὰ τοῦ Εὐαγγελιστοῦ Ἦχος α' Τῶν οὐρανίων ταγμάτων ΤΟ ΑΚΟΥΤΕ Ὁ θεατὴς τῶν ἀρρήτων ἀποκαλύψεων, καὶ ἐρμηνεὺς τῶν ἄνω, τοῦ Θεοῦ μυστηρίων, ὁ παῖς τοῦ Ζεβεδαίου, γράψας ἡμῖν, τὸ Χριστοῦ Εὐαγγέλιον, θεολογεῖν τὸν Πατέρα καὶ τὸν Υἱόν, καὶ τὸ Πνεῦμα ἐξεπαίδευσεν. (Δίς). Ἦχος α' Ἡ θεοκίνητος λύρα, τῶν οὐρανίων ᾠδῶν, ὁ μυστογράφος οὗτος, τὸ θεόπνευστον στόμα, τὸ ᾆσμα τῶν ᾀσμάτων, ᾄδει τερπνῶς, τὰ μεν χείλη κινῶν ὡς νευράς, ὥς περ δὲ πλῆκτρον τὴν γλῶτταν ἀνακινῶν, καὶ πρεσβεύει τοῦ σωθῆναι ἡμᾶς. (Δίς). Ἦχος α' Τῇ βροντοφώνῳ σου γλώττῃ ἀναφθεγγόμενος, τῆς τοῦ Θεοῦ σοφίας, τὸν ἀπόκρυφον λόγον, Θεῷ ἠγαπημένε, κράζεις ἀεί, ἀναπτύσσων τὰ χείλη πυκνῶς, τό, Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ δᾳδουχεῖς, πάντα ἄνθρωπον πρὸς γνῶσιν Θεοῦ. (Δίς). Δοξαστικὸν Ἦχος β' ΓερμανοῦΟἱ δὲ Βυζαντίου Τὸν υἱὸν τῆς βροντῆς, τὸν θεμέλιον τῶν θείων λόγων, τὸν ἀρχηγὸν τῆς θεολογίας, καὶ κήρυκα πρώτιστον, τῆς ἀληθοῦς δογμάτων Θεοῦ σοφίας, τὸν ἠγαπημένον Ἰωάννην καὶ Παρθένον, μερόπων γένος κατὰ χρέος εὐφημήσωμεν· οὗτος γάρ, ἄληκτον ἔχων τὸ θεῖον ἐν ἑαυτῷ, τό, Ἐν ἀρχῇ μὲν ἔφησεν ὁ Λόγος· αὖθίς τε τὸ πρὸς τὸν Πατέρα ἀχώριστον, καὶ τὸ ἴσον μετὰ ταῦτα, τῆς τοῦ Πατρὸς οὐσίας, δεικνύων ἡμῖν δι' αὐτοῦ, τὴν ὀρθοδοξίαν τῆς Ἁγίας Τριάδος, δημιουργόν τε ὄντα σὺν τῷ Πατρί, καὶ ζωὴν φέροντα, καὶ φῶς ἀληθινόν, τὸν αὐτὸν ἔδειξεν ἡμῖν. Ὢ θαύματος ἐκστατικοῦ καὶ πράγματος ἐκπληκτικοῦ! ὅτι πλήρης ὢν τῆς ἀγάπης, πλήρης γέγονε καὶ τῆς θεολογίας, δόξῃ καὶ τιμῇ καὶ πίστει, θέμεθλος ὑπάρχων, τῆς ἀκραιφνοῦς ἡμῶν πίστεως, δι' ἧς τύχοιμεν τῶν αἰωνίων ἀγαθῶν, ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως. Θεοτοκίον Ἦχος β' Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου, τῆς χάριτος ἐλθούσης· ὡς γὰρ ἡ βάτος οὐκ ἐκαίετο καταφλεγομένη, οὕτω παρθένος ἔτεκες, καὶ παρθένος ἔμεινας, ἀντὶ στύλου πυρός, δικαιοσύνης ἀνέτειλεν ἥλιος, ἀντὶ Μωϋσέως Χριστός, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν. Καθολικῆς Α' Ἐπιστολῆς, Ἰωάννου(Κεφ. 3, 2124 & 4, 16) Ἀγαπητοί, ἐὰν ἡ καρδία ἡμῶν μὴ καταγινώσκῃ ἡμῶν, παρρησίαν ἔχομεν πρὸς τὸν Θεόν, καὶ ὃ ἐὰν αἰτῶμεν, λαμβάνομεν παρ' αὐτοῦ, ὅτι τάς ἐντολὰς αὐτοῦ τηροῦμεν, καὶ τὰ ἀρεστὰ ἐνώπιον αὐτοῦ ποιοῦμεν. Καὶ αὕτη ἐστὶν ἡ ἐντολὴ αὐτοῦ, ἵνα πιστεύωμεν τῷ ὀνόματι τοῦ Υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ, καὶ ἀγαπῶμεν ἀλλήλους, καθῶς ἔδωκεν ἡμῖν ἐντολήν, καὶ ὁ τηρῶν τάς ἐντολὰς αὐτοῦ, ἐν αὐτῷ μένει, καὶ αὐτὸς ἐν αὐτῷ καὶ ἐν τούτῳ γινώσκομεν, ὅτι μένει ἐν ἡμῖν, ἐκ τοῦ Πνεύματος οὗ ἔδωκεν ἡμῖν. Ἀγαπητοί, μὴ παντὶ πνεύματι πιστεύετε, ἀλλὰ δοκιμάζετε τὰ πνεύματα, εἰ ἐκ τοῦ Θεοῦ ἐστιν, ὅτι πολλοὶ ψευδοπροφῆται ἐξεληλύθασιν εἰς τὸν κόσμον. Ἐν τούτῳ γινώσκετε τὸ Πνεῦμα τοῦ Θεοῦ. Πᾶν πνεῦμα, ὃ ὁμολογεῖ Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθότα, ἐκ τοῦ Θεοῦ ἐστι καὶ πᾶν πνεῦμα, ὃ μὴ ὁμολογεῖ Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθότα, ἐκ τοῦ Θεοῦ οὐκ ἔστι· καὶ τοῦτό ἐστι τὸ τοῦ Ἀντιχρίστου, ὃ ἀκηκόατε, ὅτι ἔρχεται, καὶ νῦν ἐν τῷ κόσμῳ ἐστὶν ἤδη. Ὑμεῖς ἐκ τοῦ Θεοῦ ἐστε, τεκνία, καὶ νενικήκατε αὐτούς, ὅτι μείζων ἐστὶν ὁ ἐν ὑμῖν, ἢ ὁ ἐν τῷ κόσμῳ. Αὐτοὶ ἐκ τοῦ κόσμου εἰσί, διὰ τοῦτο ἐκ τοῦ κόσμου λαλοῦσι, καὶ ὁ κόσμος αὐτῶν ἀκούει. Ἡμεῖς ἐκ τοῦ Θεοῦ ἐσμεν, ὁ γινώσκων τὸν Θεόν, ἀκούει ἡμῶν, ὃς οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, οὐκ ἀκούει ἡμῶν. Καθολικῆς Α' Ἐπιστολῆς Ἰωάννου(Κεφ. 4, 116) Ἀγαπητοί, εἰ οὕτως ὁ Θεὸς ἠγάπησεν ἡμᾶς, καὶ ἡμεῖς ὀφείλομεν ἀλλήλους ἀγαπᾶν. Θεὸν οὐδεὶς πώποτε τεθέαται, ἐὰν ἀγαπῶμεν ἀλλήλους, ὁ Θεὸς ἐν ἡμῖν μένει, καὶ ἡ ἀγάπη αὐτοῦ τετελειωμένη ἐστὶν ἐν ἡμῖν. Ἐν τούτῳ γινώσκομεν, ὅτι ἐν αὐτῷ μένομεν, καὶ αὐτὸς ἐν ἡμῖν, ὅτι ἐκ τοῦ Πνεύματος αὐτοῦ δέδωκεν ἡμῖν. Καὶ ἡμεῖς τεθεάμεθα καὶ μαρτυροῦμεν, ὅτι ὁ Πατὴρ ἀπέσταλκε τὸν Υἱὸν σωτῆρα τοῦ κόσμου. Ὃς ἂν ὁμολογήσῃ, ὅτι Ἰησοῦς ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ Θεὸς ἐν αὐτῷ μένει, καὶ αὐτὸς ἐν τῷ Θεῷ. Καὶ ἡμεῖς ἐγνώκαμεν καὶ πεπιστεύκαμεν τὴν ἀγάπην, ἣν ἔχει ὁ Θεὸς ἐν ἡμῖν. Ὁ Θεὸς ἀγάπη ἐστί, καὶ ὁ μένων ἐν τῇ ἀγάπῃ, ἐν τῷ Θεῷ μένει καὶ ὁ Θεὸς ἐν αὐτῷ. Καθολικῆς Α' Ἐπιστολῆς Ἰωάννου(Κεφ. 4, 2021 & 5, 15) Ἀγαπητοί, ἐὰν τὶς εἴπῃ· Ὅτι ἀγαπῶ τὸν Θεὸν καὶ τὸν ἀδελφὸν αὐτοῦ μισῇ, ψεύστης ἐστί· ὁ γὰρ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ, ὃν ἑώρακε, τὸν Θεόν, ὅν οὐχ ἑώρακε, πῶς δύναται ἀγαπᾶν; Καὶ ταύτην τὴν ἐντολὴν ἔχομεν ἀπ' αὐτοῦ, ἵνα ὁ ἀγαπῶν τὸν Θεόν, ἀγαπᾷ καὶ τὸν ἀδελφὸν αὐτοῦ. Πᾶς ὁ πιστεύων, ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστός, ἐκ τοῦ Θεοῦ γεγέννηται, καὶ πᾶς ὁ ἀγαπῶν τὸν γεννήσαντα ἀγαπᾷ καὶ τὸν γεγεννημένον ἐξ αὐτοῦ. Ἐν τούτῳ γινώσκομεν, ὅτι ἀγαπῶμεν τὰ τέκνα τοῦ Θεοῦ, ὅταν τὸν Θεὸν ἀγαπῶμεν, καὶ τάς ἐντολὰς αὐτοῦ τηρῶμεν. Αὔτη γάρ ἐστιν ἡ ἀγάπη τοῦ Θεοῦ, ἵνα τάς ἐντολὰς αὐτοῦ τηρῶμεν, καὶ αἱ ἐντολαὶ αὐτοῦ βαρεῖαι οὐκ εἰσίν, ὅτι πᾶν τὸ γεγεννημένον ἐκ τοῦ Θεοῦ νικᾷ τὸν κόσμον. Καὶ αὔτη ἐστὶν ἡ νίκη, ἡ νικήσασα τὸν κόσμον, ἡ πίστις ἡμῶν. Τίς ἐστιν ὁ νικῶν τὸν κόσμον, εἰμὴ ὁ πιστεύων, ὅτι Ἰησοῦς ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ; Εἰς τὴν Λιτὴν Στιχηρὰ Ἰδιομελα.Ἦχος α' ΓερμανοῦΠοταμοὶ θεολογίας ἐκ τοῦ τιμίου σου στόματος ἀνέβλυσαν Ἀπόστολε, ἐξ ὧν ἡ Ἐκκλησία τοῦ Θεοῦ ἀρδευομένη, προσκυνεῖ ὀρθοδόξως Τριάδα ὁμοούσιον, ἣν καὶ νῦν αἴτησαι, Ἰωάννη θεολόγε, στηριχθῆναι, καὶ σωθῆναι τάς ψυχὰς ἡμῶν.Ὁ αὐτὸςἈνδρέου ΠυροῦΤὸ φυτὸν τῆς ἁγνείας, τὸ μύρον τῆς εὐωδίας, πάλιν ἀνέτειλεν ἡμῖν, εἰς τὴν παροῦσαν Ἑορτήν, βοῆσαι πρὸς αὐτόν· Ὁ ἀναπεσὼν ἐπὶ τὸ στῆθος τὸ δεσποτικόν, καὶ ἐπομβρήσας τῷ κόσμῳ τὸν λόγον, Ἰωάννη Ἀπόστολε, ὁ τὴν Παρθένον φυλάξας ὡς κόρην ὀφθαλμοῦ, αἴτησαι ἡμῖν παρὰ Χριστοῦ τὸ μέγα ἔλεος.Ὁ αὐτὸςΜαθητὰ τοῦ Σωτῆρος, Παρθένε καὶ θεολόγε, σοὶ ὡς Παρθένῳ τὴν Παρθένον καὶ Θεοτόκον παρέθετο, Χριστὸς ὁ Θεὸς σταυρούμενος, καὶ ταύτην ἐφύλαξας ὡς κόρην ὀφθαλμοῦ· διὸ πρὲσβευε σωθῆναι τάς ψυχὰς ἡμῶν.Ὁ αὐτὸςὩς τῶν ἀπορρήτων μυστηρίων αὐτόπτης ἐκέκραγες βοῶν, τὸν προαιώνιον Λόγον ἐν ἀρχῇ ὑπάρχειν πρὸς Θεόν, καὶ αὐτὸν εἶναι Θεόν, Ἰωάννη Ἀπόστολε, ἐπιστήθιε Χριστοῦ, καὶ φίλε γνήσιε, τῆς Τριάδος τὸ ἥδυσμα, Ἐφέσου καὶ τῆς Πάτμου, τὸ στήριγμα τὸ ἄσειστον, ἡμῶν δὲ βοήθεια. Πρὲσβευε Θεολόγε παμμακάριστε, ἐκ δυσσεβῶν ἐχθρῶν, αἰσθητῶν καὶ νοητῶν, λυτρωθῆναι λαὸν τὸν τὴν μνήμην σου, ἀεὶ ἐκτελοῦντα πιστῶς.Ἦχος β' ΘεοφάνουςΤὴν τῶν Ἀποστόλων ἀκρότητα, τῆς θεολογίας τὴν σάλπιγγα, τὸν πνευματικόν στρατηγόν, τὸν τὴν οἰκουμένην Θεῷ καθυποτάξαντα, δεῦτε οἱ πιστοὶ μακαρίσωμεν, Ἰωάννην τὸν ἀοίδιμον, ἐκ γῆς μεθιστάμενον, καὶ γῆς οὐκ ἀφιστάμενον, ἀλλὰ ζῶντα καὶ μένοντα, τὴν φοβερὰν τοῦ Δεσπότου δευτέραν ἔλευσιν, ἣν ἀκατακρίτως ὑπαντῆσαι ἡμᾶς αἴτησαι, φίλε μυστικέ, Χριστοῦ ἐπιστήθιε, τοὺς ἐκ πόθου ἐκτελοῦντας τὴν μνήμην σου.Δόξα... Ἦχος δ'ΒυζαντίουἈναπεσὼν ἐν τῷ στήθει τοῦ Διδασκάλου Χριστοῦ, ἐν τῷ δείπνῳ Κυρίου, ἠγαπημένε Μαθητά, ἐκεῖθεν ἔγνως τὰ ἄρρητα, καὶ τὴν οὐράνιον πᾶσιν ἐβρόντησας φωνήν· Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος, τὸ φῶς τὸ ἀληθινόν, τὸ φωτίζον πάντα ἄνθρωπον, εἰς τὸν κόσμον ἐρχόμενον, Χριστὸς ὁ Θεός, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.Καὶ νῦν... ΘεοτοκίονὉ σὺν Πατρὶ καὶ Πνεύματι δοξολογούμενος Υἱός, ἐν ὑψίστοις ὑπὸ τῶν Χερουβίμ, τὸν πρωτόπλαστον ἀναπλάσαι βουλόμενος, ὅλον ἑαυτὸν ἐκένωσεν ἀφράστως ἐν μήτρᾳ, σου, Θεοτόκε πανύμνητε, καὶ ἐκ σοῦ ἀνατείλας, ἐφώτισε πάντα τὸν κόσμον Θεότητι, ῥυσάμενος εἰδωλομανίας, καὶ ἐν ἑαυτῷ θεώσας εἰς οὐρανοὺς συνανήγαγε τὸ ἀνθρώπινον, Χριστὸς ὁ Θεός, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν. Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια. Ἦχος δ'Ὁ ἐξ ὑψίστου κληθεὶς ΤΟ ΑΚΟΥΤΕΤὸν τοῦ Ὑψίστου Υἱὸν θεολογήσας, Πατρὶ συναΐδιον καὶ ὁμοούσιον, φῶς ἐκ φωτὸς ἀπαράλλακτον, καὶ χαρακτῆρα, τῆς ὑποστάσεως τοῦ γεννήτορος, ἀχρόνως ἐκλάμψαντα, καὶ ἀπαθῶς ἐξ αὐτοῦ, Δημιουργόν τε καὶ Κύριον, πάντων αἰώνων, Ἠγαπημένε σὺ ἀνεκήρυξας, τοῦτον τῷ κόσμῳ, τὸν ἐξάγοντα, φῶς ἐκ σκότους Χριστὸν τὸν Θεὸν ἡμῶν, ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τάς ψυχὰς ἡμῶν.Στίχ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.Τοῦ Παρακλήτου τὸ φῶς εἰσδεδεγμένος, ᾧ καὶ φωτιζόμενος ἐθεολόγησας, ἐκ τοῦ Πατρὸς προερχόμενον, διὰ Υἱοῦ δέ, τῇ ἀνθρωπότητι φανερούμενον, ὁμότιμον σύνθρονον καὶ ὁμοούσιον, ὄν τῷ Πατρὶ τῷ ἀνάρχῳ τε, καὶ θείῳ Λόγῳ, Ἠγαπημένε πᾶσιν ἐκήρυξας· ὅθεν ἐν ὕμνοις, σὲ γεραίρομεν, ὡς τῆς πίστεως θεῖον θεμέλιον, ἣν ἀσάλευτον τήρει, ταῖς πρὸς Κύριον πρεσβείαις σου.Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.Τῆς ὑψηλῆς ἐπιβὰς θεολογίας, ἐμυήθης ἄρρητα Θεοῦ μυστήρια, μίαν οὐσίαν Θεότητος, καὶ μίαν δόξαν, καὶ βασιλείαν καὶ κυριότητα, τρισὶν ὑποστάσεσι, διαιρουμένην αὐτήν, οὐσιωδῶς ἀδιαίρετον, καὶ ἑνουμένην, ἐν ἀσυγχύτῳ θείᾳ ἑνότητι· οὕτω δοξάζων ἀνεκήρυξας, Θεολόγε Τριάδα ἀχώριστον, ἣν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τάς ψυχὰς ἡμῶν. Δοξαστικὸν Ἦχος πλ. β' Ἰωάννου Μοναχοῦ Ἀπόστολε Χριστοῦ, Εὐαγγελιστὰ Θεολόγε, τῶν ἀπορρήτων μύστης γενόμενος, τῆς σοφίας τὰ ἀπόρρητα, ἡμῖν ἐβρόντησας δόγματα, τό, Ἐν ἀρχῇ ἦν τρανώσας τοῖς πιστοῖς· καὶ τό, Οὐκ ἦν ἀποβαλών, τῶν αἱρετιζόντων ἀπεκρούσω τοὺς λόγους, ἐπιστήθιος φανεὶς καὶ φίλος ἠγαπημένος, ὡς Ἡσαΐας ὁ μεγαλοφωνότατος, καὶ Μωσῆς ὁ θεόπτης. Παρρησίαν ἔχων πρὸς Θεόν, ἐκτενῶς ἱκέτευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν. Θεοτοκίον Ἦχος πλ. β' Ὁ ἐξ ὑψίστου κληθεὶς ΤΟ ΑΚΟΥΤΕ Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρώην κατάρας τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι ἅπαντες, ὡς τοῦ Θεοῦ Μητρί τε, καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου· Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν. Ἀπολυτίκιον Ἦχος β' Ἀπόστολε, Χριστῷ τῷ Θεῷ ἠγαπημένε, ἐπιτάχυνον, ῥῦσαι λαὸν ἀναπολόγητον· δέχεταί σε προσπίπτοντα, ὁ ἐπιπεσόντα τῷ στήθει καταδεξάμενος, ὃν ἱκέτευε θεολόγε, καὶ ἐπίμονον νέφος ἐθνῶν διασκεδάσαι, αἰτούμενος ἡμῖν εἰρήνην, καὶ τὸ μέγα ἔλεος. Ἦχος β' Πάντα ὑπὲρ ἔννοιαν, πάντα ὑπερένδοξα, τὰ σὰ Θεοτόκε μυστήρια, τῇ ἁγνείᾳ ἐσφραγισμένη, καὶ παρθενίᾳ φυλαττομένη, μήτηρ ἐγνώσθης ἀψευδής, Θεὸν τεκοῦσα ἀληθινόν· αὐτὸν ἱκέτευε, σωθῆναι τάς ψυχὰς ἡμῶν. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα Ἦχος πλ. δ' Τὴν Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ Σὺ υἱὸς ἐπεκλήθης θείας βροντῆς, ὡς τὰ ὦτα κωφεύσας τῶν δυσσεβῶν, καὶ σάλπιγγος ἡδύτερον, διηχήσας ὦ πάνσοφε, εἰς εὐθείας καρδίας τοῦ Λόγου τὴν σάρκωσιν, καὶ ὡς γνήσιος φίλος, τῷ στήθει ἀνέπεσας· ὅθεν ἑξαντλήσας, τὸ τῆς γνώσεως βάθος, τοῖς πᾶσιν ἐκήρυξας, τοῦ Πατρὸς τὸν συνάναρχον, Ἰωάννη Ἀπόστολε· πρὲσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.ΘεοτοκίονΤὴν Σοφίαν καὶ Λόγον ἐν σῇ γάστρι, συλλαβοῦσα ἀφράστως Μῆτερ Θεοῦ, τῷ κόσμῳ ἐκύησας, τὸν τὸν κόσμον κατέχοντα, καὶ ἐν ἀγκάλαις ἔσχες, τὸν πάντα συνέχοντα, τὸν τροφοδότην πάντων, καὶ πλάστην τῆς φύσεως· ὅθεν δυσωπῶ σε, Παναγία Παρθένε, ῥυσθῆναι πταισμάτων μου, ὅταν μέλλω παρίστασθαι, πρὸ προσώπου τοῦ Κτίστου μου· Δέσποινα Παρθένε ἁγνή, τὴν σὴν βοήθειαν τότε μοι δώρησαι· καὶ γὰρ δύνασαι, ὅσα θέλεις πανύμνητε. Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα Ἦχος πλ. δ' Τὴν Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ Τὸν βυθὸν τῆς ἁλείας καταλιπών, τοῦ Σταυροῦ τῷ καλάμῳ πάντα σαφῶς, τὰ ἔθνη ἐζώγρησας, ὡς ἰχθύας Πανεύφημε· καὶ γὰρ καθὼς σοι ἔφη, Χριστὸς ἀναδέδειξαι, ἁλιεὺς ἀνθρώπων, ζωγρῶν πρὸς εὐσεβειαν· ὅθεν κατασπείρας, Θεοῦ Λόγου τὴν γνῶσιν, τὴν Πάτμον καὶ τὴν Ἔφεσον, ἐκαρπώσω τοῖς λόγοις σου, Θεολόγε Ἀπόστολε· πρὲσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.ΘεοτοκίονἘνθυμοῦμαι τὴν κρίσιν καὶ δειλιῶ, ἔργα πράξας αἰσχύνης ὁ ταπεινός, ἄξια καὶ δέομαι, Θεοτόκε πανύμνητε· Πρὶν ἢ νὺξ με φθάσῃ, θανάτου ἐπίστρεψον, πρὸς τὴν τῆς μετανοίας, ὁδὸν ὁδηγοῦσα με·, ἵνα εὐχαρίστως, προσκυνῶν ἀνυμνῶ σου, τὴν ἄμετρον δύναμιν, καὶ τὴν θείαν ἀντίληψιν, Παναγία Θεόνυμφε, πρεσβεύουσα Χριστῷ τῷ Θεῷ, ὑπὲρ οὗ αἰτοῦμαι σε, δοθῆναί μοι, ἱλασμὸν ἁμαρτιῶν, καὶ τὸ μέγα ἔλεος. Μετὰ τὸν Πολυέλεον, Πολυέλεος Ἦχος πλ. δ' Τὴν Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ Ἀναπεσὼν ἐν τῷ στήθει τοῦ Ἰησοῦ, παρρησίας τυγχάνων ὡς μαθητής, ἠρώτησας· Τίς ἐστιν, ὁ προδότης σου Κύριε; καὶ ὡς ἠγαπημένῳ, ὑπάρχοντι ἔνδοξε, διὰ τοῦ ἄρτου οὗτος, σαφῶς ὑπεδείχθη σοι· Ὅθεν καὶ ὡς μύστης, γεγονὼς τῶν ἀρρήτων, τοῦ Λόγου τὴν σάρκωσιν, ἐκδιδάσκεις τὰ πέρατα, Θεολόγε Ἀπόστολε, πρὲσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.ΘεοτοκίονΠαναγία Παρθένε Μήτηρ Θεοῦ, τῆς ψυχῆς μου τὰ πάθη τὰ χαλεπά, θεράπευσον δέομαι, καὶ συγγνώμην παράσχου μοι, τῶν ἐμῶν πταισμάτων, ἀφρόνως ὧν ἔπραξα, τὴν ψυχὴν καὶ τὸ σῶμα, μολύνας ὁ ἄθλιος· Οἴμοι! τὶ ποιήσω, ἐν ἐκείνῃ τῇ ὥρᾳ, ἡνίκα οἱ Ἄγγελοι, τὴν ψυχήν μου χωρίζουσιν, ἐκ τοῦ ἀθλίου μου σώματος; τότε Δέσποινα, βοήθειά μοι γενοῦ, καὶ προστάτις θερμότατος· σὲ γὰρ ἔχω ἐλπίδα ὁ δοῦλος σου. Προκείμενον Ἦχος δ'Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα. Δόξα... Ταῖς τοῦ Ἀποστόλου...Καὶ νῦν... Ταῖς τῆς Θεοτόκου...Ἰδιόμελον Ἦχος β'Θεολόγε Παρθένε, Μαθητὰ ἠγαπημένε τοῦ Σωτῆρος, ταῖς ἱκεσίαις σου ἡμᾶς, περίσῳζε δεόμεθα, ἀπὸ βλάβης παντοίας, ὅτι σοῦ ἐσμεν ποίμνιον. Ὁ Κανὼν τῆς Θεοτόκου, οὗ ἡ Ἀκροστιχίς.Ἀλφάβητος ἀντιστρόφως.Θεοφάνους.ᾨδὴ α' Ἦχος β' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Ἐν βυθῷ κατέστρωσε ποτέ, τὴν Φαραωνίτιδα, πανστρατιὰν ἡ ὑπέροπλος δύναμις, σαρκωθεὶς ὁ Λόγος δέ, τὴν παμμόχθηρον ἁμαρτίαν ἐξήλειψεν, ὁ δεδοξασμένος Κύριος· ἐνδόξως γὰρ δεδόξασται».Ὡς ὡραίαν ὡς περικαλῆ, ὅλην ὡς ἀμώμητον, ἐν γυναιξί Θεὸς σε ἐκλεξάμενος, σοῦ τὴν μήτραν ᾤκησε, τὴν ἀμώμητον, ὃν δυσώπει Πανάμωμε, μώμου ἐγκλημάτων, ἅπαντας ῥυσθῆναι τοὺς ὑμνοῦντας σε.Ψαλμικῶς Ἁγνὴ ἐκ δεξιῶν, οἷά περ Βασίλισσα, τοῦ ἐκ τῆς σῆς νηδύος ἀναλάμψαντος, Βασιλέως ἕστηκας· ὃν ἱκέτευε, δεξιὸν παραστάτην με, δεῖξαι ἐν ἡμέρᾳ, τῆς ἀνταποδόσεως Θεόνυμφε.Χερσωθεῖσαν φύσιν τῶν βροτῶν, πᾶσιν ἀτοπήμασι, τὸν ὑετὸν τεκοῦσα τὸν οὐράνιον, ὅλην ἀνεκαίνισας, ἀλλὰ δέομαι, τῆς ψυχῆς μου τὴν αὔλακα, ἀποχερσωθεῖσαν, δεῖξον καρποφόρον Θεονύμφευτε. Ὁ Κανὼν τοῦ Εὐαγγελιστοῦ, οὗ ἡ Ἀκροστιχίς.Βροντῆς τὸν υἱὸν χριστοτερπῶς.Θεοφάνους.ᾨδὴ α' Ἦχος β' Ἐν βυθῷ κατέστρωσε ποτὲ ΤΟ ΑΚΟΥΤΕ Βασιλείαν τὴν τῶν οὐρανῶν, Μάκαρ ἣν ἐκήρυξας, ἀπολαβὼν καὶ τῷ Λόγῳ συνόμιλος, γεγονὼς οὐράνιος, τοὺς πιστεύοντας τῷ σεπτῷ σου κηρύγματι, καὶ θεολογίᾳ, ταῖς σαῖς ἱκεσίαις διαφύλαξον.Ῥωμαλέον φρόνημα δεικνύς, πάντων κατεφρόνησας, τῶν ἐπὶ γῆς καὶ δεσμῶν τῶν τῆς φύσεως, καὶ τῷ Λόγῳ Πάνσοφε, λογικῶς τε καὶ νουνεχῶς συγγινόμενος, ἐκ τῆς ἀλογίας, τοὺς ἀλογωθέντας ἠλευθέρωσας.Οὐρανίων γνῶσιν εἰληφώς, θεολογικώτατα, τὸν τοῦ Θεοῦ Θεὸν Λόγον ἐκήρυξας. Ἐν ἀρχῇ ὁ Λόγος ἦν, καὶ ὁ Λόγος ἦν πρὸς τὸν αὐτοῦ Γεννήτορα, καὶ Θεὸς ὁ Λόγος, εὐαγγελιζόμενος θεόσοφε.ΘεοτοκίονΝεανίδων θείων ὁ χορός, ἐνθεαστικώτατα, ἐν γυναιξί σε καλὴν ᾀσματίζουσι, Θεοτόκε Δέσποινα, καλλοναῖς ὡραϊζομένην Θεότητος· τὸν καλλοποιὸν γάρ, Λόγον ὑπὲρ λόγον ἀπεκύησας. Ὁ Κανὼν τοῦ Εὐαγγελιστοῦ, οὗ ἡ Ἀκροστιχίς.Ἕκτην δέησιν τῷ Θεοῦ Μύστῃ φέρω.ὁ Ἰωσήφ.ᾨδὴ α' Ἦχος πλ. β' Ὡς ἐν ἠπείρῳ πεζεύσας ΤΟ ΑΚΟΥΤΕ Εἰς τὰ τοῦ Πνεύματος βάθη τὸν λογισμόν, ἐλλαμφθεὶς ἐνέκυψας, καὶ τὴν γέννησιν ἡμῖν, τὴν φρικτὴν ἐτράνωσας βοῶν, Θεολόγε· Ἐν ἀρχῇ, ὁ Λόγος ἦν τοῦ Θεοῦ.Κατακαμπτόμενοι πλήθει τῶν πειρασμῶν, καὶ παθῶν καὶ θλίψεων, καὶ δεινῶν ἐπαγωγαῖς, πίστει καταφεύγομεν πρὸς σέ, Θεολόγε, βοηθός, γενοῦ τοῖς δούλοις σου.Τὰ τῶν ψυχῶν ἡμῶν πάθη τὰ χαλεπά, ἰατρὸς ὡς ἄριστος, ἰασάμενος σοφέ, αἰωνίου λύτρωσαι ἡμᾶς, καταδίκης καὶ πυρός, τῇ μεσιτείᾳ σου.ΘεοτοκίονἩ τὸν Θεὸν συλλαβοῦσα τὸν δι' ἡμᾶς, γεγονότα ἄνθρωπον, τοῦτον αἴτησαι Ἁγνή, ἐν ἡμέρᾳ κρίσεως ἡμᾶς, οἰκτειρῆσαι τοὺς πολλά, ἡμαρτηκότας αὐτῷ.Καταβασία ΤΟ ΑΚΟΥΤΕἈνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα. Κανών α', ᾨδὴ γ', τῆς Θεοτόκου Ἦχος β' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Ἐξήνθησεν ἡ ἔρημος, ὡσεὶ κρίνον Κύριε, ἡ τῶν ἐθνῶν στειρεύουσα, Ἐκκλησία τῇ παρουσίᾳ σου, ἐν ᾗ ἐστερεώθη ἡ καρδία μου».Φορέσας με τὸν ἄνθρωπον, ἐκ γαστρός σου πρόεισιν, ὁ Ποιητὴς Πανάμωμε, ἀφθαρσίας στολὴν δωρούμενος, τοῖς πολλοῖς γυμνωθεῖσιν ἀτοπήμασιν.Ὑπέρτιμον ἐκύησας, Θεὸν Λόγον Δέσποινα, ὃν ἐκτενῶς ἱκέτευε, οἰκτειρῆσαι τὴν ταπεινήν μου ψυχήν, ἡδονῶν ἀτιμίαις, σκυθρωπάζουσαν.Τὰ τραύματα θεράπευσον, τῆς ψυχῆς μου Ἄχραντε, τὴν ταπεινὴν καρδίαν μου, φαρμαχθεῖσαν ἰῷ τοῦ ὄφεως, δραστικῷ σου φαρμάκῳ περιποίησαι. Κανών β', ᾨδὴ γ', τοῦ Εὐαγγελιστοῦ Ἦχος β' Ἐξήνθησεν ἡ ἔρημος ΤΟ ΑΚΟΥΤΕ Τριάδος ἐφανέρωσας, θεολόγῳ γλώττῃ σου, τὸ ὑπὲρ νοῦν μυστήριον, Ἰωάννη θεομακάριστε, ἐν ᾗ ἐστερεώθη ἡ καρδία μου.Ἡ γλῶσσά σου γεγένηται, γραμματέως κάλαμος, τοῦ Παναγίου Πνεύματος, θεογράφως ὑποσημαίνουσα, τὸ σεπτόν τε καὶ θεῖον Εὐαγγέλιον.Σοφίας σὺ τὴν ἄβυσσον, ἀνιμήσω πάνσοφε, ἀναπεσὼν θεόφρονι, παρρησίᾳ τῇ τῆς σοφίας πηγῇ, καὶ ταύτης θεοκήρυξ ἐχρημάτισας.ΘεοτοκίονΤὴν μόνην παρθενεύουσαν, καὶ Μητέρα σέβομεν, ὡς σωτηρίας πρόξενον, γενομένην ἡμῖν Πανάμωμε, καὶ κόσμον ῥυομένην ταῖς πρεσβείαις σου. Κανών γ', ᾨδὴ γ', τοῦ Εὐαγγελιστοῦ Ἦχος πλ. β' Οὐκ ἔστιν ἅγιος ὡς σὺ ΤΟ ΑΚΟΥΤΕ Νοῒ λαμπρῷ καὶ καθαρῷ, ὁμιλήσας τῷ Λόγῳ, Θεολόγε τρισμάκαρ, ἐμυήθης παρ' αὐτοῦ, τὰ ὑπὲρ λόγον σαφῶς, καὶ τὴν κτίσιν, πᾶσαν κατεφώτισας.Δεσμῶν με ῥῦσαι χαλεπῶν, ἁμαρτίας Τρισμάκαρ, τῇ στοργῇ συνδεσμῶν με, τοῦ Δεσπότου καὶ Θεοῦ, ὃν ἀγαπήσας θερμῶς, Θεολόγος, τούτου ἐχρημάτισας.Ἐδόθης πρόμαχος ἡμῖν, καὶ μεσίτης καὶ ῥύστης, καὶ πρὸς Κύριον πρέσβυς, καὶ θαυμάτων αὐτουργός, καὶ ἰαμάτων πηγή, Θεολόγε· ὅθεν σε γεραίρομεν.ΘεοτοκίονἩνίκα Λόγος ὁ ἐκ σοῦ, σαρκωθεὶς ἀπορρήτως, Θεοτόκε ἐν ξύλῳ, ἀνυψοῦτο τοῦ Σταυροῦ, παρθένῳ τῷ Μαθητῇ, ὡς παρθένον, Κόρην σε παρέθετο.Καταβασία ΤΟ ΑΚΟΥΤΕΤοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ἡ ζῶσα καὶ ἄφθονος πηγὴ, θίασον συγκροτήσαντας, πνευματικόν στερέωσον, καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον. Κάθισμα Ἦχος πλ. δ' Τὴν Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ Τῆς σοφίας τῷ στήθει ἀναπεσών, καὶ τὴν γνῶσιν τοῦ Λόγου καταμαθών, ἐνθέως ἐβρόντησας· Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καλλιγραφήσας πρῶτος, τὴν ἄναρχον γέννησιν, καὶ καταγγείλας πᾶσι, τοῦ Λόγου τὴν σάρκωσιν· ὅθεν καὶ τῇ γλώττῃ, σαγηνεύσας τὰ ἔθνη, τὴν χάριν τοῦ Πνεύματος, ἐκδιδάσκεις τοῖς πέρασι, Θεολόγε Ἀπόστολε· πρὲσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.ΘεοτοκίονἘλεήμονα Λόγον καὶ συμπαθῆ, ὡς κυήσασα Δέσποινα τοῦ παντός, ἐλέησον ἅπαντας, τοὺς εἰς σὲ καταφεύγοντας, πειρασμῶν καὶ νόσων, καὶ πάσης κακώσεως, καὶ τῆς αἰωνιζούσης φλογὸς ἐλευθέρωσον ὅπως εὐχαρίστως, τῶν πολλῶν οἰκτιρμῶν σου, τὸν πλοῦτον δοξάζωμεν, καὶ τὸ ἄμετρον ἔλεος, καὶ βοῶμέν σοι πάντοτε· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἀνυμνοῦσιν ἀξίως, τὸν τόκον σου Ἄχραντε. Κανών α', ᾨδὴ δ', τῆς Θεοτόκου Ἦχος β' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Ἐλήλυθας, ἐκ Παρθένου οὐ πρέσβυς οὐκ Ἄγγελος, ἀλλ' αὐτὸς ὁ Κύριος, σεσαρκωμένος, καὶ ἔσωσας, ὅλον με τὸν ἄνθρωπον· διὸ κραυγάζω σοι, Δόξα τῇ δυνάμει σου Κύριε».Σταγόνα μοι, κατανύξεως ὄμβρησον Δέσποινα, ἐξαίρουσαν ἅπαντα, τὸν τῆς καρδίας μου καύσωνα, καὶ τῆς ἀθυμίας μου, τάς βλαβερὰς ἐπικλύσεις ἀναστέλλουσαν.Ῥομφαίᾳ με, ἡδονῆς πληγωθέντα καὶ κείμενον, τραυματίαν Ἄχραντε, μὴ ὑπερίδῃς, ἀλλ' ἴασαι, λόγχῃ καὶ τῷ αἵματι, τοῦ σταυρωθέντος Υἱοῦ σου καὶ Θεοῦ ἡμῶν.Πλουτήσασα, δεσποτείαν ἁπάσης τῆς κτίσεως, δεινῶς με πτωχεύσαντα, χάριτος θείας ἀξίωσον, ὅπως μεγαλύνω σε, ὡς ἀγαθήν μου προστάτιν Παναμώμητε. Κανών β', ᾨδὴ δ', τοῦ Εὐαγγελιστοῦ Ἦχος β' Ἐλήλυθας ΤΟ ΑΚΟΥΤΕ Ὁ Λόγος σε, θεολόγον ἀξίως ἀνέδειξε, τὴν αὐτοῦ θεότητα, μυσταγωγήσας Πανάριστε, καὶ τὴν κατὰ ἄνθρωπον, οἰκονομίαν διδάξας τὴν ἀπόρρητον.Νοῦν ἔνθεον καὶ παρθένον τὸ σῶμα κτησάμενος, ναὸς ἐχρημάτισας, ζῶν τε καὶ ἔμψυχος ἔνδοξε, καὶ κατοικητήριον, τῆς πανυμνήτου Τριάδος Ἱερώτατε.Υἱότητι, τῆς ἀχράντου Παρθένου τετίμησαι, Παρθένε μακάριε, καὶ ἀδελφὸς ἀναδέδειξαι, τοῦ ἐκλεξαμένου σε, καὶ μαθητὴν θεολόγον ἐκτελέσαντος.ΘεοτοκίονἸώμενος, τὴν τῆς Εὕας ἀρχαίαν παράβασιν, σὲ τὴν παναμώμητον, καὶ Παναγίαν κατῴκησεν, ὅλον με τὸν ἄνθρωπον, ἀναμορφώσας πεσόντα ὁ Ὑπέρθεος. Κανών γ', ᾨδὴ δ', τοῦ Εὐαγγελιστοῦ Ἦχος πλ. β' Χριστός μου δύναμις ΤΟ ΑΚΟΥΤΕ Σταγόσιν ἤρδευσας, τοῦ Λόγου Ἔνδοξε, τὴν ὑφήλιον πᾶσαν, τὰ θολερά, ἀσεβείας ὕδατα, ἀποξηράνας εὐσεβῶς· διὰ τοῦτο σε γεραίρομεν.Ἰσχὺν περίζωσον, καὶ κράτος δέομαι, παρειμένην παντοίαις ἐπιφοραῖς, τὴν ψυχήν μου Πάνσοφε, τῶν ἀκαθάρτων δυσμενῶν, προσφυγοῦσαν ἐν τῇ σκέπῃ σου.Ναὸς γενόμενος, τοῦ θείου Πνεύματος, τοὺς τῷ θείῳ ναῷ σου διηνεκῶς, πίστει προσεδρεύοντας, ναοὺς ἀνάδειξον Θεοῦ, Θεολόγε μεσιτείᾳ σου.ΘεοτοκίονΤὸ θεῖον τέμενος, Θεοῦ ὑμνήσωμεν, τὴν Ἁγίαν Παρθένον περιφανῶς, πάντες μακαρίσωμεν, οἱ θεωθέντες δι' αὐτῆς, καὶ δεινῶν ἀπολυτρούμενοι.Καταβασία ΤΟ ΑΚΟΥΤΕΤὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης, Ἀββακούμ, κατανοῶν ἐκραύγαζε. Δόξα τῇ δυνάμει σου Κύριε. Κανών α', ᾨδὴ ε', τῆς Θεοτόκου Ἦχος β' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Μεσίτης Θεοῦ, καὶ ἀνθρώπων γέγονας, Χριστὲ ὁ Θεός· διὰ σοῦ γὰρ Δέσποτα, τὴν πρὸς τὸν ἀρχίφωτον Πατέρα σου, ἐκ νυκτὸς ἀγνωσίας, προσαγωγὴν ἐσχήκαμεν».Ὁδὸν τῆς ζωῆς, ἡ τεκοῦσα Ἄχραντε, ὁδήγησον, ὁδὸν εἰς εὐθεῖαν με, νῦν εἰς ἀνοδίας τε καὶ βάραθρα, χαλεπῶν συμπτωμάτων, ἀλόγως κρημνιζόμενον.Ξενώσας φρενί, ἐμαυτὸν ἀγνώμονι Παρθένε Θεοῦ, ἀσώτως ἐβίωσα, χώραν εἰς μακρὰν παθῶν πλανώμενος· ἀλλ' ἐπίστρεψον σῶσον, ταῖς σαῖς με παρακλήσεσι.Ναμάτων τῶν σῶν, ζωηρύτων πότισον τὸν δοῦλον σου, φλογμῷ συγκαιόμενον, τῶν ἁμαρτιῶν καὶ φλογιζόμενον, προσβολαῖς τῶν δαιμόνων, Παρθενομῆτορ ἄχραντε. Κανών β', ᾨδὴ ε', τοῦ Εὐαγγελιστοῦ Ἦχος β' Μεσίτης Θεοῦ ΤΟ ΑΚΟΥΤΕ Οὐράνιος νοῦς, Θεολόγε πέφηνας τῇ χάριτι, ὅλος φῶς γενόμενος, τῇ πρὸς τὸν ἀρχίφωτον ἐγγύτητι, καὶ συντόνῳ σου νεύσει, τῇ πρὸς αὐτὸν θεουμένος.Νοῒ καθαρῷ, καὶ ἁγίοις χείλεσι θεόπνευστε, καὶ πανάγνῳ στόματι, τὸ σὸν Εὐαγγέλιον ἐκήρυξας, καὶ κοινὴν σωτηρίαν, πᾶσι πιστοῖς προτέθεικας.Χριστῷ συνοικῶν, ἀπὸ βρέφους ὄργανον τῆς χάριτος, ὑπ' αὐτοῦ προβέβλησαι, τὴν θεολογίαν ἑξασκούμενος, καὶ Τριάδος τὴν δόξαν, ὑπερφυῶς μυούμενος.ΘεοτοκίονῬημάτων τῶν σῶν, μεμνημένοι σε νῦν μακαρίζομεν, διὰ σοῦ Πανάμωμε, τὴν μακαριότητα τὴν ἄφραστον, καὶ ζωὴν τὴν ἀγήρω, παναληθῶς πλουτήσαντες. Κανών γ', ᾨδὴ ε', τοῦ Εὐαγγελιστοῦ Ἦχος πλ. β' Τῷ θείῳ φέγγει σου ἀγαθὲ ΤΟ ΑΚΟΥΤΕ Ὡς ὄρθρος ἔλαμψας τοῖς ἐν γῇ, τὴν ἀνατολὴν τὴν νοητήν, ἀνακηρύττων Ἀπόστολε, κόσμῳ μετὰ σώματος ἐνδημήσασαν, καὶ τῆς πολυθεΐας τὸ σκότος λύσασαν.Θεολογίαις σου ἱεραῖς, ἅπασαν κατήρδευσας ψυχήν, Ἱεροκῆρυξ, Ἀπόστολε· ὅθεν σοι κραυγάζω, τὴν χερσωθεῖσάν μου, καρδίαν ἁμαρτίαις, ὅλην κατάρδευσον.Ἐπλήγην βέλεσι τοῦ ἐχθροῦ, ὅλον με ὑγίωσον Σοφέ, ἐπιστασίᾳ σου δέομαι, καὶ πρὸς τάς ὀδοὺς με Θεοῦ κατεύθυνον, ἀεὶ ταῖς ἀνοδίαις ἀποπλανώμενον.ΘεοτοκίονὍτε παρέστης σὺν Μαθητῇ, τῷ ἠγαπημένῳ ἐν Σταυρῷ, τοῦ σοῦ Υἱοῦ Παναμώμητε, ἔστενες δακρύουσα καὶ ἐθαύμαζες, αὐτοῦ τὴν πρὸς ἀνθρώπους πολλὴν συμπάθειαν.Καταβασία ΤΟ ΑΚΟΥΤΕἘξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου· σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ, τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσι σε, σωτηρίαν βραβεύοντα. Κανών α', ᾨδὴ ς', τῆς Θεοτόκου Ἦχος β' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον· Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε».Μὴ με δείξῃς δαιμόνων ἐπίχαρμα, ἐν τῷ κριτηρίῳ τῷ μέλλοντι Δέποινα, ἀλλ' εὐμενῶς πρόσβλέψαί μοι, τὸν Κριτὴν καὶ Υἱόν σου δυσώπησον.Λογισμοῖς παροργίζων σε Κύριε, καὶ ταῖς πονηραῖς καὶ ἀθέσμοις μου πράξεσιν, εἰς ἱλασμὸν προσάγω σοι, τὴν Μητέρα σου. Οἴκτειρον σῶσον με.Κατακρίσεως ῥῦσαὶ με Δέσποινα, τὸν αὐτοκατάκριτον ὄντα τοῖς πταίσμασιν, ὡς τὸν Κριτὴν κυήσασα, καὶ Θεὸν τῶν ἁπάντων πανύμνητε. Κανών β', ᾨδὴ ς', τοῦ Εὐαγγελιστοῦ Ἦχος β' Ἐν ἀβύσσῳ ΤΟ ΑΚΟΥΤΕ Ἰησοῦς ὁ Θεός μου καὶ Κύριος, σὲ τῆς καθαρότητος ἀποδεξάμενος, καὶ παντελοῦς ἁγνότητος, ἀδελφὸν Θεολόγε προσήκατο.Στεφανώσας ἁγίως τὸν βίον σου, οὕτω πεποιθὼς τῆς σοφίας ἀνέπεσες, ἐπὶ τὸ στῆθος Ἔνδοξε, καὶ τὴν χάριν ἐκεῖθεν ἀνείλκυσας.Τὰ μεγάλα καὶ θεῖα πυρσεύματα, τῆς θεολογίας σου πᾶσαν ἐφώτισαν, τὴν οἰκουμένην Ἔνδοξε, καὶ φωτὶ τρισηλίῳ κατηύγασαν.ΘεοτοκίονΟὐρανὸν ὁ τανύσας βουλήματι, οὐρανὸν ἐπίγειον ἄλλον ἐπλάτυνε, σὲ Θεομῆτορ ἄχραντε, καὶ ἐκ σοῦ ἀνατείλας ἐπέφανεν. Κανών γ', ᾨδὴ ς', τοῦ Εὐαγγελιστοῦ Ἦχος πλ. β' Τοῦ βίου τὴν θάλασσαν ΤΟ ΑΚΟΥΤΕ Ὑπῆρξεν ὡς κάλαμος, ὀξυγράφου ἀληθῶς, ἡ θεολόγος γλῶττά σου, καλλιγραφοῦσα γνῶσιν ἀληθινήν, καὶ νόμον καινότατον, ἐν πλαξὶ Θεολόγε καρδιῶν ἡμῶν.Μαράνας προθέλυμνα, ἀσεβείας τὰ φυτά, ὡς γεωργὸς πανάριστος, ἐν τῇ ψυχῇ μου φόβον τὸν τοῦ Θεοῦ, ἐμφύτευσον Ἔνδοξε, ἀρετῶν εὐκαρπίαν ἀναθαλλοντα.Υἱὸν τῆς Παρθένου σε, ὁ ἐκ ταύτης προελθών, περιφανῶς ὠνόμασε, μεθ' ἧς δυσώπει, θέσει πάντας υἱούς, Θεοῦ Παναοίδιμε, χρηματίσαι ποιοῦντας τὰ εὐάρεστα.ΘεοτοκίονΣαρκὸς ὁμοιώματι, ἐγνωρίσθη τοῖς βροτοῖς, Θεὸς ἐκ σοῦ Πανάμωμε, ὃν ἐκδυσώπει πάντοτε τῆς σαρκός, ἡμῶν τὰ φρονήματα, Παναγία νεκρῶσαι τὰ ὀλέθρια.Καταβασία ΤΟ ΑΚΟΥΤΕΤὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τάς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες. Κοντάκιον Ἦχος β' ΤΟ ΑΚΟΥΤΕ Τὰ μεγαλεῖα σου Παρθένε, τὶς διηγήσεται; βρύεις γὰρ θαύματα, καὶ πηγάζεις ἰάματα, καὶ πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν, ὡς Θεολόγος καὶ φίλος Χριστοῦ. Ὁ Οἶκος Ὕψη οὐράνια ἐκμανθάνειν, καὶ θαλάσσης τὰ βάθη ἐρευνᾶν, τολμηρὸν ὑπάρχει καὶ ἀκατάληπτον, ὥσπερ οὖν ἄστρα ἑξαριθμῆσαι, καὶ παράλιον ψάμμον οὐκ ἔστιν ὅλως, οὕτως οὔτε τὰ τοῦ Θεολόγου εἰπεῖν ἱκανόν, τοσούτοις αὐτὸν στεφάνοις ὁ Χριστός, ὃν ἠγάπησεν ἔστεψεν! οὗ τῷ στήθει ἀνέπεσε, καὶ ἐν τῷ μυστικῷ δείπνῳ συνειστιάθη, ὡς Θεολόγος καὶ φίλος Χριστοῦ. Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν Τῇ ΚΣΤ' τοῦ αὐτοῦ μηνός, ἡ Μετάστασις τοῦ Ἁγίου ἐνδόξου, καὶ Ἀποστόλου, καὶ Εὐαγγελιστοῦ, Φίλου, Ἐπιστηθίου, Παρθένου, Ἠγαπημένου, Ἰωάννου τοῦ Θεολόγου.ΣτίχοιΠατρὸς παρέστης ἠγαπημένῳ Λόγῳ,Πάντων μαθητῶν Ἠγαπημένε πλέον.Πρός γε Θεὸν μετέβη βροντῆς παῖς εἰκάδι ἕκτῃ.Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν. Κανών α', ᾨδὴ ζ', τῆς Θεοτόκου Ἦχος β' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Ἀντίθεον πρόσταγμα, παρανομοῦντος τυράννου, μετάρσιον τὴν φλόγα ἀνερρίπισε, Χριστὸς δὲ ἐφήπλωσε, θεοσεβέσι Παισί, δρόσον τὴν τοῦ Πνεύματος, ὁ ὢν εὐλογημένος, καὶ ὑπερένδοξος».Ἰσχύς μου καὶ ὕμνησις καὶ σωτηρία, βεβαία ἀντίληψις, καὶ τεῖχος ἀπροσμάχητον, ὑπάρχουσα Δέσποινα, τοὺς πολεμοῦντας με, δαίμονας πολέμησον ἀεί, ἐπιζητοῦντας τοῦ θανατῶσαι με.Θεὸν σωματώσασα παρθενικῶν σου, αἱμάτων ἐθέωσας, Παρθένε τὸ ἀνθρώπινον· διὸ με τοῖς πάθεσι καταρρυπούμενον, καὶ καταφθειρόμενον ἐχθροῦ, ταῖς μεθοδείαις ῥῦσαι πρεσβείαις σου.Ἡ κάμινος γέννησιν προδιετύπου, τὴν σὴν Παναμώμητε· τοὺς Παῖδας γὰρ οὐκ ἔφλεξεν, ὡς οὐδὲ τὴν μήτραν σου τὸ πῦρ τὸ ἄστεκτον· ὅθεν ἱκετεύω σε, πυρὸς τοῦ αἰωνίου ῥῦσαι τὸν δοῦλον σου. Κανών β', ᾨδὴ ζ', τοῦ Εὐαγγελιστοῦ Ἦχος β' Ἀντίθεον πρόσταγμα ΤΟ ΑΚΟΥΤΕ Τῇ θείᾳ λαμπόμενος φωτοχυσίᾳ, τὸ Πνεῦμα τὸ Ἅγιον, τρανῶς ἐθεολόγησας, τὸ ἐκπορευόμενον ἐκ τοῦ ἀνάρχου Πατρός, καὶ ἀναπαυόμενον Υἱῷ, ἀνεκφοιτήτως ὡς ὁμοούσιον.Ἐν σοὶ Μάκαρ ἔθετο δικαιοσύνης, ὁ ἥλιος σκήνωμα, οὐρανὸν ἀεικίνητον, ὁ σὲ ἐργασάμενος, καὶ θεολόγῳ σου, γλώττῃ κηρυττόμενος Χριστός, ἠγαπημένε ὁ ὑπερένδοξος.Ῥημάτων ἡ δύναμις, ὁ θεῖος φθόγγος, τῶν σῶν ἐξελήλυθε, Παμμάκαρ ἀξιάγαστε, καὶ τὸ ὑπερκόσμιον σου Εὐαγγέλιον, πᾶσαν περιέλαβε τὴν γῆν, τῇ τῶν δογμάτων μεγαλειότητι.ΘεοτοκίονΠανάχραντον σύλληψιν, ἄφθορον τόκον, σὺ μόνη ὑπέδειξας, παρθένος διαμείνασα· Θεὸν γὰρ συνέλαβες, τὸν ἐπὶ πάντων Ἁγνή, ἄνθρωπον γενόμενον πιστῶν, πρὸς σωτηρίαν καὶ ἀπολύτρωσιν. Κανών γ', ᾨδὴ ζ', τοῦ Εὐαγγελιστοῦ Ἦχος πλ. β' Δροσοβόλον μὲν τὴν κάμινον ΤΟ ΑΚΟΥΤΕ Τὴν βροντὴν τὴν διηχήσασαν εἰς ἅπαντα, τὰ πέρατα ὑμνήσωμεν, τὸν Θεολόγον, δι' οὗ πᾶσα ὄντως ἀκοή, ἐμβρόντητος ἤρθη ἀπὸ γῆς, καὶ μεγαλύνεται Χριστός, ὁ τοῦ παντὸς Ποιητής.Ἡ περίβλεπτος τοῦ οἴκου σου εὐπρέπεια, πᾶσαν φαιδρύνει ἔννοιαν, ἐν ᾧ πάντοτε ἀθροιζόμενοι θεοπρεπῶς, ὑμνοῦμεν τὸν πάντων Ποιητήν, καὶ εὐφημοῦμέν σε πιστῶς, ὄντα προστάτην ἡμῶν.Φωτοβόλον ὡς ἀστέρα σε γινώσκοντες, ταῖς σελασφόροις λάμψεσι, σου φωτίζεσθαι, μαθητὰ δεόμεθα Χριστοῦ, ῥυόμενοι σκότους τῶν παθῶν, καὶ πειρασμῶν παντοδαπῶν τῇ μεσιτείᾳ σου.ΘεοτοκίονΕὐλογοῦμεν σε πανάμωμε κυήσασαν, εὐλογημένον Κύριον, τὸν εὐλογίαις καταστέψαντα ταῖς θεϊκαῖς, ἐπάρατον φύσιν τῶν βροτῶν, καὶ καινουργήσαντα ἡμᾶς, παλαιωθέντας φθορᾷ.Καταβασία ΤΟ ΑΚΟΥΤΕΟὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον. Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ. Κανών α', ᾨδὴ η', τῆς Θεοτόκου Ἦχος β' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Κάμινός ποτε, πυρὸς ἐν Βαβυλῶνι, τάς ἐνεργείας διεμέριζε, τῷ θείῳ προστάγματι, τοὺς Χαλδαίους καταφλέγουσα, τοὺς δὲ πιστοὺς δροσίζουσα ψάλλοντας· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον».Ζήλου τὰ καλά, κακῶν μακρυνομένη, δι' ἐμμελείας θείων πράξεων, ψυχή μου πρεσβεύουσαν, ὑπὲρ σοῦ τὴν Θεομήτορα, καὶ πάντων ἀκαταίσχυντον, ἔχουσα προστασίαν, ὡς συμπαθῆ καὶ φιλάνθρωπον.Ἔλυσας δεσμοῦ, τῆς πάλαι καταδίκης, Θεοκυῆτορ τὸ ἀνθρώπινον· ὅθεν ἱκετεύω σε, διαλῦσαι πάντα σύνδεσμον, κακίας τῆς καρδίας μου, Ἄχραντε συνδεσμοῦσα, θείᾳ στοργῇ με τοῦ κτίσαντος.Δόξης τοῦ Πατρός, ἀπαύγασμα, τεκοῦσα, τὴν ἀδοξίᾳ σκυθρωπάζουσαν πταισμάτων καρδίαν μου, Θεοτόκε καταφαίδρυνον, καὶ δόξης με ἀνάδειξον, μέτοχον ἀϊδίου, ὅπως ἐν πίστει δοξάζω σε. Κανών β', ᾨδὴ η', τοῦ Εὐαγγελιστοῦ Ἦχος β' Κάμινός ποτε ΤΟ ΑΚΟΥΤΕ Ὥσπερ ἀστραπή, φωτὸς διερχομένη, τῇ οἰκουμένῃ Μάκαρ ἔφανας, ἁγνείας λαμπρότητι, παρθενίας τε φανότητι, καὶ εὐσεβείας δόγμασι, κόσμον καταλαμπρύνων, ἠγαπημένε Χριστῷ τῷ Θεῷ.Σῶμα καὶ ψυχήν, καὶ νοῦν κεκαθαρμένος εὐηγγελίσω τὸ οὐράνιον, Χριστοῦ Εὐαγγέλιον, καὶ Ἀγγέλοις ὁμοδίαιτος, ἐν οὐρανοῖς γενόμενος, κράζεις νῦν· Εὐλογεῖτε, πάντα τὰ ἔργα τὸν Κύριον.Ἄγαλμα φαιδρόν, ἀνάθημά τε θεῖον, ἐπουρανίου ναοῦ γέγονας, καὶ θρόνου αἰσθήσεως, καὶ σοφίας ἐνδιαίτημα, θεολογίας ὄργανον, μέλπων, Ὑπερυψοῦτε, πάντα τὰ ἔργα τὸν Κύριον.ΘεοτοκίονἽνα τὴν ἀράν, τὴν πρώην ἀφανίσῃς, καὶ τοῦ θανάτου τὸ κατάκριμα, τῆς πάλαι Προμήτορος, ἐκ Παρθένου Θεομήτορος, Λόγε Θεοῦ γεγέννησαι, πᾶσι δεδωρημένος, ἀθανασίαν ἀνώλεθρον. Κανών γ', ᾨδὴ η', τοῦ Εὐαγγελιστοῦ Ἦχος πλ. β' Ἐκ φλογὸς τοῖς Ὁσίοις ΤΟ ΑΚΟΥΤΕ Ῥητορεύουσαν γλῶσσαν, Μάκαρ εὐπόρησας, καὶ θανόντας κακίᾳ, πάντας ἐζώωσας, τοὺς τὸ ἱερόν, δεξαμένους σου κήρυγμα· ὅθεν σε τιμῶμεν, ὡς μύστην τῶν ἀρρήτων.Ὡς Παράδεισος ἄλλος, ὁ θεῖος οἶκός σου, ἀναδέδεικται θαύμασιν, ὥσπερ ἄνθεσι, πάντων τάς ψυχάς, ἐνηδύνων Ἀπόστολε, καὶ τῶν παθημάτων, διώκων τὸ δυσῶδες.Ὁ Θεὸς ὁ Θεός μου, πρόσχες καὶ ῥῦσαι με, ἐξ ἐχθρῶν καθ' ἑκάστην, ἐπεμβαινόντων μοι, καὶ τὴν ταπεινήν, συντριβόντων καρδίαν μου, ἔχων δυσωποῦντα, τὸν θεῖον Μαθητήν σου.ΘεοτοκίονἸησοῦν τὸν Σωτῆρα, ὃν ἐσωμάτωσας, ἐξ ἁγνῶν σου αἱμάτων, θεοχαρίτωτε, αἴτησαι ἡμᾶς, οἰκτειρῆσαι τοὺς δούλους σου, καὶ τῆς αἰωνίου κολάσεως ἐξᾶραι.Καταβασία ΤΟ ΑΚΟΥΤΕΠαῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Κανών α', ᾨδὴ θ', τῆς Θεοτόκου Ἦχος β' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Ἀνάρχου Γεννήτορος, Υἱὸς Θεὸς καὶ Κύριος, σαρκωθεὶς ἐκ Παρθένου ἡμῖν ἐπέφανε, τὰ ἐσκοτισμένα φωτίσαι, συναγαγεῖν τὰ ἐσκορπισμένα· διὸ τὴν πανύμνητον, Θεοτόκον μεγαλύνομεν».Γευσάμενος βρώσεως, μὴ προσηκούσης θάνατον, ὁ Ἀδὰμ ἐκ τοῦ ξύλου πικρῶς ἐτρύγησε, ξύλῳ δὲ παγεὶς ὁ Υἱός σου, τὸν γλυκασμὸν τῆς ἀθανασίας, ἐπήγασεν Ἄχραντε· διὰ τοῦτό σε γεραίρομεν.Βασίλισσα πέφυκας, τὸν Βασιλέα Κύριον, ὑπὲρ λόγον τεκοῦσα τὸν διαλύσαντα, ᾍδου τὰ βασίλεια Κόρη, ὃν ἐκτενῶς, δυσώπει τῆς ἄνω, βασιλείας ἅπαντας, ἀξιῶσαι τοὺς τιμῶντας σε.Ἀγάθυνον Δέσποινα, τὴν ταπεινὴν καρδίαν μου, ἡδονῶν κακωθεῖσαν ταῖς ἐπικλύσεσιν, ὡς τὸν ἀγαθὸν τετοκυῖα, καὶ ἀγαθὴ ὑπάρχουσα ὅλη, καὶ πρὸς μετανοίας με, ἀγαθὰς πύλας εἰσάγαγε. Κανών β', ᾨδὴ θ', τοῦ Εὐαγγελιστοῦ Ἦχος β' Ἀνάρχου Γεννήτορος ΤΟ ΑΚΟΥΤΕ Νῦν οὐκ ἐν αἰνίγματι, πρὸς πρόσωπον δὲ πρόσωπον, τῆς τρυφῆς τὸν χειμάρρουν ὁρᾶν ἠξίωσαι, καὶ τὸν ποταμὸν τῆς εἰρήνης, καὶ τὴν πηγὴν τῆς ἀθανασίας, ἐξ ἧς ἀρδευόμενος, ἀπολαύεις τῆς θεώσεως.Ἐπίγειον ᾔτησας, παρὰ Χριστοῦ καθέδραν λαβεῖν· ἀλλ' αὐτὸς σοι τὸ στῆθος αὐτοῦ χαρίζεται, ᾧ ἐπικλιθεὶς Θεολόγε, τὴν ἀσφαλῆ καὶ μόνιμον ἕδραν, τοῦ καλοῦ πεπλούτηκας, Ἀποστόλων ἐγκαλλώπισμα.Σοφίας κατέσβεσας, Ἑλληνικῆς τὸ ἄθεον, ἐν ἀρχῇ ἦν ὁ Λόγος σοφὲ φθεγξάμενος, καὶ πρὸς τὸν Θεὸν ἦν ὁ Λόγος, καὶ ἀληθῶς Θεὸς ἦν ὁ Λόγος, δι' οὗ πάντα γέγονεν, ὁρατὰ καὶ τὰ ἀόρατα.ΘεοτοκίονὩς ὄρθρος εὑρέθης πρωϊνός, ἐν τῇ τοῦ βίου νυκτί, παρθενίας ἀκτῖσι περιαστράπτουσα, τὴν ἀνατολὴν τοῦ Ἡλίου, τοῦ νοητοῦ τῆς δικαιοσύνης, ἡμῖν φανερώσασα, Θεομῆτορ πανσεβάσμιε. Κανών γ', ᾨδὴ θ', τοῦ Εὐαγγελιστοῦ Ἦχος πλ. β' Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον ΤΟ ΑΚΟΥΤΕ Ὡρῶν καὶ χρόνων ὑπάρχων κύριος, ὁ Λυτρωτὴς μεσούσης τῆς ἡμέρας ἐκρέματο, ἐπὶ ξύλου καὶ σοὶ παρετίθετο, οἷα παρθένῳ Μάκαρ, τὴν Ἀειπάρθενον, κλέος ἀναφαίρετον διδούς, τοῦ μεγαλύνειν σε.Συνὼν ταῖς ἄνω θείαις Δυνάμεσι, καὶ σὺν αὐταῖς τὸ θεῖον ἀνακράζων μελῴδημα, τοὺς ἐν οἴκῳ ἁγίῳ σου ψάλλοντας, καὶ ἀνυμνολογοῦντας, τὸν ὑπεράγαθον, σῷζε μεσιτείαις σου σεπταῖς, Χριστοῦ Ἀπόστολε.Ἡμᾶς τοὺς πίστει παρακαλοῦντας σε, σῷζε παντὸς κινδύνου, Θεολόγε μακάριε, τάς πορείας ἡμῶν τάς πρὸς Κύριον, πνεύματι κατευθύνων, καὶ ὁδηγῶν ἡμᾶς, εἰς ὁδὸν εἰρήνης, ἐντολῶν τοῦ Παντοκράτορος.ΘεοτοκίονΦωνὴν προσάξωμεν χαριστήριον, τῇ τοῦ Θεοῦ μητρὶ περιφανῶς καὶ βοήσωμεν, Χαῖρε θρόνε Θεοῦ ὑψηλότατε, χαῖρε φωτὸς νεφέλη, χαῖρε παράδεισε, δι' ἧς Παραδείσου τῆς τρυφῆς κατηξιώθημεν.Καταβασία ΤΟ ΑΚΟΥΤΕἍπας γηγενής, σκιρτάτω τῷ πνεύματι λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων φύσις γεραίρουσα, τὰ ἱερὰ θαυμάσια τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις παμμακάριστε, Θεοτόκε Ἁγνὴ ἀειπάρθενε. Ἐξαποστειλάριον Ἦχος β' Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ Βροντῆς υἱὸς γενόμενος, βροτοῖς ἐθεολόγησας, τό, ἐν ἀρχῇ ἦν ὁ Λόγος, Ἀπόστολε Ἰωάννη, ἐπιπεσὼν τῷ στήθει γάρ· Πιστῶς τῷ τοῦ Δεσπότου σου, κἀκεῖθεν ἀρυσάμενος, θεολογίας τὰ ῥεῖθρα, τὴν κτίσιν πᾶσαν ἀρδεύεις. Θεοτοκίον Ἦχος β' Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ Σταυρῷ τῷ τοῦ Κυρίου σου, παρισταμένη Πάναγνε, σὺν Μαθητῇ τῷ Παρθένῳ· Γύναι ἰδοὺ ὁ υἱός σου, ἀκήκοας τοῦ πλάσαντος, τῷ Μαθητῇ ὡσαύτως δέ, ἰδού φησὶν ἡ μήτηρ σου· μεθ' οὗ σε πάντες ὑμνοῦμεν, Θεογεννῆτορ Παρθένε. Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Στιχηρὰ Προσόμοια Ἦχος πλ. δ' Ὢ τοῦ παραδόξου θαύματος ΤΟ ΑΚΟΥΤΕ Μάκαρ, Ἰωάννη πάνσοφε, περιουσία θερμή, τῆς Χριστοῦ ἀγαπήσεως, πλέον πάντων πέφηνας, Μαθητῶν ἀγαπώμενος, τῷ παντεπόπτῃ Λόγῳ καὶ κρίνοντι, δικαίοις πᾶσαν τὴν οἰκουμένην ζυγοῖς, τῆς καθαρότητος, καὶ ἁγνείας κάλλεσι καταυγασθείς, σῶμα καὶ διάνοιαν θεομακάριστε. Ἦχος πλ. δ' Θεολογίας τὰ νάματα, ἐπὶ τοῦ στήθους πεσών, τῆς σοφίας ἐξήντλησας, καὶ τὸν κόσμον ἤρδευσας, Ἰωάννη πανάριστε, τῇ τῆς Τριάδος γνώσει τὴν θάλασσαν, καταξηράνας τῆς ἀθεότητος, στῦλος γενόμενος, καὶ νεφέλη ἔμψυχος καθοδηγῶν, πρὸς τὴν ἐπουράνιον, κληροδοσίαν ἡμᾶς. Ἦχος πλ. δ' Τὸ παρθενίας ἀπάνθισμα, τὸ τῶν σεπτὼν ἀρετῶν, δεκτικὸν ἐνδιαίτημα, τῆς σοφίας ὄργανον, τὸ τοῦ Πνεύματος τέμενος, τὸ φωτοφόρον στόμα τῆς χάριτος, τῆς Ἐκκλησίας τὸ φαεινότατον, ὄμμα τὸν πάνσεπτον, Ἰωάννην ᾄσμασι πνευματικοῖς, νῦν ἀνευφημήσωμεν, ὡς ὑπηρέτην Χριστοῦ. Ἦχος πλ. δ' Εὐαγγελιστὰ θεσπέσιε, τῶν ἀγαθῶν τὴν πηγήν, βασιλείαν ἀσάλευτον, καὶ ζωὴν αἰώνιον, καὶ χαρὰν ἀνεκλάλητον, καὶ θεωρίας θείας ἀπόλαυσιν, καὶ πλουτοδότως Χριστοῦ χαρίσματα, νοῦν ὑπερβαίνοντα, καὶ βροτῶν διάνοιαν, γόνε βροντῆς, εὐαγγελιζόμενος, τῷ κόσμῳ ἔλαμψας. Δοξαστικὸν Ἦχος πλ. δ' Εὐαγγελιστὰ Ἰωάννη, Ἰσάγγελε Παρθένε, Θεολόγε θεοδίδακτε, ὀρθοδόξως τῷ κόσμῳ, τὴν ἄχραντον πλευράν, τὸ αἷμα καὶ τὸ ὕδωρ βλύζουσαν ἐκήρυξας, ἐν ᾧ τὴν αἰώνιον ζωήν, ποριζόμεθα ταῖς ψυχαῖς ἡμῶν. Θεοτοκίον Ἦχος πλ. δ' Δέσποινα πρόσδεξαι, τάς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως. Μεγάλη Δοξολογία Εἰς τὴν Λειτουργίαν, Τυπικά, καὶ ἐκ τῶν Κανόνων, ᾨδὴ γ' καὶ ς' κλπ. ΚοινωνικὸνΕἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ. Ἀλληλούϊα.
ΤΑ ΛΟΙΠΑ
p16 ΠΕΝΤΗΚΟΣΤΑΡΙΟΝ Τῌ ΤΡΙΤῌ ΤΗΣ Γ' ΕΒΔΟΜΑΔΟΣ ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς Ἦχος β' Ὅτε ἐκ τοῦ ξύλου σε νεκρὸν ΤΟ ΑΚΟΥΤΕ Ὅτε, Μυροφόροι σε Χριστέ, λίαν τὸ πρωῒ ἐπεζήτουν, τὴν τῶν ἁπάντων ζωήν, μύρα καὶ ἀρώματα, ἔχουσαι ἤρχοντο, καὶ τῷ πόθῳ δακρύουσαι, ἤκουον ἐκ τάφου, νεανίου λέγοντος· Παύσασθε κλαίουσαι, ὅμως, τῇ ὑμῶν σωτηρίᾳ, χαίρουσαι βοήσατε πᾶσιν· Ὅτι ἐξεγήγερται ὁ Κύριος. Ἦχος β' Ἴσμεν, ὦ εὐσχήμων Ἰωσήφ, σὲ Χερουβικὸν καθὼς ἅρμα, τὸν Βασιλέα Χριστόν, ὤμοις σου βαστάζοντα, Σταυροῦ κατάγοντα. Μακαρίζομεν χεῖράς σου, καὶ ὄμματα θεῖα, σέβομεν παλάμας σου, δι' ὧν τὸν Ἥλιον, Λόγον καί Θεὸν ἐπὶ τάφου, φέρων κατατέθεικας· ὅθεν, καὶ τὴν θείαν μνήμην σου γεραίρομεν. Ἦχος β' Ὤφθη ἡ πανήγυρις ἡμῖν, τῶν θεοπρεπῶν Μυροφόρων, καὶ Ἰωσὴφ τοῦ σεπτοῦ, ἄλλος ὡς Παράδεισος, πηγὴν παρέχων ζωῆς, τὰ τῆς χάριτος νάματα ὀμβρίζει τῷ κόσμῳ, βρύει τῆς Ἐγέρσεως Χριστοῦ τὰ ῥεῖθρα θερμῶς, στίφη τῶν πιστῶν ἑορτάζει, καὶ κραυγάζει· Δόξα τῷ δόντι, τὴν αὐτοῦ Ἀνάστασιν τοῖς πέρασι. Δόξα... Καὶ νῦν... Ἦχος β' Αἱ Μυροφόροι ὄρθριαι γενόμεναι, καὶ τὸ μνῆμά σου μετὰ σπουδῆς καταλαβοῦσαι, ἐπεζήτουν σε Χριστέ, πρὸς τὸ μυρίσαι τὸ ἄχραντον σῶμά σου, καὶ τοῦ Ἀγγέλου τοῖς ῥήμασιν ἐνηχηθεῖσαι, χαροποιὰ σύμβολα τοῖς Ἀποστόλοις ἐκήρυττον. Ὅτι ἀνέστη ὁ ἀρχηγὸς τῆς σωτηρίας ἡμῶν, σκυλεύσας τὸν θάνατον, τῷ δὲ κόσμῳ δωρούμενος, ζωὴν αἰώνιον καὶ τὸ μέγα ἔλεος. Ἀναστάσιμον Ἦχος β' Χριστὸς ὁ Σωτὴρ ἡμῶν, τὸ καθ' ἡμῶν χειρόγραφον προσηλώσας, τῷ Σταυρῷ ἐξήλειψε, καὶ τοῦ θανάτου τὸ κράτος κατήργησε. Προσκυνοῦμεν αὐτοῦ τὴν τριήμερον Ἔγερσιν. Κατανυκτικὸν Ἦχος β' Κράζω σοι Χριστὲ Σωτήρ, τοῦ Τελώνου τὴν φωνήν, ἱλάσθητί μοι, ὥσπερ ἐκείνῳ, καὶ ἐλέησόν με ὁ Θεός. Μαρτυρικὸν Ἦχος β' Τῶν ἁγίων Μαρτύρων πρεσβευόντων ὑπὲρ ἡμῶν καὶ τὸν Χριστὸν ὑμνούντων, πᾶσα πλάνη πέπαυται, καὶ τῶν ἀνθρώπων τὸ γένος πίστει διασῴζεται. Δόξα... Καὶ νῦν... Ἦχος β' Τί τὰ μύρα τοῖς δάκρυσι Μαθήτριαι κιρνᾶτε; ὁ λίθος κεκύλισται, ὁ τάφος κεκένωται, ἴδετε τὴν φθοράν, τῇ ζωῇ πατηθεῖσαν, τὰς σφραγῖδας μαρτυρούσας τηλαυγῶς, ὑπνοῦντας δεινῶς τοὺς φύλακας τῶν ἀπειθῶν, Τὸ θνητὸν σέσωσται σαρκὶ Θεοῦ, ὁ ᾍδης θρηνεῖ. Δραμοῦσαι χαρᾷ, εἴπατε τοῖς Ἀποστόλοις· ὁ νεκρώσας Χριστὸς τόν θάνατον, πρωτότοκος ἐκ νεκρῶν, ἡμᾶς προάγει εἰς τὴν Γαλιλαιαν. Ἦχος β' ΤΟ ΑΚΟΥΤΕ Ὅτε κατῆλθες πρὸς τὸν θάνατον, ἡ Ζωὴ ἡ ἀθάνατος, τότε τὸν ᾍδην ἐνέκρωσας τῇ ἀστραπῇ τῆς Θεότητος, ὅτε δὲ καὶ τοὺς τεθνεῶτας ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ Δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον· Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν δόξα σοι. Ἦχος β' ΤΟ ΑΚΟΥΤΕ Ὁ εὐσχήμων Ἰωσήφ, ἀπὸ τοῦ ξύλου καθελών, τὸ ἄχραντόν σου Σῶμα, σινδόνι καθαρᾷ εἱλήσας καὶ ἀρώμασιν, ἐν μνήματι καινῷ κηδεύσας ἀπέθετο· ἀλλὰ τριήμερος ἀνέστης Κύριε, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος. Ἦχος β' ΤΟ ΑΚΟΥΤΕ Ταῖς μυροφόροις Γυναιξί, παρὰ τὸ μνῆμα ἐπιστάς, ὁ Ἄγγελος ἐβόα· Τὰ μύρα τοῖς θνητοῖς ὑπάρχει ἁρμόδια, Χριστὸς δὲ διαφθορᾶς ἐδείχθη ἀλλότριος· ἀλλὰ κραυγάσατε· Ἀνέστη ὁ Κύριος, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὴν α' Στιχολογίαν, Καθίσματα τῆς Ὀκτωήχου Ἦχος β' Ἀναστάσιμον Τὸν κόλπον τὸν ἄχραντον ἐν ὑψίστοις μὴ κενώσας, ταφὴν καὶ ἀνάστασιν ὑπὲρ πάντων κατεδέξω, Κύριε, δόξα σοι. Κατανυκτικὸν Ἐγὼ ὑπάρχω τὸ δένδρον τὸ ἄκαρπον, Κύριε, κατανύξεως καρπὸν μὴ φέρων τὸ σύνολον, καὶ τὴν ἐκκοπὴν πτοοῦμαι, καὶ τὸ πῦρ ἐκεῖνο δειλιῶ τὸ ἀκοίμητον· διό σε ἱκετεύω· Πρὸ ἐκείνης τῆς ἀνάγκης, ἐπίστρεψον καὶ σῶσόν με. Μαρτυρικὸν Ὁ φαιδρύνας τοὺς Ἁγίους σου ὑπὲρ χρυσόν, καὶ δοξάσας τοὺς Ὁσίους σου ὡς ἀγαθός, ὑπ' αὐτῶν δυσωπούμενος, Χριστὲ ὁ Θεός, τὴν ζωὴν ἡμῶν εἰρήνευσον ὡς φιλάνθρωπος, καὶ τὴν εὐχὴν κατεύθυνον ὡς θυμίαμα, ὁ μόνος ἐν Ἁγίοις ἀναπαυόμενος. Θεοτοκίον Τοὺς νόμους λαθοῦσα τῆς φύσεως, τῷ θείῳ τόκῳ τὴν παρθενίαν συνήρμοσας· μόνη γὰρ ἔτεκες τὸν πρὸ σοῦ γεννηθέντα ἀχρόνως· διό σε Θεοτόκε μεγαλύνομεν. Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα τῆς Ἑορτῆς Ἦχος β' Αἱ Μυροφόροι ὄρθριαι γενόμεναι, καὶ τὸ μνῆμα κενὸν θεασάμεναι, τοῖς Ἀποστόλοις ἔλεγον· Τὴν φθορὰν καθεῖλεν ὁ κραταιός, καὶ τοὺς ἐν ᾍδῃ ἥρπασε τῶν δεσμῶν. Κηρύξατε παρρησία, ὅτι ἀνέστη Χριστὸς ὁ Κύριος, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.(Δίς) Κανών α', ᾨδὴ α', τῶν Μυροφόρων Ἦχος β' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Τὴν Μωσέως ᾠδήν, ἀναλαβοῦσα βόησον ψυχή. Βοηθὸς καὶ σκεπαστής, ἐγένετό μοι εἰς σωτηρίαν, οὗτός μου Θεός, καὶ δοξάσω αὐτόν».Ἐσταυρώθης σαρκί, ὁ ἀπαθὴς τῇ φύσει τοῦ Πατρός, ἐκεντήθης τὴν πλευράν, πηγάσας κόσμῳ αἷμα καὶ ὕδωρ. Σὺ ἡμῶν Θεός, καὶ δοξάζομέν σε.Τὸν Σταυρόν σου τιμῶ, καὶ τὴν Ταφὴν δοξάζω ἀγαθέ, καὶ ὑμνῶ καὶ προσκυνῶ τὴν Ἔγερσίν σου, καὶ ἀνακράζω· Σὺ ἡμῶν Θεός, καὶ δοξάζομέν σε.Κἂν ἐγεύσω χολῆς, ὁ γλυκασμὸς τῆς Ἐκκλησίας, ἀλλ' ἐπήγασας ἡμῖν τὴν ἀφθαρσίαν, ἐκ τῆς πλευρᾶς σου. Σὺ ἡμῶν Θεός, καὶ δοξάζομέν σε.Ἐλογίσθης Σωτήρ, μετὰ νεκρῶν νεκροὺς ἐγείρας· ἀπεγεύσω τῆς φθορᾶς· διαφθορὰν γὰρ ὅλως οὐκ ἔγνως. Σὺ ἡμῶν Θεός, καὶ δοξάζομέν σε.Εὐφραινέσθω Σιών, ἀγαλλιάσθω καὶ ὁ οὐρανός, ἐξανέστη Χριστός, νεκροὺς ἐγείρας ὑμνολογοῦντας· Σὺ ἡμῶν Θεός, καὶ δοξάζομέν σε.Ὀθονίοις εἱλήσας, Ἰωσὴφ τὸ σῶμά σου Χριστέ, ἐν μνημείῳ τῷ καινῷ, κατέθετό σε τὴν σωτηρίαν, νεκροὺς δὲ ὡς Θεὸς ἐξανέστησας.Προλαβοῦσαι τὸν ὄρθρον, αἱ Γυναῖκες εἶδον τὸν Χριστόν, καὶ τοῖς θείοις Μαθηταῖς, ἐβόων· Ὄντως Χριστὸς ἀνέστη, δεῦτε σὺν ἡμῖν ἀνυμνεῖτε αὐτόν.Δόξα...Παναγία Τριάς, μία Θεότης, ἄναρχε μονάς, ὁ Πατὴρ καὶ ὁ Υἱός, καὶ θεῖον Πνεῦμα, σῷζε τὸν κόσμον. Σὺ ἡμῶν Θεός, καὶ δοξάζομέν σε.Καὶ νῦν... ΘεοτοκίονΤὴν ἀρχαίαν ἀράν, ἐν γαστρί σου λύσασα Σεμνή, ἀνεβλάστησας ἡμῖν, τὴν εὐλογίαν, βρέφος τεκοῦσα· οὗτος γὰρ Θεός, εἰ καὶ σάρκα φορεῖ. Κανών α', ᾨδὴ γ', τῶν Μυροφόρων Ἦχος β' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Στειρωθέντα μου τὸν νοῦν, καρποφόρον ὁ Θεός, ἀνάδειξόν με, γεωργὲ τῶν καλῶν, φυτουργὲ τῶν ἀγαθῶν, τῇ εὐσπλαγχνίᾳ σου».Τὰς παλάμας Ἰησοῦ, προσηλώσας ἐν Σταυρῷ τὰ ἔθνη πάντα, ἐκ τῆς πλάνης συλλαβών, πρὸς ἐπίγνωσιν τὴν σήν, συνεκαλέσω Σωτήρ.Ἰουδαίων ὁ λαός, τῷ Πιλάτῳ ἐκβοᾷ· Ἀπόλυσόν μοι τὸν κακοῦργον λῃστήν, ἆρον, ἆρον, σταύρωσον τὸν ἀναμάρτητον.Σταυρωθέντος σου Χριστέ, συνεσκότασε τὸ φῶς, ἡ γῆ ἐσείσθη, καὶ ἐκ τάφου νεκροί, ἐξανέστησαν πολλοί, φόβῳ τοῦ κράτους σου.Παρεστῶσα τῷ Σταυρῶ, ἡ ἀμνάς σου Ἰησοῦ, κλαυθμῷ ἐβόα· Ποῦ πορεύῃ Υἱὲ; ποῦ ἀπέρχῃ ὁ ἀμνός, ὁ ὑπὲρ πάντων σφαγείς;Προσκυνῶ σου τὸν Σταυρόν, ἀνυμνῶ καὶ τὴν ταφήν, τιμῶ τὰ Πάθη, καὶ τοὺς ἥλους τῶν χειρῶν, καὶ τὴν λόγχην Ἰησοῦ, καὶ τὴν Ἀνάστασιν.Ἐξανέστης Ἰησοῦ, ἐσκυλεύθη ὁ ἐχθρός, Ἀδὰμ ἐρρύσθη, καὶ ἡ Εὔα σὺν αὐτῷ, τῶν δεσμῶν καὶ τῆς φθορᾶς, τῇ Ἀναστάσει σου.Ἀναστάντος σου Χριστέ, συνετρίβησαν μοχλοί, καὶ πύλαι ᾍδου, καὶ θανάτου τὰ δεσμά, διελύθησαν εὐθύς, φόβῳ τοῦ κράτους σου.Θεοδόχε Ἰωσήφ, δεῦρο στήθι μεθ' ἡμῶν. Ἀνέστη κράζων, Ἰησοῦς ὁ λυτρωτής, ὁ ἐγείρας τὸν Ἀδάμ, τῇ εὐσπλαγχνίᾳ αὐτοῦ.Εὐφραινέσθω σὺν ἡμῖν, Μαθητῶν ἡ δωδεκάς, σὺν Μυροφόροις γυναιξί, καὶ Ἰωσήφ, καὶ τοῖς ἄλλοις Μαθηταῖς, καὶ Μαθητρίαις Χριστοῦ.Δόξα...Σὺν Πατρὶ καὶ τὸν Υἱόν, καὶ τὸ Πνεῦμα τὸ εὐθές, τὴν μίαν φύσιν, προσκυνῶ καὶ ἀνυμνῶ, τοῖς προσώποις διαιρῶν, καὶ τῇ οὐσίᾳ ἑνῶν.Καὶ νῦν... ΘεοτοκίονΜακαρία εἶ Σεμνή, ἡ ἐκ ῥίζης Ἱεσσαί, ἐξ ἧς ἡ ῥάβδος, καὶ τὸ ἄνθος ὁ Χριστός, κατὰ σάρκα δι' ἡμᾶς, ἀναβλαστήσασα. Κανών α', ᾨδὴ δ', τῶν Μυροφόρων Ἦχος β' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Τὴν ἐκ Παρθένου σου γέννησιν, ὁ Προφήτης προβλέπων, ἀνεκήρυττε βοῶν· Τὴν ἀκοήν σου ἀκήκοα καὶ ἐφοβήθην, ὅτι ἀπὸ Θαιμάν, καὶ ἐξ ὄρους ἁγίου κατασκίου, ἐπεδήμησας Χριστέ».Διὰ Σταυροῦ ᾐχμαλώτευσας, τὴν τοῦ ᾍδου γαστέρα, καὶ συνήγειρας νεκρούς, καὶ τοῦ θανάτου κατέλυσας τὴν τυραννίδα· ὅθεν οἱ ἐξ, Ἀδὰμ προσκυνοῦντες, ὑμνοῦμεν τὴν ταφήν σου καὶ τὴν Ἔγερσιν Χριστέ.Ὁ εὐδοκήσας Σωτὴρ ἡμῶν, διὰ σπλάγχνα ἐλέους, προσπαγῆναι τῷ Σταυρῷ, καὶ τῆς πατρῴας λυτρώσασθαι ἡμᾶς κατάρας, λῦσόν μου τὰ δεσμὰ τῶν πολλῶν ἐγκλημάτων· δύνασαι γὰρ δσα θέλεις ἐκπληροῦν.Ὁ ἐν Σταυρῷ προσηλώσας μου, τὴν ἀρχαίαν κατάραν, καὶ πηγάσας μοι Σωτήρ, τὴν εὐλογίαν δι' αἵματος, ἐκ τῆς πλευρᾶς σου, λῦσόν μου τὰ δεσμὰ τῶν πολλῶν ἐγκλημάτων· δύνασαι γὰρ ὅσα θέλεις ἐκπληροῦν.ᾍδης Σωτὴρ συναντήσας σοι, ἐν τοῖς καταχθονίοις ἐπικράνθη, ἐνορῶν, ὅτι οὓς πάλαι κατέπιεν ἰσχύσας, ἄρτι ἄκων ἀποδιδοὺς ἐρευνᾶται τὰ κάτω, καὶ γυμνοῦται καὶ σκυλεύεται νεκρούς.Εἰ καὶ ὁ λίθος ἐσφράγισται, μετὰ τῆς κουστωδίας, ὦ παράνομοι ἐχθροί· ἀλλ' ἐξανέστη ὁ Κύριος καθὼς προεῖπε, λύων μου τὰ δεσμὰ τῶν πολλῶν ἐγκλημάτων· δύναται γὰρ ὅσα θέλει ἐκπληροῦν.Ὁ ἀναστὰς ἐκ τοῦ μνήματος, καὶ σκυλεύσας τὸν ᾍδην, καὶ ζωώσας τοὺς νεκρούς, καὶ ἀφθαρσίαν πηγάσας μοι, τῇ σῇ Ἐγέρσει, λῦσόν μου τὰ δεσμὰ τῶν πολλῶν ἐγκλημάτων· δύνασαι γὰρ ὅσα θέλεις ἐκπληροῦν.Ὄντως αἰσχύνθητε ἄνομοι· ὁ Χριστὸς γὰρ ἀνέστη, καὶ συνήγειρε νεκρούς, κράζων, θαρσεῖτε, νενίκηκα ἐγὼ τὸν κόσμον, πείσθητε οὖν αὐτῷ, ἢ σιγήσατε πλάνοι, ἀθετοῦντες τὴν Ἀνάστασιν αὐτοῦ.Ὁ Μυροφόροις τό, Χαίρετε, ἀναστὰς ἐκ τοῦ τάφου, προσφωνήσας ἀγαθέ, καὶ Ἀποστόλοις, κηρύξατε τὴν Ἔγερσίν μου, λῦσόν μου τὰ δεσμά, τῶν πολλῶν ἐγκλημάτων· δύνασαι γὰρ ὅσα θέλεις ἐκπληροῦν.Ἰωσὴφ τὸν εὐσχήμονα, ζηλωτὴν εὐσεβείας, βουλευτὴν καὶ μαθητήν, σὺν Μυροφόροις τιμήσωμεν καὶ Ἀποστόλοις, κράζοντες σὺν αὐτοῖς, καὶ πιστῶς ἀνυμνοῦντες τοῦ Σωτῆρος τὴν Ἀνάστασιν φαιδρῶς.Δόξα...Ὑπερουσίου Θεότητος, τὴν ἀμέριστον δόξαν, τίς ἰσχύσει ἐξειπεῖν· ἓν γὰρ τῇ φύσει ὑπάρχουσα, Τριὰς ὑμνεῖται, ἄναρχος, συμφυής, ὡς μονὰς ἐν Τριάδι ὑμνουμένη, ὑποστάσεσιν ἁπλαῖς.Καὶ νῦν... ΘεοτοκίονΤὸν ἐν γαστρί σου σκηνώσαντα, ἀλοχεύτως τεκοῦσα, Μητροπάρθενε ἁγνή, ἀκαταπαύστως ἱκέτευε, ὡς Θεοτόκος, λῦσαί μου τὰ δεσμὰ τῶν πολλῶν ἐγκλημάτων· δύνασαι γὰρ ὅσα θέλεις βοηθεῖν. Κανών α', ᾨδὴ ε', τῶν Μυροφόρων Ἦχος β' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Τὴν ἀχλὺν τὺς ψυχῆς μου, Σωτήρ μου διασκεδάσας, τῷ φωτὶ τῶν ἐντολῶν σου, καταύγασόν με ὡς μόνος, τῆς εἰρήνης Βασιλεύς».Σὺ τὴν ἀρχαίαν στολήν μου, ἣν μοι ἐξύφανεν, οἴμοι! ὁ σπορεὺς τῆς ἁμαρτίας ἐξέδυσάς με Σωτήρ μου, ἐνδυσάμενος ἐμέ.Φύλλα συκῆς ἔρραψέ μοι, ἡ ἁμαρτία μου οἴμοι! μὴ φυλάξαντι Σωτήρ μου τὴν ἄχραντον ἐντολήν σου, τῇ τοῦ ὄφεως βουλῇ.Τὴν πληγωθεῖσαν ψυχήν μου, τοῖς λῃστρικοῖς λογισμοῖς μου, ἐπιστὰς ὁ ἐκ Μαρίας, καὶ ἔλαιον ἐπιχύσας, ἐθεράπευσε Χριστός.Ἐν τῷ Σταυρῷ παρεστῶσα, ἡ ἄμεμπτος Θεοτόκος, μητρικῶς ἀνεκαλεῖτο. Κατέλιπές με τὴν μόνην, Υἱέ μου καὶ Θεέ.Σὺ τὸν ἀρχέκακον ὄφιν, τῷ ὅπλῳ τῷ τοῦ Σταυροῦ σου, καθελὼν τῇ σῇ Ἐγέρσει, συνέτριψας τὸ κέντρον, τοῦ θανάτου Ἰησοῦ.Ποῦ σου θάνατε τὸ κέντρον, ποῦ σου, ᾍδη τὸ νῖκος, ὁ Ἀδὰμ συνεκβοάτω· συντέτριψαι ζωώσει, τοῦ ἐγείραντος νεκρούς.Αἱ Μυροφόροι γυναῖκες, τὸ μνῆμα καταλαβοῦσαι, τοῦ ζωώσαντος τοὺς κάτω, φωνῆς ἤκουον λεγούσης· Ἐξανέστη ὁ Χριστός.Τῶν εὐσεβῶν Μυροφόρων, τὴν μνήμην ἐπιτελοῦντες, καὶ πάντων τῶν Μαθητῶν σου, ἐν τῇ φαιδρᾷ σου Ἐγέρσει, ἀνυμνοῦμέν σε Χριστέ.Τὸν εὐσχήμονα πάντες, τιμήσωμεν ἐπαξίως, ὃς τὸ σῶμα τοῦ Κυρίου, ἀπὸ τοῦ ξύλου καθεῖλε, καὶ ἐκήδευσε πιστῶς.Δόξα...Σὲ τὸν Θεὸν καὶ Πατέρα, καὶ τὸν Υἱὸν καὶ τὸ Πνεῦμα, προσκυνῶ τρεῖς ὑποστάσεις καὶ ἓν τὰ τρία πιστεύω, οὐσιότητι μιᾷ.Καὶ νῦν... ΘεοτοκίονΣὲ τὴν ἀσπόρῳ κυήσει, γεννήσασαν ὑπὲρ φύσιν, τὸν καινίσαντα τὴν φύσιν, Χριστὸν τὸν μόνον Δεσπότην, ἀνυμνοῦμεν οἱ πιστοί. Κανών α', ᾨδὴ ς', τῶν Μυροφόρων Ἦχος β' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Βυθῷ ἁμαρτημάτων συνέχομαι ἀεί, καὶ ἐν πελάγει τοῦ βίου βυθίζομαι, ἀλλ' ὥσπερ τὸν Ἰωνᾶν ἐκ τοῦ θηρός, κἀμὲ τῶν παθῶν ἀνάγαγε, καὶ διάσωσόν με».Νεκρός ἐστιν ὁ ᾍδης, θαρσεῖτε γηγενεῖς· ὁ γὰρ Χριστὸς ἐπὶ ξύλου κρεμάμενος, ἀπέρριψε τὴν ῥομφαίαν κατ΄ αὐτοῦ, καὶ κεῖται νεκρός· οὓς εἶχε γὰρ ἐσκυλεύθη γυμνωθείς.Ἐσκύλευται ὁ ᾍδης, θαρσεῖτε οἱ νεκροί, καὶ τὰ μνημεῖα ἠνοίχθη, ἐγείρεσθε, βοᾷ ὑμῖν ἐκ τοῦ ᾍδου ὁ Χριστός, ὁ πάντας ἐλθὼν λυτρώσασθαι, ἐκ θανάτου καὶ φθορᾶς.Νεκροὺς οὕς περ ἰσχύσας, κατέπιες ποτέ, νῦν ἀπαιτούμενος ᾍδης, ἀπόδος μοι· βοᾷ σοι ὁ ζωοδότης καὶ Θεός, ὁ πάντας ἐλθὼν λυτρώσασθαι, τῆς ἀπλήστου σου γαστρός.Ὁ Κύριος ἀνέστη σκυλεύσας τὸν ἐχθρὸν καὶ τοὺς δεσμίους ἐκσπάσας, ἀνήγαγε πάντας, καὶ τὸν πρωτόπλαστον Ἀδάμ, αὐτὸν ἀνιστῶν ὡς εὔσπλαγχνος, καὶ φιλάνθρωπος Θεός.Σινδόνι σε εἱλήσας, κατέθετο Χριστέ, Ἰωσὴφ ὁ εὐσχήμων ἐν μνήματι, μυρίσας δὲ τὸν λυθέντα σου ναόν, τοῦ σώματος, προσεκύλισε, λίθον μέγαν τῇ σορῷ.Γυναῖκες Μυροφόροι, τί σπεύδετε λοιπόν, τί δὲ τὰ μύρα τῷ ζῶντι κομίζετε; ἀνέστη καθὼς προεῖπεν ὁ Χριστός, παυσάσθω ὑμῶν τὰ δάκρυα, μετελθόντα εἰς χαράν.Δόξα...Τριάδα ἐν μονάδι ὑμνήσωμεν πιστοί, σὺν τῷ Υἱῷ τὸν Πατέρα δοξάζοντες, καὶ Πνεῦμα τὸ ὁμοούσιον Υἱῷ, καὶ ὃν ἐν Πατρὶ συνάναρχον, καὶ ἀΐδιον Θεόν.Καὶ νῦν... ΘεοτοκίονΓαστρὶ ἀγεωργήτως συνέλαβες Ἁγνή, τῆς ἀφθαρσίας τὸν βότρυν ὡς ἄμπελος, ἐξ οὗ τῆς ἀθανασίας οἱ κρουνοί, ὡς οἶνον ἡμῖν πηγάζουσι, τὴν αἰώνιον ζωήν. Κοντάκιον Ἦχος β' Αὐτόμελον ΤΟ ΑΚΟΥΤΕ Τὸ Χαῖρε ταῖς Μυροφόροις φθεγξάμενος, τὸν θρῆνον τῆς προμήτορος Εὔας κατέπαυσας, τῇ Ἀναστάσει σου, Χριστὲ ὁ Θεός, τοῖς Ἀποστόλοις δὲ τοῖς σοῖς κηρύττειν ἐπέταξας, ὁ Σωτὴρ ἐξανέστη τοῦ μνήματος. Κανών α', ᾨδὴ ζ', τῶν Μυροφόρων Ἦχος β' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ Τὰ Χερουβὶμ μιμούμενοι, Παῖδες ἐν τῇ καμίνῳ, ἐχόρευον βοῶντες· Εὐλογητὸς εἶ ὁ Θεός, ὅτι ἐν ἀληθείᾳ καὶ κρίσει ἐπήγαγες, ταῦτα πάντα διὰ τὰς ἁμαρτίας ἡμῶν, ὁ ὑπερύμνητος, καὶ δεδοξασμένος εἰς πάντας τοὺς αἰῶνας.Σὺ ὡς φιλάνθρωπος θέλων, πάντας σῶσαι ἐκ πλάνης, οὓς ἔπλασας, ἠνέσχου, προσηλωθῆναι τῷ σταυρῷ, ἵνα τὴν συγχωσθεῖσαν εἰκόνα τοῖς πάθεσι, ταύτην τῇ σαρκὶ σου ἀνανεώσῃς Σωτήρ, καὶ ᾍδην καθελών, συνεξανέστησας, καὶ τοὺς θανόντας σεαυτῷ.Ἐν τῷ σταυρῷ ὑψούμενος πάντας προσεκαλέσω, πρὸς σεαυτὸν οἰκτίρμον ὡς ἐπηγγείλω ἀγαθέ, ὅτι ἐν ἀληθείᾳ ταῦτα πάντα, διὰ τὰς ἁμαρτίας ἡμῶν παθεῖν ηὐδόκησας· ὅθεν καὶ τῷ Λῃστῇ, τὰς τοῦ Παραδείσου πύλας ἠνέῳξας Σωτήρ.Σὺ τὸν ναὸν τοῦ σώματος ἤγειρας τὸν λυθέντα, τριήμερον ἐκ τάφου, ὡς ἐπηγγείλω ἀγαθέ, ἵνα ἐν ἀληθείᾳ γνωρίσῃς τὴν δόξαν σου, ἣν ἡμῖν πηγάζεις διὰ τῆς πίστεως, δεσμίους ἀφελῶν οὓς κατεῖχε πάλαι ᾍδης πεπεδημένους.Ὢ Ἰουδαίων ἄνοια! ὢ μανία ἀνόμων! Τί ἄπιστον ἰδόντες, οὐκ ἐπιστεύσατε Χριστῷ; ὅτι τοὺς ἀσθενοῦντας ἐν λόγῳ οὐκ ἤγειρεν, ἢ ὅτι πάντα κόσμον αὐτὸς οὐκ ἔσωσε; Πεισάτωσαν ὑμᾶς κἂν οἱ στρατιῶται, οἱ ἀναστάντες ἐκ νεκρῶν.Οἱ νεκρωθέντες φύλακες, νῦν λεγέτωσαν, ὅπως ἐκλάπη ὃν οὐκ εἶδον, οἱ ἀγνώμονες παντί. Εἰ γὰρ ἐξαναστάντα οὐκ εἶδον, οὐκ ᾔσθοντο, πῶς κλαπέντα οὕτω νοῆσαι εἶχόν ποτε: Πεισάτωσαν ὑμᾶς, κἂν ὁ λίθος οὗτος, καὶ τὰ ἐντάφια Χριστοῦ.Τί ὡς νεκρὸν φυλάττετε; τί σφραγῖδας τῷ λίθῳ τεθήκατε; Ἑβραῖοι, φόβον φοβούμενοι κλοπῆς, ἰδοὺ ἐν ἀληθείᾳ ὁ τάφος ἐσφράγισται, πῶς οὖν ἐξανέστη, εἰ μὴ Θεός ἦν ὁ Χριστός; Πεισάτωσαν ὑμᾶς οἱ ἐξαναστάντες, καὶ ὁραθέντες τοῖς πολλοῖς.Δόξα...Σὺν τῷ Πατρὶ δοξάζομεν, τὸν Υἱὸν καὶ τὸ Πνεῦμα τὸ ἅγιον, βοῶντες, ἀκαταπαύστῳ τῇ φωνῇ· Τριὰς μοναδικὴ οὐσία, ἐλέησον, σῶσον πάντας, ἡ ἐν τρισὶ προσώποις μονάς, οἰκτίρησον ἡμᾶς, ὁ δεδοξασμένος Θεὸς εἰς τοὺς αἰῶνας.Καὶ νῦν... ΘεοτοκίονἘν τῇ γαστρί σου Ἄχραντε, πῶς ἐχώρησας βρέφος, ὃν τρέμουσι δυνάμεις, αἱ τῶν Ἀγγέλων ὡς Θεόν; εἰ μὴ ὡς ἠβουλήθη, ὡς οἶδεν, ἐσκήνωσε, πάντας θέλων, σῶσαι τοὺς ἐξ Ἀδὰμ γηγενεῖς, λύσας τὸν Ἀδὰμ τῆς ἀρᾶς ἐκείνης, τῆς διὰ βρώσεως πικρᾶς. Κανών α', ᾨδὴ η', τῶν Μυροφόρων Ἦχος β' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Τὸν ἐν τῇ βάτῳ Μωσεῖ, τῆς Παρθένου τὸ θαῦμα, ἐν Σιναίῳ τῷ ὄρει προτυπώσαντα ποτέ, ὑμνεῖτε, εὐλογεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας».Αἱ τοῦ ἡλίου αὐγαί, συνεστέλλοντο φόβῳ, τῶν Χριστοῦ παθημάτων, καὶ ἀνίσταντο νεκροί, καὶ ὄρη ἐκλονεῖτο, καὶ ἐδονεῖτο ἡ γῆ, καὶ ᾍδης ἐγυμνοῦτο.Οἱ ἐν καμίνῳ ποτέ, τρισμακάριοι Παῖδες, ἀνυψοῦντες τὰς χεῖρας, προετύπουν ἀγαθέ, τὸν ἄχραντον Σταυρόν σου, δι' οὗ καθεῖλες Χριστέ, ἐχθροῦ τὴν δυναστείαν.Ὦ Ἰουδαῖοι τυφλοί, πλάνοι καὶ παραβάται, οἱ Χριστοῦ τῇ Ἐγέρσει, ἀπειθοῦντες ὡς ψευδεῖ; τί ἄπιστον ὁρᾶτε; ὅτι ἀνέστη Χριστός, ὁ τοὺς νεκροὺς ἐγείρας;Ὦ Ἰουδαῖοι ἐχθροί, κἂν ἡμῖν ἀπιστεῖτε, τοὺς ὑμῶν στρατιώτας, ἐρωτήσατε ὑμεῖς, τί ἔπαθον ἐκεῖνοι; τίς ὁ κυλίσας χερσί, τὸν λίθον τοῦ μνημείου;Τίς ὁ ξηράνας συκῆν; τίς δὲ τὴν ξηρανθεῖσαν, ἰασάμενος χεῖρα; τίς ὁ χορτάσας ποτέ, τὰ πλήθη ἐν ἐρήμῳ; εἰμὴ Χριστὸς ὁ Θεός, ὁ τοὺς νεκροὺς ἐγείρας.Τίς ὁ φωτίσας τυφλούς, καὶ λεπροὺς ἐκκαθάρας, καὶ χωλοὺς ἀνορθώσας, καὶ πεζεύσας ὡς ξηράν, τὴν θάλασσαν ἀβρόχως; εἰ μὴ Χριστὸς ὁ Θεός, ὁ τοὺς νεκροὺς ἐγείρας.Τίς ὁ ἐγείρας νεκρόν, τεταρταῖον ἐκ τάφου, καὶ τῆς χήρας τὸν υἱόν; τίς ὁ σφίγξας ὡς Θεός, παράλυτον ἐν κλίνῃ; εἰ μὴ Χριστὸς ὁ Θεός, ὁ τοὺς νεκροὺς ἐγείρας.Κράζει ὁ λίθος αὐτός, αἱ σφραγῖδες βοῶσιν, ἃς ὑμεῖς ἐπιθέντες, κατεστήσατε φρουροὺς φυλάσσοντας τὸ μνῆμα. Ὄντως ἀνέστη Χριστός, καὶ ζῇ εἰς τοὺς αἰῶνας.Ὄντως ἀνέστη Χριστός, ἐσκυλεύθη ὁ ᾍδης, ἐνεκρώθη ὁ ὄφις, ἐλυτρώθη ὁ Ἀδάμ, ἐσώθησαν οἱ κάτω. Τί ἀπιστεῖτε λοιπόν, ἐχθροὶ καὶ παραβάται;Δόξα...Σὺν τῷ Πατρὶ τὸν Υἱόν, καὶ τὸ ἅγιον Πνεῦμα, τὴν ἁγίαν Τριάδα, ἐν Θεότητι μιᾷ, δοξάζομεν βοῶντες· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ εἰς τοὺς αἰῶνας.Καὶ νῦν... ΘεοτοκίονἘν τῇ γαστρί σου Ἁγνή, τὸν ἀείζωον ἄρτον, φυραθέντα ἀφύρτως, ἐν φυράματι ἡμῶν, ἐγέννησας ἀτρέπτως, ἕνα Χριστὸν τὸν Θεόν, ἐν δυσὶ ταῖς οὐσίαις. Κανών α', ᾨδὴ θ', τῶν Μυροφόρων Ἦχος β' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Τὴν ὑπερφυῶς σαρκὶ συλλαβοῦσαν ἐν γαστρί, τὸν ἐκ Πατρὸς ἀχρόνως, προεκλάμψαντα Λόγον, ἐν ὕμνοις ἀσιγήτοις, μεγαλύνωμεν πιστοί».Τὸν ἐν τῷ Σταυρῷ Λῃστήν, ἐπιγνόντα σε Θεόν, κληρονόμον εἰργάσω, νοητοῦ Παραδείσου, τὸ Μνήσθητι βοῶντα, παντοδύναμε Σωτήρ.Ἐρραπίσθης δι' ἡμᾶς, ἐνεπτύσθης Ἰησοῦ, ὑπὸ τῶν παρανόμων, ὁ τὰς πλάκας τοῦ νόμου, χαράξας ἐν Σιναίῳ, τῷ θεράποντι Μωσεῖ.Ὄξος καὶ χολὴν Σωτήρ, ἐποτίσθης δι' ἡμᾶς, ὁ δοὺς ἡμῖν τὸ Σῶμα, καὶ τὸ τίμιον Αἷμα, εἰς βρῶσίν τε καὶ πόσιν, αἰωνίου σου ζωῆς.Τὴν ζωοποιὸν πλευράν, λόγχῃ κεντηθεὶς Χριστέ, τὸ ἄχραντόν σου Αἷμα, καὶ τὸ τίμιον Ὕδωρ, ἐπήγασας τῷ κόσμῳ, ὡς ἀείζωον πηγήν.Ἑλογίσθης ἐν νεκροῖς, ὁ ζωώσας τοὺς νεκρούς, ἐν τάφῳ κατετέθης, ὁ κενώσας τοὺς τάφους, ἐσκύλευσας τὸν ᾍδην, ἀναστήσας τὸν Ἀδάμ.Ἐξανέστης Ἰησοῦ, ἐδεσμεύθη ὁ ἐχθρός, ἐσκυλεύθη ὁ ᾍδης, ἐγυμνώθησαν τάφοι, ἠγέρθησαν οἱ κάτω, προσκυνοῦντές σε Χριστέ, ὁ κλέψας τὸν νεκρόν.Τίς, μάλιστα δὲ καὶ γυμνόν; τί πλανᾶσθε Ἑβραῖοι; ὁ Χριστὸς ἐξανέστη, καὶ λέλυνται τοῦ ᾍδου, τὰ δεσμὰ καὶ οἱ μοχλοί.Δόξα σοι Χριστὲ Σωτήρ, ὁ πηγάσας τὴν ζωήν, καὶ τὸ φῶς ἀνατείλας, τοῖς ἐν σκότει ἀγνοίας, καὶ πᾶσαν καταλάμψας, τῇ Ἐγέρσει σου τὴν γῆν.Ὁ εὐσχήμων βουλευτής, ἀνυμνείσθω Ἰωσήφ, μετὰ τῶν Μυροφόρων, καὶ τῶν θείων Μαθητῶν, ὡς κήρυξ ὢν καὶ οὗτος, τῆς Ἐγέρσεως Χριστοῦ.Ἰωσὴφ τὸν θαυμαστόν, εὐφημήσωμεν πιστοί, συνάμα Νικοδήμῳ, καὶ πισταῖς Μυροφόροις, ὁ Κύριος ἀνέστη, ἐκβοῶντες ἀληθῶς.Δόξα...Ἄναρχος εἶ ὁ Πατήρ, ἄκτιστος εἶ ὁ Υἱός, σύνθρονον καὶ τὸ Πνεῦμα, ἓν τὰ τρία τῇ φύσει, καὶ τρία τοῖς προσώποις, εἷς Θεὸς ἀληθινός.Καὶ νῦν... ΘεοτοκίονΕὐφραινέσθω Ἰεσσαί, χορευέτω καὶ Δαυΐδ· ἰδοὺ γὰρ ἡ Παρθένος, ἡ θεόφυτος ῥάβδος, ἐβλάστησε τὸ ἄνθος, τὸν ἀείζωον Χριστόν. ἘξαποστειλάριονἮχος β' Αὐτόμελον ΤΟ ΑΚΟΥΤΕ Γυναῖκες ἀκουτίσθητε, φωνὴν ἀγαλλιάσεως, Τύραννον ᾍδην πατήσας, φθορᾶς ἐξήγειρα κόσμον, δράμετε φίλοις εἴπατε, τοῖς ἐμοῖς εὐαγγέλια· βούλομαι γὰρ τὸ πλάσμα μου, χαρὰν ἐκεῖθεν αὐγάσαι, ἐξ ἧς προῆλθεν ἡ λύπη. Εἰς τοὺς Α ἲ ν ο υ ς Στιχηρὰ Ἦχος β' Ἀναστάσιμον Εἰπάτωσαν Ἰουδαῖοι· Πῶς οἱ στρατιῶται ἀπώλεσαν τηροῦντες τὸν βασιλέα; διὰ τί γὰρ ὁ λίθος οὐκ ἐφύλαξε τὴν πέτραν τῆς ζωῆς; Ἢ τὸν ταφέντα δότωσαν, ἢ ἀναστάντα προσκυνείτωσαν, λέγοντες σὺν ἡμῖν· Δόξα τῷ πλήθει τῶν οἰκτιρμῶν σου, Σωτὴρ ἡμῶν, δόξα σοι. Ἦχος β' Εἰπάτωσαν Ἰουδαῖοι· Πῶς οἱ στρατιῶται ἀπώλεσαν τηροῦντες τὸν βασιλέα; διὰ τί γὰρ ὁ λίθος οὐκ ἐφύλαξε τὴν πέτραν τῆς ζωῆς; Ἢ τὸν ταφέντα δότωσαν, ἢ ἀναστάντα προσκυνείτωσαν, λέγοντες σὺν ἡμῖν· Δόξα τῷ πλήθει τῶν οἰκτιρμῶν σου, Σωτὴρ ἡμῶν, δόξα σοι. Ἦχος β' Κατανυκτικὸν Τὰς ἀνομίας μου πάριδε Κύριε, ὁ ἐκ Παρθένου τεχθείς, καὶ τὴν καρδίαν μου καθάρισον, ναὸν αὐτὴν ποιῶν τοῦ ἁγίου σου Πνεύματος, μή με ἐξουδενώσῃς ἀπὸ τοῦ σοῦ προσώπου, ὁ ἀμέτρητον ἔχων τὸ ἔλεος. Ἦχος β' Μαρτυρικὸν Τὸν Σταυρὸν τοῦ Χριστοῦ λαβόντες οἱ ἅγιοι Μάρτυρες ὅπλον ἀκαταγώνιστον, πᾶσαν τοῦ Διαβόλου τὴν ἰσχὺν κατήργησαν, καὶ λαβόντες στέφος οὐράνιον, τεῖχος ἡμῖν γεγόνασιν, ὑπὲρ ἡμῶν ἀεὶ πρεσβεύοντες. Δόξα... Καὶ νῦν... Ἦχος β' Αἱ Μυροφόροι γυναῖκες, ὄρθρου βαθέος, ἀρώματα λαβοῦσαι, τοῦ Κυρίου τὸν τάφον κατέλαβον, ἅπερ δὲ οὐκ ἤλπιζον εὑροῦσαι, διελογίζοντο εὐλαβούμεναι, τοῦ λίθου τὴν μετάθεσιν, καὶ πρὸς ἀλλήλας διελέγοντο· Ποῦ εἰσιν αἱ σφραγῖδες τοῦ μνήματος; ποῦ ἐστιν ἡ τοῦ Πιλάτου κουστωδία, καὶ ἀκριβὴς ἀσφάλεια; Γέγονε δὲ μηνυτής τῶν ἀγνοουσῶν Γυναικῶν, ἐξαστράπτων Ἄγγελος, καὶ φάσκων πρὸς αὐτάς· Τί μετὰ θρήνων ζητεῖτε τὸν ζῶντα, καὶ ζωοποιήσαντα τὸ γένος τῶν βροτῶν; Ἐξηγέρθη Χριστός ὁ Θεὸς ἡμῶν, ἐκ νεκρῶν ὡς παντοδύναμος, παρέχων πᾶσιν ἡμῖν, ἀφθαρσίαν καὶ ζωήν, φωτισμὸν καὶ τὸ μέγα ἔλεος. Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς Ἦχος β' Ὅτε ἐκ τοῦ ξύλου σε νεκρὸν ΤΟ ΑΚΟΥΤΕ Σέλας τὸ τρισήλιον ἐν γῇ σήμερον φαιδρῶς ἐξαστράπτει καὶ ζόφον αἴρει παθῶν, φαίνει ἡ Ἀνάστασις, Χριστοῦ, φρουροῦσα πιστούς, Ἀποστόλων χορεύουσι, τὰ τάγματα πόθῳ , Ἰωσὴφ εὐφραίνεται, καὶ Μυροφόρων σεπτῶν, μνήμη ἡ φαιδρὰ καταστέφει, τοὺς αὐτὰς πιστῶς εὐφημοῦντας, καὶ τὴν θείαν Ἔγερσιν δοξάζοντας.Στίχ. Εὐδόκησας Κύριε, τὴν γῆν σου,ἀπέστρεψας τὴν αἰχμαλωσίαν Ἰακώβ. Ἦχος β' Ἄρας ἐπὶ ὤμων Ἰωσήφ, τὸν ἐν δεξιᾷ τῇ πατρῴᾳ Υἱὸν καθήμενον, μύρον τὸ ἀκένωτον, μύροις ἐκήδευσας, τὴν τοῦ κόσμου ἀνάστασιν, προτέθεικας τάφῳ, τὸν ἀναβαλλόμενον φῶς ὡς ἱμάτιον, λίθῳ συγκαλύπτεις ἀφράστως. Ὅθεν τούτου μέλπωμεν ὕμνοις, τὰ φωσφόρα Πάθη καὶ τὴν Ἔγερσιν.Στίχ. Ἔλεος καὶ ἀλήθεια συνήντησαν, δικαιοσύνην καὶ εἰρήνην κατεφίλησαν. Ἦχος β' Φρίττει τῶν Ἀγγέλων ἡ πληθύς, σὲ ὦ Ἰωσὴφ καθορῶσα, Χριστὸν κηδεύοντα· κόσμος μακαρίζει σε, πιστοὶ θαυμάζομεν, τὴν σεπτήν τε Ἀνάστασιν, τιμῶντες ἐνθέως, σὺν ταῖς Μυροφόροις σε, θερμῶς γεραίρομεν· ὅθεν καὶ βοῶμεν ἀπαύστως· Πρέσβευε σὺν ταύταις σωθῆναι, καὶ ἡμᾶς κινδύνων τε καὶ θλίψεων. Δόξα... Καὶ νῦν... Ἦχος α' Μετὰ φόβου ἦλθον αἱ Γυναῖκες, ἐπὶ τὸ μνῆμα ἀρώμασι τὸ σῶμά σου μυρίσαι σπουδάζουσαι, καὶ τοῦτο μὴ εὑροῦσαι διηπόρουν πρὸς ἀλλήλας, ἀγνοοῦσαι τὴν Ἀνάστασιν, ἀλλ' ἐπέστη αὐταῖς Ἄγγελος καὶ εἶπεν· Ἀνέστη Χριστός, δωρούμενος ἡμῖν τὸ μέγα ἔλεος. Ἀντίφωνον α'Ἦχος β'Στίχ. Ἀλαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ.Στίχ. Ψάλατε δὴ τῷ ὀνόματι αὐτοῦ, δότε δόξαν ἐν αἰνέσει αὐτοῦ.Στίχ. Εἴπατε τῷ Θεῷ· Ὡς φοβερὰ τὰ ἔργα σου. Ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί σου.Στίχ. Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι, ψαλάτωσαν δὴ τῷ ὀνόματι σου Ὕψιστε.Ἀντίφωνον β'Ἦχος ὁ αὐτὸςΣτίχ. Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς.Στίχ. Τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου, ἐν πᾶσιν ἔθνεσι τὸ σωτήριόν σου.Στίχ. Ἐξομολογησάσθωσάν σοι λαοί, ὁ Θεός, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες.Στίχ. Εὐλογήσαι ἡμᾶς ὁ Θεός, καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς.Ἀντίφωνον γ'Ἦχος πλ. α'Στίχ. Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.Στίχ. Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώτου πυρός.Στίχ. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.Στίχ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.ΕἰσοδικὸνἘν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν, Κύριον ἐκ πηγῶν Ἰσραήλ... Μεγαλυνάριον Ὁ ἄγγελος ἐβόα τῇ κεχαριτωμένῃ· Ἁγνὴ Παρθένε, χαῖρε, καὶ πάλιν ἐρῶ· Χαῖρε· ὁ σὸς υἱὸς ἀνέστη τριήμερος ἐκ τάφου.Φωτίζου, φωτίζου ἡ νέα Ἱερουσαλήμ· ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε. Χόρευε νῦν, καὶ ἀγάλλου Σιών· σὺ δὲ ἁγνή, τέρπου, Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου. Κοινωνικὰ Σῶμα Χριστοῦ μεταλάβετε, πηγῆς ἀθανάτου γεύσασθε. Ἀλληλούϊα.Εἰς μνημόσυνον αἰώνιον ἔσται Δίκαιος. Ἀλληλούϊα.
ΤΑ ΛΟΙΠΑ
Oct 28 Τῌ ΚΗ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥἈνάµνησιν ἐπιτελοῦµεν τῆς ἁγίας Σκέπης τῆς Ὑπεραγίας Δεσποίνης ἡµῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας. ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ Ἱστῶµεν Στίχους δ´, καὶ ψάλλοµεν τὰ Στιχηρὰ προσόµοια. Ἦχος α´ Ὁ ἐξ ὑψίστου κληθεὶς ΤΟ ΑΚΟΥΤΕ Τῶν ὀρθοδόξων Ἑλλήνων ἅπαν τὸ σύστηµα, τὴν παναγίαν Σκέπην, τῆς ἁγνῆς Θεοτόκου, ὑµνήσωµεν προθύµως καὶ ἐν χαρᾷ, πρὸς αὐτὴν ἐκβοήσωµεν· χαῖρε Παρθένε βοήθεια ἀσφαλής, καὶ θερµὴ ἡµῶν ἀντίληψις. Ἦχος α´ Ὥσπερ ἐρρύσω Παρθένε τὴν Βυζαντίδα ποτέ, τῇ σῇ ἁγίᾳ Σκέπῃ, πολυτρόπων κινδύνων· οὕτω καὶ νῦν τὸν νέον Κόρη λαόν, τοῦ σοῦ Ἔθνους ἀπήλλαξας, ἐπιδρομῆς Θεοτόκε ἀλλοεθνοῦς, τῇ ἐκφάνσει τῆς εὐνοίας σου. Ἦχος α´ Ὑπὲρ ἡλίου ἀκτῖνας τῆς θείας Σκέπης σου, αἱ δωρεαὶ πλουσίως, ἀπαστράπτουσι πᾶσι, καὶ λύουσι τὴν νύκτα τῶν πειρασμῶν, καὶ εἰρήνην καὶ λύτρωσιν, καὶ σωτηρίαν βραβεύουσιν ἀληθῆ, Θεοτόκε τοῖς ὑμνοῦσι σε. Ἦχος α´ Τῇ ἀρωγῇ τῆς σῆς Σκέπης πιστῶς θαρρήσαντες, κατὰ τῶν πολεμίων, νίκης τρόπαιον ἦραν, Παρθένε Θεοτόκε ὁ σὸς λαός, ἀληθῶς ὁ ἀπόλεκτος· ὅθεν ᾠδὴν χαριστήριον ἐν χαρᾷ, ἀναμέλπει τῇ προνοίᾳ σου. Δόξα... Καὶ νῦν... Ἦχος α΄ Τὶς κατ' ἀξίαν ὑμνήσει, τὴν περὶ ἡμᾶς σου προμήθειαν, Θεοτόκε Ἀειπάρθενε; Σκέπουσα γὰρ ἡμᾶς τῇ κραταιᾷ σου Σκέπῃ, πολυειδῶν λυτροῦσαι συμφορῶν, καὶ συμμαχοῦσα ἀοράτως, ἐν ὑψηλῷ βραχίονι, τῶν πολεμίων καταράσσεις τάς φάλαγγας, καὶ θαυμαστῶς ἰθύνεις, ἢν ᾑρετήσω κληρονομίαν σου· ὅθεν ὑμνοῦμεν τὴν χάριν σου, εὐχαριστίας φωναῖς, καὶ ἐν κατανύξει ψυχῆς βοῶμεν σοι‧ Σκέπε πάντοτε ἐκ πάσης ἀπειλῆς, ἡμᾶς ὦ Δέσποινα, ὅτι μετὰ Θεὸν τάς ἐλπίδας σοι ἀνεθέμεθα. ἈπόστιχαΕἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια. Ἦχος β’ Οἶκος τοῦ Ἐφραθᾶ ΤΟ ΑΚΟΥΤΕ Σκέπη χριστιανῶν, ὑπάρχεις Θεοτόκε, τὸν εὐσεβῆ λαόν σου, σκέπουσα καὶ φρουροῦσα, ἐκ πάσης περιστάσεως.Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ σου. Ἦχος β’ Ὅτε ἐν τῷ ναῷ, τῶν Βλαχερνὼν κατεῖδεν, ὁ Ὅσιος Ἀνδρέας, σκέπουσάν σε Παρθένε, τοὺς εὐσεβεῖς ἐθαύμασε.Στίχ. Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. Ἦχος β’ Ἅπλωσον ἐφ' ἡμᾶς, τὴν Σκέπην σου Παρθένε, καὶ σκέπασον αΰλως, ἐκ πάσης δυσπραγίας, λαὸν τὸν χριστεπώνυμον. Δόξα... Ἦχος β’ Φύσις τρισσολαμπής, Πάτερ Υἱὲ καὶ Πνεῦμα, ὑπέρθεε Θεότης, οἰκτείρησον Οἰκτίρμον, τὸ τῶν χειρῶν σου ποίημα. Καὶ νῦν... Ἦχος β’ Ἤλπισεν ὁ στρατός, τῇ σκέπῃ σου Παρθένε, καὶ ἰσχυρὸς ὡράθη, τοῖς ἐπιτιθεμένοις, τῷ κράτει τῆς ἰσχύος σου. Ἀπολυτίκιον Ἦχος α' Τῆς ἐρήμου πολίτης ΤΟ ΑΚΟΥΤΕ Τῆς Σκέπης σου Παρθένε, ἀνυμνοῦμεν τάς χαρίτας, ἣν ὡς φωτοφόρον νεφέλην, ἐφαπλοῖς ὑπὲρ ἔννοιαν, καὶ σκέπεις τὸν λαόν σου νοερῶς, ἐκ πάσης τῶν ἐχθρῶν ἐπιβουλῆς. Σὲ γὰρ σκέπην καὶ προστάτιν καὶ βοηθόν, κεκτήμεθα βοῶντές σοι· Δόξα τοῖς μεγαλείοις σου Ἁγνή, δόξα τῇ θείᾳ Σκέπῃ σου, δόξα τῇ πρὸς ἡμᾶς σου, προμηθείᾳ Ἄχραντε. Θεοτοκίον Ἦχος πλ. α' Τὸν συνάναρχον Λόγον ΤΟ ΑΚΟΥΤΕ Τὴν ἁγίαν σου Σκέπην, ἁγνὴ Πανύμνητε, ἣν ἐν Βλαχέρναις κατεῖδον τοὺς πιστοὺς σκέπουσαν, ὁ Ἀνδρέας ὁ σοφὸς καὶ Ἐπιφάνιος, ἀνευφημοῦμεν εὐλαβῶς, προσκυνοῦντες ἐν χαρᾷ, ὡς σκέπουσαν καὶ φρουροῦσαν καὶ ἀπήμονας συντηροῦσαν, τοὺς προσκαλοῦντας τὴν ἀρωγὴν αὐτῆς. ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ Μετὰ τὸν Προοιμιακόν, τό, Μακάριος ἀνήρ. Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς', καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Στιχηρὰ προσόµοια Ἦχος α' Ὢ τοῦ παραδόξου θαύματος! ΤΟ ΑΚΟΥΤΕ Ὢ τοῦ παραδόξου θαύματος! ὡς νεφέλην φωτός, ἐφαπλοῖ ἑκάστοτε, τὴν Σκέπην τὴν ἑαυτῆς, ἡ Θεοτόκος Ἁγνή, καὶ σκέπει περιφανῶς, τῇ μητρικῇ προμηθείᾳ καὶ χάριτι, ἐκ πάσης ἐπιβουλῆς, τοὺς πρὸς αὐτὴν ἀφορῶντας καὶ κράζοντας‧ Κεχαριτωμένη χαῖρε, σκέπη καὶ βοήθεια, τοῦ σοῦ Ἔθνους Παρθένε, τοῦ πιστῶς σε μεγαλύνοντος. Ἦχος α' Βαβαὶ τῶν σῶν θαυμασίων Ἁγνή! Σὺ γὰρ παραδόξως, ἤπλωσας τὴν Σκέπην σου, καὶ ἔσκεπες θαυμαστῶς πόλιν τὴν ἄνασσαν‧ ἀρτίως δὲ ἐμφανῶς, τῆς φωτοφόρου σου Σκέπης τῇ χάριτι, διέσωσας ἀπειλῆς, ἐπερχομένης λαὸν τὸν Χριστώνυμον. Ὅθεν σοι χαριστηρίους, αἴνους ἀναμέλποντες, τῶν πολλῶν σου θαυμάτων, μνείαν ἄγομεν γηθόμενοι. Ἦχος α' Τὴν πρὸς ἡμᾶς σου προμήθειαν, οἱ Ἑλλήνων παῖδες, Δέσποινα κηρύττομεν, ὑμνοῦντες τὴν μητρικήν, κηδεμονίαν σου‧ ἀρχῆθεν γὰρ συμπαθῶς, ὑπὸ τὴν Σκέπην τὴν σὴν ἡμᾶς ἔθηκας, καὶ κλῆρόν σου ἐκλεκτόν, τὸ εὐαγὲς ἡμῶν Γένος ἀνέδειξας. Ὅθεν Κεχαριτωμένη, χαῖρε σοι κραυγάζομεν, καὶ τῆς θείας σου Σκέπης, μεγαλύνομεν τάς χάριτας. Προσόμοια ἕτερα Ἦχος δ' Ὡς γενναῖον ἐν Μάρτυσιν ΤΟ ΑΚΟΥΤΕ Ὡς τῆς Σκέπης σου ἄγοντες, τὴν ἀνάμνησιν Ἄχραντε, τὴν σὴν μεγαλύνομεν ἀγαθότητα‧ ὅτι ἐκ πάσης στενώσεως, λυτροῦσαι τὸ Ἔθνος σου, καὶ ἐθνῶν ἐπιδρομῆς, καὶ παρέχεις ἑκάστοτε, χάριν ἄφθονον, τοῖς ὑμνοῦσι τὰ ξένα μεγαλεῖα, τῆς σῆς δόξης Παναγία, καὶ τῶν θαυμάτων τὸ μέγεθος. Ἦχος δ' Θαυμαστῶς πάλαι ἤπλωσας, ἀοράτως τὴν Σκέπην σου, καὶ τὴν πόλιν ἔσκεπες τὴν βασίλειον, ἀλλὰ καὶ νῦν ἐναργέστατα, ἡμᾶς σκέπεις Ἄχραντε, καὶ φρουρεῖς καὶ συντηρεῖς, τὸν καινὸν Κόρη κλῆρόν σου, πάσης θλίψεως· διὰ τοῦτο ὑμνοῦμέν σου τῆς Σκέπης, τὰ δωρήματα Παρθένε, καὶ τὴν ὁσῶραι ἀντίληψιν. Ἦχος δ' Πολλαχῶς Κόρη οἴδαμεν, καὶ λαμπρῶς τεθεάμεθα, τῆς Ἁγίας Σκέπης σου τὴν ἐκδήλωσιν, ἐν τεκμηρίοις καὶ θαύμασιν, ἡμῖν διαλάμπουσαν, καὶ ἐν δάκρυσι θερμοῖς, τὴν πολλὴν σου χρηστότητα,ἐδοξάσαμεν‧ ὅτι σῴζεις ἡμᾶς ἐν τοῖς κινδύνοις, καὶ παρέχεις εὐφροσύνην, τοῖς θλιβομένοις καὶ πάσχουσι. Θεοτοκίον, Ἦχος πλ. β' Σήμερον ὁ πιστὸς λαός σου Θεοτόκε, ὂν ἔθνος ἅγιον, καὶ περιούσιον κλῆρον ἀπεφήνω, τῆς σῆς Σκέπης γεραίρει τὴν χάριν, χαριστηρίους ᾄδων σοι ᾠδάς‧ Σὺ γάρ, οὐ μόνον ἐν παρῳχημέναις γενεαῖς, θαυμαστὰ καὶ παράδοξα ἐν ἡμῖν εἰργάσω, ἀλλὰ καὶ νῦν ἡμᾶς, σκέπεις καὶ ἰθύνεις, καὶ ἐπιδραμόντων ἀπήλλαξας ἐχθρῶν, καὶ εὐφροσύνης ἔπλησας τάς ψυχὰς ἡμῶν. Ὁμολογοῦμεν τοίνυν τὴν χάριν, καὶ τῇ φωταυγεῖ σου Σκέπῃ προστρέχοντες, θερμῶς βοῶμεν‧ Ἄχρι τερμάτων αἰῶνος, σκέπε Παντάνασσα, τοὺς ἀνενδοιάστως ἐπιβοωμένους σε. Ἀριθμῶν τὸ Ἀνάγνωσμα(Κεφ. θ' 1523) Καὶ ἐγένετο τῇ ἡμέρᾳ ᾗ ἐστάθη ἡ σκηνή, ἐκάλυψεν ἡ νεφέλῃ τὴν σκηνήν, τὸν οἶκον τοῦ μαρτυρίου. Καὶ τὸ ἑσπέρας ἦν ἐπὶ τῆς σκηνῆς ὡς εἶδος πυρὸς ἕως πρωί. Οὕτως ἐγίνετο διαπαντὸς· ἡ νεφέλη ἐκάλυπτεν αὐτὴν ἡμέρας, καὶ εἶδος πυρὸς τὴν νύκτα. Καὶ ἡνίκα ἀνέβη ἡ νεφέλη ἀπὸ τῆς σκηνῆς, καὶ μετὰ ταῦτα ἀπῇραν οἱ υἱοὶ Ἰσραήλ. Καὶ ἐν τῷ τόπῳ οὗ ἂν ἔστη ἡ νεφέλη, ἐκεῖ παρενέβαλον οἱ υἱοὶ Ἰσραήλ. Διὰ προστάγματος Κυρίου παρεμβαλοῦσιν οἱ υἱοὶ Ἰσραήλ, καὶ διὰ προστάγματος Κυρίου ἀπαροῦσι. Πάσας τάς ἡμέρας, ἐν αἷς σκιάζει ἡ νεφέλη ἐπὶ τῆς σκηνῆς, παρεμβαλοῦσιν οἱ υἱοὶ Ἰσραήλ. Καὶ ὅταν ἐφέλκηται ἡ νεφέλη ἐπὶ τῆς σκηνῆς ἡμέρας πλείους, καὶ φυλάξονται οἱ υἱοὶ Ἰσραὴλ τὴν φυλακὴν τοῦ Θεοῦ. Καὶ οὐ μὴ ἑξάρωσι. Καὶ ἔσται ὅταν σκεπάζῃ ἡ νεφέλη ἡμέρας ἀριθμῷ ἐπὶ τῆς σκηνῆς, διὰ φωνῆς Κυρίου παρεμβαλοῦσι καὶ διὰ προστάγματος Κυρίου ἀπαροῦσι. Καὶ ἔσται ὅταν γὲνηται ἡ νεφέλη ἀφ' ἑσπέρας ἕως πρωὶ καὶ ἀναβῇ ἡ νεφέλη τὸ πρωί, καὶ ἀπαροῦσιν ἡμέρας ἡ νυκτός. Μηνὸς ἡμέρας πλεοναζούσης τῆς νεφέλης σκιαζούσης ἐπ' αὐτῆς, παρεμβαλοῦσιν οἱ υἱοὶ Ἰσραήλ, καὶ οὐ μὴ ἀπάρωσιν. Ὅτι διὰ προστάγματος Κυρίου ἀπαροῦσι. Τὴν φυλακὴν Κυρίου ἐφυλάξαντο διὰ προστάγματος Κυρίου ἐν χειρὶ Μωυσῆ. Τῆς Ἐξόδου τὸ Ἀνάγνωσμα(Κεφ. μ' 1532) Ἐγένετο ἐν τῷ μηνὶ τῷ πρώτῳ, τῷ δευτέρῳ ἔτει, ἐκπορευομένων τῶν υἱῶν Ἰσραὴλ ἐξ Αἰγύπτου, νουμηνία ἐστάθη ἡ σκηνή. Καὶ ἔστησε Μωυσῆς τὴν σκηνήν, καὶ ἐπέθηκε τάς κεφαλίδας, καὶ διενέβαλε τοὺς μοχλούς, καὶ ἔστησε τοὺς στύλους. Καὶ ἐξέτεινε τάς αὐλαίας ἐπὶ τὴν σκηνήν, καὶ ἐπέθηκε τὸ κατακάλυμμα τῆς σκηνῆς ἐπ' αὐτὴν ἄνωθεν, καθὰ συνέταξε Κύριος τῷ Μωυσῇ. Καὶ λαβὼν τὰ μαρτύρια ἐνέβαλεν εἰς τὴν κιβωτόν. Καὶ ὑπέθηκε τοὺς διωστῆρας ὑπὸ τὴν κιβωτόν, καὶ εἰσήνεγκε τὴν κιβωτὸν εἰς τὴν σκηνήν, καὶ ἐπέθηκε τὸ κατακάλυμμα τοῦ καταπετάσματος, καὶ ἐσκέπασε τὴν κιβωτὸν τοῦ μαρτυρίου, ὂν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ. Καὶ ἐπέθηκε τὴν τράπεζαν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, τὸ πρὸς Βορρᾶν ἔξωθεν τοῦ καταπετάσματος τῆς σκηνῆς. Καὶ προσέθηκεν ἐπ' αὐτῆς ἄρτους τῆς προθέσεως ἔναντι Κυρίου, ὂν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ. Καὶ ἔθηκε τὴν λυχνίαν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, εἰς τὸ κλίτος τῆς σκηνῆς τὸ πρὸς νότον. Καὶ ἐπέθηκε τοὺς λύχνους αὐτῆς ἔναντι Κυρίου, ὂν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ. Καὶ ἔθηκε τὸ θυσιαστήριον τὸ χρυσοῦν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου ἀπέναντι τοῦ καταπετάσματος, καὶ ἐθυμίασεν ἐπ' αὐτοῦ θυμίαμα τῆς συνθέσεως, καθάπερ συνέταξε Κύριος τῷ Μωυσῇ. Καὶ τὸ θυσιαστήριον τῶν καρπωμάτων ἔθηκε παρὰ τάς θύρας τῆς σκηνῆς. Καὶ ἔστησε τὴν αὐλὴν κύκλῳ τῆς σκηνῆς καὶ τοῦ θυσιαστηρίου. Καὶ συνετέλεσε Μωυσῆς πάντα τὰ ἔργα. Καὶ ἐκάλυψεν ἡ νεφέλη τὴν σκηνὴν τοῦ μαρτυρίου. Καὶ δόξης Κυρίου ἐπλήσθη ἡ σκηνή. Καὶ οὐκ ἠδυνάσθη Μωυσῆς εἰσελθεῖν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, ὅτι ἐπεσκίαζεν ἐπ' αὐτὴν ἡ νεφέλη, καὶ δόξης Κυρίου ἐνεπλήσθη ἡ σκηνή. Ἡνίκα δ' ἂν ἀνέβη ἡ νεφέλη ἀπὸ τῆς σκηνῆς, ἀνεζεύγνυσαν οἱ υἱοὶ Ἰσραηλ σὺν τῇ ἀπαρτίᾳ αὐτῶν. Εἰ δὲ μὴ ἀνέβη ἡ νεφέλη, οὐκ ἀνεζεύγνυσαν ἕως ἡμέρας, ἧς ἀνέβη ἡ νεφέλη. Νεφέλη γὰρ ἦν ἐπὶ τῆς σκηνῆς ἡμέρας, καὶ πῦρ ἦν ἐπ' αὐτῆς νυκτὸς ἐναντίον παντὸς Ἰσραήλ, ἐν πάσαις ταῖς ἀναζυγαῖς αὐτῶν. Προφητείας Ἰεζεκιὴλ τὸ Ἀνάγνωσμα(Κεφ. μγ' 27, μδ' 14) Ἔσται ἀπὸ τῆς ἡμέρας τῆς ὀγδόης καὶ ἐπέκεινα, ποιήσουσιν οἱ ἱερεῖς ἐπὶ τὸ θυσιαστήριον τὰ ὁλοκαυτώματα ὑμῶν, καὶ τὰ τοῦ σωτηρίου ὑμῶν‧ καὶ προσδέξομαι ὑμᾶς, λέγει Κύριος. Καὶ ἐπέστρεψέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν Ἁγίων τῆς ἐξωτέρας, τῆς βλεπούσης κατὰ ἀνατολάς, καὶ αὔτη ἦν κεκλεισμένη. Καὶ εἶπε Κύριος πρὸς με‧ Ἡ πύλη αὔτη κεκλεισμένη ἔσται, οὐκ ἀνοιχθήσεται, καὶ οὐδεὶς μὴ διέλθῃ δι' αὐτῆς ὅτι Κύριος ὁ Θεὸς Ἰσραὴλ εἰσελεύσεται δι' αὐτῆς, καὶ ἔσται κεκλεισμένη. Διότι ὁ ἡγούμενος οὗτος καθήσεται ἐν αὐτῇ, τοῦ φαγεῖν ἄρτον ἐναντίον Κυρίου. Κατὰ τὴν ὁδὸν Αἰλὰμ τῆς πύλης εἰσελεύσεται, καὶ κατὰ τὴν ὁδὸν αὐτοῦ ἐξελεύσεται. Καὶ εἰσήγαγέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς πρὸς Βορρᾶν, κατέναντι τοῦ οἴκου, καὶ εἶδον, καὶ ἰδοὺ πλήρης δόξης ὁ οἶκος τοῦ Κυρίου. Εἰς τὴν Λιτήν. Ἰδιόμελα.Ἦχος α'Εὐφραίνου ἐν Κυρίῳ, ἡ Χριστώνυμος Ἑλλάς, ὡς σκεπομένη τῇ Σκέπῃ, τῆς πανυμνήτου Θεοτόκου‧ ὡς γὰρ νεφέλην φωτεινήν, ἀοράτως αὐτὴν ἐφαπλοῦσα, ἡ τοῦ ἀδύτου φωτὸς μήτηρ, κύκλῳ σε περιβάλλει καὶ πανταχόθεν σε σκέπει, καὶ αἰσθητῶν καὶ νοητῶν πολεμίων, ἐπερχομένων κατὰ σοῦ, τάς φάλαγγας ἐκτρέπει. Ὅθεν τὴν δοθεῖσαν σοι χάριν, διαπρυσίῳ φωνῇ κήρυξον, καὶ τὴν σκέπουσάν σε Παρθένον, μεγαλοφώνως ὕμνησον βοῶσα‧ Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ, ὁ παρέχων τῷ κόσμῳ διὰ σοῦ τὸ μέγα ἔλεος.Ἦχος β'Ὡς ὑπέρλαμπρος ἄνασσα, τῷ Ὁσίῳ Ἀνδρέᾳ τεθέασαι, ἐν τῷ ναῷ τῶν Βλαχερνῶν ἐπιφανεῖσα, ἀοράτως Θεοτόκε, καὶ τὴν μὲν Βασιλίδα πόλιν ἐσκέπασας, τῇ ἀναπτύξει τῆς Σκέπης σου, ἡμᾶς δὲ χαρᾶς ἐπλήρωσας, τῇ ἐνεργείᾳ τῆς ἀρωγῆς σου. Ἀλλ' ὦ Παρθένε πανύμνητε, σκέπη ἡμῶν καὶ βοήθεια, ἐκ πάσης ἐπιβουλῆς ἀσινὲς φύλαττε, τὸ Γένος ἡμῶν δεόμεθα.Ἦχος γ'Πάλαι μὲν ἡ νεφέλη ἐκάλυπτε, τὴν σκηνὴν τοῦ μαρτυρίου, προτυποῦσα Παρθένε, τὸ τελεσθὲν σοι μυστήριον‧ νῦν δὲ ἡ ἀστραπόμορφος Σκέπη σου, περικαλύπτει καὶ σκιάζει, ὡς ὄρνις τὰ ἑαυτῆς νοσσία, τὸν χριστεπώνυμον λαόν, τὸν θερμῶς σοι προστρέχοντα‧ καὶ τοῦτο ἐμφανὲς πεποίηκας, τῇ ἀνασσούσῃ πόλει, δι' ἐμφανείας ἀπορρήτου, τὴν πρὸς ἡμᾶς σου χρηστόστητα φανερώσασα. Ὅθεν μνείαν τούτου τελοῦντες, τάς πολλὰς σου εὐεργεσίας κηρύττομεν, καὶ τὴν περὶ ἡμᾶς κηδεμονίαν σου‧ ὅτι σῴζεις ἑκάστοτε, ἡμᾶς ἐκ πάσης θλίψεως.Ἦχος δ'Ἡ Σκέπη σου Θεοτόκε Παρθένε, ὑπὲρ τάς ἡλιακὰς αὐγὰς ἐκλάμπουσα, ἔνδοξά τε καὶ ἐξαίσια, θαυμαστὰ καὶ σωτήρια, εἰς περιποίησιν ἡμῶν ἀπεργάζεται‧ τὴν γὰρ Βασιλίδα πόλιν, πάλαι πολλάκις διέσωσεν, ἀδοκήτων κινδύνων καὶ συμφορῶν, ὑπερφυῶς θαυματουργοῦσα‧ νῦν δὲ ἡμᾶς Πανάχραντε, πάσης στενώσεως ἐξαίρει, καὶ δρόσον ἀναψυχῆς παρέχει, καὶ θυμηδίαν ἐν ταῖς θλίψεσι, τῇ σῇ πλουσίᾳ χρηστότητι‧ ἧς τὰ θαυμάσια κροτοῦντες, ἑόρτιόν σοι αἴνεσιν προσάγομεν, καὶ ἐκ ψυχῆς βοῶμέν σοι· Μὴ ἀντανέλῃς ἀφ' ἡμῶν, τὴν προστασίαν σου Κόρη, ἀλλὰ σκέπε καὶ φρούρει, ἡμᾶς τὴν κληρουχίαν σου.Δόξα... Καὶ νῦν... Ἦχος πλ. α'Σήμερον ἡ παντάνασσα Μητροπάρθενος, τὴν φωτόμορφον αὐτῆς Σκέπην ἀναπετάσασα, μητρικῶς περισκέπει, τὸ Γένος ἡμῶν‧ δεῦτε οὖν Ἑλλήνων παῖδες, καὶ καθαρῷ νοῒ κατοπτεύσωμεν, τὴν δαψιλῆ τῆς Θεοτόκου, πρὸς ἡμᾶς προμήθειαν‧ ὅτι ἐγγὺς ἡμῖν τυγχάνει, ἐν εὐκαιρίαις καὶ θλίψεσι, καὶ ἀσφαλῶς ἡμᾶς διέπει, πρὸς τὸν σκοπὸν τῆς ἄνω κλήσεως, καὶ χάριν καὶ ἔλεος ἡμῖν πρυτανεύει, οἷα Μήτηρ Θεοῦ, καὶ σωτηρίαν αἰώνιον. Εἰς τὸν Στίχον, Στιχηρὰ προσόμοια.Ἦχος πλ. α'. Χαίροις ἀσκητικῶν ΤΟ ΑΚΟΥΤΕΧαίροις Θεογεννῆτορ ἁγνή, τῆς ἀγαθότητος πηγὴ ἡ ἀκένωτος, Ἑλλήνων ἡ θεία σκέπη, καὶ προστασία θερμή, καὶ παραμυθία ἐν ταῖς θλίψεσι‧ πρὸς σὲ γὰρ Πανάμωμε, καταφεύγομεν πάντοτε, καὶ σωτηρίαν καὶ εἰρήνην καὶ λύτρωσιν, τῇ σῇ χάριτι, ἀληθῶς κομιζόμεθα‧ ὅθεν τῆς θείας Σκέπης σου, ὑμνοῦμεν τὰ θαύματα, καὶ τῆς προνοίας σου Κόρη, τοὺς οἰκτιρμοὺς μεγαλύνομεν, δι' ὧν ἀεὶ σῴζεις, περιστάσεων ποικίλων, τοὺς πεποιθότας σοι.Στίχ. Ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ ὕψιστος.Ὤφθης ἐν θεωρίᾳ λαμπρᾷ, οἷά περ ἄνασσα Ἁγνὴ ὑπερκόσμιος, Ἀνδρέᾳ τῷ θεοφόρῳ, ἐν Βλαχερνῶν τῷ ναῷ, σκέπουσα ἀΰλως τὴν μερίδα σου‧ διὸ τούτου ἄγοντες, ἐτησίαν ἀνάμνησιν, τὰ μεγαλεῖα, ἀνυμνοῦμεν τῆς δόξης σου, καὶ βοῶμέν σοι, ὁ λαός σου Πανάχραντε‧ σκέπε καὶ διαφύλαττε, Παρθένε τῇ Σκέπῃ σου, οὕς περ οἰκείαν μερίδα, πάλαι ἡμᾶς Κόρη ἔδειξας, παρέχουσα πᾶσιν, εὐφροσύνην καὶ εἰρήνην, καὶ μέγα ἔλεος.Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.Σκέπη τῇ φωταυγεῖ σου Ἁγνή, καὶ τῇ ἐλπίδι τῆς στερρᾶς προστασίας σου, θαρρήσας ἀνενδοιάστως, ὁ εὐσεβὴς σου λαός, τῶν ἐχθρῶν τὸ θράσος ἐτροπώσατο‧ διὸ χαριστήριον, ἀναμέλπει σοι αἴνεσιν, καὶ τῆς σῆς Σκέπης, ἑορτὴν τὴν ὑπέρλαμπρον, ἄγει σήμερον, καὶ θερμῶς Κόρη κράζει σοι‧ Σὺ μου σκέπη καὶ πρόμαχος, καὶ μέγα προπύργιον, καὶ σὲ ὑμνῶ Παναγία, τῇ χάριτί σου σῳζόμενος, ἀλλὰ καὶ μελλόντων, θλιβερῶν πειρατηρίων, ῥῦσαὶ με Δέσποινα. Θεοτοκίον, Ἦχος πλ. δ' Τῆς Σκέπης σου τῆς σωστικῆς, αἱ πολλαπλαὶ ἐκδηλώσεις, περὶ τὸ Ἔθνος σου Ἄχραντε, πᾶσαν ἀκοὴν καταπλήττουσι. Σὺ γὰρ πάλαι τε καὶ νῦν, ἐν παντὶ καὶ πάντοτε προφθάνεις, καὶ πάσης στενώσεως, ἡμᾶς ἀπαλλάττεις, οἷς οἶδας τρόποις φιλάγαθε. Διὸ Πανύμνητε Δέσποινα, μὴ παύσῃ δεικνύουσα ἡμῖν, τὰ ἀρχαῖα ἐλέη σου, ἄχρι τερμάτων αἰῶνος, ὅτι σόν ἐσμεν ποίμνιον. Ἀπολυτίκιον Ἦχος α' Τῆς ἐρήμου πολίτης ΤΟ ΑΚΟΥΤΕ Τῆς Σκέπης σου Παρθένε, ἀνυμνοῦμεν τάς χαρίτας, ἣν ὡς φωτοφόρον νεφέλην, ἐφαπλοῖς ὑπὲρ ἔννοιαν, καὶ σκέπεις τὸν λαόν σου νοερῶς, ἐκ πάσης τῶν ἐχθρῶν ἐπιβουλῆς. Σὲ γὰρ σκέπην καὶ προστάτιν καὶ βοηθόν, κεκτήμεθα βοῶντές σοι· Δόξα τοῖς μεγαλείοις σου Ἁγνή, δόξα τῇ θείᾳ Σκέπῃ σου, δόξα τῇ πρὸς ἡμᾶς σου, προμηθείᾳ Ἄχραντε. Ἕτερον Ἀπολυτίκιον Ἦχος πλ. δ' Θεοτόκε Ἀειπάρθενε ΤΟ ΑΚΟΥΤΕ Θεοτόκε Ἀειπάρθενε, τὴν ἁγίαν σοῦ Σκέπην, δι' ἧς περισκέπεις, τοὺς εἰς σὲ ἐλπίζοντας, κραταιὰν τῷ Ἔθνει σου καταφυγὴν ἐδωρήσω‧ ὅτι ὡς πάλαι καὶ νῦν θαυμαστῶς ἡμᾶς ἔσωσας, ὡς νοητὴ νεφέλη, τὸν σὸν λαὸν περιβαλοῦσα. Διὸ δυσωποῦμεν σε, εἰρήνην τῇ πολιτείᾳ σου δώρησαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος. Θεοτοκίον Ἦχος πλ. α' Τὸν συνάναρχον Λόγον ΤΟ ΑΚΟΥΤΕ Τὴν ἁγίαν σου Σκέπην, ἁγνὴ Πανύμνητε, ἣν ἐν Βλαχέρναις κατεῖδον τοὺς πιστοὺς σκέπουσαν, ὁ Ἀνδρέας ὁ σοφὸς καὶ Ἐπιφάνιος, ἀνευφημοῦμεν εὐλαβῶς, προσκυνοῦντες ἐν χαρᾷ, ὡς σκέπουσαν καὶ φρουροῦσαν καὶ ἀπήμονας συντηροῦσαν, τοὺς προσκαλοῦντας τὴν ἀρωγὴν αὐτῆς. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα Ἦχος α' Τὸν τάφον σου Σωτήρ ΤΟ ΑΚΟΥΤΕ Τὴν Σκέπην σου Ἁγνή, τὴν ἁγίαν ὑμνοῦμεν, τὴν σκέπουσαν ἡμᾶς, ἐν παντὶ καὶ φρουροῦσαν, οὓς κλῆρόν σου ἀνέδειξας, καὶ μερίδα ἀπόλεκτον, ἀγαθότητι, καὶ μητρικῇ συμπαθείᾳ. Ἀλλὰ Δέσποινα, καὶ ἐν μελλούσῃ ἀνάγκῃ, ἡμᾶς διαφύλαττε. (Δὶς) Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα Ἦχος δ' Ταχὺ προκατάλαβε ΤΟ ΑΚΟΥΤΕ Ἐξέστη ὡς ἔβλεψεν, ἐν Βλαχερνῶν τῷ ναῷ, Ἀνδρέας ὁ Ὅσιος, σὲ ἐφαπλούσαν ἡμῖν, τὴν θείαν Ἐσθῆτά σου, οὖσαν ἐκεῖσε Κόρη, ἱερῶς τηρουμένην, πᾶσι δὲ φανεροῦσαν, τῆς σῆς σκέπης τὴν χάριν, δι' ἧς σκέπεις καὶ σῴζεις ἡμᾶς πάσης θλίψεως. (Δὶς) Μετὰ τὸν Πολυέλεον, Κάθισμα Ἦχος πλ. δ' Τὴν Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ Τὴν ἁγίαν σου Σκέπην καὶ θαυμαστήν, ἣν ἐτύπου νεφέλη ἡ νομική, ἁπλοῦσα ἐκάστοτε, περιβάλλεις τὸ Ἔθνος σου, προσατενίζον Κόρη, τῇ σῇ ἀγαθότητι, καὶ τὴν βοήθειάν σου ἀεὶ ἐκδεχόμενον, ἣν δίδου Θεοτόκε, καὶ ἐχθρῶν τὴν μανίαν, ἀπότρεπε πάντοτε, ἀφ' ἡμῶν τῶν ὑμνούντων σου, τῶν θαυμάτων τὸ μέγεθος, πρεσβεύουσα τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων δοῦναι ἡμῖν ἄφεσιν, τοῖς ἑορτάζουσι πόθῳ, τὴν πάμφωτον Σκέπην σου. (Δίς) Προκείμενον. Ἦχος δ'Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷΣτίχ. Σκεπασθήσομαι ἐν τῇ σκέπῃ τῶν πτερύγων σου Δόξα... Ταῖς τῆς Θεοτόκου Καὶ νῦν... Ταῖς τῆς Παναχράντου Στίχ. Ἐλέησον μέ, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου...Ἰδιόμελον. Ἦχος πλ. β'Σήμερον ἡ πανύμνητος Παρθένος, τὴν φωταυγῆ αὐτῆς Σκέπην ἐφαπλώσασα, τοῖς πιστοῖς ἀριδήλως ἐδήλωσε, τὴν πλουσίαν αὐτῆς εὔνοιαν, ἐν εὐκαιρίαις καὶ θλίψεσι‧ ὅθεν τὴν χάριν αὐτῆς αἰνοῦντες, οἱ παρ' αὐτῆς σκεπόμενοι, ἐν εὐφροσύνῃ βοήσωμεν‧ Χαῖρε Κεχαριτωμένῃ Θεοτόκε, ἡ σῴζουσα τὸ Γένος ἡμῶν, καὶ ἀσφαλῶς περιεποῦσα, καὶ ὁδηγοῦσα πρὸς ὁδὸν σωτήριον. Ὁ Κανὼν πρῶτος τῆς Θεοτόκου, οὗ ἡ Ἀκροστιχίς.Σὺ εἶ, Παρθένε, Ἑλλάδος σκέπη.Γερασίμου.ᾨδὴ α' Ἦχος δ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ Ἀνοίξω τὸ στόμα μου καὶ πληρωθήσεται πνεύματος, καὶ λόγον ἐρεύξομαι τῇ βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα. (Δίς)Σοφίαν παράσχου μοι, ὡς τοῦ Θεοῦ μήτηρ Ἄχραντε, καὶ λόγον μοι δώρησαι, ἵνα ὑμνήσω φαιδρῶς, τὰ θαυμάσια τῆς σῆς ἁγίας Σκέπης, δι' ἧς σκέπεις πάντοτε, τοὺς σὲ γεραίροντας.Ὑψόθεν ἐφήπλωσας, τὴν ἀστραπόμορφον Σκέπην σου, νεφέλην ὡς πάμφωτον καὶ κατεκάλυψας, οὐ τῶν πόλεων, τὴν βασιλίδα μόνον, ἀλλ' ἅπαν τὸ Ἔθνος σου τὸ χριστεπώνυμον.Ἑώρακε πάλαι σε, ἐν ἀπορρήτῳ θεάματι, Ἀνδρέας ὁ Ὅσιος ἐν Βλαχερνῶν τῷ ναῷ, περισκέπουσαν, Ἁγνὴ τῇ ἀναπτύξει, τῆς θείας Ἐσθῆτός σου, κόσμου τὰ πέρατα.Ἰσχὺν ἀπροσμάχητον, τὸ τοῦ σοῦ Ἔθνους στρατόπεδον, λαβὸν ἐκ τῆς Σκέπης σου, κατετροπώσατο, ἐχθρῶν φάλαγγας, καὶ ἦρε λαμπρὰν νίκην‧ διὸ μέλπει Δέσποινα, τὰ μεγαλεῖα σου. Ὁ Κανὼν δεύτερος τῆς Θεοτόκου, οὗ ἡ Ἀκροστιχίς.Σκέπην ὑμνέω τῆς Θεοτόκου.Γερασίμου.ᾨδὴ α' Ἦχος πλ. δ' Ἁρματηλάτην Φαραώ ΤΟ ΑΚΟΥΤΕ Σκέπη τοῦ κόσμου καὶ θερμὴ ἀντίληψις, Παρθενομῆτορ Ἁγνή, ἡ τὸν Θεὸν Λόγον, ἀπορρήτως τέξασα, τῇ σῇ πλουσίᾳ χάριτι, τράνωσόν μου τὴν γλῶσσαν, ᾀσματικῶς μεγαλύνοντος, τὴν πανυπερθαύμαστον Σκέπην σου.Κεκοσμημένη κροσσωτοῖς τοῦ Πνεύματος, ὡς βασιλὶς τοῦ παντός, καὶ ὑπὲρ ἡλίου, τάς αὐγὰς ἀστράπτουσα, ὡράθης καὶ ἐφήπλωσας, νοερῶς τὴν σὴν Σκέπην, καὶ τὸν λαόν σου ἐσκέπασας, τὸν εἰς σὲ Παρθένε ἐλπίζοντα.Ἐτύπου πάλαι τὴν ἁγίαν Σκέπην σου, νεφέλη ἡ νομική, ἡ τοῦ μαρτυρίου, τὴν σκηνὴν καλύπτουσα‧ καλύπτεις γὰρ ἑκάστοτε, καὶ δροσίζεις καὶ θάλπεις, τὴν Ἐκκλησίαν Πανάμωμε, τῇ ἐπισκιάσει τῆς Σκέπης σου.Πλήρης φωτὸς πλήρης ἐλέους Δέσποινα, ἐν Βλαχερνὼν τῷ ναῷ, μυστικῶς ἐπέστης, καὶ λαμπρῶς ὑπέδειξας, τῆς πρὸς ἡμᾶς εὐνοίας σου, τὴν ἐξαίρετον χάριν, τῇ ἀναπτύξει τῆς Σκέπης σου‧ ὅθεν κατὰ χρέος ὑμνοῦμεν σε.Καταβασία ΤΟ ΑΚΟΥΤΕἈνοίξω τὸ στόμα μου καὶ πληρωθήσεται πνεύματος, καὶ λόγον ἐρεύξομαι τῇ βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα. Κανών α', ᾨδὴ γ', τῆς Θεοτόκου Ἦχος δ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ἡ ζῶσα καὶ ἄφθονος πηγὴ, θίασον συγκροτήσαντας πνευματικόν, στερέωσον, καὶ ἐν τῇ θείᾳ σκέπῃ σου, στεφάνων δόξης ἀξίωσον. (Δίς)Πηγὴ εὐφροσύνης οὐρανίου, ἡ Σκέπη σου ἡ φωτοειδής, ὑπάρχει Παναμώμητε, τοῖς θλίψεσι παλαίουσι, χάριν ἀεὶ καὶ ἔλεος, καὶ σωτηρίαν βραβεύουσα.Ἀρχῆθεν ἡμᾶς δι' εὐσπλαγχνίαν, ὡς Ἔθνος Παρθένε ἐκλεκτόν, ἔθου ὑπὸ τὴν Σκέπην σου, καὶ ξένα καὶ παράδοξα, πάλαι καὶ νῦν ἐνήργησας, ἡμᾶς κινδύνων ἐξαίρουσα.Ῥημάτων Ἀνδρέου τοῦ Ὁσίου, ἀκούσας Παρθένε εὐλαβῶς, ὁ θεῖος Ἐπιφάνιος, εἶδέ σε περισκέπουσαν, λαὸν τὸν χριστεπώνυμον, ὡς βασιλίδα οὐράνιον.Θαυμάτων τῆς Σκέπης σου τῆς θείας, ὁρῶντες Παρθένε τὴν πληθύν, ἃ ἐνεργεῖς ἑκάστοτε, ἡμῶν εἰς περιποίησιν, χαριστηρίους αἴνους σοι, Ἑλλήνων παῖδες προσάγομεν. Κανών β', ᾨδὴ γ', τῆς Θεοτόκου Ἦχος πλ. δ' Ὁ στερεώσας κατ' ἀρχάς ΤΟ ΑΚΟΥΤΕ Ἡ Σκέπη σου ἡ παμφαής, φωτὸς αὐλοῦ βολίδας, ἀπαυγάζουσα ἀεὶ Θεοτόκε, διαλύει τῶν ἐχθρῶν, τὰ ζοφερὰ βουλεύματα, τῶν δὲ πιστῶν εὐφραίνει, τάς διανοίας τῇ δόξῃ σου.Νόμον ἐπλήρωσας Ἁγνή, τεκοῦσα ἀνερμηνεύτως, τὸν λαλήσαντα Προφήταις ἐν τύποις, καὶ φωτὸς τοῦ νομικοῦ, πλήρωμα κόσμῳ δείξαντα, τὴν φωταυγῆ σου Σκέπην‧ διὸ ὑμνοῦμεν τὴν δόξαν σου.Ὑπὸ τὴν Σκέπην σου Ἁγνή, προστρέχομεν μετὰ πόθου, ὡς νοσσία καθ' ἑκάστην ἡμέραν‧ ὅθεν σκέπασον ἡμᾶς, ἐκ τῶν βελῶν τοῦ ὄφεως, εἰρήνην δωρουμένη, ἡμῖν καὶ βίου ἀσφάλειαν.Μυρίων πρόξενος καλῶν, τεκοῦσα τὸν Θεὸν Λόγον, ἀνεδείχθης τῶν ἀνθρώπων τῷ γένει, καὶ μυρίων ἀναγκῶν, καὶ πειρασμῶν καὶ θλίψεων, λυτροῦσαι τῇ σῇ Σκέπῃ, τοὺς σὲ Παρθένε γεραίροντας.Καταβασία ΤΟ ΑΚΟΥΤΕΤοὺς σοῦς ὑμνολόγους Θεοτόκε, ἡ ζῶσα καὶ ἄφθονος πηγὴ, θίασον συγκροτήσαντας πνευματικόν, στερέωσον, καὶ ἐν τῇ θείᾳ σκέπῃ σου, στεφάνων δόξῃς ἀξίωσον. Κάθισμα Ἦχος γ' Θείας πίστεως ΤΟ ΑΚΟΥΤΕ Σκέπη πέφηνας, καὶ σωτηρία, καὶ ἀντίληψις, καὶ προστασία, τῶν Ὀρθοδόξων Ἑλλήνων Πανύμνητε‧ ὅθεν τὴν Σκέπην τὴν σὴν μεγαλύνομεν, καὶ τὴν θερμὴν προστασίαν κηρύττομεν, Κόρη Πάναγνε, ἡ σκέπουσα τάς ψυχὰς ἡμῶν, ἐκ πάσης ἐπιθέσεως τοῦ δράκοντος. (Δίς) Κανών α', ᾨδὴ δ', τῆς Θεοτόκου Ἦχος δ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ Ὁ καθήμενος ἐν δόξῃ, ἐπὶ θρόνου Θεότητος, ἐν νεφέλῃ κούφῃ, ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος, τῇ ἀκηράτῳ παλάμῃ καὶ διέσωσε, τοὺς κραυγάζοντας· δόξα Χριστὲ τῇ δυνάμει σου. (Δίς)Ἐφαπλοῦσα ἀοράτως, τὴν ὑπέρφωτον Σκέπην σου, σκέπεις Θεοτόκε, καὶ περιλαμβάνεις ἑκάστοτε, καὶ περιθάλπεις καὶ σῴζεις πάσης θλίψεως, τοὺς κραυγάζοντας· Δόξα Παρθένε τῇ δόξῃ σου.Νοῦν καὶ ἔννοιαν ἐκπλήττει, τῆς πολλῆς σοῦ χρηστότητος, ἡ ἔκφανσις Κόρη, καὶ τῶν δωρεῶν ἡ διάδοσις, ἢν πρὸς τὸ Γένος ἡμῶν δεικνύεις παντοτε‧ ὅθεν Δέσποινα, ὑμνολογοῦμεν τὴν χάριν σου.Ἐπιστᾶσα ἀοράτως, μυστικῶς ἀπεκάλυψας, ἐν τῇ Βυζαντίδι, πάλαι ἐναργῶς Θεονύμφευτε, τὴν παναγίαν σοῦ Σκέπην τοῖς οἰκέταις σου, δι' ἧς πάντοτε, σκέπεις ἡμᾶς ὡς φιλάγαθος.Ἐν κινδύνοις προστασίαν, ἐν δουλείᾳ ἀνάψυξιν, ἔχοντές σε Κόρη, καὶ καθοδηγὸν καὶ ἀντίληψιν, πάσαις τοῦ βίου ἡμῶν ταῖς περιστάσεσι, καταφεύγομεν, ὑπὸ τὴν πάμφωτον Σκέπην σου. Κανών β', ᾨδὴ δ', τῆς Θεοτόκου Ἦχος πλ. δ' Σύ μου ἰσχύς ΤΟ ΑΚΟΥΤΕ Νύκτα παθῶν, ἐπισκιάσει τῆς Σκέπης σου, Θεοτόκε, ἐκ τῶν καρδιῶν ἡμῶν, διασκεδάζεις ὡς ἀγαθή, καὶ χαρᾶς ἡμέραν, καὶ εὐφροσύνης φαιδρότητα, ἐκλάμπεις καὶ φαιδρύνεις, τοὺς πιστῶς σοι βοῶντας· Χαῖρε σκέπη τοῦ κόσμου ὁλόφωτε.Ἐκ σοῦ Θεός, κόσμῳ ὡράθη ὡς ἄνθρωπος, ἐξ ἀχράντων, γεννηθεὶς αἱμάτων σου, καὶ κόσμου σκέπην σε κραταιάν, ἔδειξε Παρθένε, καὶ βοηθὸν ἐν ταῖς θλιψεσιν‧ ἀεὶ γὰρ περισκέπεις, καὶ κινδύνων ἐξαίρεις, τοὺς προστρέχοντας πόθῳ τῇ Σκέπῃ σου.Ὡς τοῦ παντός, τὸν Βασιλέα κυήσασα, ἐπεφάνης, ὡς τῶν ὅλων ἄνασσα, ὑπὸ Ἁγίων θεοειδῶν, δορυφορουμένη, καὶ νοερῶς ἀπεκάλυψας, ἡμῖν τάς ἀποδείξεις, τῆς ἁγίας σου Σκέπης, θειοτέρᾳ ἐκφάνσει Πανάχραντε.Τὴν θαυμαστήν, καὶ ἀστραπόμορφον Σκέπην σου, δι' ἧς σκέπεις, καὶ σῴζεις Πανύμνητε, τῶν εὐσεβούντων πᾶσαν ψυχήν, ἀνυμνολογοῦμεν, οἱ διὰ ταύτης σῳζόμενοι, δεινῶν πειρατηρίων, καὶ πιστῶς σοι βοῶμεν‧ χαῖρε Κόρη ἀνθρώπων βοήθεια.Καταβασία ΤΟ ΑΚΟΥΤΕΤὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης, Ἀββακούμ, κατανοῶν ἐκραύγαζε· Δόξα τῇ δυνάμει σου Κύριε. Κανών α', ᾨδὴ ε', τῆς Θεοτόκου Ἦχος δ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου‧ σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσι σε, τὴν εἰρήνην βραβεύουσα. (Δίς)Λαὸς ὁ σὸς Δέσποινα, τῆς παναγίας Σκέπης σου, μνείαν τὴν ἁγίαν ἐορτάζει‧ σὺ γὰρ ἐπέστης ἐν Βλαχερνὼν τῷ ναῷ, καὶ πάντας ἐκεῖθεν νοερῶς, Ἄχραντε ἐσκέπασας, τοὺς πιστῶς σε δοξάζοντας.Λεόντων τὰ στόματα, τῶν νοητῶν Πανάχραντε, τῶν ὠρυομένων καθ' ἑκάστην, καταπιεῖν σοῦ τὴν κληρουχίαν Ἁγνή, σύντριψον τῇ σῇ ἐπισκοπῇ, καὶ αὐτῶν κατάβαλε, τὴν ὀφρὺν καὶ τὸ φρύαγμα.Ἀνάμνησιν ἄγοντες, τῆς φωτοφόρου Σκέπης σου, ᾄδομεν τὰ σῶστρά σοι Παρθένε, ὅτι ἐρρύσω ἡμᾶς δουλείας πικρᾶς, καὶ τὸν ἐπελθόντα καθ' ἡμῶν, ἐχθρὸν τὸν ὑπέροφρυν, κραταιῶς ἐταπείνωσας.Δοχεῖον πολύτιμον, τοῦ πλούτου τῆς Θεότητος, κεχαριτωμένη Θεοτόκε, σκεῦος με δεῖξον τῆς θείας χάριτος, τὸν ὑπὸ τὴν Σκέπην σου ἀεί, πίστει καταφεύγοντα, καὶ ὑμνοῦντα τὴν δόξαν σου. Κανών β', ᾨδὴ ε', τῆς Θεοτόκου Ἦχος πλ. δ' Ἵνα τὶ με ἀπώσω; ΤΟ ΑΚΟΥΤΕ Η ἁγία σου Σκέπη, ὡς νεφέλη πάμφωτος ἐπὶ τῶν δούλων σου, ἁπλουμένη Κόρη, ὡς φησὶν Ἡσαΐας ἐκ καύματος, πονηροῦ λυτροῦται, τῆς τοῦ Βελίαρ ἐπηρείας, καὶ δροσίζει ἡμᾶς τῇ σῇ χάριτι.Σὲ ἰδὼν ξένῃ ὄψει, δορυφορουμένην καθάπερ βασίλισσαν, ὑφ' ἁγίων Κόρη, ὁ Ἀνδρέας ἐξέστη ὁ Ὅσιος, ὅτε τὴν σεπτήν σου, Ἐσθῆτα ἥπλωσας ἀΰλως, καὶ λαὸν τὸν πιστὸν σου ἐσκέπασας.Θαῦμα ἔδειξας μέγα, ἐναργῶς Πανάμωμε εἰς περιποίησιν, τοῦ πιστοῦ λαοῦ σου· ἀοράτως γὰρ τοῦτον ἐσκέπασας, ὑπὸ τοῦ σεπτοῦ σου, χερσί σου θείαις Μαφορίου· ὅθεν πάντες αἰνοῦμεν σε χαίροντες.Ἐν ἐρήμῳ μὲν πάλαι, τὸν Ἰσραηλίτην λαὸν Κόρη ἔσκεπε, φωταυγὴς νεφέλη‧ νῦν ἡμᾶς δὲ ἡ πάμφωτος Σκέπη σου, σκέπει καὶ διέπει, καὶ πρὸς τὸ φῶς τῶν προσταγμάτων, τοῦ Υἱοῦ σου ἰθύνει ἑκάστοτε.Καταβασία ΤΟ ΑΚΟΥΤΕἘξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου‧ σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσι σε, τὴν εἰρήνην βραβεύουσα. Κανών α', ᾨδὴ ς', τῆς Θεοτόκου Ἦχος δ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τάς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα, Θεὸν δοξάζοντες. (Δίς)Ὁ στῦλος πρὶν ὁ πυρίμορφος, λαὸν Ἰσραηλίτην ὡδήγησε, νῦν δὲ ἡ Σκέπη σου, ἡ ἀστραπόμορφος Ἄχραντε, ἡμᾶς πρὸς σωτηρίαν ἰθύνει πάντοτε.Σκέπην τὴν σὴν τὴν ὁλόφωτον, ἁπλοῦσα περισκέπεις ἑκάστοτε, Παρθένε Ἄχραντε, ἡμᾶς ὡς ἄρτι ἐγνώκαμεν‧ τὶ οὖν ἀνταποδώσωμεν τῇ σῇ χάριτι;Σχοίνισμα Κόρη ἀπόλεκτον, οἰκεῖον καὶ λαὸν περιούσιον, ἡμᾶς ἀνέδειξας, πάλαι καὶ νῦν ἐναργέστατα· διὸ Ἑλλὰς σε πᾶσα, ὑμνεῖ χορεύουσα.Κηρύττει Κόρη τὴν χάριν σου, λαός σου ὁ πιστὸς καὶ φιλόθεος, καὶ χαριστήριον, ᾠδὴν προσᾴδει τῇ Σκέπῃ σου, λυτρούμενος κινδύνων καὶ περιστάσεων. Κανών β', ᾨδὴ ς', τῆς Θεοτόκου Ἦχος πλ. δ' Ἱλάσθητί μοι Σωτήρ ΤΟ ΑΚΟΥΤΕ Ὁλόφωτος ἀληθῶς, ἐπέστης Παντοβασίλισσα, καὶ ἥπλωσας θαυμαστῶς, τὴν ἄχραντον Σκέπην σου, σκέπουσα τοὺς δούλους σου‧ ὅθεν ἀνυμνοῦμεν, τὴν πολλὴν σου ἀγαθότητα.Τὴν νομικὴν κιβωτόν, τὰ Χερουβὶμ πρὶν ἐσκίαζον‧ τὴν Ἐκκλησίαν δὲ νῦν, τοῦ Χριστοῦ ἡ Σκέπη σου, σκέπει Παντευλόγητε, καὶ ἐπισκιάζει, καὶ παρέχει χάριν ἄφθονον.Ὁ παλαιὸς Ἰσραήλ, ὑπὸ νεφέλης ἰθύνετο, ἐπαγγελίας πρὸς γῆν‧ ὁ νέος δὲ Πάναγνε, ὑπὸ τῆς ἁγίας σου, Σκέπης ὁδηγεῖται, πρὸς ζωὴν τὴν ἀτελεύτητον.Κύκλῳ ἡμῶν ὥσπερ πῦρ, καταναλίσκον τοὺς ἄφρονας, τὴν Σκέπην σου τὴν λαμπράν, παρεμβάλλεις Ἄχραντε, ἡμᾶς διασῴζουσα, τῆς τούτων μανίας· διὰ τοῦτο σε δοξάζομεν.Καταβασία ΤΟ ΑΚΟΥΤΕΤὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τάς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα, Θεὸν δοξάζοντες. Κοντάκιον, Ἦχος πλ. δ' Τῇ ὑπερμάχῳ ΤΟ ΑΚΟΥΤΕ Ὥσπερ νεφέλη ἀγλαῶς ἐπισκιάζουσα, τῆς Ἐκκλησίας τὰ πληρώματα Πανάχραντε, ἐν τῇ πόλει πάλαι ὤφθης τῇ Βασιλίδι. Ἀλλ' ὡς σκέπη τοῦ λαοῦ σου καὶ ὑπέρμαχος, περισκέπασον ἡμᾶς ἐκ πάσης θλίψεως, τοὺς κραυγάζοντας· Χαῖρε Σκέπη ὁλόφωτε. Ὁ Οἶκος Ἄνωθεν ἐφαπλοῦσα, τὴν ἁγίαν σοῦ Σκέπην, Παρθένε Θεοτόκε Μαρία, σκέπεις καὶ σῴζεις τὸν σὸν λαόν, καθ' ὥραν σε Ἁγνὴ ἐπιβοώμενον‧ νῦν δὲ σου τὰ θαυμάσια, εὐγνωμόνως ὑμνεῖ κραυγάζων‧Χαῖρε τοῦ κόσμου ἡ ΣωτηρίαΧαῖρε Ἑλλάδος ἡ προστασία.Χαῖρε τῶν Ἀγγέλων παράδοξον θέαμαΧαῖρε τῶν ἀνθρώπων ἀκλόνητον ἔρεισμα.Χαῖρε Μήτηρ Ἀειπάρθενος τοῦ Παντάνακτος ΧριστοῦΧαῖρε σκέπη καὶ ἀντίληψις τοῦ λαοῦ σου τοῦ πιστοῦ.Χαῖρε ὅτι ἐφάνης σκέπουσα τὸ σὸν ἜθνοςΧαῖρε ὅτι παρέχεις νίκας τῷ στρατοπέδῳ.Χαῖρε πηγὴ πλουσίας χρηστότητοςΧαῖρε λαμπὰς Θεοῦ ἀγαθότητος.Χαῖρε δι' ἧς τοὺς ἐχθροὺς ἐκνικῶμενΧαῖρε πρὸς ἣν καθ' ἑκάστην βοῶμεν‧Χαῖρε Σκέπη ὁλόφωτε. Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν Τῇ ΚΗ' τοῦ αὐτοῦ μηνὸς τὴν ἀνάμνησιν ἑορτάζομεν τῆς Σκέπης τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας, τῆς πάντοτε καὶ κατ' ἐξαίρετον τρόπον σκεπούσης τὸ εὐσεβὲς ἡμῶν Ἔθνος, ὡς πάλαι ἔσκεπε τὴν Βασιλίδα τῶν πόλεων.Στίχ. Σκέπῃ σου, Ἁγνή, σκέπεις καὶ περιθάλπειςΤοὺς πίστει ἀφορῶντας πρὸς σέ, Παρθένε.Μητρὸς Θεοῖο Σκέπη Ἑλλάδα θειόφρονα καλύπτει.Ἀΰπνου δοξολογίας ποτὲ ἐπιτελουμένης ἐν τῇ ἁγίᾳ σορῷ, τῇ οὔσῃ ἐν Βλαχέρναις, ἀπῄει ὁ μακάριος Ἀνδρέας ἐκεῖσε τὰ ἐξ ἔθους ποιῶν‧ παρῆν δὲ Ἐπιφάνιος καὶ εἷς τῶν παίδων αὐτοῦ μετ' αὐτοῦ‧ καὶ ἔχων ἦθος, ἵστατο, ὡς ἡ προθυμία τόνον ἐδίδου, ποτὲ μὲν μέχρι μεσονυκτίου, ποτὲ δὲ ἕως πρωί. Τετάρτης οὖν ὥρας ἤδη οὔσης τῆς νυκτός, ὁρᾷ ὁ μακάριος Ἀνδρέας ὀφθαλμοφανῶς μεγεθεστάτην σφόδρα, παραγενομένην ἐν γυναικείῳ τῷ σχήματι ἀπὸ τῶν βασιλικῶν μετὰ φοβεροῦ ὀψικίου, ἐν οἷς ἦν καὶ ὁ τίμιος Πρόδρομος, καὶ ὁ τῆς βροντῆς υἱός, ἑκατέρωθεν χειροκρατοῦντες αὐτῆς, καὶ ἅγιοι πολλοὶ λευκοφόροι προεπορεύοντο αὐτῆς‧ οἱ δὲ ἐπηκολούθουν μετὰ ὑμνῳδίας καὶ ᾀσμάτων πνευματικῶν. Ὡς οὖν ἦλθε πλησίον τοῦ ἄμβωνος, ἀπῄει ὁ Ὅσιος πρὸς τὸν Ἐπιφάνιον λέγων‧ Ὁρᾷς τὴν Κυρίαν καὶ Δέσποιναν τοῦ κόσμου; Ὁ δὲ φησίν‧ Ναί, Πάτερ μου πνευματικέ.Καὶ τούτων ὁρώντων, κλίνασα τὰ γόνατα αὐτῆς ἐπὶ πολλὴν ὥραν προσηύχετο, δάκρυσι ῥαίνουσα τὸ θεοειδὲς αὐτῆς καὶ ἄχραντον πρόσωπον. Μετὰ δὲ τὸ προσεύξασθαι, προσῆν ἐπὶ τὸ θυσιαστήριον, δεομένη ἐκεῖσε ὑπὲρ τοῦ περιεστῶτος λαοῦ. Ὅτε οὖν ἁπηύξατο, τὸ μαφόριον αὐτῆς, ὅπερ ἐπὶ τῆς παναχράντου αὐτῆς κορυφῆς ἔφερεν, ὡς εἶδος ἀστραπῆς ὑπάρχον, καὶ ἀποτυλίξασα ἐξ αὐτῆς, τῇ ὡραίᾳ σεμνότητι ταῖς παναχράντοις χερσὶν αὐτῆς λαβοῦσα, μέγα καὶ φοβερὸν ὑπάρχον, ἐπάνω παντὸς τοῦ ἐκείσε ἑστῶτος λαοῦ διεπέτασεν‧ ὅπερ ἐπὶ ἱκανὰς ὥρας ἑώρων οἱ θαυμάσιοι ὑπεράνω τοῦ λαοῦ ἐκτεταμένον καὶ αὐγάζον δόξαν Κυρίου ὡς ἤλεκτρον. Μέχρις οὖν ἦν ἐκεῖ ἡ ὑπεραγία Θεοτόκος, ἐβλέπετο κἀκεῖνο‧ μετὰ δὲ τὸ ἀναχωρῆσαι αὐτήν, οὐκέτι τεθέατο‧ πάντως γὰρ ἦρεν αὐτὸ μεθ' ἑαυτῆς, τὴν δὲ χάριν ἀφῆκεν τοῖς οὖσιν ἐκεῖ.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Τερεντίου καὶ Νεονίλλης, καὶ τῶν τέκνων αὐτῶν, Νιτᾶ, Σαρβίλου, Ἱέρακος, Θεοδούλου, Φωκᾶ, Βήλη καὶ Εὐνίκης.ΣτίχοιΣὺν ἑπτὰ τέκνοις ἡ δυὰς τῶν συζύγωνΤιμὴν τομὴν ἡγεῖτο τὴν ἐκ τοῦ ξίφους.Δειρὴν ὀγδοάτῃ γε Τερέντιος εἰκάδι κάρθη.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου πατρὸς ἡμῶν Στεφάνου τοῦ Σαββαΐτου, τοῦ καὶ Ἐπισκόπου γενομένου.ΣτίχοιἘπώνυμος Στέφανος οὐ φορεῖ στέφους,Ὃ πρακτικὴ χεὶρ ἀρετῆς οἶδε πλέκειν.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Τερεντίου, Ἀφρικανοῦ, Μαξίμου, Παμπηΐου, καὶ ἑτέρων τριάκοντα ἕξ.ΣτίχοιΤέμνουσι Τερέντιον, ὃς βλύσας γάλα,Ἐδειξε καινὸν καὶ τετμημένος τέρας.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Φιρμιλιανοῦ Ἐπισκόπου Καισαρείας, καὶ Μελχίωνος σοφιστοῦ, πρεσβυτέρου Ἀντιοχείας, οἵτινες καθεῖλον Παῦλον τόν Σαμοσατέα.ΣτίχοιΕἰρηνικῶς θνῄσκουσιν εἰρήνης τέκνα,Φιρμιλιανὸς καὶ σὺν αὐτῷ Μελχίων.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Φεβρωνίας, θυγατρὸς Ἡρακλείου Βασιλέως καὶ τοῦ Ἁγίου Ἱερομάρτυρος Κυριακοῦ, τοῦ φανερώσαντος τὸν τίμιον Σταυρὸν ἐπὶ τῆς Βασιλείας Κωνσταντίνου τοῦ Μεγάλου καὶ Ἑλένης, τῆς αὐτοῦ μητρός.ΣτίχοιΜίξας ἐλαίῳ, Κυριακὲ παμμάκαρ,Σὸν αἷμα σεπτόν, μῖγμα καινὸν εἰργάσω.Τῇ αὐτῇ ἡμέρᾳ, ἡ μήτηρ τοῦ Ἁγίου Κυριακοῦ Ἄννα, λαμπάσι φλεχθεῖσα καὶ ξεσθεῖσα, ἐτελειώθη.ΣτίχοιΦλεχθεῖσα σάρκα Μάρτυς Ἄννα λαμπάσιν,Ἀειφανὴς ὑπῆρξε λαμπὰς Κυρίου.Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν, Ἀθανασίου Πατριάρχου Κωνσταντινουπόλεως τοῦ ἐν τῷ Ἄθω ἀσκήσαντος.Ταῖς τῆς ἀχράντου Μητρός σου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς ἐξ ὁρατῶν καὶ ἀοράτων ἐχθρῶν καὶ σῶσον τάς ψυχὰς ἡμῶν. Ἀμήν. Κανών α', ᾨδὴ ζ', τῆς Θεοτόκου Ἦχος δ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν Κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἐψαλλον‧ Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ. (Δίς)Ἔθου Δέσποινα, ἡμᾶς ὑπὸ τὴν Σκέπην σου, καὶ σκέπεις πάντοτε, ἐπηρειῶν χαλεπῶν, ἐχθρῶν ἐπιθέσεως, καὶ πάσης θλίψεως‧ διὸ πάντες σε, διαπρυσίῳ στόματι, ἀνυμνοῦμεν εἰς αἰῶνας.Περιέσκεπες, ὡς ἐκλεκτὴν μερίδα σου, πόλιν βασίλειον, τὴν Κωνσταντίνου Ἁγνή, ὠσαύτως Πανάμωμε, σκέπεις τῇ δόξῃ σου, ἤδη Δέσποινα, ἡμᾶς τοὺς καταφεύγοντας, τῇ θερμῇ σου προστασίᾳ.Η παράδοξος, Παρθένε ἐπισκίασις, τῆς θείας Σκέπης σου, ἐπὶ τοῦ Ἔθνους ἡμῶν, ἐμφαίνει σαφέστατα, τὴν σὴν προμήθειαν, δι' ἧς Ἄχραντε, παρέχεις ταῖς ψυχαῖς ἡμῶν, εὐφροσύνην καὶ εἰρήνην.Γεωργήσασα, ἀγεωργήτως Πάναγνε, Χριστὸν τὸν Κύριον, τὸν γεωργὸν τῆς ζωῆς, χαρᾶς ἡμῖν πρόξενος, ὤφθης τοῖς μέλπουσι‧ Χαῖρε Δέσποινα, τοῦ Γένους ἡμῶν σώτειρα, καὶ ἀντίληψις γλυκεῖα. Κανών β', ᾨδὴ ζ', τῆς Θεοτόκου Ἦχος πλ. δ' Θεοῦ συγκατάβασιν ΤΟ ΑΚΟΥΤΕ Ὁ οἶκος ὁ ἔμψυχος, ἐν ᾧ κατῴκησεν ὁ Ὑπέρθεος, ἡ ἁγνὴ Θεοτόκος, τῷ ταύτης οἴκῳ πάλαι τεθέαται, καὶ τὸ Μαφόριον ταύτης ἁπλώσασα, ἐσκέπασε θαυμαστῶς, τοὺς πεποιθότας αὐτῇ.Νοῆσαι τὸ μέγεθος, τῆς πρὸς ἡμᾶς σου Κόρη χρηστότητος, οὐ δυνάμεθα ὅλως· σὺ γὰρ ὡς μήτηρ ὄντως φιλόστοργος, σκέπεις καὶ θάλπεις καὶ τρέφεις ἡμᾶς ἐκάστοτε‧ διὸ ὑμνοῦμεν ἀεί, τὴν θείαν Σκέπην σου.Γνωστῶς ἐθεάσατο, σὲ ἐν ἀΰλῳ Κόρη θεάματι, νοερῶς ἐφαπλοῦσαν, τοῖς σοῖς ἱκέταις τὴν λαμπρὰν Σκέπην σου, ὁ θεοφόρος Ἀνδρέας καὶ ᾔνεσε, τὰ μεγαλεῖα τὰ σά, τὰ ὑπὲρ λόγον καὶ νοῦν.Ἐκάλυπτε πρότερον, φωτὸς νεφέλη τοῦ μαρτυρίου σκηνήν‧ νῦν δὲ Κόρη καλύπτει, τὴν Ἐκκλησίαν Χριστοῦ ἡ Σκέπη σου, ἡ θαυμαστὴ καὶ ὑπέρλαμπρος Ἄχραντε, ἡμέρας τε καὶ νυκτός, καθάπερ ὄρος Θεοῦ.Καταβασία ΤΟ ΑΚΟΥΤΕΟὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν Κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον‧ Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ. Κανών α', ᾨδὴ η', τῆς Θεοτόκου Ἦχος δ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν ἀγείρει ψαλλουσαν‧ τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. (Δίς)Ἔδειξας μὲν πάλαι πολυτρόπως, τῆς Σκέπης σου Θεοτόκε τὴν ἐνέργειαν, σημείοις καὶ θαύμασι, καὶ πλείσταις δυνάμεσιν, ὑπερμαχοῦσα Πάναγνε ἡμῶν ἐκάστοτε‧ ἡμεῖς δὲ νῦν ὑμνοῦμεν προφρόνως, τάς σωτηριώδεις αὐτῆς θαυματουργίας.Ῥώμην καὶ ἰσχὺν πιστῶς λαμβάνων, λαός σου ὁ περιούσιος. Πανάμωμε, ἐκ τῆς θείας Σκέπης σου, ἀεὶ περιγίνεται, ἐπερχομένων θλίψεων, καὶ πολεμίων ἐχθρῶν, καὶ ἄτρωτος ἐκ πάσης μανίας, μένει Θεοτόκε, τῇ σῇ κηδεμονίᾳ.Ἄνωθεν ἐφάπλωσον Παρθένε, τὴν Σκέπην σου τὴν ἁγίαν καὶ ὑπέρλαμπρον, καὶ ὡς πάλαι σκέπασον, ἡμᾶς καὶ περιθαλψον, ἐκ πολεμίων Ἄχραντε ἐπικειμένων ἡμῖν, καὶ ῥῦσαὶ τῆς αὐτῶν πονηρίας, καὶ ἐπιβουλίας, τὴν σὴν κληρονομίαν.Σκέπην τὴν τὸ ἄχραντόν σου σῶμα, σκεπάσασαν Θεοτόκε Ἀειπάρθενε, εἶδον ἐφαπλοῦσαν σε, Ἀνδρέας ὁ ὅσιος, καὶ θεῖος Ἐπιφάνιος καὶ ἐξεπλάγησαν‧ τοὺς πάντας γὰρ ἐσκέπασας Κόρη, ἐν φωτὶ ἀύλῳ, καὶ δόξῃ οὐρανίῳ. Κανών β', ᾨδὴ η', τῆς Θεοτόκου Ἦχος πλ. δ' Τὸν ἐν ὄρει ἁγίῳ ΤΟ ΑΚΟΥΤΕ Ῥώμην θείαν καὶ φῶς καὶ σωτηρίαν, τοῖς τοῦ βίου νυκτί, Ἁγνὴ πορευομένοις, ἡ παναγία Σκέπη σου παρέχουσα, πάντας κατευθύνει, πρὸς τάς καταπαύσεις, ζωῆς τῆς αἰωνίου.Ἀσωμάτων χορείαι καὶ Ἁγίων, σὲ ἰδοῦσαι Ἁγνή, ναῷ σου τῷ ἁγίῳ, τὸ ἱερὸν σου κρήδεμνον ἁπλώσασαν, καὶ σκέπουσαν κόσμον, ᾔνεσαν Παρθένε, ἐλέους σου τὴν βρύσιν.Σκέπη κόσμου νεφέλης πλατυτέρα, σὺ ὑπάρχεις Ἁγνή, βροτῶν ἡ σωτηρία‧ διὸ τελοῦντες πόθῳ τὴν ἀνάμνησιν, τῆς σεπτῆς σου Σκέπης, ὑμνοῦμεν Θεοτόκε, θαυμάτων σου τὰ πλήθη.Ἰσχυρὰν σε παράκλησιν ἐν βίῳ, κεκτημένοι Ἁγνή, καὶ ἀρραργῆ ἐλπίδα, τῇ κραταιᾷ σοῦ Σκέπῃ καταφεύγομεν, καὶ τῶν τοῦ δολίου, λυτρούμεθα σκανδάλων, ὑμνοῦντές σου τὴν χάριν.Καταβασία ΤΟ ΑΚΟΥΤΕΠαῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν ἀγείρει ψαλλουσαν‧ τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. Κανών α', ᾨδὴ θ', τῆς Θεοτόκου Ἦχος δ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ Ἄγγελοι τὴν Σκέπην τῆς Θεοτόκου, ἐν ὕμνοις μεγαλύνουσιν, ὅτι πιστῶν τάς χορείας, ἁπανταχοῦ περισκέπει.Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι λαμπαδουχουμενος‧ πανηγυριζέτω δέ, ἀΰλων νόων φύσις γεραίρουσα, τὴν ἱερὰν πανήγυριν τῆς Θεομήτορος, καὶ βοάτω‧ Χαίροις παμμακάριστε, Θεοτόκε Ἁγνὴ Ἀειπάρθενε. (Δίς)Ἄγγελοι τὴν Σκέπην τῆς Θεοτόκου, ὁρῶντες κατεπλήττοντο, πῶς περισκέπει καὶ σῴζει τοὺς ἐπ' αὐτῇ πεποιθότας.Ἴαμα ἡμῖν, ἡ δρόσος Πανάχραντε ἡ ἀποστάζουσα, ἐκ τῆς θείας Σκέπης σου, ὡς ἐκ νεφέλης ἀΰλου γίνεται, καὶ παύει ἀρρωστήματα ψυχῆς καὶ σώματος, τῶν βοώντων‧ Χαῖρε Ἀειπάρθενε, εὐφροσύνη ἡμῶν καὶ παράκλησις.Ἄγγελοι καὶ ἄνθρωποι τὴν σεπτήν Σου, Σκέπην τιμῶμεν Δέσποινα· πάντας γὰρ σκέπεις ἐν ταύτῃ, τοὺς σὲ πιστῶς ἀνυμνοῦντας.Μνείαν ἱεράν, εἰς δόξαν καὶ αἴνεσιν τῶν θαυμασίων σου, ἄγει Παναμώμητε, ἀγαλλομένη ἡ Ἑλλὰς σήμερον, καὶ πίστει καταφεύγουσα ὑπὸ τὴν Σκέπην σου, ἐκβοᾷ σοι‧ Σκέπε με καὶ φύλαττε, ἄχρι βίου τερμάτων Πανύμνητε.Ἄγγελοι καὶ ἄνθρωποι τῆς Πανάγνου, τὴν Σκέπην μεγαλύνομεν‧ σκέπει γὰρ αὔτη καὶ σῴζει, πάντας τοὺς ταύτην τιμῶντας.Ὅλῃ τῇ ψυχῇ, συνήλθομεν Ἄχραντε τῇ θείᾳ Σκέπῃ σου, αἶνον χαριστήριον, εὐγνωμοσύνῃ θερμῇ προσάγοντες, ὅτι ἡμᾶς ἐξέλεξας εἰς περιποίησιν, καὶ ἐν πᾶσι, περιέπεις Δέσποινα, καὶ διέπεις καὶ σῴζεις ἐκ θλίψεων.Ἄχραντε Παρθένε θεοκυῆτορ, τὴν ποίμνην σου περίσῳζε, σκέπουσα ταύτην σῇ Σκέπῃ, καὶ προνοοῦσα ἐν πᾶσιν.Ὕπερθεν Ἁγνή, καὶ κύκλῳ τοῦ Ἔθνους σου τὴν θείαν Σκέπην σου, οἷα περιτείχισμα, ἔχε Παρθένε, πλούτῳ χρηστότητος‧ ἐμοὶ δὲ τῷ τοὺς ὕμνους σοι ἤδη ὑφάναντι, δίδου Κόρη, φωτισμὸν καὶ ἔλλαμψιν, καὶ πταισμάτων τὴν ἄφεσιν δέομαι. Κανών β', ᾨδὴ θ', τῆς Θεοτόκου Ἦχος πλ. δ' Ἐξέστη ἐπὶ τούτῳ ΤΟ ΑΚΟΥΤΕ Μεγάλυνον ψυχή μου, τῆς ἁγνῆς Παρθένου, τὴν παναγίαν Σκέπην. Μητρῴᾳ καμπτομένη Κόρη στοργῇ, πρὸς λαὸν τὸν θερμῶς σοι ἐλπίζοντα, ὡς συμπαθής, ξένῳ τρόπῳ ἥπλωσας νοερῶς, τούτῳ τὴν θείαν Σκέπην σου, οἷά περ νεφέλην φωτοειδῆ‧ διὸ τῆς σῆς εὐνοίας, κηρύττοντες τὸν πλοῦτον, σὲ Θεοτόκε μεγαλύνομεν.Μεγάλυνον ψυχή μου, τῆς μόνης Θεοτόκου, τὴν φωτοφόρον Σκέπην. Ὁ πάλαι ἐν νεφέλῃ στυλοειδεῖ, ὁδηγήσας λαὸν τὸν ἀγνώμονα, ὁ σὸς Υἱός, Ἄχραντε νεφέλην σε λογικήν, καὶ ἔμψυχον ἀνέδειξε, σκέπουσαν καὶ σῴζουσαν θαυμαστῶς, πρὸς γῆν τῆς ἀφθαρσίας, θερμῇ ἐπιστασίᾳ, λαὸν Ἁγνὴ τὸν περιούσιον.Δόξα...Μεγάλυνον ψυχή μου, τὴν ἐν τρισὶ προσώποις, ἄναρχον Θεαρχίαν. Ὑψώσασα τάς χεῖράς σου πρὸς Θεόν, τὸν ἐκ σοῦ προελθόντα ἱκέτευσας, ὑπὲρ ἡμῶν, ἔνθεν ἐφαπλώσασα νοερῶς, τὴν φωτοφόρον Σκέπην σου, ἅπαντας ἐσκέπασας τοὺς πιστούς‧ διὸ τὴν τούτου μνείαν, τελοῦντες ἐτησίως, σὲ Θεοτόκε μεγαλύνομεν.Καὶ νῦν...Μεγάλυνον ψυχή μου, τῆς παναχράντου Κόρης, τὰ ξένα μεγαλεῖα. Ὑμνοῦντές σου τῆς Σκέπης τάς πολλαπλάς, δωρεᾶς καὶ τὴν χάριν τὴν ἄφθονον, Μῆτερ Ἁγνή, ὧν κατατρυφῶμεν διηνεκῶς, ἀπὸ ψυχῆς βοῶμεν σοι‧ Ὥσπερ πάλαι ἔσκεπες σὸν λαόν, οὕτω καὶ νῦν χειρί σου, σκέπε ἡμᾶς καὶ σῷζε, ἄχρι τερμάτων βίου Ἄχραντε.Καταβασία ΤΟ ΑΚΟΥΤΕἍπας γηγενής, σκιρτάτω τῷ πνεύματι λαμπαδουχούμενος‧ πανηγυριζέτω δέ, ἀΰλων νόων φύσις γεραίρουσα, τὴν ἱερὰν πανήγυριν τῆς Θεομήτορος, καὶ βοάτω‧ Χαίροις παμμακάριστε, Θεοτόκε Ἁγνὴ Ἀειπάρθενε. Ἐξαποστειλάριον Ἦχος γ' Ὁ οὐρανὸν τοῖς ἄστροις ΤΟ ΑΚΟΥΤΕ Ἡ θεία Σκέπη σου Κόρη, ἐπισκιάζει τοὺς πιστοὺς καὶ τὸ ἡμέτερον Γένος, σκέπει, διέπει καὶ φρουρεῖ, ἀπὸ παντοίων κινδύνων, ἀπήμαντον Θεοτόκε. Ἐξαποστειλάριον Ἦχος γ' Ὁ οὐρανὸν τοῖς ἄστροις ΤΟ ΑΚΟΥΤΕ Τῇ κραταιᾷ σοῦ Σκέπῃ, καὶ ἀκοιμήτῳ πρεσβείᾳ, τὸ τῶν Ἑλλήνων Γένος, φυλάττε Κόρη ἀβλαβὲς· Σὲ γὰρ κεκτήμεθα πάντες, καταφυγὴν ἐν ἀνάγκαις. Ἱστῶμεν Στίχους δ', καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια Ἦχος α' Τῶν οὐρανίων ταγμάτων ΤΟ ΑΚΟΥΤΕ Τὴν Ἀειπάρθενον Κόρην καὶ Θεοτόκον Ἁγνήν, τὴν τῶν πολεμουμένων, συμμαχίαν καὶ σκέπην, ἡμῶν δὲ ἑξαιρέτως καταφυγήν, καὶ ἑτοίμην βοήθειαν, ἀνευφημήσωμεν σύμπασα ἡ Ἑλλάς, μεγαλύνοντες τὴν Σκέπην αὐτῆς. Ἦχος α' Τὴν παναγίαν σου Σκέπην καὶ ἀστραπόμορφον, ἣν ὡς φωτὸς νεφέλην, ἐφαπλοῖς καθ' ἑκάστην, καὶ σκέπεις καὶ καλύπτεις πάντας ἡμᾶς, ἀριδήλως ὡς ἔγνωμεν, ἐν εὐκαιρίαις Παρθένε καὶ συμφοραῖς, μακαρίζομεν γηθόμενοι. Ἦχος α' Ἡ Βασιλεύουσα πόλις, Παρθένε πρότερον, ἐρρύετο κινδύνων, καὶ δεινῶν πολεμίων, τῇ Σκέπῃ σου τῇ θείᾳ καὶ θαυμαστῇ, ἡ Ἑλλὰς δὲ νῦν ἅπασα, τῇ ταύτης χάριτι ῥύεται χαλεπῶν, συμφορῶν καὶ περιστάσεων. Ἦχος α' Ὡς θαυμαστὴ σου Παρθένε περὶ τὸ Γένος σου, πάλαι καὶ νῦν τυγχάνει, τῆς εὐνοίας ἡ χάρις· διὸ ὑπὸ τὴν Σκέπην σου τὴν σεπτήν, καθ' ἑκάστην προστρέχοντες, λύσιν εὑρίσκομεν πάσης ἐπιβουλῆς, καὶ καλῶν παντοίων μέθεξιν. Θεοτοκίον, Ἦχος πλ. α' Αἱ δωρεαὶ τῆς Σκέπης σου, ὡς ἀκτῖνες πανταχοῦ ἁπλούμεναι, πολλαχῶς εὐεργετοῦσιν ἡμᾶς Θεοτόκε‧ νόσων γὰρ τὴν ἀχλὺν διώκουσι, πολεμίων τάς φάλαγγας ἐκτρέπουσιν, ἀδοκήτων συμφορῶν διαλύουσιν τὸν ζόφον, καὶ εἰρήνην σταθηρὰν ἡμῖν παρέχουσιν, Ἀλλ' ὦ κεχαριτωμένη Παρθένε, τοὺς χαριστηρίους ἡμῶν ὕμνους δέξαι, καὶ ἴσθι ἡμῖν σύμμαχος καὶ προστάτις, μέχρι τερμάτων αἰῶνος δεόμεθα. Μεγάλη Δοξολογία Εἰς τὴν Λειτουργίαν Ἀντίφωνον Α'Στίχ. α'. Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου, ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλμένη.Στίχ. β'. Πᾶσα ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθεν.Στίχ. γ'. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ σου.Ἀντίφωνον Β'Στίχ. α'. Τῆς αἰνέσεώς σου, Κύριε, πλήρης πᾶσα ἡ γῆ.Στίχ. β'. Ἡμέρα Κυρίου ἐπὶ πάντα ὑβριστὴν καὶ ὑπερήφανον καὶ ἐπὶ πάντα ὑψηλὸν καὶ μετέωρον.Στίχ. γ'. Κύριος Σαβαὼθ συνταράσσει τοὺς ἐνδόξους μετὰ ἰσχύος, καὶ οἱ ὑψηλοὶ τῇ ὕβρει συντριβήσονται.Ἀντίφωνον Γ', Ἦχος α'Στίχ. α'. Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.Τῆς ἐρήμου πολίτηςΤῆς Σκέπης σου Παρθένε, ἀνυμνοῦμεν τάς χαρίτας, ἣν ὡς φωτοφόρον νεφέλην, ἐφαπλοῖς ὑπὲρ ἔννοιαν, καὶ σκέπεις τὸν λαόν σου νοερῶς, ἐκ πάσης τῶν ἐχθρῶν ἐπιβουλῆς. Σὲ γὰρ σκέπην καὶ προστάτιν καὶ βοηθόν, κεκτήμεθα βοῶντές σοι· Δόξα τοῖς μεγαλείοις σου Ἁγνή, δόξα τῇ θείᾳ Σκέπῃ σου, δόξα τῇ πρὸς ἡμᾶς σου, προμηθείᾳ Ἄχραντε.Στίχ. β'. Διὰ τοῦτο λαοὶ ἐξομολογήσονται σοι εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.Στίχ. γ'. Σμύρνα καὶ στακτὴ καὶ κασία ἀπὸ τῶν ἱματίων σου. Εἰς τό, Ἑξαιρέτως‧ Ἦχος δ' Ἅπας γηγενὴς ΤΟ ΑΚΟΥΤΕ Ἄγγελοι τὴν Σκέπην τῆς Θεοτόκου, ἐν ὕμνοις μεγαλύνουσιν, ὅτι πιστῶν τάς χορείας, ἁπανταχοῦ περισκέπει.Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι λαμπαδουχούμενος‧ πανηγυριζέτω δέ, ἀΰλων νόων φύσις γεραίρουσα, τὴν ἱερὰν πανήγυριν τῆς Θεομήτορος, καὶ βοάτω‧ Χαίροις παμμακάριστε, Θεοτόκε Ἁγνὴ Ἀειπάρθενε. ΚοινωνικόνΠοτήριον σωτηρίου... Μεγαλυνάρια Σκέπη χαριτόβρυτε τῆς Ἁγνῆς, μαφόριον θεῖον, τῶν χαρίτων ὁ θησαυρός, σκέπε τοὺς σοὺς δούλους, πιστῶς σε προσκυνοῦντας, καὶ βράβευσον ὑγείαν, ψυχῆς καὶ σώματος.Σκέπη ὡς ὑπάρχουσα τῶν πιστῶν, σκέπασον Παρθένε, ἐν τῇ Σκέπῃ σου τῇ σεπτῇ, τοὺς ἐπικαλοῦντας, τὴν κραταιάν σου Σκέπην, καὶ λύτρωσαι γεέννης, ἐν ὥρᾳ κρίσεως.Σκέπην καὶ κραταίωμα τοῖς πιστοῖς, φύλακα καὶ ῥύστην, τὴν Εἰκόνα σου τὴν σεπτήν, δέδωκας Παρθένε, Σκέπης σου τῆς ἁγίας, ἣν πόθῳ προσκυνοῦντες, σὲ μεγαλύνομεν.Λύσιν ἡμῖν βράβευσον δυσχερῶν, καὶ ἀρίστων κτῆσιν, Σκέπη Πάντιμε τῆς Ἁγνῆς, τοῖς προσκαλουμένοις, τὴν σην ἄμαχον χάριν, ἰάσεων πελάγη, ἀναπηγάζουσαν.
ΤΑ ΛΟΙΠΑ
Aug 01 Τῌ Α' ΤΟΥ ΜΗΝΟΣ ΑΥΓΟΥΣΤΟΥΜνήμη τῶν Ἁγίων ἑπτὰ Μαρτύρων τῶν Μακκαβαίων,καὶ τοῦ διδασκάλου αὐτῶν Ἐλεαζάρου, καὶ τῆς μητρὸς αὐτῶν Σολομονῆς, καὶ ἡ Πρόοδος τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ. ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ τιμίου Σταυροῦ γ' καὶ τῶν Ἁγίων γ'. Στιχηρὰ τοῦ τιμίου Σταυροῦ Ἦχος δ' Ὡς γενναῖον ἐν Μάρτυσι ΤΟ ΑΚΟΥΤΕ Ὡς κοινὸν φυλακτήριον, ὡς πηγὴν ἁγιάσματος, τὸν Σταυρὸν τὸν τίμιον ἀσπασώμεθα· καὶ γὰρ κοιμίζει, παθήματα, καὶ παύει νοσήματα, καὶ παντοίων ἀλγεινῶν, ἀπαλλάττει τοὺς κάμνοντας, ὑπὲρ ἄβυσσον, πελαγίζων τὰ ῥεῖθρα τῶν θαυμάτων, τοῖς πιστῶς αὐτοῦ, τὸν τύπον, καὶ προσκυνοῦσι καὶ σέβουσιν. Ἦχος δ' Οἱ τοῦ βίου τοῖς κύμασι, θαλαττεύοντες ἄνθρωποι, παθημάτων ζάλῃ τε κυμαινόμενοι, ὡς εἰς ὁλκάδα σωτήριον, τὸ ξύλον τὸ τίμιον, καταφύγωμεν πιστῶς, καὶ σιγήσει τὰ κύματα, καὶ τὰ πνεύματα, καὶ ῥαγήσεται πάθη, καὶ πρὸς ὅρμον, ἀκυμάντου σωτηρίας, χαρμονικῶς καταντήσομεν. Ἦχος δ' Ὑπὲρ ἥλιον ἔλαμψεν, ὁ Σταυρὸς ὁ πανάγιος, ὡς ἀκτῖνας θαύματα προβαλλόμενος, καὶ ὡς βολίδας ἰάματα· προσέλθωμεν ἄνθρωποι, οἱ τῷ σκότει τῶν δεινῶν, συνεχόμενοι πάντοτε, καὶ ληψόμεθα, φωτοπάροχον χάριν ἰαμάτων, τὸν ἐν τούτῳ προσπαγέντα, σαρκὶ Θεὸν μεγαλύνοντες. Στιχηρὰ τῶν Ἁγίων Ἦχος α' Πανεύφημοι Μάρτυρες ΤΟ ΑΚΟΥΤΕ Τοῦ νόμου τὸν ὄροφον ἑπτά, στύλοις ἐπαιρόμενον, ἡ τυραννὶς οὐ κατέσεισε· τὴν γὰρ ἀλόγιστον, τοῦ διώκτου λύσσαν, ἀνδρικῶς ὑπέμειναν, τὸ σῶμα παραδόντες τοῖς τέμνουσιν, οἱ εὐγενέστατοι, νεανίαι καὶ ὁμαίμονες, τῶν Μωσέως, θεσπισμάτων φύλακες. Ἦχος α' Ὑπὲρ τὰ ὁρώμενα τὸν νοῦν, ὄντως ἀνυψώσαντες, μέλη σαρκὸς κατετέμνοντο, οἱ εὐσεβέστατοι, καὶ γενναῖοι Παῖδες, σὺν μητρὶ θεόφρονι, μεγίσταις ἐν ἐλπίσι νευρούμενοι, ὧν νῦν ἐπέτυχον, Ἀβραὰμ ἀναπαυσάμενοι, ἐν τοῖς κόλποις, τοῦ αὐτῶν προπάτορος. Ἦχος α' Ψυχῆς ἐν νεότητι στερρῶς, ἑαυτοὺς ὁπλίσαντες, καὶ τὸν θυμὸν ὥσπερ θήξαντες, πρὸς τὸν ἀντίπαλον, σταθερῶς ἐχώρουν, εὐσεβείας ἕνεκα, καὶ νόμου τοῦ πατρῴου τηρήσεως, ὁ ἱερώτατος, Ἐλεάζαρ καὶ οἱ πάνσοφοι, νεανίαι, σὺν μητρὶ θεόφρονι. Δοξαστικὸν Ἦχος πλ. δ' Ἰωάννου Μοναχοῦ Οἱ Ἅγιοι Μακκαβαῖοι τῷ τυράννῳ ἔλεγον· Ἡμῖν ὦ Ἀντίοχε, εἷς Βασιλεὺς ὁ Θεός, παρ' οὗ γεγόναμεν, καὶ πρὸς ὃν ἐπιστρέφομεν. Κόσμος μένει ἄλλος ἡμῖν, τοῦ ὀρωμένου ὑψηλότερος καὶ μονιμώτερος, πατρὶς δὲ ἡμῶν Ἱερουσαλήμ, ἡ κραταιὰ καὶ ἀνώλεθρος, πανήγυρις δέ, ἡ μετὰ Ἀγγέλων διαγωγή, Κύριε, πρεσβείαις αὐτῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς. Θεοτοκίον Ἦχος πλ. δ' ὁ αὐτὸς Ὅνπερ πάλαι Μωϋσῆς, προτυπώσας ἐν ἑαυτῷ, τὸν Ἀμαλὴκ καταβαλὼν ἐτροπώσατο, καὶ Δαυῒδ ὁ μελῳδός, ὑποπόδιόν σοι βοῶν, προσκυνεῖσθαι διετάξατο, τίμιον Σταυρόν σου Χριστὲ ὁ Θεός, σήμερον ἁμαρτωλοὶ προσκυνοῦμεν, χείλεσιν ἀναξίοις, σὲ τὸν καταξιώσαντα παγῆναι ἐν αὐτῷ, ἀνυμνοῦντες δεόμεθα, Κύριε, σὺν τῷ Λῃστῇ τῆς βασιλείας σου ἀξίωσον ἡμᾶς. Εἰς τὸν Στίχον Στιχηρὰ Προσόμοια τοῦ Σταυροῦ.Ἦχος α'Τῶν οὐρανίων ταγμάτων ΤΟ ΑΚΟΥΤΕΤῇ τοῦ Σταυροῦ προελεύσει, δεῦτε φιλέορτοι, τὴν ἑορτὴν ποιοῦντες, φαιδρυνθῶμεν βοῶντες, ἐν πίστει ἀδιστάκτῳ, Σταυρὲ τοῦ Χριστοῦ, ἡμᾶς ἁγίασον χάριτι, τοῦ ἐπὶ σὲ ὑψωθέντος, καὶ ἐξελοῦ, πάσης βλάβης τῇ δυνάμει σου.Στίχ. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν, καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.Τὰς οὐρανίους πορείας, Σταυρὸς ὁ τίμιος, ἐξευτρεπίζει πᾶσι, τοῖς αὐτὸν προσκυνοῦσιν, ἐν φόβῳ καὶ ἀγάπῃ καὶ τοῖς χοροῖς, τῶν ἀΰλων Δυνάμεων, ὃς ἐν αὐτῷ προσηλώθῃ συναριθμεῖ, τοὺς ἐκ πόθου ἀνυμνοῦντας αὐτόν.Στίχ. Ὁ δὲ Θεὸς Βασιλεὺς ἡμῶν πρὸ αἰώνων εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς.Οἱ προσκυνοῦντες ἐν πίστει, Σταυρὸν τὸν τίμιον, τὸν ἐν αὐτῷ παγέντα, προσκυνοῦμεν Δεσπότην, οὗ τῇ ἐπινεύσει χείλη ὁμοῦ, καὶ ψυχὰς ἁγνιζόμεθα, καὶ ταῖς ἐλλάμψεσι τούτου ταῖς νοηταῖς, φαιδρυνόμεθα αἰνοῦντες αὐτόν. Δοξαστικὸν Ἦχος πλ. δ' Κοσμᾶ Μοναχοῦ Ψυχαὶ δικαίων ἐν χειρὶ Κυρίου, καθάπερ Ἀβραάμ, καὶ Ἰσαάκ, καὶ Ἰακώβ, οἱ πρὸ νόμου προπάτορες, καὶ Μακκαβαίων πρόγονοι, τῶν νῦν εὐφημουμένων παρ' ἡμῶν. Οὗτοι γὰρ οἱ καρτερόψυχοι, Ἀβραμιαῖοι ὑπάρχοντες, τὴν πίστιν ἐζήλωσαν, τοῦ ἑαυτῶν προπάτορος Ἀβραάμ, καὶ μέχρι θανάτου ἠγωνίσαντο δι' εὐσέβειαν· εὐσεβῶς γὰρ συντραφέντες, καὶ ἐννόμως συναθλήσαντες, τὴν ἀσέβειαν διήλεγξαν τοῦ ἐπαράτου Ἀντιόχου, καὶ μηδὲν προτιμήσαντες τῶν τῆς παρούσης ζωῆς, διὰ τὴν αἰώνιον, πάντα Θεῷ ἀνέθεντο, ψυχήν, ἀνδρείαν, αἴσθησιν, σῶμα ἁπαλόν, καὶ ἀμοιβὰς τῶν ἁγνείᾳ τεθραμμένων. Ὢ ῥίζης εὐσεβοῦς! ἐξ ἧς ὑμεῖς ἐβλαστήσατε Μακκαβαῖοι, Ὢ μητρὸς ἁγίας! τῆς τετοκυῖας τὸν ἰσάριθμον τῆς ἑβδομάδος ἀριθμόν. Ἀλλ' ἱκετεύομεν ὑμᾶς Μακκαβαῖοι, σὺν τῇ μητρὶ ὑμῶν Σολομονῇ, καὶ τῷ σοφῷ ἱερεῖ Ἐλεαζάρῳ, ὡς παριστάμενοι Χριστῷ τῷ Θεῷ, δι' ὃν κεκοπιάκατε, τοὺς πόνους τῶν καρπῶν ὑμῶν ἀπολαύοντες, ἐκτενῆ ἱκεσίαν ποιήσατε ὑπὲρ τῆς ἀνθρωπότητος· ποιεῖ γὰρ ὅσα βούλεται, καὶ πληροῖ τὰ θελήματα ὑμῶν, τῶν φοβουμένων αὐτόν. Θεοτοκίον Ἦχος πλ. δ' Ἡ φωνὴ τοῦ Προφήτου σου Μωϋσέως, ὁ Θεός, πεπλήρωται ἡ λέγουσα. Ὄψεσθε τὴν ζωὴν ὑμῶν κρεμαμένην, ἀπέναντι τῶν ὀφθαλμῶν ὑμῶν. Σήμερον Σταυρὸς ὑψοῦται, καὶ κόσμος ἐκ πλάνης ἐλευθεροῦται. Σήμερον τοῦ Χριστοῦ ἡ Ἀνάστασις ἐγκαινίζεται, καὶ τὰ πέρατα τῆς γῆς ἀγάλλονται, ἐν κυμβάλοις Δαυϊτικοῖς, ὕμνον σοι προσφέροντα καὶ λέγοντα. Εἰργάσω σωτηρίαν ἐν μέσῳ τῆς γῆς ὁ Θεός, Σταυρὸν καὶ τὴν Ἀνάστασιν, δι' ὧν ἡμᾶς ἔσωσας ἀγαθὲ καὶ φιλάνθρωπε, Παντοδύναμε, Κύριε δόξα σοι. Ἀπολυτίκιον τῶν Ἁγίων Ἦχος α' ΤΟ ΑΚΟΥΤΕ Τὰς ἀλγηδόνας τῶν Ἁγίων, ἃς ὑπὲρ σοῦ ἔπαθον, δυσωπήθητι Κύριε, καὶ πάσας ἡμῶν τὰς ὀδύνας, ἴασαι φιλάνθρωπε δεόμεθα. Ἀπολυτίκιον τοῦ Σταυροῦ Ἦχος α' Σῶσον Κύριε τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεύσι, κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα Ἦχος α' Τὸν τάφον σου Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ Ἡ φύσις τῶν βροτῶν, συνεόρταζε πᾶσα, καὶ σκίρτα μυστικῶς· τοῦ Σταυροῦ γὰρ τὸ ξύλον, προτίθεται σήμερον, ἰατρεῖον ἀδάπανον, τοῖς προστρέχουσι, μέτ' εὐλαβείας καὶ πόθου, καὶ δοξάζουσι τὸν ἐν αὐτῷ προσπαγέντα, Χριστὸν τὸν φιλάνθρωπον.Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα Ἦχος δ' Ἐπεφάνης σήμερον ΤΟ ΑΚΟΥΤΕ Εὐφροσύνης πρόξενος, τῇ νῦν ἡμέρᾳ, τοῦ Σταυροῦ ἡ πρόοδος· καθαγιάζει γὰρ ἡμῶν, ψυχὰς ὁμοῦ καὶ τὰ σώματα, τῶν προσκυνούντων αὐτὸν μετὰ πίστεως.Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ Ὁ Κανὼν τοῦ Σταυροῦ, οὗ ἡ Ἀκροστιχίς.Τὸ προσκυνητὸν πάντες ὑμνοῦμεν Ξύλον.Ποίημα Ἰωσήφ.ᾨδὴ α' Ἦχος πλ. δ' Ἁρματηλάτην Φαραὼ ΤΟ ΑΚΟΥΤΕ Τὸν τοῦ Κυρίου ζωηφόρον σήμερον, Σταυρὸν νοῒ καθαρῷ, καὶ εὐσεβεῖ γνώμῃ, πάντες προσκυνήσωμεν· πρόκειται γὰρ δωρούμενος, τοῖς αὐτῷ προσιοῦσιν, ἁγιασμὸν καὶ σωτήριον, ἔλλαμψιν καὶ δόξαν καὶ ἔλεος.Ὁ ζωοδώρητος Σταυρὸς προκείμενος, καὶ καθορώμενος, φωτοειδῆ αἴγλην, ἀποπέμπει χάριτος, προσέλθωμεν καὶ λάβωμεν, φωτισμὸν εὐφροσύνης, καὶ σωτηρίαν καὶ ἄφεσιν, αἴνεσιν Κυρίῳ προσάγοντες.Πρόκειται ξένον τοῖς ὁρῶσι θέαμα, Σταυρὸς ὁ τίμιος, καὶ ὡς πηγὴ βρύει, ψυχικὰ χαρίσματα, καὶ παύει ἁμαρτήματα, καὶ νοσήματα λύει, καὶ τὰ φρονήματα ῥώννυσι, τῶν εἰλικρινῶς προσκυνούντων αὐτόν.Ῥάβδος ἐτύπου τοῦ Σταυροῦ τὸ τρόπαιον, θάλασσαν τέμνουσα, δι' οὗ ἡμεῖς πίστει, ἀποντίστως πλέομεν, τοῦ βίου ὕδωρ ἄστατον, καὶ τὰ ῥεύματα πάντα, τῆς ἁμαρτίας ἐκφεύγομεν, καὶ θείας γαλήνης πληρούμεθα.Ἢ ΣταυροθεοτοκίονὍτε σε τέκνον ἀπορρήτως ἔτεκον, ὠδῖνας ἔφυγον, καὶ πῶς νυνὶ ὅλη, ὀδυνῶν πεπλήρωμαι; Ὁρῶ γὰρ σε κρεμάμενον, ὡς κακοῦργον ἐν ξύλῳ, τὴν γῆν ἀσχέτως κρεμάσαντα, ἔλεγεν ἡ Πάναγνος κλαίουσα. Κανών β', ᾨδὴ α', τῶν Ἁγίων Ἀνδρέου Κρήτης. Ἦχος α' ᾨδὴν ἐπινίκιον ΤΟ ΑΚΟΥΤΕ Μωσέως τὰ δόγματα, πάνσοφοι Παῖδες, νομίμως φυλάξαντες, καὶ Χριστοῦ τὸν θάνατον, ζηλώσαντες εὐσεβῶς, πρεσβεύσατε ἀεί, σωθῆναι πάντας ἡμᾶς.Τὶς εἶδε, τὶς ἤκουσεν, οἵους ἀγῶνας, στερρῶς ἐπεδείξαντο, οἱ τοῦ νόμου φύλακες, οἱ Σολομονῆς υἱοί, ἀθλήσαντες μιᾷ ψυχῇ, ἑνὶ φρονήματι;Ἀλλήλους ὀτρύνοντες, οὕτως ἐβόων· Νομίμως ἀθλήσωμεν, καὶ προθύμως θάνωμεν, ὑπὲρ πατρῴων ἐθῶν, οἱ Σολομονῆς τῆς σεπτῆς, Ἅγιοι Παῖδες ἑπτά.ᾘσχύνθη ὁ τύραννος, στῶμεν ἀνδρείως, ἠσθένησαν βάσανοι, ὁ Βελίαρ ἥττηται, τὸ πῦρ ἐσβέσθη λοιπόν· μηδεὶς οὖν ἔξω ἀδελφοί, στήτω τοῦ σκάμματος.Ἡμῖν ὦ Ἀντίοχε, ὑπὲρ πατρῴων, ἐθῶν ὁ ἀγὼν ἐστιν (οἱ Παῖδες ἔκραζον ἐν τῷ σταδίῳ γυμνοί), ὑπὲρ ὧν μᾶλλον τὸ θανεῖν, τοῦ ζῆν προκρίνομεν.Τὰς σάρκας τοῖς ὄνυξιν, ἐν τῷ σταδίῳ ξεόμενοι, ἔκραζον οἱ τοῦ νόμου φύλακες. Ἡμῖν ὦ Ἀντίοχε, γλυκεῖς οἱ πόνοι καὶ τὸ πῦρ, διὰ τὴν πάντων ζωήν.Δόξα...Τριάδα δοξάσωμεν, τὴν ἐν Μονάδι οὐσίαν ἀΐδιον, συμφυῆ καὶ σύνθρονον, καὶ ὁμοδύναμον, Πατέρα ἄναρχον Υἱόν, καὶ Πνεῦμα Ἅγιον.Καὶ νῦν... ΘεοτοκίονΤὸν βότρυν τὸν πέπειρον, ἐν τῇ γαστρί, σου ἀφράστως βλάστήσασα, ζωηφόρος ἄμπελος, τῇ Ἐκκλησίᾳ Χριστοῦ, ἐδείχθης Μήτηρ Θεοῦ, πάντας εὐφραίνουσα.Καταβασία ΤΟ ΑΚΟΥΤΕ «Σταυρὸν χαράξας Μωσής, ἐπ' εὐθείας ῥάβδῳ, τὴν Ἐρυθρὰν διέτεμε, τῷ Ἰσραὴλ πεζεύσαντι, τὴν δὲ ἐπιστρεπτικῶς, Φαραὼ τοῖς ἅρμασι, κροτήσας ἥνωσεν, ἐπ' εὔρους διαγράψας τὸ ἀήττητον ὅπλον. Διὸ Χριστῷ ᾄσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται». Κανών α', ᾨδὴ γ', τοῦ τιμίου Σταυροῦ Ἦχος πλ. δ' Ὁ στερεώσας ΤΟ ΑΚΟΥΤΕ Σταυρὸς ἁπάντων τῶν καλῶν, παρεκτικὸς καθορᾶται, προσκυνούμενος, καὶ πᾶσα ἡ κτίσις, ἑορτάζει ἐν χαρᾷ, φωτιζομένη χάριτι, τοῦ ἐν αὐτῷ βουλήσει, ἀνυψωθέντος Θεοῦ ἡμῶν.Καταυγαζόμενοι φωτί, τῶν τοῦ Σταυροῦ λαμπηδόνων, ὁλικῶς οἱ ἐν αὐτῷ πεποιθότες, σκοτασμὸν ἁμαρτιῶν, ἐκφύγωμεν καὶ κράξωμεν, ὁ φωτισμὸς τῶν ὅλων, εὔσπλαγχνε Κύριε, δόξα σοι.Ὑμνολογοῦμέν σε Σταυρέ, καὶ προσπτυσσόμεθα πίστει, ἐξαιτούμενοι τὴν σὴν δυναστείαν. Ἐξελοῦ ἡμᾶς ἐχθροῦ, παγίδων καὶ κυβέρνησον, πρὸς ὅρμον ἡμᾶς πάντας, τῆς σωτηρίας ὑμνοῦντάς σε.Ἢ ΣταυροθεοτοκίονΝενεκρωμένην τὴν ζωήν, ἐπὶ Σταυροῦ θεωροῦσα, καὶ μὴ φέρουσα τῶν σπλάγχνων τὸν πόνον, ἐδονεῖτο ἡ σεμνή, Παρθένος ἀνακράζουσα· Οἴμοι! Υἱέ μου τὶ σοι, δῆμος ἀνόμων πεποίηκεν; Κανών β', ᾨδὴ γ', τῶν Ἁγίων Ἦχος α' Λίθον ὃν ἀπεδοκίμασαν ΤΟ ΑΚΟΥΤΕ Παῖδες ἱερῶς βλαστήσαντες, καὶ συναυξηθέντες, πάντες κατὰ νόμον, παιδαγωγηθέντες ὑπὸ Ἐλεαζάρου, νομίμως ἠθλήσατε, καὶ Ἀντιόχου τὰς βουλάς, πάσας εἰς γῆν κατεπατήσατε.Σπεῦδε ἀνεβόων τύραννε, οἱ Ἀβραμιαῖοι, ποίει ἅπερ θέλεις, καὶ ὀργίζου πλέον, ἡμεῖς τοῖς δόγμασί σου, οὐδόλως πειθόμενοι, τοὺς τῶν βασάνων αἰκισμούς, πόθῳ Θεοῦ μᾶλλον αἱρούμεθα.Μήτις ὑστερείτω σήμερον, τοῦ καλοῦ ἀγῶνος, μήτις θηρευθήτω, ὑπὸ τοῦ μανιώδους, σοφὸς ἐστιν ὁ δράκων, ἀλλήλους παρώτρυναν, τῆς Σολομονῆς οἱ υἱοί, μήτις ἡμῶν γένηται βρῶμα αὐτοῦ.Δεῦτε οἱ τοῦ νόμου φύλακες, ὁμοῦ αἰκισθῶμεν, δεῦτε ἀνδρυνθῶμεν, οἱ Παῖδες ἀνεβόων, ἀλλήλους ὀτρύνοντες, πρὸς τοὺς ἀγῶνας εὐσεβῶς, οὓς καὶ ἡμεῖς ζηλοτυπήσωμεν.Δόξα...Μίαν οἱ πιστοὶ δοξάσωμεν, τοῦ Θεοῦ οὐσίαν, μίαν δεσποτείαν, μίαν βασιλείαν, ἑνοῦντες ἀσυγχύτως, τὴν μίαν Θεότητα, καὶ διαιροῦντες εὐσεβῶς, ταύτην τρισὶ ταῖς ὑποστάσεσι.Καὶ νῦν... ΘεοτοκίονΒάτος προεγνώσθης ἄφλεκτος, ἐν Σινᾷ τῷ ὄρει· ὄρος δὲ τὸ θεῖον, Δανιὴλ ἐφάνης ἐξ οὗ ἀχειροτμήτως, ἐτμήθη ὁ ἄτμητος, Χριστὸς ἡ πέτρα τῆς ζωῆς, εἷς ὢν Υἱός, Θεογεννῆτορ ἐκ σοῦ.Καταβασία ΤΟ ΑΚΟΥΤΕ«Ῥάβδος εἰς τύπον τοῦ μυστηρίου παραλαμβάνεται· τῷ βλαστῷ γὰρ προκρίνει τὸν ἱερέα. Τῇ στειρευούσῃ δὲ πρῴην, Ἐκκλησίᾳ νῦν ἐξήνθησε, ξύλον Σταυροῦ, εἰς κράτος καὶ στερέωμα». Κοντάκιον τοῦ Σταυροῦ Ἦχος δ' Αὐτόμελον ΤΟ ΑΚΟΥΤΕ Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως, τῇ ἐπωνύμῳ σου καινῇ πολιτείᾳ, τοὺς οἰκτιρμούς σου δώρησαι Χριστὲ ὁ Θεός, εὔφρανον ἐν τῇ δυνάμει σου, τοὺς πιστοὺς βασιλεῖς ἡμῶν, νίκας χορηγῶν αὐτοῖς, κατὰ τῶν πολεμίων, τὴν συμμαχίαν ἔχοιεν τὴν σήν, ὅπλον εἰρήνης, ἀήττητον τρόπαιον.Εἶτα ΚάθισμαἮχος πλ. δ'Τὴν Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕΕὐσεβῶς συντραφέντες Παῖδες σοφοί, μαρτυρικῶς τοῦ τυράννου τὰς ἀπειλάς, ἀνδρείως κατῃσχύνατε, ὡς τοῦ νόμου ὑπέρμαχοι, καὶ τοῦ πατρὸς ἀκόλουθοι, γενόμενοι Ἅγιοι, σὺν μητρὶ θεόφρονι, προθύμως ἠθλήσατε· ὅθεν καὶ θανάτῳ, τὴν οὐράνιον ὄντως, ζωὴν ὠνησάμενοι, αἰωνίως ἀγάλλεσθε, Μακκαβαῖοι στερρόψυχοι. Πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην ὑμῶν.Δόξα... Καὶ νῦν...Ἦχος πλ. β' Ὁ Σταυρός σου Κύριε ἡγίασται· ἐν αὐτῷ γὰρ γίνονται ἰάματα, τοῖς ἀσθενοῦσιν ἐν ἁμαρτίαις. Δι' αὐτοῦ σοι προσπίπτομεν, ἐλέησον ἡμᾶς. Κανών α', ᾨδὴ δ', τοῦ τιμίου Σταυροῦ Ἦχος πλ. δ' Σύ μου ἰσχὺς Κύριε ΤΟ ΑΚΟΥΤΕ Ἡ κραταιά, σκέπη τε καὶ ἐπανόρθωσις, τῶν ἀνθρώπων, τὸ ἀκαταμάχητον ὅπλον τῆς πίστεως ὁ Σταυρός, ὁ σωτηριώδης, ἰδοὺ ὁρᾶται προκείμενος, καὶ πάντων τὰς καρδίας, τῶν πιστῶς προσιόντων, ἁγιάζων φωτίζει ἐν χάριτι.Τῶν εὐσεβῶν, φρουρὸς ὁ μέγας προκείμενος, ἐν τῷ μέσῳ, πάντων Ὑπεράγαθε, Σταυρὸς ὁ τίμιος μέσον γῆς, ἐν ᾧ ἀνυψώθης, ἐθελουσίῳ θελήσει σου, τὸν κόσμον ἁγιάζει, τῇ αὐτοῦ προσκυνήσει, καὶ διώκει δαιμόνων τὰς φάλαγγας.Ὁ οὐρανός, πάσῃ τῇ γῇ συνευφραίνεται, ἀθλοφόροι, Μάρτυρες, Ἀπόστολοι, ψυχαὶ Δικαίων περιχαρῶς, νῦν ἀγαλλιῶνται, τὸ πάντας σῷζον θεώμενοι, προκείμενον ἐν μέσῳ, ζωοδώρητον ξύλον, καὶ πιστοὺς ἁγιάζον ἐν χάριτι.Νόμους τοὺς σούς, Κύριε ὁ ἀσυνείδητος, μὴ φυλάξας, μέλλω κατακρίνεσθαι, ἡνίκα ἔλθῃς ἐξ οὐρανοῦ, κρῖναι τῶν ἀνθρώπων τὰ ἔργα· ὅθεν κραυγάζω σοι· Δυνάμει τοῦ Σταυροῦ σου, ἐπιστρέψας με σῶσον, μετανοίας παρέχων μοι δάκρυα.ΣταυροθεοτοκίονΠαρθενικῆς, τέκνον ἐκ μήτρας σε ἔτεκον, καὶ ὁρῶσα, ξύλῳ νῦν κρεμάμενον, ἐπαπορῶ, καὶ οὐ συνορῶ, ὕψος μυστηρίου, καὶ βάθος πολλῶν κριμάτων σου, ἡ Πάναγνος ἐβόα, ἣν φωναῖς ἀσιγήτοις, ὡς μητέρα Θεοῦ μακαρίζομεν. Κανών β', ᾨδὴ δ', τῶν Ἁγίων Ἦχος α' Ἐν Πνεύματι προβλέπων ΤΟ ΑΚΟΥΤΕ Εὐφραίνου Ἐλεάζαρ, ὁρῶν τοὺς ἱερούς, φοιτητάς σου σήμερον, ἀθλοῦντας εὐσεβῶς, ὑπὲρ πατρῴων νομίμων τε προσταγμάτων, καὶ Ἀντιόχου τοῦ διώκτου τὴν μανίαν, λόγοις τοῖς σοφοῖς διελέγχοντας.Σολομονὴ ἀγάλλου, ὁρῶσα τοὺς ἑπτά, κλάδους συνακμάσαντας, τοῦ νόμου τοὺς καρπούς, ἐξ ὧν τρυγῶσα ἡ ἄμεμπτος Ἐκκλησία, τοὺς κληρονόμους τῆς ἐν χάριτι λατρείας, τρέφει καθ' ἡμέραν ὡς μήτηρ ἡμᾶς.Σκιρτᾶτε Πατριάρχαι, κροτήσατε χερσί, τοὺς τοῦ νόμου φύλακας, ὁρῶντες εὐσεβῶς, ὑπεραθλοῦντας τῆς κατὰ νόμον λατρείας, καὶ διὰ πάντων αἰκισμῶν δοκιμασθέντας, μήπως τῶν πατρῴων ἐκστῶσιν ἐθῶν.Χορεύσατε νομίμως, ὑπέρμαχοι στερροί, καὶ συνεορτάσατε, τοῖς Μάρτυσι Χριστοῦ, ὡς πρὸ ἐκείνων ἀθλήσαντες ὑπὲρ νόμου, καὶ μετ' ἐκείνων εὐφημούμενοι ἐννόμως, πάσῃ τῇ Χριστοῦ Ἐκκλησίᾳ φαιδρῶς.Δόξα...Τριάδα ἐν Μονάδι, δοξάζομεν πιστοί, ἀσιγήτοις στόμασι, βοῶντες πρὸς αὐτήν· Ἡ ἐν Μονάδι τριὰς συμπροσκυνουμένη, καὶ ἐν Τριάδι τῶν προσώπων ὑμνουμένη, δόξα σοι τιμὴ καὶ προσκύνησις.Καὶ νῦν... ΘεοτοκίονὙμνοῦμεν σε Παρθένε, Θεόνυμφε σεμνή, ὡς Θεογεννήτριαν, καὶ τεῖχος τῶν πιστῶν· σὺ γὰρ τὴν φύσιν ἀνέστησας τὴν πεσοῦσαν, καὶ τὴν εἰκόνα ἀνενέωσας τεκοῦσα, μόνη τὸν προόντα Θεὸν τοῦ Ἀδάμ.Καταβασία ΤΟ ΑΚΟΥΤΕ«Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν Θεότητα». Κανών α', ᾨδὴ ε', τοῦ τιμίου Σταυροῦ Ἦχος πλ. δ' Ἵνα τὶ με ἀπώσω ΤΟ ΑΚΟΥΤΕ Ἀλαλάξατε ἔθνη, ᾄσατε σκιρτήσατε φυλαὶ καὶ ψάλατε, τῷ Θεῷ τῷ δόντι, τὸν Σταυρὸν ἀδιάσειστον ἔρεισμα, οὗ νῦν τῇ προθέσει, πάντες πιστοὶ ἀγαλλιῶμεν, δι' αὐτοῦ τῶν καλῶν ἀπολαύοντες.Νοεραὶ στρατιαὶ σε, πᾶσαι περιέπουσι, Σταυρὲ πανάγιε, καὶ βροτοὶ πηλίνοις, σοῦ προσψαύοντες χείλεσι σήμερον, ἀπαντλοῦμεν πόθῳ ἁγιασμὸν καὶ εὐλογίαν, τόν ἐν σοὶ προσπαγέντα δοξάζοντες.Τῆς ψυχῆς μου τὰ πάθη, ἴασαι τὰ χρόνια, εὔσπλαγχνε Κύριε, καὶ ὡς προσκυνοῦντα, τὸν τίμιον Σταυρόν σου περίσῳζε, οὗ τῇ δυναστείᾳ, πᾶν ἐμποδὼν ἀποσοβεῖται, καὶ κακῶν ἀπαθεῖς διαμένομεν.ΣταυροθεοτοκίονἘν Σταυρῷ καθορῶσα, τὸν δι' ἀγαθότητα, ἐκ σοῦ Πανάμωμε, ὑπὲρ νοῦν τεχθέντα, ἐδονήθης τὰ σπλάγχνα καὶ ἔλεγες· Οἴμοι! θεῖον τέκνον, πῶς ὑπὲρ πάντων ὀδυνᾶσαι; Προσκυνῶ σου τὸ εὔσπλαγνον Κύριε. Κανών β', ᾨδὴ ε', τῶν Ἁγίων Ἦχος α' Τὴν σὴν εἰρήνην δὸς ἡμῖν ΤΟ ΑΚΟΥΤΕ Ζηλώσωμεν φιλόχριστοι, τοὺς Παῖδας τοὺς ἑπτά, οὓς ἡμῖν Μωσῆς νομίμως ἐθρέψατο, καὶ Ἐλεάζαρ προεβίβασεν, ἐν τῷ πατρῴῳ νόμῳ, δι' εὐσεβοὺς θρησκείας.Μὴ νόμιζε Ἀντίοχε, διῶκτα τῶν πιστῶν, ὅτι σοῦ τὸ πῦρ φοβήσει καιόμενον, πρὸς ταῦτα σφάζε ἀνομώτατε, ποίει λοιπὸν ὃ βούλει, οἱ Παῖδες ἀνεβόων.Νομίμως ἐναθλήσωμεν, ἀλλήλοις οἱ στερροί, μάρτυρες Χριστοῦ, Μωσέως τὰ δόγματα, παρηγγυῶντο μὴ παράψασθαι, τῶν μιαρῶν ὄψων, οἱ Παῖδες ἀνεβόων.Δόξα...Προάναρχε, συνάναρχε, ὁμόθρονε Τριάς, Πατὴρ καὶ Υἱὲ καὶ Πνεῦμα τὸ Ἅγιον, Μονὰς Ἁγία τρισυπόστατε, τοὺς ἐξ Ἀδὰμ σῷζε, πιστῶς σε ἀνυμνοῦντας.Καὶ νῦν... ΘεοτοκίονΧριστὲ ὁ μόνος εὔσπλαγχνος, εἰρήνευσον ἡμᾶς· σὲ γὰρ δυσωπεῖ ἡ ἄχραντος Μήτηρ σου, σὺν τοῖς Ἁγίοις τοῖς ἀθλήσασιν, ὑπὲρ ἐθῶν πατρῴων, καὶ τοῦ Μωσέως νόμου.Καταβασία ΤΟ ΑΚΟΥΤΕ«Ὦ τρισμακάριστον ξύλον! ἐν ᾧ ἐτάθη Χριστός, ὁ Βασιλεὺς καὶ Κύριος, δι' οὗ πέπτωκεν ὁ ξύλῳ ἀπατήσας, τῷ ἐν σοὶ δελεασθείς, Θεῷ τῷ προσπαγέντι σαρκί, τῷ παρέχοντι, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν». Κανών α', ᾨδὴ ς', τοῦ τιμίου Σταυροῦ Ἦχος πλ. δ' Ἱλάσθητί μοι Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ Σταυροῦ παγέντος ἐν γῇ, δαιμόνων πτῶσις ἐγένετο, ὃν νῦν ὁρῶντες ἡμεῖς, ἐνδόξως προκείμενον, καὶ κατασπαζόμενοι, τῆς τῶν συμπτωμάτων, ἁμαρτίας ἀνιστάμεθα.Ὑμνοῦντές σε τὸν Θεόν, καὶ Βασιλέα καὶ Κύριον, ὃν ἐδωρήσω ἡμῖν, Σταυρὸν τεῖχος ἄρρηκτον, νῦν περιπτυσσόμεθα, ἐν ἀγαλλιάσει, καὶ δεινῶν ἀπαλλαττόμεθα.Μεγάλα πᾶσιν ἡμῖν, δωρήματα παρεχόμενος, ὁ τοῦ Κυρίου Σταυρός, ὁρᾶται προκείμενος. Προσέλθωμεν ἄνθρωποι, φωτισμὸν καρδίας, καὶ ψυχῆς ἀπαρυόμενοι.ΘεοτοκίονΝηστεύειν ἡμᾶς Ἁγνή, κακίας πάσης ἐνίσχυσον, καὶ φαύλων καὶ πονηρῶν, ἀπέσχεσθαι πράξεων, ἀεὶ ἐνδυνάμωσον, προστασία πάντων, τῶν ἀνθρώπων χρηματίζουσα. Κανών β', ᾨδὴ ς', τῶν Ἁγίων Ἦχος α' Τὸν Προφήτην Ἰωνᾶν ΤΟ ΑΚΟΥΤΕ Ἡ σοφία τοῦ Θεοῦ, ᾠκοδόμησε ναόν, καὶ ὑπήρεισεν αὐτόν, ἑπτὰ στύλοις λογικοῖς, προγράφουσα τοὺς Παῖδας τούτους, ὡς νόμου φύλακας.Ἡ σοφὴ Σολομονή, υἱοὺς ἔτεκεν ἑπτά, οὓς ἐθρέψατο καλῶς, Ἐλεάζαρ ὁ σοφός, καὶ ἔστεψεν, ἡ θεία χάρις, στερρῶς ἀθλήσαντας.Τὶ βραδύνεις δικαστὰ; πρὸς Ἀντίοχον φησίν, ἐν τῷ μέσῳ τῶν δεινῶν, ἡ ἑπτάκλωνος σειρά, τιμώρησον, συντόμως σφάττε, ποίει ἃ θέλεις λοιπόν.Προενήθλησε πατήρ, συναθλοῦσι καὶ υἱοί, ἐφεπέσθω σὺν ἡμῖν, καὶ ἡ μήτηρ δικαστά, καὶ γένοιτο, προσθήκη τέκνοις, καὶ σεμνολόγημα.Κἂν τὰ σώματα ἡμῶν, ἀναλώσῃς τῷ πυρί, ὁ ἑπτάδελφος χορός, ἀνεβόα τολμηρῶς· Ἀντίοχε, μὴ ὅλως οἵου, νικᾶν κἂν ἕνα ἡμῶν.Δόξα...Τὸν Πατέρα καὶ Υἱόν, καὶ τὸ Πνεῦμα τὸ εὐθές, ἐν Θεότητι μιᾷ προσκυνήσωμεν πιστῶς, κραυγάζοντες· Τριὰς Ἁγία, σῷζε τόν κόσμον σου.Καὶ νῦν... ΘεοτοκίονΠῶς ἐγέννησας Υἱόν, ὃν οὐκ ἔσπειρε Πατήρ; πῶς διέμεινας Ἁγνή, μετὰ τόκον ὥσπερ ἦς; Θεὸς οἶδεν, ὁ πάντα πράττων, ὅπως ἂν βούληται.Καταβασία ΤΟ ΑΚΟΥΤΕ«Νοτίου θηρὸς ἐν σπλάγχνοις, παλάμας, Ἰωνᾶς, σταυροειδῶς διεκπετάσας, τὸ σωτήριον πάθος προδιετύπου σαφῶς. Ὅθεν τριήμερος ἐκδύς, τὴν ὑπερκόσμιον Ἀνάστασιν ὑπεζωγράφησε, τοῦ σαρκὶ προσπαγέντος Χριστοῦ τοῦ Θεοῦ, καὶ τριημέρῳ ἐγέρσει τὸν κόσμον φωτίσαντος». Κοντάκιον Ἦχος β' Τὰ ἄνω ζητῶν ΤΟ ΑΚΟΥΤΕ Σοφίας Θεοῦ, οἱ στῦλοι οἱ ἑπτάριθμοι, καὶ θείου φωτός, οἱ λύχνοιοι ἑπτάφωτοι, Μακκαβαῖοι πάνσοφοι, πρὸ Μαρτύρων μέγιστοι Μάρτυρες, σὺν αὐτοῖς τῷ πάντων Θεῷ, αἰτεῖσθε σωθῆναι τοὺς ὑμνοῦντας ὑμᾶς. Ὁ Οἶκος Αἴνει θερμῶς Σιὼν τὸν Θεόν σου, ὅτι ἐνίσχυσεν ὄντως σῶν πυλῶν τοὺς μοχλούς, καὶ τοὺς υἱούς σου εὐλόγησεν. Οὗτοι στρατὸς γὰρ ὡς τροπαιοῦχος, φάλαγξ ὄντως γενναία καὶ κραταιόφρων, πρὸς μηχανὰς δυσσεβῶν θεοφρόνως ἀνθέστηκεν. Ἀλλ' ὡς νίκης στεφάνους οὐρανίας Σιὼν ἀπολαύοντες, καὶ τῷ θείῳ θρόνῳ πελάζοντες, ὑπέρ πάντων ἀπαύστως δεόμενοι, αἰτεῖσθε σωθῆναι τοὺς ὑμνοῦντας ὑμᾶς. Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν Τῇ Α' τοῦ αὐτοῦ μηνός, μνήμη τῶν Ἁγίων ἑπτὰ μαρτύρων τῶν Μακκαβαίων, Ἀβείμ, Ἀντωνίου, Γουρία, Ἐλεαζάρου, Εὐσεβωνᾶ, Ἀχεὶμ καὶ Μαρκέλλου, καὶ τῆς μητρὸς αὐτῶν Σολομονῆς, καὶ Ἐλεαζάρου τοῦ διδασκάλου αὐτῶν.ΣτίχοιΠρῶτος πρὸ Χριστοῦ πῦρ στέγων Ἐλεάζαρ, Ἀθλήσεως προὔθηκε τοῖς ἄλλοις ἴχνη. Πρώταθλον ἄλλην καὶ πρὸ τῆς Θέκλης ἔχω, Τὴν Σολομονήν, ἣν πρὸ Χριστοῦ πῦρ φλέγει.Ἐξ ἑβδόμης πέμπουσι Παίδων ἑπτάδα, Ἀρθρέμβολα, πῦρ, καὶ τροχοὶ πρὸς ὀγδόην. Καῦσαν ἑνὶ πρώτη Σολομώνην, ἑπτά τε υἷας.Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων ἐννέα μαρτύρων, τῶν ἐν Πέργῃ τῆς Παμφυλίας ἀθλησάντων, Λεοντίνου, Ἄττου, Ἀλεξάνδρου, Κινδέου, Μνησιθέου, Κυριακοῦ, Μηναίου, Κατούνου, καὶ Εὐκλέου.ΣτίχοιἘκ Παμφυλίας ἐννὰς ἐτμήθη ξίφει, Μίαν φυλὴν ζητοῦσα, τὴν τῶν Μαρτύρων.Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Πάπας ὁ Νέος, εἰς σάκκον βληθείς, καὶ θίβῃ ἐγκλεισθείς, καὶ εἰς θάλασσαν ῥιφθείς, τελειοῦται.ΣτίχοιΣάκκος Πάπαν ἔκρυψε, καὶ σάκκον θίβη, Καὶ τὴν θίβην ῥοῦς, καὶ Πάπας Θεοῦ πέλας.Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἁγιος Μάρτυς Ἐλεάζαρος, πυρὶ τὴν κεφαλὴν φλεχθείς, τελειοῦται.ΣτίχοιΚαυτηριασθεὶς Ἐλεάζαρος κάραν, Ψυχοβλαβῶν ἀπῆλθε κρείττων ῥευμάτων.Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἁγιος Μάρτυς Κήρυκος ξίφει τελειοῦται.ΣτίχοιΤοῦ δημίου φήσαντος· Οὐ τμηθῇς θύων. Κλίνας κάραν Κήρυκος, εἶπεν· Οὐ θύω.Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Θεόδωρος ξίφει τελειοῦται.ΣτίχοιΤῷ Θεοδώρῳ θεῖος ἐνσκήπτει πόθος, Τυχεῖν ποθεινῶν δωρεῶν διὰ ξίφους.Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Πολύευκτος, ἐν κοπρίᾳ χωσθείς, τελειοῦται.ΣτίχοιἸὼβ καθέδραν, φημὶ δὴ τὴν κοπρίαν, Ὁ Πολύευκτος εἶχεν εἰς τιμωρίαν.Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων Μήνου, Μηναίου, καὶ τῶν λοιπῶν ἐν τῷ Βιγλεντίῳ, πλησίον τοῦ χαλκοῦ Τετραπύλου.Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Τιμοθέου, Ἐπισκόπου Προκοννήσου (Προικοννήσου), τοῦ θαυματουργοῦ.ΣτίχοιΤὸν Τιμόθεον, τὸν Προκοννήσου θύτην, Τιμᾷ Θεὸς πρίν, νῦν τε θαυματουργίαις.Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν. Κανών α', ᾨδὴ ζ', τοῦ τιμίου Σταυροῦ Ἦχος πλ. δ' Θεοῦ συγκατάβασιν ΤΟ ΑΚΟΥΤΕ Ὁ χρόνων ἐπέκεινα, ἐν χρόνῳ σάρκα φορέσας δείκνυται, καὶ τὰ χρόνια πάθη, ἡμῶν ἰᾶται δι' ἀγαθότητα, σαρκὸς ὁμοῦ τε καὶ πνεύματος, ἤδη δέ, τῷ θείῳ αὐτοῦ Σταυρῷ, καθαγιάζει ἡμᾶς.Ὑμνοῦμεν καὶ δοξάζομεν, καὶ προσκυνοῦμεν καὶ μεγαλύνομεν, τὸ σὸν Κύριε κράτος, ὅτι παρέσχου ἡμῖν τοῖς δούλοις σου, Σταυρὸν τὸν θεῖον, τρυφὴν ἀδαπάνητον, καὶ φύλακα τῶν ψυχῶν, καὶ τῶν σωμάτων ἡμῶν.Μὴ δείξῃς με Κύριε, ἐν τῇ ἡμέρᾳ τῆς διαγνώσεως, κατεγνωσμένον κακοῖς, μὴ ἀπορρίψῃς ἐκ τοῦ προσώπου σου, κατῃσχυμμένον, ἀλλ' οἴκτιρον σῶσόν με, τῷ σῷ τιμίῳ Σταυρῷ, ὡς ὑπεράγαθος. Ἐτύπου τὴν χάριν σου, Σταυρὲ γλυκαίνων Μωσῆς τὰ ὕδατα, τὰ πικρότατα ξύλῳ· καὶ γὰρ πικρίας κακῶν ἐρρύσθημεν, τῇ σῇ δυνάμει· διὸ ἡμᾶς γλύκανον, ἀσπαζομένους σε νῦν, ἐν κατανύξει ψυχῆς.ΘεοτοκίονΝοός μου τὴν στένωσιν, τῇ σῇ πρεσβείᾳ πλάτυνον Δέσποινα, ἡ στενώσασα πάσας, τὰς μεθοδείας τοῦ πολεμήτορος, καὶ δι' ὁδοῦ με στενῆς κατευόδωσον, πρὸς τόν πλατυσμὸν τῆς ζωῆς, βαδίζειν Μήτηρ Θεοῦ. Κανών β', ᾨδὴ ζ', τῶν Ἁγίων Ἦχος α' Τοὺς ἐν καμίνῳ ΤΟ ΑΚΟΥΤΕ Οἱ τοῦ πατρῴου νόμου ζηλωταί, οἱ σύμψυχοι φύλακες τοῦ νόμου ἀκλινεῖς, ἕνα Θεὸν πανευσεβῶς καθωμολόγουν, τρισὶν ὑποστάσεσιν, ἑνοποιοῦντες πιστῶς, καὶ διαιροῦντες εὐσεβῶς.Τὶ ἐπιμένεις τύραννε λοιπόν; οἱ Μάρτυρες ἔκραζον τῷ πλάνῳ δικαστῇ, ἕνα Θεὸν ἡμεῖς ὁμολογοῦμεν, καὶ πατρίδα ἔχομεν, τὴν ἄνω Ἱερουσαλήμ, τὴν θρεψαμένην ἡμᾶς.Οὐ μιαροφαγήσομεν φασίν, οὐ θύσομεν, οὐδὲ γόνυ κάμψομεν εἰς γῆν, ἕνα Θεὸν ἡμεῖς ὁμολογοῦμεν, καὶ αὐτὸν φοβούμεθα, παρ' οὗ γεγόναμεν, καὶ πρὸς ὃν σπεύδομεν.Δόξα...Τριαδικὴν ὑμνήσωμεν ᾠδήν, δοξάζοντες ἄναρχον Πατέρα καὶ Υἱόν, Πνεῦμα εὐθές, μοναδικὴν μίαν οὐσίαν, ἣν τρισσῶς ὑμνήσωμεν, Ἅγιος, Ἅγιος, Ἅγιος κράζοντες. Καὶ νῦν... ΘεοτοκίονΧαῖρε τὸ τεῖχος πάντων καὶ χαρά, Πανύμνητε, χαῖρε τῶν περάτων ἡ ἐλπίς, χαῖρε βροτῶν ἡ καλλονή, καὶ τῶν Ἀγγέλων ἡ τερπνότης ἄχραντε· σὺ γὰρ τὸν μόνον Θεόν σαρκὶ ἐκύησας.Καταβασία ΤΟ ΑΚΟΥΤΕ«Ἔκνοον πρόσταγμα τυράννου, δυσσεβοῦς λαοὺς ἐκλόνησε, πνέον ἀπειλῆς, καὶ δυσφημίας θεοστυγοῦς. Ὅμως τρεῖς Παῖδας οὐκ ἐδειμάτωσε, θυμὸς θηριώδης, οὐ πῦρ βρόμιον· ἀλλ' ἀντηχοῦντι δροσοβόλῳ πνεύματι, πυρὶ συνόντες ἔψαλλον, ὁ ὑπερύμνητος τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ». Κανών α', ᾨδὴ η', τοῦ τιμίου Σταυροῦ Ἦχος πλ. δ' Ἑπταπλασίως κάμινον ΤΟ ΑΚΟΥΤΕ Ξύλῳ ποτὲ ἀνείλκυσε, ποταμοῦ τὸ σιδήριον, θεῖος Ἐλισσαῖος, σὲ προγράφων πόρρωθεν, Σταυρὲ πανσεβάσμιε· ἐκ τοῦ βυθοῦ τῆς πλάνης καὶ γάρ, διὰ σοῦ πρὸς πίστιν, ἀναχθέντες βεβαίαν, τὴν σήμερον ἡμέραν, ἀξιούμεθα βλέπειν, καὶ πίστει προσκυνεῖν σε, εἰς πάντας τοὺς αἰῶνας.Ὑποσημαίνει πόρρωθεν, σὲ Σταυρὲ πανσεβάσμιε, ἐν ταῖς εὐλογίαις Ἰακὼβ τρανότατα, ἡμεῖς δὲ ἐν χάριτι, ἀξιωθέντες βλέπειν σε, πίστει ἀδιστάκτῳ, προσερχόμεθα πάντες, καὶ ψάλλομεν πλουσίως, εὐλογίαν τρυγῶντες, καὶ φῶς καὶ σωτηρίαν, καὶ τῶν πταισμάτων λύσιν.Λευχειμονοῦντες πράξεσιν, ἐναρέτοις προσέλθωμεν, ἐν ἀγαλλιάσει, τῷ Χριστῷ κραυγάζοντες· Πανάγαθε Δέσποτα, τῷ σῷ ὑψίστῳ θείῳ Σταυρῷ, ὕψωσον ἡμῶν, τοῦ χριστωνύμου λαοῦ σου, τὸ κέρας, ἵνα πίστει, καὶ εἰρήνῃ βαθείᾳ, ὑμνῆταί σου τὸ κράτος, εἰς πάντας τοὺς αἰῶνας.ΤριαδικὸνὉμοφυῆ συνάναρχον, συναΐδιον σύνθρονον, φύσιν μὲν ἁπλήν, διαιρετὴν προσώποις δέ, Πατέρα ἀγέννητον, Υἱὸν καὶ Πνεῦμα Ἅγιον, ἄκτιστον οὐσίαν, καὶ Θεότητα πάντες, ὑμνοῦντες μελῳδοῦμεν· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.Ἢ ΣταυροθεοτοκίονΝῦν ὡς ἀρνίον ἄκακον, καθορῶσα κρεμάμενον, καὶ ὑπὸ ἀνόμων τῷ Σταυρῷ πηγνύμενον, Υἱέ μου προάναρχε, καὶ ὀδυρμοῖς συγκόπτομαι, καὶ ταῖς μητρικαῖς περιστατοῦμαι ὀδύναις, ἡ Πάναγνος ἐβόα, ἣν φωναῖς ἀσιγήτοις, ὑμνοῦμεν θεοφρόνως, εἰς πάντας τοὺς αἰῶνας. Κανών β', ᾨδὴ η', τῶν Ἁγίων Ἦχος α' Τὸν ἐν σοφίᾳ τοὺς οὐρανοὺς ΤΟ ΑΚΟΥΤΕ Οἱ τῶν πατρῴων ἐθῶν νομοφύλακες, καὶ τῆς Μωσέως διαταγῆς προκήρυκες, ὡς ἑπτὰ φωστῆρες ἐν κόσμῳ φαίνοντες, ταῖς ἀκτῖσι τῶν ἄθλων, ἡμᾶς καταλάμπουσιν, οἱ νοεροὶ λαμπτῆρες.Οἱ κατὰ νόμον Θεοῦ ἀριστεύσαντες, καὶ τὰς Ἀντιόχου βουλὰς καταπτύσαντες, τολμηρῶς ἐβόων· Ἡμᾶς Ἀντίοχε, οὐ θηρία οὐ ξίφη, οὐ πῦρ οὐδὲ μάστιγες, ὅλως χωρίσει Θεοῦ.Οἱ τὴν Μωσέως καθέδραν κοσμήσαντες, καὶ τοὺς πατρῴους θεσμοὺς συντηρήσαντες, ὡς ἑπτὰ ἀστέρες ἐν κόσμῳ λάμποντες, τοὺς πλανήτας ἀστέρας, λοιπὸν ἀπημαύρωσαν, τῇ πίστει φαιδρυνθέντες.Τῆς εὐσεβοῦς Σολομονῆς βλαστήματα, καὶ τοῦ πιστοῦ Ἐλεάζαρ τὰ θρέμματα, οἱ ἑπτὰ φωστῆρες ὡς λύχνοι φαίνοντες, τῇ τοῦ νόμου λυχνίᾳ, σαφῶς ἐπετέθησαν ἐπὶ τῇ σκηνῇ τοῦ Θεοῦ.Δόξα...Δόξα Πατρὶ καὶ Υἱῷ καὶ τῷ Πνεύματι, τῇ ἐν Τριάδι προσώπων Θεότητι, καὶ Μονάδι φύσεως, ὑποστάσεσιν, ὑμνουμένῃ ἀπαύστως, ὑπὸ πάσης κτίσεως καὶ εἰς πάντας τοὺς αἰῶνας.Καὶ νῦν... ΘεοτοκίονΤῆς πατρικῆς εὐδοκίας θησαύρισμα, τῆς τοῦ Υἱοῦ παρουσίας ἐναύλισμα, τοῦ Ἁγίου Πνεύματος ἐνδιαίτημα, ἀνεδείχθης Μαρία, Τριάδος τὴν ἔμφασιν ἐν σοὶ ἀνατυποῦσα. Καταβασία ΤΟ ΑΚΟΥΤΕ«Εὐλογεῖτε Παῖδες, τῆς Τριάδος ἰσάριθμοι, Δημιουργὸν Πατέρα Θεόν, ὑμνεῖτε τὸν συγκαταβάντα Λόγον, καὶ τὸ πῦρ εἰς δρόσον μεταποιήσαντα, καὶ ὑπερυψοῦτε, τὸ πᾶσι ζωὴν παρέχον, Πνεῦμα πανάγιον εἰς τοὺς αἰῶνας». Κανών α', ᾨδὴ θ', τοῦ τιμίου Σταυροῦ Ἦχος πλ. δ' Ἐξέστη ἐπὶ τούτῳ ΤΟ ΑΚΟΥΤΕ Ἰάσω ὑπεράγαθε τὴν ἐμήν, συντριβὴν ἐν Σταυρῷ προσπηγνύμενος, ἥλοις ποτέ, πόδας τε καὶ χεῖρας Παμβασιλεῦ, καὶ τὴν πλευρὰν νυττόμενος, ὄξος ποτιζόμενος καὶ χολήν, ἡ πάντων εὐφροσύνη, ὁ γλυκασμὸς ἡ δόξα, ἡ αἰωνία ἀπολύτρωσις.Ὡραῖος ὑπὲρ σάπφειρον καὶ χρυσόν, φωταυγὴς ὥσπερ ἥλιος πέφυκας, θεῖε Σταυρέ, κείμενος μὲν τόπῳ περιγραπτός, καὶ νοεραῖς Δυνάμεσι, πάντοτε κυκλούμενος φανερῶς, ἀκτῖσι δὲ τῆς θείας, δυνάμεως φωτίζων, τῆς οἰκουμένης τὰ πληρώματα.Σταυρὸς χειμαζομένων ἐστὶ λιμήν, ὁδηγὸς πλανωμένων καὶ στήριγμα, δόξα Χριστοῦ, σθένος Ἀποστόλων καὶ Προφητῶν, τῶν Ἀθλητῶν κραταίωμα, πάντων τῶν ἀνθρώπων καταφυγή, αὐτὸν ἐν μέσῳ πάντες, προκείμενον ὁρῶντες, μετ' εὐλαβείας ἀσπασώμεθα.Ἡνίκα μέλλεις ἔρχεσθαι ἐπὶ γῆς, κρῖναι κόσμον ὃν ἔπλασας Κύριε, Ἀγγελικῶν, προπορευομένων σῶν στρατιῶν, καὶ τοῦ Σταυροῦ προλάμποντος, ὑπὲρ τὰς αὐγὰς τάς ἡλιακάς, τῇ τούτου δυναστείᾳ, οἰκτίρησόν με σῶσον, τὸν ὑπέρ πάντας βροτοὺς πταίσαντα.Ἢ ΣταυροθεοτοκίονΦθορᾶς σε δίχα τέτοκα ἐκ γαστρός, πρὸ αἰώνων Πατὴρ ὃν ἐγέννησε, καὶ πῶς φθορεῖς, ἄνθρωποι σπαράττουσί σε Υἱέ, καὶ τὴν πλευρὰν ὀρύττουσι, λόγχῃ καὶ τὰς χεῖρας σὺν τοῖς ποσίν, ἡλοῦσιν ἀπανθρώπως; ἡ Πάναγνος ἐβόα, ἣν ἐπαξίως μεγαλύνομεν. Κανών β', ᾨδὴ θ', τῶν Ἁγίων Ἦχος α' Τὴν φωτοφόρον νεφέλην ΤΟ ΑΚΟΥΤΕ Οἱ κατὰ νόμον τραφέντες, καὶ ὑπὲρ νόμου θανόντες, Ἐλεαζάρου φοιτηταί, Σολομονῆς δὲ Παῖδες, καὶ τοῦ Μωσέως ζηλωταί, ἑλκόμενοι ἔκραζον· Ἀντίοχε τὶ βραδύνεις, τὶ μέλλεις, τὶ οὐ πράττεις, ἃ βουλεύῃ καθ' ἡμῶν;Οἱ ταξιάρχαι τοῦ νόμου, τῆς Ἀντιόχου ἀνοίας, καταφρονήσαντες στερρῶς, ταῖς βασάνοις ἐνήθλουν, ζηλοτυποῦντες ἑαυτούς, ἀλλήλους προτρέποντες, καὶ σπεύδοντες, προαρπάζειν τοὺς πόνους, καὶ τοὺς ἄθλους, καὶ θανεῖν ὑπὲρ τὸ ζῆν.Ὥσπερ Ὀλυμπιονίκη, ἀνδρεία τὶς καὶ γενναία, ἡ Σολομονὴ τοὺς υἱούς, ἐσφαγμένους ὁρῶσα, οὐκ ἐσαλεύθη τὴν ψυχήν, ἀλλ' ἔκραζεν· Ἄκουε, Ἀντίοχε, κἀμὲ πρόσθες τοῖς τέκνοις, εἴπερ ὅλως, ἐστὶ χάρις παρ' ἐχθρῶν.Ὢ γυναικὸς ἀριστείας! ὢ γενναιότητος ἄκρας! ἡ τὸν ἑπτάκλωνον χορόν, τῶν υἱῶν ὑπὲρ νόμου, ἀφιερώσασα Θεῷ, προθύμως ἠνδρίσατο καὶ δέδωκεν, ἑαυτὴν ταῖς βασάνοις, εἰς προσθήκην, τῶν θανόντων νῦν υἱῶν.Οἱ τῆς σεπτῆς ἑβδομάδος, τύπον ἐπέχοντες Παῖδες, ἐν τῷ θανάτῳ τὴν ζωήν, θησαυρίζειν ποθοῦντες, ταῖς τοῦ διώκτου ἀπειλαῖς, γενναίως ἀντέστησαν, καὶ ᾔσχυναν, τῇ τοῦ νόμου λατρείᾳ, τὰς ἐκείνου, παμβεβήλους μηχανάς.Τοὺς ἀριστέας τοῦ νόμου, οὓς Ἐλεάζαρ ἐκθρέψας, τύπον κατέλιπε καλόν, ἑαυτὸν προενέγκας, τοῖς τῶν Ἁγίων αἰκισμοῖς, ἐνδόξως τιμήσωμεν, πρεσβεύοντας, τοῦ δοθῆναι τῷ κόσμῳ, τὴν εἰρήνην, καὶ ἡμῖν τὸν ἱλασμόν.Τοὺς ἐκτελοῦντας τὴν μνήμην, τῶν ἱερῶν ἡμῶν ἄθλων, Παῖδες τοῦ νόμου τοῦ Θεοῦ, ταῖς ὑμῶν ἱκεσίαις, ἐκ πάσης νόσου καὶ φθοράς, λυτρώσασθε Ἅγιοι, δωρούμενοι, τῇ Μονῇ ἡμῶν ταύτῃ τὴν εἰρήνην, καὶ κακῶν ἀπαλλαγήν.Δόξα...Φῶς τὸν Πατέρα δοξάζω, φῶς τὸν Υἱὸν μεγαλύνω, φῶς καὶ τὸ Πνεῦμα προσκυνῶ, τὴν Ἁγίαν Τριάδα, ἀλλ' ἐν προσώποις μὲν τρισί, μιᾷ δὲ Θεότητι, ἀΐδιον, ἀτελεύτητον κράτος, ἐκ μὴ ὄντων, τὰ πάντα παραγαγόν.Καὶ νῦν... ΘεοτοκίονΠῶς, εἰπέ, τίκτεις Παρθένε; πῶς ἐκ μαζῶν σου τὸ γάλα; πῶς τοῦ ἀπάτορος ἐκ σοῦ, καὶ ἀμήτορος ἄνω, ἐκ τοῦ Πατρὸς μονογενοῦς, γεννήτρια γέγονας, θηλάζουσα, τὸν τροφέα τοῦ κόσμου; πῶς; Ὡς οἶδεν, ὡς ηὐδόκησεν αὐτός.Καταβασία ΤΟ ΑΚΟΥΤΕ «Μυστικῶς εἶ Θεοτόκε Παράδεισος, ἀγεωργήτως βλαστήσασα Χριστόν, ὑφ' οὗ τὸ τοῦ Σταυροῦ, ζωηφόρον ἐν γῇ, πεφυτούργηται δένδρον. Διὸ νῦν ὑψουμένου, προσκυνοῦντες αὐτὸν σὲ μεγαλύνομεν».ΤΟ ΑΚΟΥΤΕ«Ὁ διὰ βρώσεως τοῦ ξύλου, τῷ γένει προσγενόμενος θάνατος, διὰ Σταυροῦ κατήργηται σήμερον· τῆς γὰρ προμήτορος ἡ παγγενὴς κατάρα διαλέλυται, τῷ βλαστῷ τῆς Ἁγνῆς Θεομήτορος, ἣν πᾶσαι αἱ Δυνάμεις τῶν οὐρανῶν μεγαλύνουσιν». Ἐξαποστειλάριον Ἦχος β' Τῶν Μαθητῶν ΤΟ ΑΚΟΥΤΕ Τοὺς θαυμαστοὺς ὑμνήσωμεν Μακκαβαίους, Ἐλεαζάρου παῖδας Σολομονῆς τε· οὗτοι γὰρ καθεῖλον τὰ φρυάγματα, τοῦ ἀρχεκάκου δράκοντος, καὶ τῇ τοῦ νόμου λατρείᾳ, ἐγένοντο στεφανῖται. Ἐξαποστειλάριον τοῦ Σταυροῦ Ἦχος β' Τῶν Μαθητῶν ΤΟ ΑΚΟΥΤΕ Σταυρὸς ὁ φύλαξ πάσης τῆς οἰκουμένης, Σταυρὸς ἡ ὡραιότης τῆς Ἐκκλησίας, Σταυρὸς βασιλέων τὸ κραταίωμα, Σταυρὸς πιστῶν τὸ στήριγμα, Σταυρὸς Ἀγγέλων ἡ δόξα, καὶ τῶν δαιμόνων τὸ τραῦμα. Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν τρία Στιχηρὰ Προσόμοια τοῦ Σταυροῦ. Στιχηρὰ τοῦ τιμίου Σταυροῦ Ἦχος δ' Ὡς γενναῖον ἐν Μάρτυσιν ΤΟ ΑΚΟΥΤΕ Ἐν φωναῖς ἀλαλάξωμεν, ἐν ᾠδαῖς μελῳδήσωμεν, τὸν Σταυρὸν τὸν τίμιον ἀσπαζόμενοι, καὶ πρὸς αὐτὸν ἐκβοήσωμεν· Σταυρὲ παμμακάριστε, καθαγίασον ἡμῶν, τὰς ψυχάς καὶ τὰ σώματα, τῇ δυνάμει σου, καὶ παντοίας ἐκ βλάβης ἐναντίων, διατήρησον ἀτρώτους, τοὺς εὐσεβῶς προσκυνοῦντάς σε. Ἦχος δ' Προσελθόντες ἀρύσασθε, μὴ κενούμενα νάματα, τοῦ Σταυροῦ τῆς χάριτος προερχόμενα, ἰδοὺ προκείμενον βλέποντες, τὸ ξύλον τὸ Ἅγιον, χαρισμάτων τὴν πηγήν, ἀρδομένην τῷ Αἵματι, καὶ τῷ Ὕδατι, τοῦ Δεσπότου τῶν ὅλων, τοῦ ἐν τούτῳ, ἑκουσίως ὑψωθέντος, καὶ τοὺς βροτοὺς ἀνυψώσαντος. Ἦχος δ' Ἐκκλησίας ἑδραίωμα, Μοναζόντων ἀγλάϊσμα, ἱερέων καύχημα καὶ διάσωσμα, σὺ εἶ Σταυρὲ πανσεβάσμιε· διὸ προσκυνοῦμέν σε, καὶ καρδίας καὶ ψυχάς, φωτιζόμεθα σήμερον, θείᾳ χάριτι, τοῦ ἐν σοὶ προσπαγέντος, καὶ τὸ κράτος, τοῦ δολίου καθελόντος, καὶ τὴν ἀρὰν ἀφανίσαντος. Στιχηρὰ τῶν Ἁγίων Ἦχος α' Καὶ τρία Ἰδιόμελα Ἡ πολύαθλος μήτηρ, πρὸς ἀγῶνας συγκαλοῦσα τοὺς οἰκείους παῖδας ἔλεγε· Τῇ Ἀβραμιαίᾳ πολιᾷ ἀκολουθήσατε, ἵνα τῇ σφαγῇ τοῦ Ἰσαὰκ συγκοινωνήσητε. Αὐτοὶ δὲ προελάμβανον τὴν ὁδηγοῦσαν, προέπεμπον τὴν νουθετοῦσαν, ἐπαλλήλαις τιμωρίαις, τὰς βασάνους βλέποντες. Ὧν ταῖς εὐχαῖς ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἦχος δ' Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.Ἑπτὰ στῦλοι ἐκλεκτοί, ἐκ μιᾶς πέτρας λογικῆς λατομηθέντες, ἀσάλευτον ἔδειξαν τὸν τοῦ νόμου πύργον, δι' ὧν εὐδόκησον Σωτήρ, ἐν εἰρήνῃ φυλαχθῆναι τὰς ψυχάς ἡμῶν.Ἦχος πλ. α'Στίχ. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν.Οἱ τοῦ νόμου φύλακες, καὶ τῆς Σολομονῆς υἱοί, ἐν σταδίῳ ἀθλοῦντες, πρὸς Ἀντίοχον ἐβόων· Ἡμεῖς, ὦ Ἀντίοχε, ὑπὲρ πατρῴων νόμων ἐγκαρτεροῦμεν· οὐ χωρίσει δὲ ἡμᾶς, οὐ πῦρ, οὐ ξίφος, οὐ θῆρες, οὐ μάστιγες, ἀλλ' ὁμοῦ τεθνηξόμεθα, σὺν μητρὶ γηραλέᾳ καὶ διδασκάλῳ πατρί, ζῶντες καὶ συγχαίροντες εἰς τοὺς ἀτελευτήτους αἰῶνας. Δόξα... Ἦχος δ'Τὸν κατὰ Μακκαβαίων συγκροτηθέντα πόλεμον, δεῦτε θεασώμεθα πιστοί, καὶ τὴν τούτων ἀνδρείαν· τύραννος γὰρ Βασιλεύς, πάντων τῶν ἐθνῶν κρατήσας, ἀντεκρατεῖτο ὑπὸ γέροντος, καὶ παίδων ἑπτά, καὶ μιᾶς γυναικός. Διὸ εὐχαῖς αὐτῶν, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Θεοτοκίον Ἦχος δ' Ὁ συμμαχήσας Κύριε τῷ πραοτάτῳ Δαυΐδ, ὑποτάξαι τὸν ἀλλόφυλον, τῷ πιστῷ ἡμῶν Βασιλεῖ συμπολέμησον, καὶ τῷ ὅπλῳ τοῦ Σταυροῦ κατάβαλε τοὺς ἐχθροὺς ἡμῶν, δεῖξον εὔσπλαγχνε εἰς ἡμᾶς, τὰ ἀρχαῖα ἐλέη σου, καὶ γνώτωσαν ἀληθῶς, ὅτι, σὺ εἶ Θεός, καὶ ἐν σοὶ πεποιθότες νικῶμεν, πρεσβευούσης συνήθως τῆς ἀχράντου σου Μητρός, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.Δοξολογία μεγάληΜετὰ δὲ τὴν συμπλήρωσιν αὐτῆς γίνεται Εἴσοδος μετὰ τοῦ τιμίου Σταυροῦ, καὶ ἐφεξῆς τούτου προσκύνησις, κατὰ τὸν τύπον τῆς τρίτης Κυριακῆς τῶν Νηστειῶν.Γινομένης δὲ τῆς προσκυνήσεως, ψάλλομεν τὸ Ἰδιόμελον Στιχηρὸν τοῦτο.Ἦχος β'Δεῦτε πιστοί, τὸ ζωοποιὸν ξύλον προσκυνήσωμεν, ἐν ᾧ Χριστὸς ὁ Βασιλεὺς τῆς δόξης, ἑκουσίως χεῖρας ἐκτείνας, ὕψωσεν ἡμᾶς εἰς τὴν ἀρχαίαν μακαριότητα, οὕς πρὶν ὁ ἐχθρός, δι' ἡδονῆς συλήσας, ἐξορίστους Θεοῦ πεποίηκε. Δεῦτε πιστοί, ξύλον προσκυνήσωμεν, δι' οὗ ἠξιώθημεν τῶν ἀοράτων ἐχθρῶν συντρίβειν τὰς κάρας. Δεῦτε πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν, τὸν Σταυρὸν τοῦ Κυρίου ὕμνοις τιμήσωμεν. Χαίροις Σταυρέ, τοῦ πεσόντος Ἀδὰμ ἡ τελεία λύτρωσις. Ἐν σοὶ οἱ πιστότατοι Βασιλεῖς ἡμῶν καυχῶνται, ὡς τῇ σῇ δυνάμει Ἰσμαηλίτην λαόν, κραταιῶς ὑποτάττοντες. Σὲ νῦν μετὰ φόβου Χριστιανοὶ ἀσπαζόμενοι, τὸν ἐν σοὶ προσπαγέντα Θεὸν δοξάζομεν λέγοντες· Κύριε, ὁ ἐν αὐτῷ προσπαγείς, ἐλέησον ἡμᾶς ὡς ἀγαθὸς καὶ φιλάνθρωπος. Εἰς τὴν Λειτουργίαν Ἀντὶ τοῦ Τρισαγίου ψάλλομενΤὸν Σταυρόν σου προσκυνοῦμεν δέσποτα, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν δοξάζομεν.
ΤΑ ΛΟΙΠΑ
ΜΕΣΟΝΥΚΤΙΚΟΥ ΣΑΒΒΑΤΟΥ ΑΚΟΛΟΥΘΙΑ τοῦ ΜΕΣΟΝΥΚΤΙΚΟΥ Η ΤΟΥ ΣΑΒΒΑΤΟΥ Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι. Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν ὁ θησαυρός τῶν ἀγαθῶν καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος καὶ σῶσον ἀγαθέ, τὰς ψυχὰς ἡμῶν. Ἀμήν. Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς (ἐκ τρίτου). Δόξα... Καὶ νῦν... Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου. Κύριε ἐλέησον (ἐκ τρίτου) Δόξα... Καὶ νῦν... Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Ὅτι σοῦ ἐστιν ἡ βασιλεία... Ἀμήν. Κύριε ἐλέησον ιβ' Δόξα... Καὶ νῦν... Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ. Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ βασιλεῖ ἡμῶν Θεῷ. Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, Χριστῷ τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν. Ψαλμὸς 50 Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντὸς σοὶ μόνω ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι ῥῦσαί με ἐξ αἱμάτων ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου Κύριε τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου ὅτι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει ἀγάθυνον Κύριε ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλὴμ τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα, τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους ΨΑΛΜΟΣ ΞΔ' (64) Σοὶ πρέπει ὕμνος, ὁ Θεός, ἐν Σιών, καὶ σοὶ ἀποδοθήσεται εὐχὴ ἐν Ἱερουσαλήμ. Εἰσάκουσον προσευχῆς μου, πρὸς σὲ πᾶσα σάρξ ἥξει, Λόγοι ἀνόμων ὑπερεδυνάμωσαν ἡμᾶς, καὶ ταῖς ἀσεβείαις ἡμῶν σὺ ἱλάσῃ. Μακάριος, ὃν ἐξελέξω, καὶ προσελάβου, κατασκηνώσει ἐν ταῖς αὐλαῖς σου. Πλησθησόμεθα ἐν τοῖς ἀγαθοῖς τοῦ οἴκου σου, Ἅγιος ὁ ναός σου, θαυμαστὸς ἐν δικαιοσύνῃ. Ἐπάκουσον ἡμῶν, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς, καὶ τῶν ἐν θαλάσσῃ μακράν. Ἑτοιμάζων ὄρη ἐν τῇ ἰσχὺϊ αὐτοῦ, περιεζωσμένος ἐν δυναστείᾳ, ὁ συνταράσσων τὸ κύτος τῆς θαλάσσης, ἤχους κυμάτων αὐτῆς τὶς ὑποστήσεται; Ταραχθήσονται τὰ ἔθνη, καὶ φοβηθήσονται οἱ κατοικοῦντες τὰ πέρατα ἀπὸ τῶν σημείων σου, ἐξόδους πρωΐας, καὶ ἑσπέρας τέρψεις. Ἐπεσκέψω τὴν γῆν, καὶ ἐμέθυσας αὐτήν, ἐπλήθυνας τοῦ πλουτίσαι αὐτήν, Ὁ ποταμὸς τοῦ Θεοῦ ἐπληρώθη ὑδάτων, ἡτοίμασας τὴν τροφὴν αὐτῶν, ὅτι οὕτως ἡ ἑτοιμασία. Τὰς αὔλακας αὐτῆς μέθυσον, πλήθυνον τὰ γεννήματα αὐτῆς, ἐν ταῖς σταγόσιν αὐτῆς εὐφρανθήσεται ἀνατέλλουσα. Εὐλογήσεις τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου, καὶ τὰ πεδία σου πλησθήσονται πιότητος, Πιανθήσονται τὰ ὡραῖα τῆς ἐρήμου, καὶ ἀγαλλίασιν οἱ βουνοὶ περιζώσονται, Ἐνεδύσαντο οἱ κριοὶ τῶν προβάτων, καὶ αἱ κοιλάδες πληθυνοῦσι σῖτον, κεκράξονται· καὶ γὰρ ὑμνήσουσιν. ΨΑΛΜΟΣ ΞΕ' (65) Ἀλαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, ψάλατε δὴ τῷ ὀνόματι αὐτοῦ, δότε δόξαν ἐν αἰνέσει αὐτοῦ, Εἴπατε τῷ Θεῷ· Ὡς φοβερὰ τὰ ἔργα σου, ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί σου. Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι, καὶ ψαλάτωσάν σοι, ψαλάτωσαν δὴ τῷ ὀνόματί σου, Ὕψιστε. Δεῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ Θεοῦ, ὡς φοβερὸς ἐν βουλαῖς ὑπὲρ τοὺς υἱοὺς τῶν ἀνθρώπων, Ὁ μεταστρέφων τὴν θάλασσαν εἰς ξηρὰν ἐν ποταμῷ διελεύσονται ποδί, ἐκεῖ εὐφρανθησόμεθα ἐπ' αὐτῷ. τῷ δεσπόζοντι ἐν τῇ δυναστείᾳ αὐτοῦ τοῦ αἰῶνος, οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπὶ τὰ ἔθνη ἐπιβλέπουσιν, οἱ παραπικραίνοντες μὴ ὑψούσθωσαν ἐν ἑαυτοῖς, Εὐλογεῖτε, ἔθνη, τὸν Θεὸν ἡμῶν, καὶ ἀκουτίσασθε τὴν φωνὴν τῆς αἰνέσεως αὐτοῦ. Τοῦ θεμένου τὴν ψυχήν μου εἰς ζωήν, καὶ μὴ δόντος εἰς σάλον τοὺς πόδας μου. Ὅτι ἐδοκίμασας ἡμᾶς ὁ Θεός, ἐπύρωσας ἡμᾶς, ὡς πυροῦται τὸ ἀργύριον. Εἰσήγαγες ἡμᾶς εἰς τὴν παγίδα, ἔθου θλίψεις ἐπὶ τὸν νῶτον ἡμῶν, ἐπεβίβασας ἀνθρώπους ἐπὶ τὰς κεφαλὰς ἡμῶν. Διήλθομεν διὰ πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν. Εἰσελεύσομαι εἰς τὸν οἶκόν σου ἐν ὁλοκαυτώμασιν, ἀποδώσω σοι τὰς εὐχάς, ἃς διέστειλε τὰ χείλη μου, καὶ ἐλάλησε τὸ στόμα μου ἐν τῇ θλίψει μου. Ὁλοκαυτώματα μεμυελωμένα ἀνοίσω σοι, μετὰ θυμιάματος καὶ κριῶν, ἀνοίσω σοι βόας μετὰ χιμάρων. Δεῦτε, ἀκούσατε, καὶ διηγήσομαι ὑμῖν, πάντες οἱ φοβούμενοι τὸν Θεόν, ὅσα ἐποίησε τῇ ψυχῇ μου. Πρὸς αὐτὸν τῷ στόματί μου ἐκέκραξα, καὶ ὕψωσα ὑπὸ τὴν γλῶσσάν μου. Ἀδικίαν εἰ ἐθεώρουν ἐν καρδίᾳ μου, μὴ εἰσακουσάτω μου, Κύριος. Διὰ τοῦτο εἰσήκουσέ μου ὁ Θεός, προσέσχε τῇ φωνῇ τῆς δεήσεώς μου. Εὐλογητὸς ὁ Θεός, ὃς οὐκ ἀπέστησε τὴν προσευχήν μου καὶ τὸ ἔλεος αὐτοῦ ἀπ' ἐμοῦ. ΨΑΛΜΟΣ Ξς' (66) Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς, καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς. Τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου, ἐν πᾶσιν ἔθνεσι τὸ σωτήριόν σου, Ἐξομολογησάσθωσάν σοι λαοί, ὁ Θεός, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες. Εὐφρανθήτωσαν καὶ ἀγαλλιάσθωσαν ἔθνη, ὅτι κρινεῖς λαοὺς ἐν εὐθύτητι, καὶ ἔθνη ἐν τῇ γῇ ὁδηγήσεις, Ἐξομολογησάσθωσάν σοι λαοί, ὁ Θεός, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες, γῆ ἔδωκε τὸν καρπὸν αὐτῆς. Εὐλογήσαι ἡμᾶς ὁ Θεός, ὁ Θεὸς ἡμῶν, εὐλογήσαι ἡμᾶς ὁ Θεός, καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς. Δόξα... Καὶ νῦν...Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, Δόξα σοι ὁ Θεὸς (ἐκ γ')Κύριε, ἐλέησον. (ἐκ γ')Δόξα... Καὶ νῦν... ΨΑΛΜΟΣ ΞΖ' (67) Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν, Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός, οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, Καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν, ἀγαλλιάσθωσαν ἐνώπιον τοῦ Θεοῦ, τερφθήτωσαν ἐν εὐφροσύνῃ, ᾌσατε τῷ Θεῷ, ψάλατε τῷ ὀνόματι αὐτοῦ, ὁδοποιήσατε τῷ ἐπιβεβηκότι ἐπὶ δυσμῶν, Κύριος ὄνομα αὐτῷ. Καὶ ἀγαλλιᾶσθε ἐνώπιον αὐτοῦ, ταραχθήτωσαν ἀπὸ προσώπου αὐτοῦ, τοῦ πατρὸς τῶν ὀρφανῶν καὶ κριτοῦ τῶν χηρῶν, Ὁ Θεὸς ἐν τόπῳ ἁγίῳ αὐτοῦ, ὁ Θεὸς κατοικίζει μονοτρόπους ἐν οἴκῳ. Ἐξάγων πεπεδημένους ἐν ἀνδρείᾳ, ὁμοίως τοὺς παραπικραίνοντας, τοὺς κατοικοῦντας ἐν τάφοις, Ὁ Θεὸς ἐν τῷ ἐκπορεύεσθαί σε ἐνώπιον τοῦ λαοῦ σου, ἐν τῷ διαβαίνειν σε ἐν τῇ ἐρήμῳ. Γῆ ἐσείσθη· καὶ γὰρ οἱ οὐρανοὶ ἔσταξαν ἀπὸ προσώπου τοῦ Θεοῦ τοῦ Σινᾶ, ἀπὸ προσώπου τοῦ Θεοῦ Ἰσραήλ. Βροχὴν ἑκούσιον ἀφοριεῖς, ὁ Θεός, τῇ κληρονομίᾳ σου, καὶ ἠσθένησε, σὺ δὲ κατηρτίσω αὐτήν. Τὰ ζῷά σου κατοικοῦσιν ἐν αὐτῇ, ἡτοίμασας ἐν τῇ χρηστότητί σου τῷ πτωχῷ, ὁ Θεός, Κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ. Ὁ βασιλεὺς τῶν δυνάμεων τοῦ ἀγαπητοῦ, τῇ ὡραιότητι τοῦ οἴκου διελέσθαι σκῦλα. Ἐὰν κοιμηθῆτε ἀναμέσον τῶν κλήρων, πτέρυγες περιστερᾶς περιηργυρωμέναι, καὶ τὰ μετάφρενα αὐτῆς ἐν χλωρότητι χρυσίου, Ἐν τῷ διαστέλλειν τὸν Ἐπουράνιον βασιλεῖς, ἐπ' αὐτῆς χιονωθήσονται ἐν Σελμών. Ὄρος τοῦ Θεοῦ, ὄρος πῖον, ὄρος τετυρωμένον, ὄρος πῖον. Ἵνα τί ὑπολαμβάνετε ὄρη τετυρωμένα; τὸ ὄρος, ὃ εὐδόκησεν ὁ Θεὸς κατοικεῖν ἐν αὐτῷ; καὶ γὰρ ὁ Κύριος κατασκηνώσει εἰς τέλος. Τὸ ἅρμα τοῦ Θεοῦ μυριοπλάσιον, χιλιάδες εὐθηνούντων, Κύριος ἐν αὐτοῖς ἐν Σινᾷ ἐν τῷ ἁγίῳ. Ἀναβὰς εἰς ὕψος, ἠχμαλώτευσας αἰχμαλωσίαν, ἔλαβες δόματα ἐν ἀνθρώποις· καὶ γὰρ ἀπειθοῦντας, τοῦ κατασκηνῶσαι. Κύριος ὁ Θεὸς εὐλογητός, εὐλογητὸς Κύριος ἡμέραν καθ' ἡμέραν, κατευοδώσαι ἡμῖν ὁ Θεὸς τῶν σωτηρίων ἡμῶν, Ὁ Θεὸς ἡμῶν, ὁ Θεὸς τοῦ σῴζειν, καὶ τοῦ Κυρίου Κυρίου αἱ διέξοδοι τοῦ θανάτου, Πλὴν ὁ Θεὸς συνθλάσει κεφαλὰς ἐχθρῶν αὐτοῦ, κορυφὴν τριχὸς διαπορευομένων ἐν πλημμελείαις αὐτῶν. Εἶπε Κύριος, ἐκ Βασὰν ἐπιστρέψω, ἐπιστρέψω ἐν βυθοῖς θαλάσσης. Ὅπως ἂν βαφῇ ὁ πούς σου ἐν αἵματι, ἡ γλῶσσα τῶν κυνῶν σου ἐξ ἐχθρῶν παρ' αὐτοῦ. Ἐθεωρήθησαν αἱ πορεῖαί σου, ὁ Θεός, αἱ πορεῖαι τοῦ Θεοῦ μου τοῦ βασιλέως μου τοῦ ἐν τῷ ἁγίῳ. Προέφθασαν ἄρχοντες ἐχόμενοι ψαλλόντων, ἐν μέσῳ νεανίδων τυμπανιστριῶν, Ἐν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν, Κύριον ἐκ πηγῶν Ἰσραήλ, Ἐκεῖ Βενιαμὶν νεώτερος ἐν ἐκστάσει, ἄρχοντες Ἰούδα ἡγεμόνες αὐτῶν, ἄρχοντες Ζαβουλών, ἄρχοντες Νεφθαλείμ. Ἔντειλαι, ὁ Θεός, τῇ δυνάμει σου, δυνάμωσον, ὁ Θεός, τοῦτο, ὃ κατειργάσω ἐν ἡμῖν, Ἀπὸ τοῦ Ναοῦ σου ἐπὶ Ἱερουσαλήμ, σοὶ οἴσουσι βασιλεῖς δῶρα, Ἐπιτίμησον τοῖς θηρίοις τοῦ καλάμου, ἡ συναγωγὴ τῶν ταύρων ἐν ταῖς δαμάλεσι τῶν λαῶν, τοῦ μὴ ἀποκλεισθῆναι τοὺς δεδοκιμασμένους τῷ ἀργυρίῳ. Διασκόρπισον ἔθνη τὰ τοὺς πολέμους θέλοντα. Ἥξουσι πρέσβεις ἐξ Αἰγύπτου, Αἰθιοπία προφθάσει χεῖρα αὐτῆς τῷ Θεῷ. Αἱ βασιλεῖαι τῆς γῆς, ᾄσατε τῷ Θεῷ, ψάλατε τῷ Κυρίῳ. Ψάλατε τῷ Θεῷ τῷ ἐπιβεβηκότι ἐπὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ κατὰ ἀνατολάς, ἰδοὺ δώσει τῇ φωνῇ αὐτοῦ φωνὴν δυνάμεως. Δότε δόξαν τῷ Θεῷ, ἐπὶ τὸν Ἰσραὴλ ἡ μεγαλοπρέπεια αὐτοῦ, καὶ ἡ δύναμις αὐτοῦ ἐν ταῖς νεφέλαις. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ, ὁ Θεὸς Ἰσραήλ, αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ, εὐλογητὸς ὁ Θεός, Δόξα... Καὶ νῦν...Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, Δόξα σοι ὁ Θεὸς (ἐκ γ')Κύριε, ἐλέησον. (ἐκ γ')Δόξα... Καὶ νῦν... ΨΑΛΜΟΣ ΞΗ' (68) Σῶσόν με, ὁ Θεός, ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου. Ἐνεπάγην εἰς ἰλὺν βυθοῦ, καὶ οὐκ ἔστιν ὑπόστασις. Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ καταιγὶς κατεπόντισέ με, Ἐκοπίασα κράζων, ἑβραγχίασεν ὁ λάρυγξ μου, ἐξέλιπον οἱ ὀφθαλμοί μου ἀπὸ τοῦ ἐλπίζειν με ἐπὶ τὸν Θεόν μου, Ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς μου οἱ μισοῦντές με δωρεάν, Ἐκραταιώθησαν οἱ ἐχθροί μου, οἱ ἐκδιώκοντές με ἀδίκως, ἃ οὐχ ἥρπαζον, τότε ἀπετίννυον. Ὁ Θεός, σὺ ἔγνως τὴν ἀφροσύνην μου, καὶ αἱ πλημμέλειαί μου ἀπὸ σοῦ οὐκ ἀπεκρύβησαν. Μὴ αἰσχυνθείησαν ἐπ' ἐμὲ οἱ ὑπομένοντές σε, Κύριε, Κύριε τῶν δυνάμεων. Μηδὲ ἐντραπείησαν ἐπ' ἐμὲ οἱ ζητοῦντές σε, ὁ Θεὸς τοῦ Ἰσραήλ. Ὅτι ἕνεκά σου ὑπήνεγκα ὀνειδισμόν, ἐκάλυψεν ἐντροπὴ τὸ πρόσωπόν μου. Ἀπηλλοτριωμένος ἐγενήθην τοῖς ἀδελφοῖς μου, καὶ ξένος τοῖς υἱοῖς τῆς μητρός μου, Ὅτι ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέ με, καὶ οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσον ἐπ' ἐμέ. Καὶ συνεκάλυψα ἐν νηστείᾳ τὴν ψυχήν μου, καὶ ἐγενήθη εἰς ὀνειδισμοὺς ἐμοί. Καὶ ἐθέμην τὸ ἔνδυμά μου σάκκον, καὶ ἐγενόμην αὐτοῖς εἰς παραβολήν, Κατ' ἐμοῦ ἠδολέσχουν οἱ καθήμενοι ἐν πύλαις, καὶ εἰς ἐμὲ ἔψαλλον οἱ πίνοντες οἶνον. Ἐγὼ δὲ τῇ προσευχῇ μου πρὸς σέ, Κύριε, καιρὸς εὐδοκίας, Ὁ Θεὸς ἐν τῷ πλήθει τοῦ ἐλέους σου ἐπακουσόν μου, ἐν ἀληθείᾳ τῆς σωτηρίας σου. Σῶσόν με ἀπὸ πηλοῦ, ἵνα μὴ ἐμπαγῶ, ῥυσθείην ἐκ τῶν μισούντων με, καὶ ἐκ τῶν βαθέων τῶν ὑδάτων. Μὴ με καταποντισάτω καταιγὶς ὕδατος, μηδὲ καταπιέτω με βυθός, μηδὲ συσχέτω ἐπ' ἐμὲ φρέαρ τὸ στόμα αὐτοῦ. Εἰσάκουσόν μου, Κύριε, ὅτι χρηστὸν τὸ ἔλεός σου, κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐπίβλεψον ἐπ' ἐμέ. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπὸ τοῦ παιδός σου, ὅτι θλίβομαι, ταχὺ ἐπάκουσόν μου. Πρόσχες τῇ ψυχῇ μου, καὶ λύτρωσαι αὐτήν, ἕνεκα τῶν ἐχθρῶν μου ῥῦσαί με. Σὺ γὰρ γινώσκεις τὸν ὀνειδισμόν μου, καὶ τὴν αἰσχύνην μου, καὶ τὴν ἐντροπήν μου, Ἐναντίον σου πάντες οἱ θλίβοντές με, ὀνειδισμὸν προσεδόκησεν ἡ ψυχή μου καὶ ταλαιπωρίαν, Καὶ ὑπέμεινα συλλυπούμενον, καὶ οὐχ ὑπῆρξε, καὶ παρακαλοῦντας, καὶ οὐχ εὗρον. Καὶ ἔδωκαν εἰς τὸ βρῶμά μου χολήν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος, Γενηθήτω ἡ τράπεζα αὐτῶν ἐνώπιον αὐτῶν εἰς παγίδα, καὶ εἰς ἀνταπόδοσιν, καὶ εἰς σκάνδαλον. Σκοτισθήτωσαν οἱ ὀφθαλμοί αὐτῶν τοῦ μὴ βλέπειν, καὶ τὸν νῶτον αὐτῶν διαπαντὸς σύγκαψον. Ἔκχεον ἐπ' αὐτοὺς τὴν ὀργήν σου, καὶ ὁ θυμὸς τῆς ὀργῆς σου καταλάβοι αὐτούς. Γενηθήτω ἡ ἔπαυλις αὐτῶν ἠρημωμένη, καὶ ἐν τοῖς σκηνώμασιν αὐτῶν μὴ ἔστω ὁ κατοικῶν. Ὅτι ὃν σὺ ἐπάταξας αὐτοὶ κατεδίωξαν, καὶ ἐπὶ τὸ ἄλγος τῶν τραυμάτων μου προσέθηκαν. Πρόσθες ἀνομίαν ἐπὶ τὴν ἀνομίαν αὐτῶν, καὶ μὴ εἰσελθέτωσαν ἐν δικαιοσύνῃ σου. Ἐξαλειφθήτωσαν ἐκ βίβλου ζώντων, καὶ μετὰ δικαίων μὴ γραφήτωσαν. Πτωχὸς καὶ ἀλγῶν εἰμι ἐγώ, ἡ σωτηρία σου, ὁ Θεός, ἀντιλάβοιτό μου. Αἰνέσω τὸ ὄνομα τοῦ Θεοῦ μου μετ' ᾠδῆς, καὶ μεγαλυνῶ αὐτὸν ἐν αἰνέσει. Καὶ ἀρέσει τῷ Θεῷ ὑπὲρ μόσχον νέον, κέρατα ἐκφέροντα καὶ ὁπλάς, Ἰδέτωσαν πτωχοί, καὶ εὐφρανθήτωσαν, ἐκζητήσατε τὸν Θεόν, καὶ ζήσεται ἡ ψυχὴ ὑμῶν. Ὅτι εἰσήκουσε τῶν πενήτων Κύριος, καὶ τοὺς πεπεδημένους αὐτοῦ οὐκ ἐξουδένωσεν, Αἰνεσάτωσαν αὐτὸν οἱ οὐρανοὶ καὶ ἡ γῆ, θάλασσα καὶ πάντα τὰ ἕρποντα ἐν αὐτῇ. Ὅτι ὁ Θεὸς σώσει τὴν Σιών, καὶ οἰκοδομηθήσονται αἱ πόλεις τῆς Ἰουδαίας. Καὶ κατοικήσουσιν ἐκεῖ, καὶ κληρονομήσουσιν αὐτήν. Καὶ τὸ σπέρμα τῶν δούλων σου καθέξουσιν αὐτήν, καὶ οἱ ἀγαπῶντες τὸ ὄνομά σου κατασκηνώσουσιν ἐν αὐτῇ. ΨΑΛΜΟΣ ΞΘ' (69) Ὁ Θεός, εἰς τὴν βοήθειάν μου πρόσχες, Κύριε, εἰς τὸ βοηθῆσαί μοι σπεῦσον. Αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν οἱ ζητοῦντες τὴν ψυχήν μου. Ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω, καὶ καταισχυνθήτωσαν οἱ βουλόμενοί μοι κακά. Ἀποστραφήτωσαν παραυτίκα αἰσχυνόμενοι, οἱ λέγοντές μοι· Εὖγε, εὖγε. Ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ πάντες, οἱ ζητοῦντές σε, ὁ Θεός, καὶ λεγέτωσαν διαπαντός· Μεγαλυνθήτω ὁ Κύριος, οἱ ἀγαπῶντες τὸ σωτήριόν σου. Ἐγὼ δὲ πτωχός εἰμι καὶ πένης, ὁ Θεός, βοήθησόν μοι. Βοηθός μου καὶ ῥύστης μου εἶ σύ, Κύριε, μὴ χρονίσῃς. Δόξα... Καὶ νῦν... Καὶ εὐθὺς Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα, Παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων. Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱόν τοῦ Θεοῦ τὸν Μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων. Φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι' οὗ τὰ πάντα ἐγένετο. Τὸν δι' ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος Ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ ἐνανθρωπήσαντα.Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου καὶ παθόντα καὶ ταφέντα. Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς Γραφάς. Καὶ ἀνελθόντα εἰς τοὺς Οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός. Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος. Καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ Κύριον, τὸ Ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διά τῶν Προφητῶν. Εἰς Μίαν, Ἁγίαν, Καθολικὴν καὶ Ἀποστολικὴν Ἐκκλησίαν. Ὁμολογῶ ἓν Βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν. Προσδοκῶ ἀνάστασιν νεκρῶν. Καὶ ζωήν τοῦ μέλλοντος αἰῶνος. Ἀμήν. Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς (ἐκ τρίτου). Δόξα... Καὶ νῦν... Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου. Κύριε ἐλέησον (ἐκ τρίτου) Δόξα... Καὶ νῦν... Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Ὅτι σοῦ ἐστιν ἡ βασιλεία... Τροπάρια, Ἦχος β' Τὰς ἄνω Δυνάμεις μιμούμενοι οἱ ἐπὶ γῆς, ἐπινίκιον ὕμνον προσφέρομέν σοι, Ἀγαθέ, Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, ὁ Θεὸς ἡμῶν. Πρεσβείαις, Κύριε, τῶν Ἁγίων σου, καὶ σῶσόν με, Δόξα... Ἄκτιστε φύσις, ἡ τῶν ὅλων δημιουργός, τὰ χείλη ἡμῶν ἄνοιξον, ὅπως ἀναγγέλλωμεν τὴν αἴνεσίν σου βοῶντες· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, ὁ Θεός. Πρεσβείαις Κύριε, τῆς Θεοτόκου καὶ σῶσόν με. Καὶ νῦν... Τῆς κλίνης καὶ τοῦ ὕπνου ἐξεγείρας με Κύριε, τὸν νοῦν μου φώτισον, καὶ τὴν καρδίαν καὶ τὰ χείλη μου ἄνοιξον, εἰς τὸ ὑμνεῖν σε, ἁγία Τριάς, Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, ὁ Θεὸς ἡμῶν, πρεσβείαις, Κύριε, τῆς Θεοτόκου, ἐλέησον ἡμᾶς. Κύριε ἐλέησον μ' Ὁ ἐν παντὶ καιρῷ καὶ πάσῃ ὥρᾳ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς προσκυνούμενος καὶ δοξαζόμενος Χριστὸς ὁ Θεός, ὁ μακρόθυμος, ὁ πολυέλεος, ὁ πολυεύσπλαγχνος, ὁ τοὺς δικαίους ἀγαπῶν καί τοὺς ἁμαρτωλοὺς ἐλεῶν, ὁ πάντας καλῶν πρὸς σωτηρίαν διά τῆς ἐπαγγελίας τῶν μελλόντων ἀγαθῶν, αὐτός Κύριε, πρόσδεξαι καὶ ἡμῶν ἐν τῇ ὥρᾳ ταύτῃ τὰς ἐντεύξεις καὶ ἴθυνον τὴν ζωὴν ἡμῶν πρὸς τὰς ἐντολάς σου. Τὰς ψυχὰς ἡμῶν ἁγίασον, τὰ σώματα ἅγνισον, τοὺς λογισμοὺς διόρθωσον, τὰς ἐννοίας κάθαρον καὶ ῥῦσαι ἡμᾶς ἀπὸ πάσης θλίψεως, κακῶν καὶ ὀδύνης. Τείχισον ἡμᾶς ἁγίοις σου Ἀγγέλοις, ἵνα τῇ παρεμβολῇ αὐτῶν φρουρούμενοι καὶ ὁδηγούμενοι καταντήσωμεν εἰς τὴν ἑνότητα της πίστεως καὶ εἰς τὴν ἐπίγνωσιν της ἀπροσίτου σου δόξης, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Κύριε ἐλέησον γ' Δόξα... Καὶ νῦν... Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. Ἐν ὀνόματι Κυρίου, εὐλόγησον Πατερ. Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς, καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς. Ἀμήν. Καὶ ποιοῦμεν τὰς τρεῖς μεγάλας μετανοίας, Εἶθ' οὕτω, λέγομεν καθ' ἑαυτοὺς καὶ ἕνα στίχον τῆς Εὐχῆς τοῦ Ὁσίου Ἐφραίμ. Κύριε, καὶ Δέσποτα τῆς ζωῆς μου, πνεῦμα ἀργίας, περιεργίας, φιλαρχίας, καὶ ἀργολογίας μή μοι δῷς. Πνεῦμα δὲ σωφροσύνης, ταπεινοφροσύνης, ὑπομονῆς καὶ ἀγάπης, χάρισαί μοι τῷ σῷ δούλῳ. Ναί, Κύριε Βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου, ὅτι εὐλογητὸς εἶ, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΤΟΥ ΑΓΙΟΥ ΜΑΡΚΑΡΙΟΥ Δέσποτα Θεέ, Πάτερ Παντοκράτορ, Κύριε Υἱὲ μονογενὲς Ἰησοῦ Χριστέ, καὶ ἅγιον Πνεῦμα, μία θεότης, μία Δύναμις, ἐλέησόν με τὸν ἁμαρτωλόν, καὶ οἷς ἐπίστασαι κρίμασι σῶσόν με τὸν ἀνάξιον δοῦλόν σου, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν. Εἶτα τὴν ἑπομένην Εὐχήν.ΕΥΧΗ τοῦ ΑΓΙΟΥ ΕΥΣΤΡΑΤΙΟΥ Μεγαλύνων μεγαλύνω σε, Κύριε, ὅτι ἐπεῖδες ἐπὶ τὴν ταπείνωσίν μου καὶ οὐ συνέκλεισάς με εἰς χεῖρας ἐχθρῶν, ἀλλ' ἔσωσας ἐκ τῶν ἀναγκῶν τὴν ψυχήν μου. Καὶ νῦν, Δέσποτα, σκεπασάτω με ἡ χείρ σου καὶ ἔλθοι ἐπ' ἐμὲ τὸ ἔλεός σου, ὅτι τετάρακται ἡ ψυχή μου καὶ κατώδυνός ἐστιν ἐν τῷ ἐκπορεύεσθαι αὐτὴν ἐκ τοῦ ἀθλίου μου καὶ ῥυπαροῦ σώματος τούτου, μὴ ποτε ἡ πονηρὰ τοῦ ἀντικειμένου βουλὴ συναντήσῃ καὶ παρεμποδίσῃ αὐτήν, διὰ τὰς ἐν ἀγνοίᾳ καὶ γνώσει ἐν τῷ βίῳ τούτῳ γενομένας μοι ἁμαρτίας. Ἵλεως γενοῦ μοι, Δέσποτα, καὶ μὴ ἰδέτω ἡ ψυχή μου τὴν ζοφερὰν καὶ σκοτεινὴν ὄψιν τῶν πονηρῶν δαιμόνων, ἀλλὰ παραλαβέτωσαν αὐτὴν Ἄγγελοί σου φαιδροὶ καὶ φωτεινοί. Δὸς δόξαν τῷ ὀνόματί σου τῷ ἁγίῳ, καὶ τῇ σῇ δυνάμει ἀνάγαγέ με εἰς τὸ θεῖόν σου βῆμα. Ἐν τῷ κρίνεσθαί με μὴ καταλάβοι με ἡ χείρ τοῦ ἄρχοντος τοῦ κόσμου τούτου εἰς τὸ κατασπάσαι με τὸν ἁμαρτωλὸν εἰς βυθὸν ᾋδου, ἀλλὰ παράστηθί μοι, καὶ γενοῦ μοι σωτὴρ καὶ ἀντιλήπτωρ. Ἐλέησον, Κύριε, τὴν ῥυπωθεῖσαν τοῖς πάθεσι τοῦ βίου ψυχήν μου, καὶ καθαρὰν αὐτὴν διὰ μετανοίας καὶ ἐξομολογήσεως πρόσδεξαι, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν. Εἶτα, ὁ Ἀναγνώστης, Δεῦτε προσκυνήσωμεν... (ἐκ γ' ), Μετανοίας (γ' ), καὶ τοὺς ψαλμούς. ΨΑΛΜΟΣ ΡΚ' (120) ᾞρα τοὺς ὀφθαλμούς μου εἰς τὰ ὄρη, ὅθεν ἥξει ἡ βοήθειά μου. Ἡ βοήθειά μου παρὰ Κυρίου, τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν. Μὴ δῴης εἰς σάλον τὸν πόδα σου, μηδὲ νυστάξει ὁ φυλάσσων σε, Ἰδού, οὐ νυστάξει, οὐδὲ ὑπνώσει ὁ φυλάσσων τὸν Ἰσραήλ. Κύριος φυλάξοι σε, Κύριος σκέποι σοι ἐπὶ χεῖρα δεξιάν σου. Ἡμέρας ὁ Ἥλιος οὐ συγκαύσει σε, οὐδὲ ἡ Σελήνη τὴν νύκτα, Κύριος φυλάξοι σε ἀπὸ παντὸς κακοῦ, φυλάξοι τὴν ψυχήν σου ὁ Κύριος. Κύριος φυλάξοι τὴν εἴσοδόν σου, καὶ τὴν ἔξοδόν σου, ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. ΨΑΛΜΟΣ ΡΛΓ' (133) Κύριον πάντες οἱ δοῦλοι Κυρίου, ίδοὺ δὴ εὐλογεῖτε τὸν Κύριον πάντες οἱ δοῦλοι Κυρίου οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν, Ἐν ταῖς νυξὶν ἐπάρατε τὰς χεῖρας ὑμῶν εἰς τὰ ἅγια, καὶ εὐλογεῖτε τὸν Κύριον. Εὐλογήσαι σε Κύριος ἐκ Σιών, ὁ ποιήσας τὸν Οὐρανὸν καὶ τὴν γῆν. Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς (ἐκ τρίτου). Δόξα... Καὶ νῦν... Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου. Κύριε ἐλέησον (ἐκ τρίτου) Δόξα... Καὶ νῦν... Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Ὅτι σοῦ ἐστιν ἡ βασιλεία... Ἀμήν. Ἦχος πλ. δ' Μνήσθητι, Κύριε, ὡς ἀγαθὸς τῶν δούλων σου, καὶ ὅσα ἐν βίῳ ἥμαρτον, συγχώρησον· οὐδεὶς γὰρ ἀναμάρτητος, εἰμὴ σὺ ὁ δυνάμενος, καὶ τοῖς μεταστᾶσι δοῦναι τήν ἀνάπαυσιν. Ὁ βάθει σοφίας φιλανθρώπως, πάντα οἰκονομῶν, καὶ τὸ συμφέρον πᾶσιν ἀπονέμων, μόνε Δημιουργέ, ἀνάπαυσον Κύριε τὰς ψυχὰς τῶν δούλων σου· ἐν σοὶ γὰρ τὴν ἐλπίδα ἀνέθεντο, τῷ ποιητῇ καὶ πλάστῃ καὶ Θεῷ ἡμῶν. Δόξα... Μετὰ τῶν Ἁγίων ἀνάπαυσον Χριστέ, τὰς ψυχὰς τῶν δούλων σου, ἔνθα οὐκ ἔστι πόνος, οὐ λύπη, οὐ στεναγμός, ἀλλὰ ζωὴ ἀτελεύτητος. Καὶ νῦν... Θεοτοκίον Μακαρίζομέν σε πᾶσαι αἱ γενεαί, Θεοτόκε Παρθένε· ἐν σοὶ γὰρ ὁ ἀχώρητος Χριστὸς ὁ Θεὸς ἡμῶν, χωρηθῆναι ηὐδόκησε. Μακάριοι ἐσμὲν καὶ ἡμεῖς, προστασίαν σε ἔχοντες· ἡμέρας γὰρ καὶ νυκτὸς πρεσβεύεις ὑπὲρ ἡμῶν, καὶ τὰ σκῆπτρα τῆς βασιλείας ταῖς σαῖς ἱκεσίαις κρατύνονται· διὸ ἀνυμνοῦντες βοῶμέν σοι· Χαῖρε κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ. Ἀντὶ τῶν τροπαρίων τούτων, καὶ μόνον κατὰ τὰς προεορτίους καὶ τὰς μεθεόρτους ἡμέρας, ὡς καὶ κατὰ τὰς Ἀποδόσεις τῶν Δεσποτικῶν καὶ Θεομητορικῶν Ἑορτῶν ἀντικαθίστανται διὰ τοῦ Κοντακίου τῆς Ἑορτῆς, ἢ τοῦ Προεορτίου τοιούτου, χῦμα λεγομένου. Κύριε, ἐλέησον (ιβ') Ὁ Ἱερεύς τὴν ἑπομένην Εὐχὴν ΕΥΧΗ Μνήσθητι, Κύριε, τῶν ἐπ' ἐλπίδι ἀναστάσεως ζωῆς αἰωνίου κεκοιμημένων πατέρων καὶ ἀδελφῶν ἡμῶν, καὶ πάντων τῶν ἐν εὐσεβείᾳ καὶ πίστει τελειωθέντων, καὶ συγχώρησον αὐτοῖς πᾶν πλημμέλημα, ἑκούσιόν τε καὶ ἀκούσιον, ἐν λόγῳ, ἢ ἔργῳ, ἢ κατά, διάνοιαν πλημμεληθὲν ὑπ' αὐτῶν. Καὶ κατασκήνωσον αὐτοὺς ἐν τόποις φωτεινοῖς, ἐν τόποις χλοεροῖς, ἐν τόποις ἀναψύξεως, ἔνθα ἀπέδρα πᾶσα ὀδύνη, λύπη, καὶ στεναγμός, ὅπου ἡ ἐπισκοπὴ τοῦ προσώπου σου εὐφραίνει πάντας τοὺς ἀπ' αἰῶνος Ἁγίους σου. Χάρισαι αὐτοῖς καὶ ἡμῖν τὴν Βασιλείαν σου καὶ τὴν μέθεξιν τῶν ἀφράστων καὶ αἰωνίων σου ἀγαθῶν, καὶ τῆς σῆς ἀπεράντου καὶ μακαρίας ζωῆς τὴν ἀπόλαυσιν. Σὺ γὰρ εἶ ἡ ζωή, ἡ ἀνάστασις, καὶ ἡ ἀνάπαυσις τῶν κεκοιμημένων δούλων σου, Χριστέ, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καί, τῷ Παναγίῳ, καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τους αἰῶνας τῶν αἰώνων, Ἀμήν. Ὑπερένδοξε, ἀειπάρθενε, εὐλογημένη Θεοτόκε, προσάγαγε τὴν ἡμετέραν προσευχὴν τῷ Υἱῷ σου καὶ Θεῷ ἡμῶν, καὶ αἴτησαι ἵνα σώσῃ διά σοῦ τὰς ψυχὰς ἡμῶν. Ἡ ἐλπίς μου ὁ Πατήρ, καταφυγή μου ὁ Υἱός, σκέπη μου τὸ Πνεῦμα τὸ ἅγιον, Τριὰς ἁγία, δόξα σοι. Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μήτηρ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου. Ἦχος πλ. β' Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς· πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς. Δόξα... Κύριε, ἐλέησον ἡμᾶς· ἐπὶ σοὶ γὰρ πεποίθαμεν, μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν, ἀλλ' ἐπίβλεψον καὶ νῦν, ὡς εὔσπλαγχνος, καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου, καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα. Καὶ νῦν... Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σέ, μὴ ἀστοχήσωμεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων· σὺ γὰρ εἶ ἡ σωτηρία τοῦ γένους τῶν χριστιανῶν. Κύριε ἐλέησον μ' Δόξα... Καὶ νῦν... Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. Ἐν ὀνόματι Κυρίου, εὐλόγησον Πατερ. Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατά τὸ μέγα ἔλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε, ἐλέησον. (3) Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων Χριστιανῶν. Κύριε, ἐλέησον. (3) Ἔτι δεόμεθα ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν, (δεινός) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε, ἐλέησον. (3) Ἔτι δεόμεθα ὑπέρ τοῦ εὐσεβοῦς ἡμῶν Ἔθνους, πάσης Ἀρχῆς καὶ Ἐξουσίας ἐν αὐτῷ, τοῦ κατὰ ξηρὰν θάλασσαν καὶ ἀέρα φιλοχρίστου ἡμῶν στρατοῦ. Κύριε, ἐλέησον. (3) Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλει ταύτῃ, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου. Κύριε, ἐλέησον. (3) Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου, ὑπὲρ τὸν ἵλεων, εὐμενῆ καὶ εὐδιάλακτον, γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καί, διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ' ἡμῶν κινουμένην, καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς. Κύριε, ἐλέησον. (3) Ἔτι δεόμεθα καὶ ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ ἐλεῆσαι ἡμᾶς. Κύριε, ἐλέησον. (3) Ἐπάκουσον ἡμῶν, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν, καὶ ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν, καὶ ἐλέησον ἡμᾶς. Ἐλεήμων γὰρ καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Δόξα... Καὶ νῦν... , Κύριε ἐλέησον (γ'), Δέσποτα/Πάτερ ἅγιε, εὐλόγησον. Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα Σοι. (Ὁ ἀναστὰς ἐκ νεκρῶν) Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας Αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ πάντων τὸν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός. Εἶτα ὁ Ἱερεὺς λέγει (ἀποκρινομένων ἡμῶν τὸ Κύριε, ἐλέησον, συνεχῶς). Εὐξώμεθα ὑπὲρ εἰρήνης τοῦ κόσμου. Ὑπερ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων Χριστιανῶν. Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν ἔθνους. Ὑπὲρ εὐοδώσεως καὶ ἐνισχύσεως τοῦ φιλοχρίστου στρατοῦ. Ὑπερ τῶν ἀπολειφθέντων πατέρων, καὶ ἀδελφῶν ἡμῶν. Ὑπερ τῶν διακονούντων καὶ διακονησάντων ἡμῖν. Ὑπὲρ τῶν μισούντων καὶ ἀγαπώντων ἡμᾶς. Ὑπερ τῶν ἐντειλαμένων ἡμῖν τοὶς ἀναξίοις εὔχεσθαι ὑπὲρ αὐτῶν. Ὑπὲρ ἀναρρύσεως τῶν αἰχμαλώτων. Ὑπερ τῶν ἐν θαλάσσῃ καλῶς πλεόντων. Ὑπὲρ τῶν ἐν ἀσθενείαις κατακειμένων. Εὐξώμεθα καὶ ὑπὲρ εὐφορίας τῶν καρπῶν τῆς γῆς. Καὶ ὑπὲρ πάντων τῶν προαναπαυσαμένων πατέρων καὶ ἀδελφῶν ἡμῶν, τῶν ἐνθάδε εὐσεβῶς κειμένων, καὶ ἁπανταχοῦ Ὀρθοδόξων. Εἴπωμεν καὶ ὑπὲρ ἑαυτῶν, τὸ Κύριε, ἐλέησον, (γ' ). Δι' εὐχῶν... Ἀμήν.
ΤΑ ΛΟΙΠΑ
Apr 14 Τῌ ΙΔ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΑΠΡΙΛΙΟΥΜνήμη τῶν Ἁγίων Ἀποστόλων, ἐκ τῶν ἑβδομήκοντα, Ἀριστάρχου, Πούδη καὶ Τροφίμου. ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ Στιχηρὰ τῶν Ἀποστόλων Ἦχος α' Πανεύφημοι Μάρτυρες ΤΟ ΑΚΟΥΤΕ Λόγῳ θείας γνώσεως λαούς, ἀγνωσίας πάνσοφοι, ὁλοτελῶς ἐλυτρώσασθε, καὶ προσηγάγετε, σεσωσμένους τούτους, Λόγῳ τῷ ἐκλάμψαντι, Πατρὸς ἐξ ἀγεννήτου Ἀπόστολοι· Αὐτῷ πρεσβεύσατε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος. Ἦχος α' Πούδην καὶ Ἀρίσταρχον σοφὸν καὶ τὸν θεῖον Τρόφιμον, τοὺς ἀληθεῖς χριστοκήρυκας, ἀνευφημήσωμεν· πλάνης γὰρ χειμῶνα, θέρμῃ θείας χάριτος, διέλυσαν, καὶ νῦν πρὸς τὸ ἄδυτον, φέγγος ἐσκήνωσαν, ἀμοιβὰς πόνων δρεψόμενοι, καὶ μεθέξει, ἀρρήτῳ θεούμενοι. Ἦχος α' Παύλῳ ἐφεπόμενοι κλεινῷ, διδασκάλῳ Ἔνδοξοι, πολλοὺς κινδύνους ὑπέστητε, εἱρκτῇ κλειόμενοι, ὁμιλοῦντες πόνοις, ξίφει ἐπὶ τέλει δέ, τμηθέντες κεφαλὰς ἐνηθλήσατε, Χριστῷ πρεσβεύσατε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος. Θεοτοκίον Ἦχος α' Πανεύφημοι Μάρτυρες ΤΟ ΑΚΟΥΤΕ Χωρίον εὐρύχωρον Θεοῦ, οὐρανῶν πλατύτερον, τὸν σμικρυνθέντα τοῖς πάθεσι, καὶ στενωθέντα με, πειρασμῶν ἐφόδοις, ἐν θλίψεσι πλάτυνον, καὶ ἐν στενοχωρίαις μεγάλυνον, προσηρεμοῦσά μοι, τὰ προσπίπτοντα Πανάμωμε, καθ' ἑκάστην, αὔραις τῆς πρεσβείας σου. Σταυροθεοτοκίον Ἦχος α' Πανεύφημοι Μάρτυρες ΤΟ ΑΚΟΥΤΕ Ῥομφαία διῆλθεν, ὦ Υἱέ, ἡ Παρθένος ἔλεγεν, ἐπὶ τοῦ ξύλου ὡς ἔβλεπε, Χριστὸν κρεμάμενον, τὴν ἐμὴν καρδίαν, καὶ σπαράττει Δέσποτα, ὡς πάλαι Συμεὼν μοι προέφησεν· ἀλλ' ἐξανάστηθι, καὶ συνδόξασον ἀθάνατε, τὴν Μητέρα, καὶ δούλην σου δέομαι. Ἀπολυτίκιον τῶν Ἀποστόλων Ἦχος γ' ΤΟ ΑΚΟΥΤΕ Ἀπόστολοι ἅγιοι, πρεσβεύσατε τῷ ἐλεὴμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν παράσχῃ ταῖς ψυχαῖς ἡμῶν. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Κανών α', ᾨδὴ α', τῶν Ἀποστόλων Ἦχος πλ. β' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ, ἐν ἀβύσσῳ, ἴχνεσι, τὸν διώκτην Φαραώ, καθορῶν ποντούμενον, Θεῷ ἐπινίκιον ᾠδήν, ἐβόα ᾄσωμεν».Θρόνῳ Θεοῦ παρεστῶτες ὡς λειτουργοί, ὡς αὐτοῦ διάκονοι, ὡς φωστῆρες νοητοί, φωτισμὸν αἰτήσασθε ἡμῖν, τοῖς τιμῶσι τὴν ὑμῶν μνήμην Ἀπόστολοι.Ἐπὶ τῆς γῆς ὁ δι' οἶκτον ἐπιφανείς, μαθητὰς ἐκλέγεται, καὶ θεράποντας ὑμᾶς, σὺν ἑτέροις πλείοσιν αὐτοῦ, καταγγέλλοντας Σοφοί, τὸ θεῖον βούλημα.Ἱερωτάτῃ χορείᾳ τῶν ἱερῶν, Χριστοῦ ἑβδομήκοντα, συνταγέντες Μαθητῶν, σὺν τῷ Παύλῳ ἅπασαν τὴν γῆν, διδαχῶν θείῳ φωτὶ καταλαμπρύνετε.Ὁ ἱερώτατος Πούδης, καὶ ὁ κλεινός, καὶ σοφός, Ἀρίσταρχος, σὺν Τροφίμῳ φωταυγεῖς, ὡς ἀστέρες ἔλαμψαν ἐν γῇ, τὸν τῆς πλάνης σκοτασμὸν ἀποδιώκοντες. ΘεοτοκίονἼνα τοὺς κάτω τοῖς ἄνω ὑπερβολῇ, εὐσπλαγχνίας Ἄχραντε, νῦν συνάψῃ ὁ Θεός, σάρκα προσελάβετο ἐκ σοῦ, καὶ διέμεινεν ὃ ἦν καὶ μετὰ σάρκωσιν. Κανών α', ᾨδὴ γ', τῶν Ἀποστόλων Ἦχος πλ. β' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Οὐκ ἔστιν Ἅγιος ὡς σύ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου ἀγαθέ, καὶ στερεώσας ἡμᾶς, ἐν τῇ πέτρᾳ τῆς ὁμολογίας σου».Συνόντες Παύλῳ τῷ κλεινῷ, σὺν αὐτῷ πάντα κόσμον, ὡς ἀστέρες ἡλίῳ, περιήλθετε φωτί, κηρύγματος ἱεροῦ, ἀγνωσίας σκότος ἀπελαύνοντες.Μεγάλοις πόνοις τῆς σαρκός, τὴν ἐπίπονον ἦραν, ἁμαρτίαν ἐκ μέσου, οἱ τοῦ Λόγου Μαθηταί, τὴν ἄπονον τοῖς πιστοῖς, ἐν ὑψίστοις λῆξιν μνηστευόμενοι.Ἀρρήτως ὄντα ἐκ Πατρός, ἐν ἀρχῇ Θεὸν Λόγον, ἐπὶ γῆς σαρκωθέντα, οἱ Ἀπόστολοι σαφῶς, κηρύττοντες τὰς ἀρχάς, τοῦ αἰῶνος τούτου ἐξεφαύλισαν. ΘεοτοκίονΘηλάζεις γάλα τοῦ παντός, τὸν τροφέα τοῦ κόσμου, γεννηθέντα ἀρρεύστως, ἐξ ἀχράντου σου γαστρός, καὶ συντριβέντας φθορᾷ, τοὺς ἀνθρώπους πάλιν ἀναπλάσαντα. Κάθισμα Ἦχος δ' Ἐπεφάνης σήμερον ΤΟ ΑΚΟΥΤΕ Τῆς ἀμπέλου κλήματα, τῆς ζωηφόρου, πεφυκότες βότρυας, ἐναποστάζοντας ἡμῖν, οἶνον ζωῆς προσηνέγκατε, οὐρανομύσται, Κυρίου Ἀπόστολοι. ΘεοτοκίονῬυπωθεῖσαν πάθεσι, τῆς ἁμαρτίας, τὴν ψυχήν μου ἄχραντε, Θεογεννῆτορ ἀγαθή, τῇ σῇ πρεσβείᾳ καθάρισον· σὺ γὰρ ὑπάρχεις, σωτήριος κάθαρσις. Ἢ ΣταυροθεοτοκίονἘπὶ ξύλου βλέπουσα, προσηλωμένον, τὸν Ἀμνὸν ἡ ἄμωμος, Ἀμνὰς καὶ Μήτηρ καὶ ἁγνή, ἀναβοῶσα ἐκραύγαζε· Λόγε, ὑμνῶ σου τὰ θεῖα παθήματα. Κανών α', ᾨδὴ δ', τῶν Ἀποστόλων Ἦχος πλ. β' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Χριστός μου δύναμις, Θεὸς καὶ Κύριος, ἡ σεπτὴ Ἐκκλησία θεοπρεπῶς, μέλπει ἀνακράζουσα, ἐκ διανοίας καθαρᾶς, ἐν Κυρίῳ ἑορτάζουσα».Ἡ ὑπερούσιος, τριὰς ὡς τρίφωτον, ἐπανῆψε λαμπάδα τοὺς ἱερούς, Πούδην τε καὶ Τρόφιμον, καὶ τὸν Ἀρίσταρχον τὴν γῆν, θείῳ λόγῳ καταυγάζοντας.Τοῦ Παύλου ὤφθητε, σοφοὶ συνέκδημοι, διωγμοὺς σὺν ἐκείνῳ πολυειδεῖς, καὶ κινδύνους Ἔνδοξοι, διὰ τὴν μέλλουσαν ζωήν, γεγηθότες ὑπομείναντες.Αἱμάτων ῥεύμασι, καθηγιάσατε, πᾶσαν κτίσιν ἀθλοῦντες, τὰ ἐναγῆ, αἵματα τοῖς δαίμοσιν, ἐπιφερόμενα, Χριστοῦ, καταπαύσαντες Ἀπόστολοι. ΘεοτοκίονἸσχύς μου Ἄχραντε, καὶ καταφύγιον, καὶ ἀπόρθητον τεῖχος, καὶ πρὸς Θεόν, πρέσβις χρηματίζουσα, αἰωνιζούσης με φλογός, καὶ γεέννης ἐλευθέρωσον. Κανών α', ᾨδὴ ε', τῶν Ἀποστόλων Ἦχος πλ. β' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Τῷ θείῳ φέγγει σου ἀγαθέ, τὰς τῶν ὀρθριζόντων σοι ψυχάς, πόθῳ καταύγασον δέομαι, σὲ εἰδέναι Λόγε Θεοῦ, τὸν ὄντως Θεόν, ἐκ ζόφου τῶν πταισμάτων ἀνακαλούμενον».Στήλας κατέαξαν καὶ ναούς, τοὺς εἰδωλικοὺς οἱ εὐκλεεῖς, οἰκοδομοῦντες ἐν χάριτι, ὡς σκηνὴν πεσοῦσαν ταῖς παραβάσεσι, καρδίας τῶν ἀνθρώπων οἱ θεοκήρυκες.Θάλασσαν ἵπποι πανευκλεεῖς, ὄντως χρηματίζοντες Θεοῦ, τῆς ἀθεΐας ταράξαντες, τοὺς ἀποπνιγέντας ἐν ταύτῃ πρότερον, κηρύγματι τῷ θείῳ ἀνεζωώσατε.Ἐπισκοπούμενοι πρὸς Θεοῦ, θείαις ἐπισκέψεσιν ὑμῶν, τοὺς ἐν ὀδύνῃ τυγχάνοντας, εἰδωλομανίας καὶ κινδυνεύοντας, ἐσώσατε σωτῆρες ἡμῶν γενόμενοι. ΘεοτοκίονἹερωτάτως ὁ ἱερός, πάλαι Ἡσαΐας φωτισθείς, Πνεύματι θείῳ ἐβόησεν· ἰδοὺ ἡ Παρθένος, ἕξει σαρκούμενον, Θεὸν δι' εὐσπλαγχνίαν τὸν ἀπερίληπτον. Κανών α', ᾨδὴ ς', τῶν Ἀποστόλων Ἦχος πλ. β' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Τοῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῷ κλύδωνι, τῷ εὐδίῳ λιμένι σου προσδραμών, βοῶ σοι· Ἀνάγαγε, ἐκ φθορᾶς τὴν ζωήν μου Πολυέλεε».Ὁ πάνσοφος Τρόφιμος, καὶ Ἀρίσταρχος ὁμοῦ, καὶ Πούδης ὁ θαυμάσιος, ὡς μαθηταὶ τοῦ Λόγου καὶ ἱεροί, τοῦ Παύλου συνέκδημοι, ἱεραῖς μελῳδίαις εὐφημείσθωσαν.Ναμάτων ἀνάπλεοι, τῶν τοῦ Πνεύματος Σοφοί, ὡς ἀληθῶς ὑπάρχοντες, πᾶσαν ψυχὴν ἠρδεύσατε διδαχαῖς, ἐκ μέσου ποιήσαντες, τὸν φλογμὸν τῆς ἀπάτης θείᾳ χάριτι.Ἑνούμενοι πνεύματι, μερισμὸν οὐδ’ ἐν αὐτῷ, τῷ μερισμῷ τοῦ σώματος, ἐσχήκατε· ὁμοῦ γὰρ τὰς κεφαλάς, σὺν Παύλῳ τῷ κήρυκι, ἀπετμήθητε τούτῳ κλεϊζόμενοι. ΘεοτοκίονΞένη σου ἡ σύλληψις, ξένη Κόρη καὶ φρικτή, ἡ ὑπὲρ νοῦν σου γέννησις, τοὺς ξενωθέντας πάντας ἀπὸ Θεοῦ, αὐτῷ καταλλάττουσα, καὶ τὸ κάλλος τὸ πρώην ἀπονέμουσα. Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν Τῇ ΙΔ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Ἀποστόλων ἐκ τῶν ἑβδομήκοντα, Ἀριστάρχου, Πούδη καὶ Τροφίμου. ΣτίχοιΤιμῶ τὸν Ἀρίσταρχον ὡς ἀριστέα,Καλῶς ἀριστεύσαντα μέχρι καὶ ξίφους.Ποῦ δὴ μετέστης, ὡς ἀπετμήθης, Πούδη;Ποῦ δὴ μετέστην, ἢ πρὸς ἄφθαρτον κλέος;Τρυφὴν Τρόφιμος οὐρανοῦ ποθῶν ἄκρως,Τροφὴ προσῆκται τῷ τεθηγμένῳ ξίφει.Τῇ δεκάτῃ δὲ μαθηταὶ ἀπῆραν καί γε τετάρτῃ.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀρδαλίωνος τοῦ Μίμου. ΣτίχοιΝῦν Μῖμος ὄντως Ἀρδαλίων ἢ πάλαι.Μιμούμενος γὰρ Μάρτυρας, τὸ πῦρ στέγει.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Θωμαΐδος. ΣτίχοιΑἰῶνος ἦρας τοῦδε τὴν Θωμαΐδα,Τὸ τῆς Γραφῆς, μέλλοντος αἰῶνος Πάτερ.Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν. Κανών α', ᾨδὴ ζ', τῶν Ἀποστόλων Ἦχος πλ. β' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Δροσοβόλον μὲν τὴν κάμινον εἰργάσατο, Ἄγγελος τοῖς ὁσίοις Παισί, τοὺς Χαλδαίους δὲ καταφλέγον πρόσταγμα Θεοῦ, τὸν τύραννον ἔπεισε βοᾶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».Ἀσεβείας κατεσβέσατε τὴν κάμινον, ὄμβροις σεπτοῦ κηρύγματος, ὡς Ἀπόστολοι, ὡς δὲ θεῖοι ὄντες, Ἀθληταί, αἱμάτων ῥοαῖς εἰδωλικήν, ὕλην ἐφλέξατε Σοφοί· ὅθεν δοξάζεσθε.Διελθόντες ὡς ὑπόπτεροι γῆν ἅπασαν, Ἀπόστολοι πανεύφημοι, θεῖον κήρυγμα τῶν ἐθνῶν ἐσπείρατε ψυχαῖς, ὡς ἄριστοι ὄντες γεωργοί, καὶ ὥσπερ σῖτον τῷ Χριστῷ, πάντας προσήξατε.Ὡραιώθητε ὡραίοις ὑμῶν στίγμασιν, Ἀρίσταρχε καὶ Τρόφιμε, ἐλαμπρύνθητε ὑπὲρ πάντα δόκιμον χρυσόν, σὺν Πούδῃ τῷ ὄντως θαυμαστῷ, διὰ παντὸς ὑπὲρ ἡμῶν, ἐκδυσωποῦντες Χριστόν. ΘεοτοκίονΜακαρία ἐξ Ἁγίου ὤφθης Πνεύματος, Βουλῆς μεγάλης Ἄγγελον, σωματώσασα, τὸν τοὺς θείους τούτους μαθητάς, τῷ κόσμῳ ὡς θείας ἀστραπάς, ἐξαποστείλαντα Σεμνή, φωταγωγῆσαι πιστούς. Κανών α', ᾨδὴ η', τῶν Ἀποστόλων Ἦχος πλ. β' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Ἐκ φλογὸς τοῖς Ὁσίοις δρόσον ἐπήγασας, καὶ δικαίου θυσίαν ὕδατι ἔφλεξας· ἅπαντα γὰρ δράς, Χριστέ, μόνῳ τῷ βούλεσθαι· Σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας».Ἐκτεμόντες τὰς ῥίζας τῆς ἀθεότητος, τῇ δρεπάνῃ τῇ θεία κατεφυτεύσατε, πίστιν ἀληθῆ, καὶ τελείαν ἐπίγνωσιν, ταῖς τῶν εὐσεβούντων, καρδίαις θεηγόροι.Λόγῳ θείῳ καρδίας κατενεώσατε, καὶ τῆς γνώσεως σπόρον καταβαλόμενοι, ἄσταχυν Σοφοί, πολύχουν ἐθερίσατε, τῶν διασωθέντων, Ἀπόστολοι τὸ πλῆθος.Οἱ ἀκλόνητοι στῦλοι τῆς Ἐκκλησίας Χριστοῦ, τῆς ἀμπέλου τῆς θείας οἱ θεῖοι βότρυες, οἱ τὸν γλυκασμόν, τῆς ζωῆς ἀποστάζοντες, Ἀρίσταρχος καὶ Πούδης, καὶ Τρόφιμος τιμάσθω. ΘεοτοκίονΣυντριβεῖσαν Παρθένε τὴν ἀνθρωπότητα, ἀνεκαίνισας ὅλην καινῇ λοχείᾳ σου, φύσεως θεσμούς, ὑπὲρ φύσιν καινίσασα, κεχαριτωμένη, Θεοῦ τοῦ ζῶντος Μήτηρ. Κανών α', ᾨδὴ θ', τῶν Ἀποστόλων Ἦχος πλ. β' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὃν οὐ τολμᾷ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα, διὰ σοῦ δὲ Πάναγνε ὡράθη βροτοῖς, Λόγος σεσαρκωμένος, ὃν μεγαλύνοντες, σὺν ταῖς οὐρανίαις στρατιαῖς σε μακαρίζομεν».Ἰσχὺς ἀφήρηται τοῦ ἀλάστορος, πέπτωκε δὲ τὸ τούτου ἐπαιρόμενον φρύαγμα· ἀσθενείᾳ σαρκὸς γὰρ οἱ Ἅγιοι, τούτῳ περιπλακέντες, ἔτρεψαν ὤλεσαν, καὶ τῆς τυραννίδος τῆς αὐτοῦ πιστοὺς ἐρρύσαντο.Ὡς χοῦν τὴν πλάνην ἐξελεπτύνατε, πανευκλεεῖς φωστῆρες οἰκουμένης Ἀπόστολοι, καὶ Ἀγγέλων συμπολῖται ὤφθητε, μέλποντες σὺν ἐκείνοις, Ἅγιος, Ἅγιος, Ἅγιος ὁ Πατήρ, καὶ ὁ Υἱός, καὶ Πνεῦμα Ἅγιον.Σαρκὸς ἰώμενοι ἀρρωστήματα, καὶ ψυχικὰ Ἀπόστολοι Κυρίου νοσήματα, καὶ τελοῦντες ἐξαίσια θαύματα, πάντας τοὺς ἐν ἀγνοίᾳ προσεφειλκύσατε, γνώσεως πρὸς φῶς ἀληθινόν· ὅθεν δοξάζεσθε.Ἡ θεία μνήμη ὑμῶν ἐκλάμψασα, τὴν τοῦ Χριστοῦ φαιδρύνει Ἐκκλησίαν Ἀπόστολοι, ἣν ταῖς θείαις ὑμῶν παρακλήσεσι, ῥύσασθε πάσης βλάβης τῆς τῶν αἱρέσεων, σκέποντες ἀπήμονα λαὸν τὸν εὐσεβόφρονα. ΘεοτοκίονΦλογὸς γεέννης με ἐλευθέρωσον, ἡ ὑπὲρ νοῦν τὸ πῦρ ἀποτεκοῦσα τὸ ἄστεκτον, καὶ ψυχήν μου πρὸς πόθον ἐπάναψον, ἄχραντε τοῦ ἐλθόντος πῦρ ἐπιγνώσεως, Κόρη ἐπὶ γῆς ἐπιβαλεῖν, θεοχαρίτωτε.
ΤΑ ΛΟΙΠΑ
Nov 20 Τῌ Κ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥΤὰ Προεόρτια τῆς ἐν τῷ Ναῷ εἰσόδου τῆς Ὑπεραγίας ΘεοτόκουΜνήμη τοῦ Ὁσίου Πατρὸς ᾑμων Γρηγορίου τοῦ ΔεκαπολίτουΜνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Πρόκλου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως. ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους στ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῶν Προεορτίων. Στιχηρὰ Προσόμοια τῶν Προεορτίων Ἦχος α' Τῶν οὐρανίων ταγμάτων ΤΟ ΑΚΟΥΤΕ Λαμπαδηφόροι Παρθένοι, τὴν Ἀειπάρθενον, φαιδρῶς ὁδοποιοῦσαι, προφητεύουσιν ὄντως, ἐν πνεύματι τὸ μέλλον· ναὸς γὰρ Θεοῦ, ἡ Θεοτόκος ὑπάρχουσα, πρὸς τὸν Ναόν μετὰ δόξης παρθενικῆς, νηπιόθεν ἐμβιβάζεται. Ἦχος α' Ἐπαγγελίας ἁγίας, καὶ ὁ καρπὸς εὐκλεής, ἡ Θεοτόκος ὄντως, ἀνεδείχθη τῷ κόσμῳ, ὡς πάντων ὑπερτέρα· ἥ εὐσεβῶς, προσαγομένη ἐν οἴκῳ Θεοῦ, τὴν προσευχὴν τῶν τεκόντων ἀποπληροῖ, συντηρουμένη θείῳ Πνεύματι. Ἦχος α' Ἐπουρανίῳ τραφεῖσα, Παρθένε ἄρτῳ πιστῶς, ἐν τῷ Ναῷ Κυρίου, ἀπεκύησας κόσμῳ, ζωῆς ἄρτον τὸν Λόγον, ᾧ ὡς ναός, ἐκλεκτὸς καὶ πανάμωμος, προεμνηστεύθης τῷ Πνεύματι μυστικῶς, νυμφευθεῖσα τῷ Θεῷ καὶ Πατρί. Στιχηρὰ τοῦ Ἁγίου Γρηγορίου Ἦχος α' Τῶν οὐρανίων ταγμάτων ΤΟ ΑΚΟΥΤΕ Τὰς οὐρανίους σκηνώσεις, ἐν εὐφροσύνῃ οἰκῶν, καὶ σὺν Ἀγγέλοις Πάτερ, παρεστὼς παρρησίᾳ, τῷ θρόνῳ τοῦ Κυρίου, τοῖς ἐπὶ γῆς ἐκτελοῦσι τὴν μνήμην σου, τῶν ἐγκλημάτων τὴν λύσιν, καὶ τῶν παθῶν, δωρηθῆναι καθικέτευε. Ἦχος α' Τῶν προσευχῶν τῇ δρεπάνῃ, Πάτερ Γρηγόριε, τὰς τῶν παθῶν ἀκάνθας, ἐκτεμὼν καὶ νεώσας, ἀρότρῳ ἐγκρατείας, τὴν γῆν τῆς ψυχῆς, κατεβάλου τὰ σπέρματα, τῆς εὐσεβείας ἐν ταύτῃ, δι' ὧν ἡμῖν, ἐκβλαστάνεις ἰαμάτων καρπούς. Ἦχος α' Τῶν ἀρετῶν σε δοχεῖον, καλοῦμεν Ὅσιε, ὡς ἡσυχίας φίλον, ἀγρυπνίας ἐργάτην, καὶ στήλην σωφροσύνης, καὶ προσευχῆς, ἐνδιαίτημα ἄσυλον, καὶ τῶν θαυμάτων ταμεῖον, καὶ πρεσβευτήν, τῶν τιμώντων σε Γρηγόριε. Θεοτοκίον Ἦχος δ' Σήμερον ὁ θεοχώρητος ναός, ἡ Θεοτόκος, ἐν Ναῷ Κυρίου προσάγεται, καὶ Ζαχαρίας ταύτην ὑποδέχεται. Σήμερον τὰ τῶν Ἁγίων Ἅγια ἀγάλλονται, καὶ ὁ χορὸς τῶν Ἀγγέλων μυστικῶς πανηγυρίζει, μεθ' ὧν καὶ ἡμεῖς ἑορτάζοντες σήμερον, σὺν τῷ Γαβριὴλ ἐκβοήσωμεν. Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ, ὁ ἔχων τὸ μέγα ἔλεος. Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια τοῦ Ἁγίου Πρόκλου.Ἦχος δ'Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕΔογμάτων φαιδρότητι, καὶ τῇ τοῦ βίου λαμπρότητι, εὐσεβῶς κατεκόσμησας, Πρόκλε παναοίδιμε, τὴν ἱεραρχίαν, καὶ τῆς Ἐκκλησίας, στῦλος ἐδείχθης ἀληθῶς, καταφωτίζων πάντας τοῖς λόγοις σου. Διὸ σε μακαρίζομεν, καὶ ἐν ψαλμοῖς τε καὶ ᾄσμασι, τὴν ἁγίαν καὶ πάνσεπτον, ἑορτάζομεν μνήμην σου.Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ.Λαμπρῶς ἐδογμάτισας, καὶ θεοφρόνως ἐκήρυξας, Θεοτόκον τὴν ἄχραντον, Κόρην ὡς κυήσασαν, τὸν πρὸ τῶν αἰώνων, Κτίστην καὶ Δεσπότην, Υἱὸν καὶ Λόγον τοῦ Πατρός, καὶ ἐπ' ἐσχάτων δι' ἡμᾶς ἄνθρωπον, γενόμενον θελήματι, καὶ μὴ τραπέντα τῆς φύσεως, καὶ Νεστόριον ᾔσχυνας, ἀσεβῆ καὶ παράφρονα.Στίχ. Οἱ Ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονταιΝαμάτων ἑξήντλησας, τῶν χρυσαυγῶν παναοίδιμε, τοῦ σοφοῦ θεοκήρυκος, οὗπερ καὶ διάδοχος, καὶ τῆς εὐσεβείας, ὤφθης καὶ καθέδρας, ἐπιστηρίζων διδαχαῖς, τῆς ἀληθείας Χριστοῦ τὸ ποίμνιον, καὶ τούτου τὸ ἁγνότατον, καὶ πανσεβάσμιον λείψανον, ὥσπερ κόσμον τερπνότατον, τῇ Ἐκκλησία ἀπέδωκας. Θεοτοκίον Ἦχος δ' Δεῦτε πάντες οἱ πιστοί, τὴν μόνην ἀμώμητον ἐγκωμιάσωμεν, τὴν ἐκ τῶν Προφητῶν προκηρυχθεῖσαν, καὶ ἐν τῷ ναῷ προσενεχθεῖσαν, τὴν πρὸ τῶν αἰώνων προορισθεῖσαν Μητέρα, καὶ ἐπ' ἐσχάτων τῶν χρόνων, ἀναδειχθεῖσαν Θεοτόκον, Κύριε, πρεσβείαις αὐτῆς, τὴν εἰρήνην σου παράσχου ἡμῖν, καὶ τὸ μέγα ἔλεος. Ἀπολυτίκιον τῶν Ἁγίων Ἦχος δ' Ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, ὁ ποιῶν ἀεὶ μεθ' ἡμῶν, κατὰ τὴν σὴν ἐπιείκειαν, μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφ' ἡμῶν, ἀλλὰ ταῖς αὐτῶν ἱκεσίαις, ἐν εἰρήνῃ κυβέρνησον τὴν ζωὴν ἡμῶν. Προεόρτιον Ἦχος δ' Ταχὺ προκατάλαβε ΤΟ ΑΚΟΥΤΕ Χαρὰν προμνηστεύεται, σήμερον Ἄννα ἡμῖν, τῆς λύπης ἀντίθετον, καρπὸν βλαστήσασα, τὴν μόνην Ἀειπάρθενον· ἣν περ δὴ καὶ προσάγει, τὰς εὐχὰς ἐκπληροῦσα, σήμερον γηθομένη, τῷ Ναῷ τοῦ Κυρίου, ὡς ὄντως ναὸν τοῦ Θεοῦ Λόγου, καὶ Μητέρα ἁγνήν ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα Ἦχος α' Τοῦ λίθου σφραγισθέντος ΤΟ ΑΚΟΥΤΕ Αἰνέσατε παρθένοι, καὶ Μητέρες ὑμνήσατε, λαοὶ δοξολογεῖτε, ἱερεῖς εὐλογήσατε, τὴν ἄχραντον Μητέρα τοῦ Θεοῦ· σαρκὶ γὰρ νηπιάζουσα Ναῷ, τῷ τοῦ Νόμου προσηνέχθη, ὥσπερ ναὸς Κυρίου ἁγιώτατος. Διὸ ἑορτὴν πνευματικήν, τελοῦντες ἀνακράξωμεν· Χαῖρε Παρθένε δόξα, τοῦ γένους τῶν ἀνθρώπων. Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα Ἦχος δ' Ταχὺ προκατάλαβε ΤΟ ΑΚΟΥΤΕ Δαυῒδ προοδοποίησον, ἐν τῷ Ναῷ τοῦ Θεοῦ, καὶ χαίρων ὑπόδεξαι τὴν Βασιλίδα ἡμῶν, καὶ ταύτῃ ἐκβόησον. Εἴσελθε ἡ Κυρία, εἰς ναὸν Βασιλέως, εἴσελθε, ἧς ἡ δόξα, κεκρυμμένως νοεῖται, ἐξ ἧς μέλι καὶ γάλα μέλλει πηγάσειν, πᾶσι τὸ φῶς ὁ Χριστός. Ποίημα, ἸωσὴφΚανών α', ᾨδὴ α', Προεόρτιος Ἦχος δ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὴν Εἴσοδον».Ἁγίων εἰς Ἅγια, ἡ Παναγία καὶ ἄμωμος, οἰκῆσαι προέρχεται, Ὑπεραγίου Θεοῦ, ὅπως γένηται, ναὸς ἡγιασμένος, καὶ ταύτης προτρέχουσι, κόραι νεάνιδες.Βουλὴ προαιώνιος, τοῦ πρὸ αἰώνων Θεοῦ ἡμῶν, εἰς πέρας προέρχεται, προερχομένης σου, ἀνατραφῆναι, εἰς Ἅγια Ἁγίων, εἰς Λόγου κατοίκησιν, Κόρη πανάμωμε.Γεννήτορες ἔνθεοι, σὲ τοῦ Θεοῦ τὴν Γεννήτριαν, γεννήσασθαι μέλλουσαν, ἀνατιθέασιν, εἰς τὰ Ἅγια, τραφῆναι τῶν Ἁγίων, εὐχὴν ἥνπερ ηὔξαντο, πληροῦντες Πάναγνε.Δυνάμωσον Δέσποινα, τὸ ἀσθενὲς τῆς καρδίας μου, καὶ στήριξον πάθεσι, περιτρεπόμενον, ὅπως πίστει σε, καὶ πόθῳ μακαρίζω, τὴν Ἀειμακάριστον, καὶ παναμώμητον. ἸωσὴφΚανών β', ᾨδὴ α', τοῦ Ἁγίου Γρηγορίου Ἦχος πλ. δ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Ἁρματηλάτην Φαραὼ ἐβύθισε, τερατουργοῦσα ποτέ, Μωσαϊκὴ ῥάβδος, σταυροτύπως πλήξασα, καὶ διελοῦσα θάλασσαν, Ἰσραὴλ δὲ φυγάδα, πεζὸν ὁδίτην διέσωσεν, ᾄσμα τῷ Θεῷ ἀναμέλποντα».Νενεκρωμένην ἡδοναῖς τοῦ σώματος, τὴν ταπεινήν μου ψυχήν, σαῖς προσευχαῖς Πάτερ, ζώωσον Γρηγόριε· ζωὴν γὰρ νῦν ἀπείληφας, τὴν ἀγείρω νεκρώσας, τὰ ἐπὶ γῆς μέλη ἔνδοξε, τοῖς ἀσκητικοῖς ἀγωνίσμασιν.Κατακρατήσας ἡδονῶν τοῦ σώματος, νοῦ γενναιότητι, ἐκ νεαρᾶς Πάτερ, ἡλικίας ὄργανον, τοῦ Πνεύματος γεγένησαι, τὰς αὐτοῦ ἐνεργείας, περιφανῶς εἰσδεχόμενος, καὶ θεοειδὴς γνωριζόμενος.Ἔρωτι θείῳ τῆς σαρκὸς τοὺς ἔρωτας, ἐναπεμάρανας, καὶ σεαυτῷ Μάκαρ, ἐμνηστεύσω σύζυγον, ἁγνείαν ἐξ ἧς τέκνα σοι, ἐγεννήθησαν πᾶσαι, αἱ ἀρεταὶ παναοίδιμε, τέκνον σε Θεοῦ ἐργασάμεναι.ΘεοτοκίονἩ ἀπὸ γῆς πρὸς οὐρανὸν διήκουσα, κλῖμαξ οὐράνιος, δι' ἧς Θεοῦ Λόγος, τοῖς βροτοῖς ὡμίλησεν, εὐλογημένη Πάναγνε, ἀνερμήνευτον θαῦμα, ἀκατανόητον ὅραμα, σῷζε τοὺς εἰς σὲ καταφεύγοντας. ΘεοφάνουςΚανών γ', ᾨδὴ α', τοῦ Ἁγίου Πρόκλου Ἦχος α' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Σοῦ ἡ τροπαιοῦχος δεξιά, θεοπρεπῶς ἐν ἰσχὺϊ δεδόξασται· αὕτη γὰρ Ἀθάνατε, ὡς πανσθενής, ὑπεναντίους ἔθραυσε, τοῖς, Ἰσραηλίταις, ὁδὸν βυθοῦ καινουργήσασα».Πράξει τε καὶ λόγῳ ἀληθεῖ, τῶν νοερῶν Ἀρχαγγέλων γενόμενος, σύμμορφος θεόληπτε, καὶ σὺν αὐτοῖς, τῷ θρόνῳ παριστάμενος, τῆς σεπτῆς Τριάδος, Πρόκλε δυσώπει σωθῆναι ἡμᾶς.Ἴχνεσιν ἑπόμενος σοφέ, τοῦ Χρυσορρήμονος Πάτερ ἀοίδιμε, τούτου τὸ σεβάσμιον, ἱερωσύνης θεῖον ἔνδυμα, κλῆρον ὡς πατρῷον, ἀπείληφας ἀξιάγαστε.Πάλαι τὸν Θεὸν ἐπὶ τῆς γῆς, τοῦ Ἡσαΐου βοῶντος ἐν πνεύματι, ἥξειν ὁ Νεστόριος, φρενοβλαβῶς, διαβάλλων τὴν σάρκωσιν, ὑπὸ σοῦ Τρισμάκαρ, συνοδικῶς καταβέβληται.Λόγοις θεοπνεύστοις τὴν φρικτήν, ἐκ τῆς Παρθένου ἐτράνωσας σάρκωσιν, Πρόκλε τοῦ Θεοῦ ἡμῶν, καὶ Θεοτόκον ταύτην ἐκήρυξας, δόγμασι πανσόφοις, τῶν Ἀποστόλων ἑπόμενος. Κανών α', ᾨδὴ γ', Προεόρτιος Ἦχος δ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Τοὺς σοὺς ὑμνολόγους, Θεοτόκε, ἡ ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας πνευματικόν, στερέωσον· κἂν τῇ σεπτῇ Εἰσόδῳ σου, στεφάνων δόξης ἀξίωσον».Ἐξάρχουσαι κόραι τῆς Παρθένου, λαμπάδας κατέχουσαι φαιδρῶς, τὸ μέλλον ὑπογράφουσιν· ἐκ ταύτης γὰρ τεχθήσεται, ὁ φωτισμὸς τῆς γνώσεως, λύων τῆς πλάνης τήν ζόφωσιν.Ζηλοῦσα τὴν πάλαι θεοφρόνως, ἡ Ἄννα εὐχὴν ἀποπληροῖ, καὶ σὲ προσανατίθεται, τῷ Ἱερῷ Πανάμωμε, ἱερωτάτην σύλληψιν, μέλλουσαν ἕξειν καὶ γέννησιν.Ἥλιος ἐφήπλωσεν ἀκτῖνας, ὁρῶν τὴν νεφέλην τοῦ φωτός, ἐφαπλουμένην νεύματι, Θεοῦ ἔνδον εἰς Ἅγια, ἐξ ἧς ὀμβρήσει ἄφεσις, τοῖς χερσωθεῖσιν ἐγκλήμασιν.Θεοὶ με Θεὸς ἐν σοὶ σκηνώσας, δι' οἶκτον πανάχραντε Ἁγνή, κλαπέντα βρώσει πρότερον, ἀπάτῃ τῇ τοῦ ὄφεως, καὶ τῆς φθορᾶς τὴν ἄφθαρτον, πάλιν τρυφὴν ἀντιδίδωσιν. Κανών β', ᾨδὴ γ', τοῦ Ἁγίου Γρηγορίου Ἦχος πλ. δ' Οὐρανίας ἁψῖδος ΤΟ ΑΚΟΥΤΕ Ἀρετῶν ἐν τῷ ὄρει, ἀναδραμὼν ὅσιε, γνόφον θεωρίας ὑπῆλθες, καὶ κατενόησας, ὅσον ἐχώρησας, τὸν ἀκατάληπτον φύσει, φωτισμοῦ ἀνάπλεως, Πάτερ γενόμενος.Ὁ τεχθεὶς ἐν σπηλαίῳ, διὰ βροτῶν λύτρωσιν, πάλαι σε σπηλαίω, παμμάκαρ ἐνδιαιτώμενον, φέγγει κατήστραψεν, ἐπουρανίῳ ὡς Παῦλον, φωταυγῆ δεικνύων σε, Πάτερ Γρηγοριε.Ἡ οὐράνιος πύλη, ἡ τοῦ Χριστοῦ ἄχραντος, Μήτηρ προσβολαῖς σε, Δαιμόνων περικυκλούμενον, Πάτερ ἐπτέρωσε, καὶ δυνατὸν ἐν ἰσχύϊ, κατ' αὐτῶν εἰργάσατο, Πνεύματος χάριτι.ΘεοτοκίονΧαῖρε μόνη τεκοῦσα, τὸν τοῦ παντὸς Κύριον· Χαῖρε τὴν ζωὴν τοῖς ἀνθρώποις, ἡ προξενήσασα. Χαῖρε κατάσκιον, καὶ ἀλατόμητον ὄρος, τῶν πιστῶν τὸ στήριγμα, χαῖρε Πανάμωμε. Κανών γ', ᾨδὴ γ', τοῦ Ἁγίου Πρόκλου Ἦχος α' Ὁ μόνος εἰδὼς ΤΟ ΑΚΟΥΤΕ Φῶς τὸ ἐκ φωτὸς θεοπτικῶς, Παμμάκαρ προσλαβόμενος, τῇ Ἐκκλησία φῶς ἐχρημάτισας· διὸ καὶ φῶς σοι θεῖον ἀνέτειλε, νοητῶς ὡς γέγραπται·ᾧ καταλαμπόμενος, τούς ὑμνοῦντας φωτίζεις τὴν μνήμην σου.Σαλπίσας δογμάτων τῇ βροντῇ, ὡς τείχη καταβέβληκας, Ἱεριχούντια τῶν αἱρέσεων, τὰ θράση πάντα καὶ τὰ στρατεύματα, καὶ νικήσας τρόπαια, ἀνεστήσω σάρκωσιν τοῦ Θεοῦ ἐκ Παρθένου κηρύξας τρανῶς.Πηγὴ τῆς σοφίας προσβαλών, τὸ στόμα σου θεόληπτε, καὶ τῆς τοῦ Πνεύματος ἀρυσάμενος, σοφίας Πρόκλε τὰ θεῖα νάματα, θολεροὺς κατέκλυσας, ποταμοὺς πανόλβιε, Νεστορίου τὰ ἄθεσμα δόγματα.ΘεοτοκίονὉ ἄνω Πατρὶ μονογενής, ἀφράστως συννοούμενος, μονογενὴς ἐκ σοῦ κάτω ἄχραντε, ὑπὲρ αἰτίαν καὶ νοῦν γεγέννηται, καὶ θεοὶ τὸν ἄνθρωπον, ἐκ σοῦ παναμώμητε, Θεοτόκε Παρθένε ἀνύμφευτε.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ὁ μόνος εἰδὼς τῆς τῶν βροτῶν, οὐσίας τὴν ἀσθένειαν, καὶ συμπαθῶς αὐτὴν μορφωσάμενος, περίζωσόν με ἐξ ὕψους δύναμιν, τοῦ βοᾶν σοι· Ἅγιος, ὁ ναὸς ὁ ἔμψυχος, τῆς ἀφράστου σου δόξης Φιλάνθρωπε». Κάθισμα τοῦ Ἁγίου Γρηγορίου Ἦχος δ' Ταχὺ προκατάλαβε ΤΟ ΑΚΟΥΤΕ Τῇ θείᾳ λαμπρότητι, καταυγαζόμενος, τὸ σκότος ἐδίωξας, τῶν ψυχοφθόρων παθῶν, Γρηγόριε ἀοίδιμε, ἤρθης πρὸς ἀπαθείας, καθαρώτατον ὕψος, ἤστραψας παραδόξως, ἰαμάτων ἀκτῖνας, σκηνώσας εἰς ἄδυτον φῶς, τῆς βασιλείας Χριστοῦ.Δόξα...Τοῦ Ἁγίου Πρόκλου, ὁ αὐτὸςἘπεφάνης σήμερον ΤΟ ΑΚΟΥΤΕἘν τῷ ὕψει Κύριος, τῆς Ἐκκλησίας, ἀληθῶς σε ἔθετο, ὥσπερ ἀστέρα φαεινόν, φωταγωγοῦντα τοὺς ψάλλοντας, Πρόκλε τὸ κλέος, Πατέρων ἀοίδιμε.Καὶ νῦν ... Προεόρτιον, ὁ αὐτὸςΚατεπλάγη Ἰωσὴφ ΤΟ ΑΚΟΥΤΕὉ ναὸς ὁ τοῦ Θεοῦ, ἡ πολυτίμητος παστάς, ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, μετὰ λαμπάδων φαεινῶν, ἐν εὐφροσύνῃ προέρχεται τοῦ εἰσαχθῆναι, καὶ χαίρει ἐπ' αὐτῇ, ὁ Ζαχαρίας ὁρῶν, τὴν δήλωσιν τρανῶς, τῶν ἱερῶν προφητῶν, ἀπαρχομένην ἤδη περαιοῦσθαι, καὶ γηθοσύνως βοᾷ πρὸς αὐτήν. Χαρὰν μηνύει, ἡ πρόοδος σου, Κόρη παρθενομῆτορ. Κανών α', ᾨδὴ δ', Προεόρτιος Ἦχος δ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ, Ὑψίστου, ὁ Προφήτης Ἀββακούμ, κατανοῶν ἐκραύγαζε· Δοξα τῇ δυνάμει σου Κύριε».Ἱεραὶ προήγγειλαν γλῶσσαι Σεμνή, ἔσεσθαι χωρίον σε φύσεως, τῆς ἀχωρήτου· διὰ τοῦτο σε χοροί, παρθενικοὶ προπέμπουσι, λαμπαδηφοροῦντες εἰς Ἅγια.Κλέος ἀπηνέγκατο Ἰωακείμ, Ἄννῃ συμβαδίζων καὶ φέρων σε, μέτ' εὐφροσύνης, εἰς τὸν ἅγιον Ναόν, ναὲ Θεοῦ πάναγνε, ἄχραντε πανάμωμε Δέσποινα.Λύεται ἀπόφασις προγονική· ἤνθησεν ἰδοὺ γὰρ ἡ ἄμπελος, ἥτις τὸν βότρυν, τὸν ἀκήρατον ἡμῖν, καρπογονήσει φέροντα, οἶνον εὐφροσύνης τοῖς πέρασι.Μόνην σε πανάμωμον ὁ πλαστουργός, Λόγος εὑρηκὼς κατεσκήνωσε, σοῦ ἐν νηδύϊ, ἐργαζόμενος ἡμῶν, τὴν σωτηρίαν Ἄχραντε, χάριτι δι' ἄφατον ἔλεος. Κανών β', ᾨδὴ δ', τοῦ Ἁγίου Γρηγορίου Ἦχος πλ. δ' Σύ μου ἰσχύς, Κύριε ΤΟ ΑΚΟΥΤΕ Ὁ δι' ἡμᾶς, ξένῃ καθόδῳ Γρηγόριε, χρηματίσας, ξένος ἀγαθότητι, σὲ δι' αὐτόν, ξένον καθορῶν, τῆς ἐνεγκαμένης, γενόμενον ἠγκαλίσατο, καὶ θεῖον κληρονόμον, τῆς αὐτοῦ βασιλείας, ἀρεταῖς λαμπρυνθέντα εἰργάσατο.Διὰ Χριστόν, τὸν δι' ἡμᾶς νηπιάσαντα, καὶ παιδίον, Ὅσιε γενόμενον, παίδων σχολῇ, δέδωκας σαυτόν, νήπιος κακίᾳ, θεόφρον Πάτερ γενόμενος, καὶ θείᾳ ταπεινώσει, τοῦ ἐχθροῦ τὴν κακίαν, ἐταπείνωσας μάκαρ Γρηγόριε.Ὀμβροις τῶν σῶν, Πάτερ δακρύων Γρηγόριε, ὥς περ δρόσῳ, θείᾳ ἀρδευόμενος, πᾶσαν ἐβλάστησας ἀρετήν, πᾶσαν εὐκαρπίαν, δικαιοσύνης ἐξήνθησας, ὡς ξύλον καρποφόρον, διεξόδοις ὑδάτων, φυτευθεὶς τῆς τελείας ἀσκήσεως.ΘεοτοκίονΜήτηρ Θεοῦ, εὐλογημένη Πανάμωμε, τῆς ψυχῆς μου, τραύματα θεράπευσον, τὰς ἡδονάς, σβέσον τῆς σαρκός, τὴν ἐσκοτισμένην, καρδίαν μου φωταγώγησον, εἰρήνευσον τὸν νοῦν μου, καὶ παντοίας ἐκ βλάβης, καὶ ἐχθρῶν ἐπηρείας με λύτρωσαι. Κανών γ', ᾨδὴ δ', τοῦ Ἁγίου Πρόκλου Ἦχος α' Ὄρος σὲ τῇ χάριτι ΤΟ ΑΚΟΥΤΕ Χρυσίον καθάπερ, ἐν πυρὶ Ἱερώτατε, τῆς ἐγκρατείας σου σοφέ, σῶμα καθάρας τὸ σεπτόν, ὡραῖον ἀπέδειξας, τῷ Ποιητῇ· ἱερωσύνης ἐντεῦθέν σοι, καταστολὴ αἰωνίως κεχάρισται.Ῥημάτων ὁ φθόγγος, καὶ δογμάτων ἡ εὔηχος, τῶν διδαγμάτων σου βροντή, τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, σοφῶς καταθέλγουσα, αἱρετικῶν ἀποσοβεῖ τὴν θρασύτητα, ἱεροφάντορ Πρόκλε παναοίδιμε.Γνώσεως τῆς θείας, ἐν μυήσει γενόμενος, ὡς ἱεράρχης ἱερός, ἀγαθοδότως ἐφεξῆς, τοῖς πᾶσι μετέδωκας, τοῦ φωτισμοῦ, καὶ τῆς ἐνθέου λαμπρότητος, εἰς σωτηρίαν ψυχῶν Ἀξιάγαστε.ΘεοτοκίονἌνθρακα τὸν θεῖον, ἐν νηδύϊ Πανάμωμε, εἰσδεξαμένη ὑπὲρ νοῦν, οὐ κατεφλέχθης ἀληθῶς· ἡ βάτος γὰρ πόρρωθεν, συμβολικῶς, τὴν σὴν λοχείαν εἰκόνιζεν, εἰς σωτηρίαν ἡμῶν καὶ ἀνάπλασιν. Κανών α', ᾨδὴ ε', Προεόρτιος Ἦχος δ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Ἐξέστη τὰ σύμπαντα ἐν τῇ σεπτῇ εἰσόδῳ σου· σὺ γὰρ ἀπειρόγαμε Παρθένε· ἔνδον εἰσῆλθες ἐν τῷ ναῷ τοῦ Θεοῦ, ὥσπερ καθαρώτατος ναός, πᾶσι τοῖς ὑμνοῦσί σε τὴν εἰρήνην βραβεύουσα».Νεφέλαι ῥανάτωσαν, δικαιοσύνην σήμερον· ὡς ἐν οὐρανῷ γὰρ ἐφαπλοῦται, θεία νεφέλη ἐν τῷ ναῶ τοῦ Θεοῦ· ἥτις ἀποστάξει γλυκασμόν, πᾶσαν τῶν ψυχῶν ἡμῶν, τήν πικρίαν ἐξαίροντα.Ξένη σου ἡ σύλληψις, ξένη σου καὶ ἡ γέννησις, ξένη σου ἡ Πρόοδος Παρθένε, ξένη ἡ ἔνδον τοῦ ἱεροῦ ἀγωγή, ξένα καὶ παράδοξα τὰ σά, λόγον ὑπερβαίνοντα, καὶ διάνοιαν Ἄχραντε.Ὅλην σε ἡγίασε, τὸ πνεῦμα τὸ Πανάγιον, ἔνδον τοῦ ναοῦ διαιτωμένην, καὶ τρεφομένην τροφὴν οὐράνιον, Νύμφη τοῦ Πατρὸς περικαλὴς· ὅθεν ἐχρημάτισας, καὶ τοῦ Λόγου Γεννήτρια.Πρὸς σέ μου τὴν ἅπασαν, ἐλπίδα Κόρη τίθημι, πρὸς τοὺς οἰκτιρμούς σου καταφεύγω· βλάβης δαιμόνων δεῖξον ἀμέτοχον, τὴν καταπεσοῦσάν μου ψυχήν, καὶ ἐξασθενήσασαν, ἡδονῶν ἐπικλύσεσι. Κανών β', ᾨδὴ ε', τοῦ Ἁγίου Γρηγορίου Ἦχος πλ. δ' Ἵνα τὶ με ἀπώσω ΤΟ ΑΚΟΥΤΕ Γεωργίᾳ τοῦ λόγου, ἄμπελος κατάκαρπος ἐδείχθης Ὅσιε, ἀρετῶν πεπείρους, καὶ μεγίστους προσφέρουσα βότρυας, σωτηρίας οἶνον, πνευματικόν βλύζοντας Πάτερ, καὶ πιστῶν τὰς καρδίας εὐφραίνοντα.Ἡ περίδοξος Ῥώμη, Πάτερ ἐξ Ἑῴας σε λαμπτῆρα ἄδυτον, δεξαμένη πίστει, ἐφωτίσθη σεπτοῖς σου χαρίσμασι· τὸν Χριστὸν γὰρ εἶχες, ἐν τῇ ψυχῇ καθάπερ φέγγος, τούς ὁρῶντάς σε Πάτερ αὐγάζοντα.Τὸν ἐφέρποντα ὄφιν, καὶ παρατηροῦντά σου πτέρναν Γρηγόριε, ἐγρηγόρσει θείᾳ, ἐν ὁδοῖς τῆς ζωῆς πορευόμενος, ὡς Θεοῦ θεράπων, ὡς ἐντολῶν αὐτοῦ ἐργάτης, ἐθανάτωσας σθένει τοῦ Πνεύματος.ΘεοτοκίονΠροστασία τοῦ κόσμου, Μήτηρ ἀειπάρθενε σὺ με κυβέρνησον καὶ ὁδήγησόν με, εἰς εὐθεῖαν ὁδὸν καὶ κατεύθυνον, πρὸς δικαιοσύνης, τρίβους ὀρθὰς τὸν λογισμόν μου, τῆς ψυχῆς τὰς πορείας εὐθύνουσα. Κανών γ', ᾨδὴ ε', τοῦ Ἁγίου Πρόκλου Ἦχος α' Ὁ φωτίσας τῇ ἐλλάμψει ΤΟ ΑΚΟΥΤΕ Φωτοφόρος ὡς λυχνία, παμμάκαρ γενόμενος, τῆς ἁγίας Ἐκκλησίας, ἐφάνης ὑπέρμαχος, καὶ Θεοῦ ἐτράνωσας, τὴν ἐκ Παρθένου Παναγίας, γέννησιν ἄτρεπτον Ἔνδοξε.Τὴν σάρκωσιν τοῦ Θεοῦ, ἐκ Παρθένου τὴν ἔνδοξον, τῶν δογμάτων ἐν σφενδόνῃ, ἐνθεὶς ὡς ἀλλόφυλον, Γολιὰθ κατέβαλες, τοῦ Νεστορίου τὴν θρασεῖαν, γνώμην ὡς πάλαι ὁ θεῖος Δαυΐδ.Τῶν τοῦ Παύλου διδαγμάτων, ὑπάρχων ἀνάπλεως, καὶ τὴν τούτου κατιδών, ὀπτασίαν Πανάριστε, Ἐλισαῖος δεύτερος, ἐναπεφάνθης χρῖσμα θεῖον, ἱερωσύνης χρισθείς μυστικῶς.ΘεοτοκίονΟὐ σύγχυσιν, οὐ φυfρμὸν ἐν τῇ μήτρᾳ ἐδέξατο, τῆς Παρθένου ὁ Θεός, ἐν σαρκὶ προερχόμενος. Ἀλλ' ὃ ἦν μεμένηκε, Θεὸς καὶ ἄνθρωπος ἀτρέπτως, ταῖς ἐνεργείαις δεικνύμενος. Κανών α', ᾨδὴ ς', Προεόρτιος Ἦχος δ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες».Ῥωσθέντες τῇ θείᾳ χάριτι, οἱ θεῖοι τῆς Παρθένου γεννήτορες, ταύτην ὡς ἄμωμον, περιστερὰν εἰς τὰ Ἅγια, ἀνατραφῆναι πόθῳ ἀνατιθέασι.Σοῦ τῆς μελλούσης εἰσδέχεσθαι, τὸ φῶς τὸ ἐκ φωτὸς προερχόμενον, φῶτα ὑφάπτουσαι, κόραι σεμναὶ προπορεύονται, φωτοειδῆ πρὸς θεῖον Ναὸν χορεύουσαι.Τὸ πλῆρες δόξης παλάτιον, τὸ μέγα Προφητῶν περιήχημα, θρόνος ὁ ἅγιος, ἔνδον εἰς Ἅγια τίθεται, τῷ Βασιλεῖ τῶν ὅλων ἑτοιμαζόμενος.Ὑμνῶ σου Κόρη τὴν σύλληψιν, ὑμνῶ σου τὴν ἀπόρρητον γέννησιν, ὑμνῶ τὴν σκέπην σου, βλάβης δι' ἧς πάσης ῥύομαι, ὁ πρὸς τὴν σὴν γαλήνην κατεπειγόμενος. Κανών β', ᾨδὴ ς', τοῦ Ἁγίου Γρηγορίου Ἦχος πλ. δ' Ἱλάσθητί μοι Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ Τῇ νεύσει τῇ πρὸς Θεόν, θεούμενος ἱερώτατε, θεωριῶν μυστικῶν, καὶ θείων ἐλλάμψεων, Προφήτης ὡς ἔνθεος, ὡς Θεοῦ θεράπων, ἠξιώθης θείᾳ χάριτι.Ἡσύχως σου τὴν ζωήν, διατελέσας Γρηγόριε, θορύβων βιωτικῶν, ἐδείχθης ἀνώτερος, παθῶν ὑψηλότερος, καὶ τῆς γῆς ἀπάσης, ξένος τε καὶ παρεπίδημος.Ὡς ἔσοπτρον καθαρόν, τὴν θείαν αἴγλην ἐπλούτησας, ὡς σκεῦος δὲ ἱερόν, ναὸν κατεκόσμησας, τῶν ἄνω Γρηγόριε, καὶ τῶν πρωτοτόκων, Ἐκκλησίαν κατεφαίδρυνας.ΘεοτοκίονΜαρία τὸ καθαρόν, τοῦ Βασιλέως παλάτιον, γενόμενόν με ληστῶν, ἀκάθαρτον σπήλαιον, εὐχαῖς σου καθάρασα, τοῦ ἐκ σοῦ τεχθέντος, ναὸν ἅγιον ἀνάδειξον. Κανών γ', ᾨδὴ ς', τοῦ Ἁγίου Πρόκλου Ἦχος α' Ἐκύκλωσεν ἡμᾶς ΤΟ ΑΚΟΥΤΕ Μεγάλης ἐπιβὰς καθέδρας, Ὅσιε, μεγίστοις κατορθώμασι, κατεκόσμησας αὐτὴν θεοπρεπῶς· ὅθεν συνελθόντες εὐφημοῦμέν σε, Ἀρχιερεῦ μεγαλοφώνως Πρόκλε ἀοίδιμε.Ὡς ἄλλην κιβωτὸν τῇ Ἐκκλησίᾳ Χριστοῦ, τὸ σῶμα τοῦ παμμάκαρος, Χρυσοστόμου ἐναπέδωκας ταῖς σαῖς, Πρόκλε παραινέσεσι καὶ εὔφρανας, τῶν εὐσεβῶν, χοροστασίας τῇ παρουσίᾳ αὐτοῦ.Κυκλώσαντας ὡς θῆρας ἐξεδίωξας, αἱρέσεων τῆς ποίμνης Χριστοῦ, τοὺς προμάχους ἐν τῇ ῥάβδῳ νοητῶς, τῶν σῶν διδαχῶν Πρόκλε μακάριε, πρὸς δὲ νομήν, ὀρθοδοξίας τὴν ποίμνην ἴθυνας.ΘεοτοκίονὩράθης Χερουβὶμ θεοχαρίτωτε, Παρθένε ὑπερέχουσα· τὸν ἐπ' ὤμων γὰρ ὀχούμενον αὐτῶν, Ἄχραντε ἀγκάλαις σου ἐβάστασας· ὅθεν ἀεί, σὲ Θεοτόκε πάντες δοξάζομεν.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ἐκύκλωσεν ἡμᾶς ἐσχάτη ἄβυσσος, οὐκ ἔστιν ὁ ῥυόμενος, ἑλογίσθημεν ὡς πρόβατα σφαγῆς, σῶσον τὸν λαόν σου ὁ Θεὸς ἡμῶν· σὺ γὰρ ἰσχύς, τῶν ἀσθενούντων καὶ ἐπανόρθωσις». Κοντάκιον Προεόρτιον Ἦχος δ' Ἐπεφάνης σήμερον ΤΟ ΑΚΟΥΤΕ Εὐφροσύνης σήμερον, ἡ οἰκουμένη, ἐπληρώθη ἅπασα, ἐν τῇ εὐσήμῳ Ἑορτῇ, τῆς Θεοτόκου κραυγάζουσα· Αὕτη ὑπάρχει, σκηνὴ ἐπουράνιος. Ὁ Οἶκος Ὁ τῶν ἁπάντων Ποιητής, ὁ Πλάστης καὶ Δεσπότης, ἀρρήτῳ εὐσπλαγχνίᾳ καμπτόμενος, καὶ μόνῃ φιλανθρωπίᾳ τῇ αὐτοῦ, ὅν περ ταῖς οἰκείαις κατεσκεύασε χερσίν, ἰδὼν πεσόντα ᾤκτειρε, καὶ ἀναστῆναι τοῦτον εὐδόκησε, πλάσει θειοτέρᾳ, καὶ κενώσει τῇ ἰδίᾳ, ὡς ἀγαθὸς φύσει καὶ ἐλεήμων. Διὸ τὴν Μαριὰμ μεσίτιν λαμβάνει, ὡς παρθένον καὶ ἁγνήν, τοῦ μυστηρίου, ἐκ ταύτης τὸ ἡμῶν φορέσαι ὡς ἠβουλήθη· Αὕτη ὑπάρχει, σκηνὴ ἐπουράνιος. Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν Τῇ Κ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Γρηγορίου τοῦ Δεκαπολίτου.ΣτίχοιΧάραξ κύκλῳ σου, καὶ μετὰ ζωῆς τέλος,Ἡ ζῶσα, Γρηγόριε, τοῦ Θεοῦ χάρις.Εἰκάδι Γρηγόριος κεκλήσκετο εἰς πόλον εὐρύν.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Πρόκλου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως, ὃς ἐχρημάτισε μαθητὴς τοῦ μακαρίου Ἰωάννου τοῦ Χρυσοστόμου, καὶ τοῦ θρόνου διάδοχος.ΣτίχοιἜχει σε, Πρόκλε, ἡ οὐράνιος νύσσα,Χαίροντα ἔνδον καὶ σὲ σὺν Χρυσοστόμῳ.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἀθλήσεως τοῦ Ἁγίου Μάρτυρος Δασίου, τοῦ ἐν Δορυστόλῳ.ΣτίχοιἜμελλε καὶ Δάσιος ἀθλήσας ξίφει,Ἀθλητικὸν στέφανον εὑρεῖν ἐκ ξίφους.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Νιρσᾶ Ἐπισκόπου, καὶ Ἰωσὴφ μαθητοῦ αὐτοῦ, καὶ ἑτέρων σὺν αὐτῷ τελειωθέντων ἐν Περσίδι.ΣτίχοιΘνῄσκουσιν ἄμφω Νιρσᾶς, Ἰωσὴφ ἅμα,Φόνῳ μαχαίρας, ὡς Ἀπόστολος λέγει.Σὺν Ἰωάννῃ καὶ Σαβωρίῳ, λίθοιςἸσάκιον κτείνουσιν οἰκέται λίθων.Τὸν Γεϊθαζὲτ καὶ συνάθλους τρεῖς ἅμα,Λόγχαις κατακτείνουσιν ἐχθροὶ Τριάδος.Θέκλαν, Βαουθᾶν, Δεναχίδα παρθένους.Ἆθλος ξίφους ἔδειξεν ἀθλοπαρθένους.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Εὐσταθίου, Θεσπεσίου καὶ Ἀνατολίου.ΣτίχοιΚάρας τριῶν τέμνουσι νεκρῶν οἱ πλάνοι,Οὐδ' εἰς νεκροὺς δεικνὺντες οἶκτον· ὢ πλάνης.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Θεοκτίστου, ὃς καὶ Πατρίκιος καὶ Εὐνοῦχος ἦν ἐπὶ Θεοδώρας τῆς Αὐγούστης.Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν. Κανών α', ᾨδὴ ζ', Προεόρτιος Ἦχος δ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν Κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ».Φωτοφόρον σε, ὡς ἥλιον εἰσδέχεται, ναὸς ὁ ἅγιος, ἔνδον ἀστράπτουσαν, ἀκτῖνας τοῖς πέρασι, σωτηριώδεις ἁγνή, ὑπεράγιον, ναὸν γενέσθαι μέλλουσαν, τοῦ Υἱοῦ Θεοῦ Παρθένε.Χεῖρας ἅπαντες, κροτήσατε λυτρώσεως, σύμβολα φέρουσαν, τὴν Ἀπειρόγαμον, ὁρῶντες· Ἀγγέλου γάρ, χειρὶ ἐκτρέφεται, τὸν οὐράνιον, ἄρτον ἡμῖν ὡς μέλλουσα, ἀπορρήτως ἀποτίκτειν.Ψυχαὶ ἅπασαι, Δικαίων ὑποχθόνιοι, εὐαγγελίζεσθε, περιστερὰ ἡ χρυσῆ, κατάπαυσιν φέρουσα, κατακλυσμοῦ νοητοῦ, πεφανέρωται, καὶ εἰς Ἁγίων Ἅγια, εὐσεβῶς περιχορεύει.Ὡς ὡραία, τὸν ὡραῖον ἀπεκύησας, τὴν ἀμορφίαν ἡμῶν, προσεπανάγοντα νῦν, εἰς πρώτην ἐμφέρειαν, Κόρη πανάμωμε, ᾧ καὶ ψάλλομεν· Ὁ τῶν Πατέρων Κύριος, καὶ Θεός εὐλογητὸς εἶ. Κανών β', ᾨδὴ ζ', τοῦ Ἁγίου Γρηγορίου Ἦχος πλ. δ' Θεοῦ συγκατάβασιν ΤΟ ΑΚΟΥΤΕ Δακρύων προσχύσεσι, τῆς ἁμαρτίας τὸ πῦρ κατέσβεσας, ἀπαθείας δὲ ὕδωρ, καὶ ἰαμάτων καθαρὰ νάματα, τοῖς μελῳδοῦσι πηγάζει Γρηγόριε· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.Φλογίνῳ ἐν ἅρματι, σεπτῆς ἀγάπης καὶ τελειότητος, ἐπιβὰς πρὸς τὸ ὕψος, ἀνεκομίσθης ἐν ᾧ ἐκέκτησο, τὸ σὸν κραυγάζων θεόφρον πολίτευμα· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.Παθῶν κατεκοίμησας, τὰς τρικυμίας ἀγρύπνοις στάσεσι, κοιμηθεὶς δὲ τὸν ὕπνον, τὸν τοῖς ἁγίοις Πάτερ ἁρμόζοντα, πρὸς φῶς μετῆλθες κραυγάζων Γρηγόριε· Εὐλογητός ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.ΘεοτοκίονΝεκρὸν χρηματίσαντα, τῇ ἁμαρτίᾳ καὶ ἀπολλύμενον, τὴν ζωὴν ἡ τεκοῦσα, ἁγνὴ Παρθένε ζώωσον σῶσον με, καὶ τῆς γεέννης ἐξάρπασον ψάλλοντα· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Κανών γ', ᾨδὴ ζ', τοῦ Ἁγίου Πρόκλου Ἦχος α' Σὲ νοητήν, Θεοτόκε ΤΟ ΑΚΟΥΤΕ Σῶμα καὶ νοῦν, καὶ ψυχὴν ἐκάθηρας, τῇ ἀφαιρέσει τῶν παθῶν, Ἱεράρχα Πρόκλε σοφέ· ὅθεν ἐδογμάτισας, σῶμα καὶ ψυχὴν καὶ νοῦν, τὸν ἐκ Παρθένου τεχθέντα Θεόν, δίχα τροπῆς διὰ τὸ σῶσαι, ἡμᾶς ἀναδεξάμενον.Πῦρ νοητόν, ταῖς φρεσὶν ἀνάψας σου, τὴν φρυγανώδη καὶ σαθράν, Νεστορίου τοῦ δυσσεβοῦς, αἵρεσιν κατέφλεξας· ὅθεν σοῦ δεόμεθα, τὰς φρυγανώδεις ἡμῶν ἡδονάς, ταῖς πρὸς Θεὸν ἱκεσίαις, συμφλέξας ἀποκάθαρον.Σὺ πρὸς Χριστόν, κεκτημένος Ἅγιε, τὴν παρρησίαν τοὺς ἐν γῇ, εὐφημοῦντας μελῳδικῶς, μνήμην σου τὴν ἔνδοξον, πάσης περιστάσεως, ἐκλυτρωθῆναι ἱκέτευε, τόν αἰνετὸν ἀνυμνοῦντας, Θεὸν Πρόκλε θεσπέσιε.ΘεοτοκίονΦέρεις Θεόν, σάρκα περικείμενον, ἐν ταῖς ἀγκάλαις σου Ἁγνή, ὥσπερ θρόνος Χερουβικός, φέροντα τῷ ῥήματι, πάντα τῆς δυνάμεως, ᾧ μελῳδοῦμεν καὶ λέγομεν· ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος. Κανών α', ᾨδὴ η', Προεόρτιος, ἧς ἡ Ἀκροστιχὶς κατὰ Ἀλφάβητον. Ἔχει δὲ ἓν ἕκαστον τῶν τροπαρίων αὐτῆς στοιχεῖα τέσσαρα. Ἦχος δ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Ἄκουε Κόρη Παρθένε ἁγνή, εἰπάτω δὴ ὁ Γαβριήλ, βουλὴν Ὑψίστου ἀρχαίαν ἀληθινήν, γενοῦ πρὸς ὑποδοχὴν ἑτοίμη Θεοῦ· διὰ σοῦ γὰρ ὁ ἀχώρητος βροτοῖς συναναστρέφεται· διὸ καὶ χαίρων βοῶ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον».Ἄκουε σύνες πρεσβῦτα σοφέ, τῷ Ζαχαρίᾳ Ἄννα φησί· Βουλήσει θείᾳ ἣν ἔσχον παῖδα σεμνήν, γενναίᾳ ψυχῇ ὑπόδεξαι. Δι' αὐτῆς γὰρ ἔσται λύτρωσις, καὶ εἰς ναόν τὸν ἅγιον, ἀνάθου ταύτην βοῶν· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.Εὐλογητὸς μόνος Κύριος, ἐβόησεν ὁ ἱερεύς· Ζωῆς εἰσόδους νῦν ὑπεμφαίνεις σαφῶς, ἡμῖν φανερώσας ὅπερ μέλλει οἰκεῖν, θεοχώρητον παλάτιον, Χριστὸς ὁ Βασιλεύς τοῦ παντός· πρὸς ὃν βοᾷ πᾶσα γῆ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.Ἰδοὺ πρεσβῦτα σοφώτατε, ἡ Ἄννα ἔφησεν εὐλαβῶς, Καλλίστην παῖδα, ἣν δέδωκέ μοι Θεός, λαμπρῶς ὑποδέχου καὶ προφήτευε. Μόνην μέλλουσαν εἰς πράγματα, προφέρειν τὰ κηρύγματα, μεθ' ὧν βοᾷς Προφητῶν· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.Νῦν ἔγνων γύναι σαφέστατα, προφρόνως ἔφη ὁ γηραιός· Ξύλον ἐν μέσῳ ὡς ἐκβλαστάνει ναοῦ· Ὅπερ ἐξανθήσει θεῖον ὄντως καρπόν, Παραδείσῳ εἰσοικίζοντα, τούς βρώσει ἐξωσθέντας φθορᾶς, ἀναβοῶντας χαρᾷ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.Ῥητὸν ἀρρήτων μυήσεων, ἡ σὴ ψυχὴ Κόρη σεμνή. Σαφῶς ὑπάρξει ὁ Πρέσβυς ἔφη τρανῶς· Τὸν θεῖον ἰδοὺ Παρθένε οἴκει ναόν· Ὑπ' Ἀγγέλου τρεφομένη γάρ, βουλῆς μεγάλης Ἄγγελον κυήσεις, ᾧ μελῳδῶ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.Φωνὴν σοι ᾄδομεν Κόρη ἁγνή, περιχαρῶς τοῦ Γαβριήλ. Χαῖρε τῆς πάντων αἰτία μόνη χαρᾶς. Ψυχῶν χαῖρε καθαρτήριον· Ὡς κυήσασα τὴν κάθαρσιν, ἡμῶν καὶ ἀπολύτρωσιν, τῶν μελῳδούντων αὐτῷ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. Κανών β', ᾨδὴ η', τοῦ Ἁγίου Γρηγορίου Ἦχος πλ. δ' Ἑπταπλασίως κάμινον ΤΟ ΑΚΟΥΤΕ Ταῖς πρὸς Θεὸν δεήσεσιν, ἐπιμόνως χρησάμενος, εἴληφας Παμμάκαρ, τὸ πιστῶς αἰτούμενον· νυκτὸς γὰρ καθεύδοντι, ἐπιφανεὶς σοι Ἄγγελος, μάχαιραν φλογίνην, ἐπιδίδωσι πάθη, ἐκτέμνουσαν καρδίας, καὶ πυρὶ σε ἀὔλῳ, καθαίρουσαν καὶ δόξῃ, φωτίζουσαν ἀρρήτως.Ὁλολαμπής, ὡς ἥλιος, νοητῶς ἀνατέταλκας, φέγγει ἀρετῶν, περιφανῶς Γρηγόριε, θαυμάτων τε λάμψεσι, περιαυγάζων πᾶσαν τὴν γῆν, καὶ φωταγωγῶν, τοὺς εὐσεβῶς μελῳδοῦντας· οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.Ἀγγελικῆς ἀκήκοας, ὑμνῳδίας Γρηγόριε, ἔτι ἐνδημῶν, ἐν τῷ θνητῷ σου σώματι, ὑφ' ἧς τὰς αἰσθήσεις σου, τὰς τῆς ψυχῆς σαφῶς ἡδυνθείς, καὶ θεοειδὴς καὶ φωταυγής ἐγνωρίσθης, κραυγάζων· Τὸν Δεσπότην, ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.ΘεοτοκίονἩ τὸν Κριτὴν καὶ Κύριον, ὑπὲρ λόγον κυήσασα, τοῦτον ὡς Υἱόν σου, Παναγία αἴτησαι, ἐν ὥρᾳ τὴς κρίσεως, τῆς καταδίκης καὶ τοῦ πυρός, σκότους ἀφεγγοῦς, καὶ τοῦ βρυγμοῦ τῶν ὀδόντων, λυτρώσασθαι τοὺς πίστει, εὐσεβῶς μελῳδοῦντας· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας. Κανών γ', ᾨδὴ η', τοῦ Ἁγίου Πρόκλου Ἦχος α' Ἐν καμίνῳ παῖδες, Ἰσραὴλ ΤΟ ΑΚΟΥΤΕ Ὡς χωνείᾳ τῇ φωτολαμπεῖ, Πανένδοξε ἁγνείᾳ, τὰ πάθη τὰ τῆς σαρκός, ἀποκαθάρας ὡς χρυσός, τοῖς πᾶσιν ἐξήστραψας ἀναμέλπων· Πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.Ὡς ὀργάνῳ Μάκαρ τῆς σεπτῆς, σοῦ γλώττης θελγομένη, τῷ φθόγγῳ ἡ Ἐκκλησία, τοῦ Θεοῦ τὴν ἐπὶ γῆς, σωτήριον κάθοδον ἀναμέλπει, πᾶσι φωνοῦσα τρανῶς καὶ ἐκβοῶσα· Σὲ ὑπερυψοῦμεν, Χριστὲ εἰς τοὺς αἰῶνας.Λύρα θεία ὤφθης ἀληθῶς, τὸν φθόγγον ἐνηχοῦσα, τοῖς πίστει προσδεχομένοις, τοῦ Θεοῦ τὴν πρὸς ἡμᾶς, σωτήριον σάρκωσιν, θεῖε Πρόκλε, Πάτερ Παμμάκαρ, καὶ τήν τοῦ Νεστορίου, δυσσεβῆ ματαίαν, φωνὴν ἀποσοβοῦσα.ΘεοτοκίονΣυντηρήσας σήμαντρα τῆς σῆς, Παρθένε παρθενίας, ἀλώβητα ὁ Δεσπότης, προελήλυθε Χριστός, ἐκ σοῦ ὑπὲρ ἔννοιαν εἰς τὸ σῶσαι, τοὺς βοῶντας· Τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ἐν καμίνῳ παῖδες Ἰσραήλ, ὡς ἐν χωνευτηρίῳ τῷ κάλλει τῆς εὐσεβείας, καθαρώτερον χρυσοῦ, ἀπέστιλβον λέγοντες· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας». Κανών α', ᾨδὴ θ', Προεόρτιος, Ἧς ἡ Ἀκροστιχίς, Ἰωσὴφ Ἦχος δ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Ἅπας γηγενής, σκιρτάτω τῷ Πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, αὔλων νόων φύσις γεραίρουσα, τὴν ἱερὰν πανήγυριν τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις παμμακάριστε, Θεοτόκε Ἁγνὴ ἀειπάρθενε».Ἴδε τοῦ Θεοῦ, τὸ ὄρος τὸ ἅγιον, μετὰ λαμπάδων φαιδρῶν, ἔνδον εἰς τὰ Ἅγια, βαδίζει λίθος ἐξ οὗ τμηθήσεται, καί τους βωμοὺς καὶ ξόανα, δαιμονικὰ λεπτυνεῖ, τοὺς βροτοὺς δέ, ἑαυτοῦ ἐργάσεται, καὶ ναοὺς καὶ σεπτὰ καταγώγια.Ὤμοσε Θεός, καὶ νῦν ἐκπεπλήρωκε, φυλῆς Ἰούδα ἡμῖν, δοὺς τὴν ἀειπάρθενον, ἧς ἡ κοιλία ξύλον βλαστήσει ζωῆς, θανατηφόρου βρώσεως, ἀπολυτρούμενον, τοὺς τῇ πτώσει ταύτης ὑποκύψαντας, καὶ κλαπέντας ἀπάτῃ τοῦ ὄφεως.Στόματι λαμπρῷ, ἡ Ἄννα ἐβόησεν, ἐν τῷ ναῷ τοῦ Θεοῦ· Σοὶ προσανατίθημι, ἣν μοι παρέσχου παῖδα ὦ Δέσποτα, ἐξ ἧς δι' οἶκτον ἄφατον, σωματοφόρος ὀφθείς, διασώσεις, κόσμον ὅν περ ἔπλασας, μεγαλύνων αὐτὴν ὡς μητέρα σου.Ηὔγασεν ἰδού, ἡμέρα σωτήριος, τοῖς ἐν νυκτὶ τῶν δεινῶν, πύλη ἐπουράνιος, ναοῦ τὰς πύλας ἀναπετάσασα, μετὰ λαμπάδων πρόεισιν, ἔνδον εἰς Ἅγια, ὑφ' ἁγίας, τρέφεσθαι δυνάμεως, εἰς ἁγίαν Θεοῦ κατασκήνωσιν.Φώτισον Ἁγνή, ψυχῆς μου τὰ ὄμματα, φῶς ἡ κυήσασα, ὅπως μὴ ἐπέλθῃ μοι, τῆς ἁμαρτίας σκότος βαθύτατον, μηδὲ βυθὸς καλύψῃ με τῆς ἀπογνώσεως· ἀλλ' αὐτὴ με, σῶσον καὶ κυβέρνησον, πρὸς λιμένα τοῦ θείου θελήματος. Κανών β', ᾨδὴ θ', τοῦ Ἁγίου Γρηγορίου Ἦχος πλ. δ' Ἔφριξε πᾶσα ἀκοὴ ΤΟ ΑΚΟΥΤΕ Ἱδρῶσι τοῖς ἀσκητικοῖς, ἁμαρτίας ἐναπέσβεσας ἄνθρακας, καὶ οὐρανόθεν σαφῶς, πυρὸς ἐν εἴδει χάριν εἰσδέδεξαι, οὐ καταφλέγουσαν Σοφέ, μᾶλλον δὲ δροσίζουσαν, καὶ ἐν ἰσχὺϊ σε, δυνατὸν κατὰ παθῶν ἀποφαίνουσαν.Ὡς ῥόδον ταῖς ἀσκητικαῖς, Πάτερ ἤνθησας κοιλάσι Γρηγόριε, ὡς κρίνον εὔοσμον· διὸ πηγάζει μύρον ἡδύπνοον, τὰ σὰ ὀστέα δαψιλῶς· ὀσμῆς ζωῆς πλήρεις γάρ, αἱ σιαγόνες σου, ὡς φιάλαι ἀρωμάτων ἐδείχθησαν.Σήμερον δῆμος σὺν ἡμῖν, Ἀσκητῶν τε καὶ Ὁσίων εὐφραίνεται, Πατριαρχῶν Προφητῶν, ἐπὶ τῇ μνήμῃ τῇ σῇ Γρηγόριε, συνεορτάζουσιν ἡμῖν, Ἀπόστολοι Μάρτυρες, μεθ' ὧν μνημόνευε, τῶν τιμώντων σε πιστῶς ἀξιάγαστε.Ἡ θήκη ἔνθα τὸ σεπτόν, καὶ πολύαθλον σου σῶμα κατάκειται, θαυμάτων χάριν ἡμῖν, ἀναπηγάζει Πάτερ Γρηγόριε, καθαγιάζουσα ἡμῶν, ψυχὰς καὶ τὰ σώματα, τῶν πλουτησάντων σε, καὶ προστάτην καὶ θερμὸν ἀντιλήπτορα.ΘεοτοκίονΦωνὴν σοι τὴν τοῦ Γαβριήλ, οἱ πιστοὶ περιχαρῶς προσφθεγγόμεθα· Χαῖρε Παράδεισε, ζωῆς τὸ ξύλον ἀναβλαστήσασα· Χαῖρε ἡ λύσις τῆς ἀρᾶς, Μαρτύρων στεφάνωμα, Ὁσίων καύχημα, καὶ ἀνθρώπων εὐσεβῶν τὸ κραταίωμα. Κανών γ', ᾨδὴ θ', τοῦ Ἁγίου Πρόκλου Ἦχος α' Τύπον τῆς ἁγνῆς ΤΟ ΑΚΟΥΤΕ Τύπους καὶ σκιὰς παρέδραμες, καὶ τὴν ἀλήθειαν Χριστὸν κατενόησας, ἀναγεννηθείς, διὰ λουτροῦ τοῦ Βαπτίσματος, Ἱερεύς τε χρισθεὶς ἱερώτατος· ὅθεν καὶ Θεοτόκον, τὴν τοῦτον τέξασαν ἐκήρυξας.Τρόπους ἱεροὺς καὶ δόγματα, τοῦ Χρυσοστόμου μάκαρ ἐνστερνισάμενος, ζῆλον τε αὐτοῦ, τὸν ἱερὸν τὸν τῆς πίστεως, ἐξηρεύξω δογμάτων σου πέλαγος, αἱρέσεως χειμάρρους, ἀποξηραίνοντας ἐν χάριτι.Στῆσον ἱεραῖς πρεσβείαις σου, τὸ καθ' ἡμῶν κλυδώνιον ἐγειρόμενον, καὶ ἀπέλασον, τὸν πειρασμὸν καὶ σκοτόμαιναν, καὶ ἀνθρώπων παντοίων τὴν κάκωσιν, ὡς ἔχων παρρησίαν, πρὸς τὸν Σωτῆρα καὶ Θεὸν ἤμών.ΘεοτοκίονὪ τῶν ὑπὲρ νοῦν θαυμάτων σου! τὸν τοῦ Θεοῦ γὰρ Λόγον σάρκα γενόμενον, μόνη τέτοκας, ὑπερφυῶς Μητροπάρθενε, τὸν τὰ σύμπαντα θείῳ βουλήματι, σοφῶς διακρατοῦντα, καὶ κυβερνῶντα καὶ συνέχοντα.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Τύπον τῆς ἁγνῆς λοχείας σου, πυρπολουμένη βάτος ἔδειξεν ἄφλεκτος, καὶ νῦν καθ' ἡμῶν, τῶν πειρασμῶν ἀγριαίνουσαν, κατασβέσαι αἰτοῦμεν τὴν κάμινον, ἵνα σε Θεοτόκε, ἀκαπαύστως μεγαλύνωμεν». Ἐξαποστειλάριον τοῦ Ἁγίου Γρηγορίου Ἦχος β' Τῶν Μαθητῶν ὁρώντων σε ΤΟ ΑΚΟΥΤΕ Τὴν σάρκα καθυπέταξας τῷ νοΐ σου, καὶ ἤσκησας θεόφρον μεγαλοφρόνως· ὅθεν καὶ μετάρσιος γενόμενος, ἀντανακλάσεις ἔλαβες, ἐν οὐρανοῖς μετ' Ἀγγέλων, αἰνεῖν τὸν πάντων Σωτῆρα. Ἐξαποστειλάριον τοῦ Ἁγίου Πρόκλου Ἦχος β' Τοῖς Μαθηταῖς συνέλθωμεν ΤΟ ΑΚΟΥΤΕ Ὡς ἀρετῶν ὁμότροπος, τοῦ σοφοῦ Χρυσοστόμου, καὶ τοῦ ἐκείνου γέγονας, θρόνου ἔνδοξε Πρόκλε, διάδοχος θεοκήρυξ· καθελὼν Νεστορίου, τοῦ δυσσεβοῦς τὴν αἵρεσιν, Θεοτόκον κυρίως καὶ ἀληθῶς, τὴν Ἁγνὴν ἐκήρυξας καὶ Παρθένον, μεθ' ἧς ὑπὲρ τῆς Ποίμνης σου, τὸν Χριστὸν ἐκδυσώπει. Προεόρτιον Ἦχος β' Τοῖς Μαθηταῖς συνέλθωμεν ΤΟ ΑΚΟΥΤΕ Θεοῦ σοφίας τέμενος, καὶ ὑπέρτερον θρόνον, τῶν Χερουβὶμ ὑπάρχουσαν, τὴν ἁγνὴν Θεοτόκον, εὐτρέπισον Ζαχαρία, τοῦ ναοῦ τάς εἰσόδους, τὰ τῶν Ἁγίων Ἅγια, ὑποδέξασθαι ταύτην, καὶ σὺν ἡμῖν, ᾄδε προεόρτιον τῇ Παρθένῳ, ἐξ ἧς Χριστὸς ὁ Κύριος, σαρκωθεὶς κόσμον σῴζει. Εἰς τὸν Στίχον, τῶν Αἴνων.Στιχηρὰ ΠροσόμοιαἮχος α'Τῶν οὐρανίων ταγμάτων ΤΟ ΑΚΟΥΤΕΔεῦτε πιστοὶ συνελθόντες, ᾠδαῖς τιμήσωμεν, τὴν ἐκ μητρὸς ἀγόνου, παραδόξως τεχθεῖσαν, Θεόνυμφον Μητέρα, τοῦ Ποιητοῦ, καὶ σὺν παρθένοις λαμπάσι τε, προσυπαντήσωμεν ταύτῃ ἐν τῷ Ναῷ, εἰσιούσῃ εἰς τὰ Ἅγια.Στίχ. Ἀπενεχθήσονται τῷ Βασιλεῖ παρθένοι ὁπίσω αὐτῆς, αἱ πλησίον αὐτῆς ἀπενεχθήσονταί σοι.Καθάπερ ἄνθη ποικίλα, περιδρεψάμενοι, ἐκ νοητῶν λειμώνων, τῶν τοῦ Πνεύματος λόγων, ἐπαίνων τοὺς στεφάνους χαρμονικῶς, τῇ Παρθένῳ συμπλέξωμεν, καὶ προεόρτιον τούτους δῶρον αὐτῇ, ἐπαξίως προσκομίσωμεν.Στίχ. Ἀπενεχθήσονται ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει ἀχθήσονται εἰς ναὸν βασιλέως.Εὐτρεπιζέσθωσαν πύλαι, καὶ ἀνοιγέσθωσαν, αἱ τοῦ Ναοῦ Κυρίου, καὶ τὸν οἶκον τῆς δόξης, καὶ μόνην ὑπερτέραν τῶν οὐρανῶν, ὑπὲρ νοῦν χρηματίσασαν, ὑποδεχέσθωσαν χαίρουσαι καὶ Χριστόν, τὸν Σωτῆρα ἀνυμνείτωσαν. Θεοτοκίον Ἦχος α' Γεωργίου Νικομηδείας Ἀγαλλιάσθω σήμερον, ὁ οὐρανὸς ἄνωθεν, καὶ αἱ νεφέλαι εὐφροσύνην ῥανάτωσαν, ἐπὶ τὰ λίαν παράδοξα, μεγαλεῖα τοῦ Θεοῦ ἡμῶν· Ἰδοὺ γὰρ ἡ πύλη, ἡ κατὰ Ἀνατολάς βλέπουσα, ἀποκυηθεῖσα ἐκ στείρας ἀκάρπου, ἐξ ἐπαγγελίας, καὶ τῷ Θεῷ ἀφιερωθεῖσα εἰς κατοίκησιν, σήμερον ἐν τῷ Ναῷ, ὡς ἄμωμος προσφορὰ προσάγεται· Ἀγαλλιάσθω ὁ Δαυῒδ κρούων τὴν κινύραν· Ἀπενεχθήσονται φησὶ τῷ Βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς, αἱ πλησίον αὐτῆς ἀπενεχθήσονται, ἔσω ἐν τῇ σκηνῇ τοῦ Θεοῦ, ἔνδον τοῦ ἱλαστηρίου αὐτοῦ, ἀνατραφῆναι εἰς κατοίκησιν, τοῦ πρὸ αἰώνων ἐκ Πατρὸς ἀρρεύστως γεννηθέντος, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
ΤΑ ΛΟΙΠΑ
t00 ΤΡΙΩΔΙΟΝ Τῼ ΑΓΙῼ ΚΑΙ ΜΕΓΑΛῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ Στιχηρὰ Ἀναστάσιμα Ἦχος α' Τὰς ἑσπερινὰς ἡμῶν εὐχάς, πρόσδεξαι ἅγιε Κύριε καὶ παράσχου ἡμῖν, ἄφεσιν ἁμαρτιῶν, ὅτι μόνος εἶ ὁ δείξας, ἐν Κόσμῳ τὴν Ἀνάστασιν. Ἦχος α' Κυκλώσατε λαοὶ Σιών, καὶ περιλάβετε αὐτήν, καὶ δότε δόξαν ἐν αὐτῇ, τῷ ἀναστάντι ἐκ νεκρῶν, ὅτι αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν, ὁ λυτρωσάμενος ἡμᾶς, ἐκ τῶν ἀνομιῶν ἡμῶν. Ἦχος α' Δεῦτε λαοὶ ὑμνήσωμεν, καὶ προσκυνήσωμεν Χριστόν, δοξάζοντες αὐτοῦ τὴν ἐκ νεκρῶν Ἀνάστασιν, ὅτι αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν, ὁ ἐκ τῆς πλάνης τοῦ ἐχθροῦ, τόν Κόσμον λυτρωσάμενος. Ἦχος α' Τῶ Πάθει σου Χριστέ, παθῶν ἠλευθερώθημεν, καὶ τῇ Ἀναστάσει σου, ἐκ φθορᾶς ἐλυτρώθημεν. Κύριε δόξα σοι. Στιχηρὰ Ἰδιόμελα Ἦχος πλ. δ' Σήμερον ὁ ᾍδης στένων βοᾷ· Συνέφερέ μοι, εἰ τὸν ἐκ Μαρίας γεννηθέντα, μὴ ὑπεδεξάμην· ἐλθὼν γὰρ ἐπ' ἐμέ, τὸ κράτος μου ἔλυσε, πύλας χαλκᾶς συνέτριψε, ψυχάς ἃς κατεῖχον τὸ πρίν, Θεὸς ὢν ἀνέστησε. Δόξα Κύριε τῷ Σταυρῷ σου, καὶ τῇ Ἀναστάσει σου. Ἦχος πλ. δ' Σήμερον ὁ ᾍδης στένων βοᾷ· Συνέφερέ μοι, εἰ τὸν ἐκ Μαρίας γεννηθέντα, μὴ ὑπεδεξάμην· ἐλθὼν γὰρ ἐπ' ἐμέ, τὸ κράτος μου ἔλυσε, πύλας χαλκᾶς συνέτριψε, ψυχάς ἃς κατεῖχον τὸ πρίν, Θεὸς ὢν ἀνέστησε. Δόξα Κύριε τῷ Σταυρῷ σου, καὶ τῇ Ἀναστάσει σου. Ἦχος πλ. δ' Σήμερον ὁ ᾍδης στένων βοᾷ· Κατελύθη μου ἡ ἐξουσία· ἐδεξάμην θνητόν, ὥσπερ ἕνα τῶν θανέντων, τοῦτον δὲ κατέχειν ὅλως οὐκ ἰσχύω, ἀλλ' ἀπολῶ μετὰ τούτου, ὧν ἐβασίλευον· ἐγὼ εἶχον τοὺς νεκροὺς ἀπ' αἰῶνας, ἀλλὰ οὗτος ἰδοὺ πάντας ἐγείρει. Δόξα Κύριε τῷ Σταυρῷ σου, καὶ τῇ Ἀναστάσει σου. Ἦχος πλ. δ' Σήμερον ὁ ᾍδης στένων βοᾷ· Κατεπόθη μου τὸ κράτος, ὁ Ποιμὴν ἐσταυρώθη, καὶ τὸν Ἀδὰμ ἀνέστησεν· ὧν περ ἐβασίλευον ἐστέρημαι, καὶ οὓς κατέπιον ἰσχύσας, πάντας ἐξήμεσα, ἐκένωσε τοὺς τάφους ὁ σταυρωθείς, οὐκ ἰσχύει τοῦ θανάτου τὸ κράτος. Δόξα Κύριε τῷ Σταυρῷ σου, καὶ τῇ Ἀναστάσει σου. Δόξα... Ἦχος πλ. β' Τὴν σήμερον μυστικῶς, ὁ μέγας Μωϋσῆς προδιετυποῦτο λέγων· Καὶ εὐλόγησεν ὁ Θεός, τὴν ἡμέραν τὴν ἑβδόμην· τοῦτο γάρ ἐστι τὸ εὐλογημένον Σάββατον· αὕτη ἐστίν ἡ τῆς καταπαύσεως ἡμέρα, ἐν ᾗ κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, ὁ Μονογενὴς Υἱὸς τοῦ Θεοῦ, διὰ τῆς κατὰ τὸν θάνατον οἰκονομίας, τῇ σαρκὶ σαββατίσας, καὶ εἰς ὃ ἦν, πάλιν ἐπανελθών, διὰ τῆς Ἀναστάσεως, ἐδωρήσατο ἡμῖν ζωὴν τὴν αἰώνιον, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος. Καὶ νῦν... Ἦχος α' Τὴν παγκόσμιον δόξαν, τὴν ἐξ ἀνθρώπων σπαρεῖσαν, καὶ τὸν Δεσπότην τεκοῦσαν, τὴν ἐπουράνιον πύλην, ὑμνήσωμεν Μαρίαν τὴν Παρθένον, τῶν Ἀσωμάτων τὸ ᾆσμα, καὶ τῶν πιστῶν τὸ ἐγκαλλώπισμα· αὕτη γὰρ ἀνεδείχθη, οὐρανὸς καὶ ναὸς τῆς Θεότητος, αὕτη τὸ μεσότοιχον τῆς ἔχθρας καθελοῦσα, εἰρήνην ἀντεισῆξε, καὶ τὸ βασίλειον ἠνέῳξε. Ταύτην οὖν κατέχοντες τῆς Πίστεως τὴν ἄγκυραν, ὑπέρμαχον ἔχομεν τὸν ἐξ αὐτῆς τεχθέντα Κύριον. Θαρσείτω τοίνυν, θαρσείτω λαὸς τοῦ Θεοῦ· καὶ γὰρ αὐτός πολεμήσει, τοὺς ἐχθροὺς ὡς παντοδύναμος. Ἀνάγνωσμα Α'Γενέσεως τὸ Ἀνάγνωσμα(Κεφ. Α', 113) Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος, καὶ σκότος ἐπάνω τῆς ἀβύσσου, καὶ πνεῦμα θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος. καὶ εἶπεν ὁ Θεός Γενηθήτω φῶς. καὶ ἐγένετο φῶς. καὶ εἶδεν ὁ Θεὸς τὸ φῶς ὅτι καλόν. καὶ διεχώρισεν ὁ Θεὸς ἀνὰ μέσον τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους. καὶ ἐκάλεσεν ὁ Θεὸς τὸ φῶς ἡμέραν καὶ τὸ σκότος ἐκάλεσεν νύκτα. καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωί, ἡμέρα μία. Καὶ εἶπεν ὁ Θεός Γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος καὶ ἔστω διαχωρίζον ἀνὰ μέσον ὕδατος καὶ ὕδατος. καὶ ἐγένετο οὕτως. καὶ ἐποίησεν ὁ Θεὸς τὸ στερέωμα, καὶ διεχώρισεν ὁ Θεὸς ἀνὰ μέσον τοῦ ὕδατος, ὃ ἦν ὑποκάτω τοῦ στερεώματος, καὶ ἀνὰ μέσον τοῦ ὕδατος τοῦ ἐπάνω τοῦ στερεώματος. καὶ ἐκάλεσεν ὁ Θεὸς τὸ στερέωμα οὐρανόν. καὶ εἶδεν ὁ Θεὸς ὅτι καλόν. καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωί, ἡμέρα δευτέρα. Καὶ εἶπεν ὁ Θεός Συναχθήτω τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν, καὶ ὀφθήτω ἡ ξηρά. καὶ ἐγένετο οὕτως. καὶ συνήχθη τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς τὰς συναγωγὰς αὐτῶν, καὶ ὤφθη ἡ ξηρά. καὶ ἐκάλεσεν ὁ Θεὸς τὴν ξηρὰν γῆν καὶ τὰ συστήματα τῶν ὑδάτων ἐκάλεσεν θαλάσσας. καὶ εἶδεν ὁ Θεὸς ὅτι καλόν. καὶ εἶπεν ὁ Θεός Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ’ ὁμοιότητα, καὶ ξύλον κάρπιμον ποιοῦν καρπόν, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ κατὰ γένος ἐπὶ τῆς γῆς. καὶ ἐγένετο οὕτως. καὶ ἐξήνεγκεν ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ’ ὁμοιότητα, καὶ ξύλον κάρπιμον ποιοῦν καρπόν, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ κατὰ γένος ἐπὶ τῆς γῆς. καὶ εἶδεν ὁ Θεὸς ὅτι καλόν. καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωί, ἡμέρα τρίτη. Ἀνάγνωσμα Β'Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα(Κεφ. Ξ', 116) ΦΩΤΙΖΟΥ φωτίζου ῾Ιερουσαλήμ, ἥκει γάρ σου τὸ φῶς, καὶ ἡ δόξα Κυρίου ἐπὶ σὲ ἀνατέταλκεν. ἰδοὺ σκότος καλύψει γῆν ὡς γνόφος ἐπ᾿ ἔθνη· ἐπὶ δὲ σὲ φανήσεται Κύριος, καὶ ἡ δόξα αὐτοῦ ἐπὶ σὲ ὀφθήσεται. καὶ πορεύσονται βασιλεῖς τῷ φωτί σου καὶ ἔθνη τῇ λαμπρότητί σου. ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου καὶ ἰδὲ συνηγμένα τὰ τέκνα σου· ἰδοὺ ἥκασι πάντες οἱ υἱοί σου μακρόθεν, καὶ αἱ θυγατέρες σου ἐπ᾿ ὤμων ἀρθήσονται. τότε ὄψῃ καὶ φοβηθήσῃ καὶ ἐκστήσῃ τῇ καρδίᾳ, ὅτι μεταβαλεῖ εἰς σὲ πλοῦτος θαλάσσης καὶ ἐθνῶν καὶ λαῶν. καὶ ἥξουσί σοι ἀγέλαι καμήλων, καὶ καλύψουσί σε κάμηλοι Μαδιὰμ καὶ Γαιφά· πάντες ἐκ Σαβὰ ἥξουσι φέροντες χρυσίον καὶ λίβανον οἴσουσι καὶ λίθον τίμιον καὶ τὸ σωτήριον Κυρίου εὐαγγελιοῦνται. καὶ πάντα τὰ πρόβατα Κηδὰρ συναχθήσονταί σοι καὶ κριοὶ Ναβαιὼθ ἥξουσί σοι, καὶ ἀνενεχθήσεται δεκτὰ ἐπὶ τὸ θυσιαστήριόν μου, καὶ ὁ οἶκος τῆς προσευχῆς μου δοξασθήσεται. τίνες οἵδε ὡς νεφέλαι πέτανται καὶ ὡσεὶ περιστεραὶ σὺν νεοσσοῖς; ἐμὲ αἱ νῆσοι ὑπέμειναν καὶ πλοῖα Θαρσὶς ἐν πρώτοις, ἀγαγεῖν τὰ τέκνα σου μακρόθεν καὶ τὸν ἄργυρον καὶ τὸν χρυσὸν αὐτῶν μετ᾿ αὐτῶν διὰ τὸ ὄνομα Κυρίου τὸ ἅγιον καὶ διὰ τὸ τὸν ἅγιον τοῦ ᾿Ισραὴλ ἔνδοξον εἶναι. καὶ οἰκοδομήσουσιν ἀλλογενεῖς τὰ τείχη σου, καὶ οἱ βασιλεῖς αὐτῶν παραστήσονταί σοι· διὰ γὰρ ὀργήν μου ἐπάταξά σε καὶ διὰ ἔλεον ἠγάπησά σε. καὶ ἀνοιχθήσονται αἱ πύλαι σου διαπαντός, ἡμέρας καὶ νυκτὸς οὐ κλεισθήσονται, εἰσαγαγεῖν πρὸς σὲ δύναμιν ἐθνῶν καὶ βασιλεῖς αὐτῶν ἀγομένους. τὰ γὰρ ἔθνη καὶ οἱ βασιλεῖς, οἵτινες οὐ δουλεύσουσί σοι, ἀπολοῦνται καὶ τὰ ἔθνη ἐρημίᾳ ἐρημωθήσεται. καὶ ἡ δόξα τοῦ Λιβάνου πρὸς σὲ ἥξει ἐν κυπαρίσσῳ καὶ πεύκῃ καὶ κέδρῳ ἅμα, δοξάσαι τὸν τόπον τὸν ἅγιόν μου καὶ τὸν τόπον τῶν ποδῶν μου δοξάσω. καὶ πορεύσονται πρός σε δεδοικότες υἱοὶ τῶν ταπεινωσάντων σε καὶ παροξυνάντων σε, καὶ κληθήσῃ Πόλις Κυρίου Σιὼν ἁγίου ᾿Ισραήλ. διὰ τὸ γεγενῆσθαί σε ἐγκαταλελειμμένην καὶ μεμισημένην, καὶ οὐκ ἦν ὁ βοηθῶν, καὶ θήσω σε ἀγαλλίαμα αἰώνιον, εὐφροσύνην γενεῶν γενεαῖς. καὶ θηλάσεις γάλα ἐθνῶν καὶ πλοῦτον βασιλέων φάγεσαι· καὶ γνώσῃ, ὅτι ἐγὼ Κύριος ὁ σῴζων σε καὶ ἐξαιρούμενός σε ὁ Θεὸς ᾿Ισραήλ. Ἀνάγνωσμα Γ'Τῆς Ἐξόδου τὸ' Ἀνάγνωσμα(Κεφ. ΙΒ' 111) ΕΙΠΕ δὲ Κύριος πρὸς Μωυσῆν καὶ ᾿Ααρὼν ἐν γῇ Αἰγύπτου λέγων. ὁ μὴν οὗτος ὑμῖν ἀρχὴ μηνῶν, πρῶτός ἐστιν ὑμῖν ἐν τοῖς μησὶ τοῦ ἐνιαυτοῦ. λάλησον πρὸς πᾶσαν συναγωγὴν υἱῶν ᾿Ισραὴλ λέγων· τῇ δεκάτῃ τοῦ μηνὸς τούτου λαβέτωσαν ἕκαστος πρόβατον κατ᾿ οἴκους πατριῶν, ἕκαστος πρόβατον κατ᾿ οἰκίαν. ἐὰν δὲ ὀλιγοστοὶ ὦσιν ἐν τῇ οἰκίᾳ, ὥστε μὴ εἶναι ἱκανοὺς εἰς πρόβατον, συλλήψεται μεθ᾿ ἑαυτοῦ τὸν γείτονα τὸν πλησίον αὐτοῦ κατὰ ἀριθμὸν ψυχῶν· ἕκαστος τὸ ἀρκοῦν αὐτῷ συναριθμήσεται εἰς πρόβατον. πρόβατον τέλειον, ἄρσεν, ἐνιαύσιον ἔσται ὑμῖν· ἀπὸ τῶν ἀρνῶν καὶ τῶν ἐρίφων λήψεσθε. καὶ ἔσται ὑμῖν διατετηρημένον ἕως τῆς τεσσαρεσκαιδεκάτης τοῦ μηνὸς τούτου, καὶ σφάξουσιν αὐτὸ πᾶν τὸ πλῆθος συναγωγῆς υἱῶν ᾿Ισραὴλ πρὸς ἑσπέραν. καὶ λήψονται ἀπὸ τοῦ αἵματος καὶ θήσουσιν ἐπὶ τῶν δύο σταθμῶν καὶ ἐπὶ τὴν φλιὰν ἐν τοῖς οἴκοις, ἐν οἷς ἐὰν φάγωσιν αὐτὰ ἐν αὐτοῖς, καὶ φάγονται τὰ κρέα τῇ νυκτὶ ταύτῃ· ὀπτὰ πυρὶ καὶ ἄζυμα ἐπὶ πικρίδων ἔδονται. οὐκ ἔδεσθε ἀπ᾿ αὐτῶν ὠμὸν οὐδὲ ἡψημένον ἐν ὕδατι, ἀλλ᾿ ἢ ὀπτὰ πυρί, κεφαλὴν σὺν τοῖς ποσὶ καὶ τοῖς ἐνδοσθίοις. οὐκ ἀπολείψετε ἀπ᾿ αὐτοῦ ἕως πρωΐ καὶ ὀστοῦν οὐ συντρίψετε ἀπ᾿ αὐτοῦ· τὰ δὲ καταλειπόμενα ἀπ᾿ αὐτοῦ ἕως πρωΐ ἐν πυρὶ κατακαύσετε. οὕτω δὲ φάγεσθε αὐτό· αἱ ὀσφύες ὑμῶν περιεζωσμέναι, καὶ τὰ ὑποδήματα ἐν τοῖς ποσὶν ὑμῶν, καὶ αἱ βακτηρίαι ἐν ταῖς χερσὶν ὑμῶν· καὶ ἔδεσθε αὐτὸ μετὰ σπουδῆς· πάσχα ἐστὶ Κυρίῳ. Ἀνάγνωσμα Δ'Προφητείας Ἰωνᾶ τὸ Ἀνάγνωσμα(Κεφ. Α' Δ') ΚΑΙ ἐγένετο λόγος Κυρίου πρὸς ᾿Ιωνᾶν τὸν τοῦ ᾿Αμαθὶ λέγων· ἀνάστηθι καὶ πορεύθητι εἰς Νινευὴ τὴν πόλιν τὴν μεγάλην καὶ κήρυξον ἐν αὐτῇ, ὅτι ἀνέβη ἡ κραυγὴ τῆς κακίας αὐτῆς πρός με. καὶ ἀνέστη ᾿Ιωνᾶς τοῦ φυγεῖν εἰς Θαρσὶς ἐκ προσώπου Κυρίου καὶ κατέβη εἰς ᾿Ιόππην καὶ εὗρε πλοῖον βαδίζον εἰς Θαρσὶς καὶ ἔδωκε τὸν ναῦλον αὐτοῦ καὶ ἐνέβη εἰς αὐτὸ τοῦ πλεῦσαι μετ᾿ αὐτῶν εἰς Θαρσὶς ἐκ προσώπου Κυρίου. καὶ Κύριος ἐξήγειρε πνεῦμα μέγα εἰς τὴν θάλασσαν, καὶ ἐγένετο κλύδων μέγας ἐν τῇ θαλάσσῃ, καὶ τὸ πλοῖον ἐκινδύνευε τοῦ συντριβῆναι. καὶ ἐφοβήθησαν οἱ ναυτικοὶ καὶ ἀνεβόησαν ἕκαστος πρὸς τὸ θεὸν αὐτοῦ καὶ ἐκβολὴν ἐποιήσαντο τῶν σκευῶν τῶν ἐν τῷ πλοίῳ εἰς τὴν θάλασσαν τοῦ κουφισθῆναι ἀπ᾿ αὐτῶν. ᾿Ιωνᾶς δὲ κατέβη εἰς τὴν κοιλίαν τοῦ πλοίου καὶ ἐκάθευδε καὶ ἔρρεγχε. καὶ προσῆλθε πρὸς αὐτὸν ὁ πρωρεὺς καὶ εἶπεν αὐτῷ· τί σὺ ρέγχεις; ἀνάστα καὶ ἐπικαλοῦ τὸν Θεόν σου, ὅπως διασώσῃ ὁ Θεὸς ἡμᾶς καὶ οὐ μὴ ἀπολώμεθα. καὶ εἶπεν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ· δεῦτε βάλωμεν κλήρους καὶ ἐπιγνῶμεν τίνος ἕνεκεν ἡ κακία αὕτη ἐστὶν ἐν ἡμῖν; καὶ ἔβαλον κλήρους, καὶ ἔπεσεν ὁ κλῆρος ἐπὶ ᾿Ιωνᾶν. καὶ εἶπον πρὸς αὐτόν· ἀπάγγειλον ἡμῖν τίνος ἕνεκεν ἡ κακία αὕτη ἐστὶν ἐν ἡμῖν; τίς σου ἡ ἐργασία ἐστί; καὶ πόθεν ἔρχῃ, καὶ τοῦ πορεύῃ, καὶ ἐκ ποίας χώρας καὶ ἐκ ποίου λαοῦ εἶ σύ; καὶ εἶπε πρὸς αὐτούς· δοῦλος Κυρίου εἰμὶ ἐγὼ καὶ τὸν Κύριον Θεὸν τοῦ οὐρανοῦ ἐγὼ σέβομαι, ὃς ἐποίησε τὴν θάλασσαν καὶ τὴν ξηράν. καὶ ἐφοβήθησαν οἱ ἄνδρες φόβον μέγαν καὶ εἶπον πρὸς αὐτόν· τί τοῦτο ἐποίησας; διότι ἔγνωσαν οἱ ἄνδρες, ὅτι ἐκ προσώπου Κυρίου ἦν φεύγων, ὅτι ἀπήγγειλεν αὐτοῖς. καὶ εἶπον πρὸς αὐτόν· τί ποιήσομέν σοι καὶ κοπάσει ἡ θάλασσα ἀφ᾿ ἡμῶν; ὅτι ἡ θάλασσα ἐπορεύετο καὶ ἐξήγειρε μᾶλλον κλύδωνα. καὶ εἶπεν ᾿Ιωνᾶς πρὸς αὐτούς· ἄρατέ με καὶ ἐμβάλετέ με εἰς τὴν θάλασσαν, καὶ κοπάσει ἡ θάλασσα ἀφ᾿ ὑμῶν· διότι ἔγνωκα ἐγὼ ὅτι δι᾿ ἐμὲ ὁ κλύδων ὁ μέγας οὗτος ἐφ᾿ ὑμᾶς ἐστι. καὶ παρεβιάζοντο οἱ ἄνδρες τοῦ ἐπιστρέψαι πρὸς τὴν γῆν καὶ οὐκ ἠδύναντο, ὅτι ἡ θάλασσα ἐπορεύετο καὶ ἐξηγείρετο μᾶλλον ἐπ᾿ αὐτούς. καὶ ἀνεβόησαν πρὸς Κύριον καὶ εἶπαν· μηδαμῶς, Κύριε, μὴ ἀπολώμεθα ἕνεκεν τῆς ψυχῆς τοῦ ἀνθρώπου τούτου, καὶ μὴ δῷς ἐφ᾿ ἡμᾶς αἷμα δίκαιον, διότι σύ, Κύριε, ὃν τρόπον ἐβούλου, πεποίηκας. καὶ ἔλαβον τὸν ᾿Ιωνᾶν καὶ ἐξέβαλον αὐτὸν εἰς τὴν θάλασσαν, καὶ ἔστη ἡ θάλασσα ἐκ τοῦ σάλου αὐτῆς. καὶ ἐφοβήθησαν οἱ ἄνδρες φόβῳ μεγάλῳ τὸν Κύριον καὶ ἔθησαν θυσίαν τῷ Κυρίῳ καὶ ηὔξαντο τὰς εὐχάς. Καὶ προσέταξε Κύριος κήτει μεγάλῳ καταπιεῖν τὸν ᾿Ιωνᾶν· καὶ ἦν ᾿Ιωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας. καὶ προσηύξατο ᾿Ιωνᾶς πρὸς Κύριον τὸν Θεὸν αὐτοῦ ἐκ τῆς κοιλίας τοῦ κήτους καὶ εἶπεν· ᾿Εβόησα ἐν θλίψει μου πρὸς Κύριον τὸν Θεόν μου, καὶ εἰσήκουσέ μου· ἐκ κοιλίας ᾅδου κραυγῆς μου ἤκουσας φωνῆς μου. ἀπέρριψάς με εἰς βάθη καρδίας θαλάσσης, καὶ ποταμοὶ ἐκύκλωσάν με· πάντες οἱ μετεωρισμοί σου καὶ τὰ κύματά σου ἐπ᾿ ἐμὲ διῆλθον. καὶ ἐγὼ εἶπα· ἀπῶσμαι ἐξ ὀφθαλμῶν σου· ἆρα προσθήσω τοῦ ἐπιβλέψαι με πρὸς ναὸν τὸν ἅγιόν σου; περιεχύθη μοι ὕδωρ ἕως ψυχῆς μου, ἄβυσσος ἐκύκλωσέ με ἐσχάτη, ἔδυ ἡ κεφαλή μου εἰς σχισμὰς ὀρέων. κατέβην εἰς γῆν, ἧς οἱ μοχλοὶ αὐτῆς κάτοχοι αἰώνιοι, καὶ ἀναβήτω ἐκ φθορᾶς ἡ ζωή μου, πρὸς σὲ Κύριε ὁ Θεός μου. ἐν τῷ ἐκλείπειν ἀπ᾿ ἐμοῦ τὴν ψυχήν μου τοῦ Κυρίου ἐμνήσθην, καὶ ἔλθοι πρὸς σὲ ἡ προσευχή μου εἰς ναὸν τὸ ἅγιόν σου. φυλασσόμενοι μάταια καὶ ψευδῆ ἔλεον αὐτῶν ἐγκατέλιπον. ἐγὼ δὲ μετὰ φωνῆς αἰνέσεως καὶ ἐξομολογήσεως θύσω σοι, ὅσα ηὐξάμην ἀποδώσω σοι εἰς σωτηρίαν μου τῷ Κυρίῳ. Καὶ προσέταξε Κύριος τῷ κήτει, καὶ ἐξέβαλε τὸν ᾿Ιωνᾶν ἐπὶ τὴν ξηράν. Καὶ ἐγένετο λόγος Κυρίου πρὸς ᾿Ιωνᾶν ἐκ δευτέρου λέγων· ἀνάστηθι καὶ πορεύθητι εἰς Νινευὴ τὴν πόλιν τὴν μεγάλην καὶ κήρυξον ἐν αὐτῇ κατὰ τὸ κήρυγμα τὸ ἔμπροσθεν, ὃ ἐγὼ ἐλάλησα πρός σε. καὶ ἀνέστη ᾿Ιωνᾶς καὶ ἐπορεύθη εἰς Νινευή, καθὰ ἐλάλησε Κύριος· ἡ δὲ Νινευὴ ἦν πόλις μεγάλη τῷ Θεῷ ὡσεὶ πορείας ὁδοῦ τριῶν ἡμερῶν. καὶ ἤρξατο ᾿Ιωνᾶς τοῦ εἰσελθεῖν εἰς τὴν πόλιν ὡσεὶ πορείαν ἡμέρας μιᾶς καὶ ἐκήρυξε καὶ εἶπεν· ἔτι τρεῖς ἡμέραι καὶ Νινευὴ καταστραφήσεται. καὶ ἐπίστευσαν οἱ ἄνδρες Νινευὴ τῷ Θεῷ καὶ ἐκήρυξαν νηστείαν καὶ ἐνεδύσαντο σάκκους ἀπὸ μεγάλου αὐτῶν ἕως μικροῦ αὐτῶν. καὶ ἤγγισεν ὁ λόγος πρὸς τὸν βασιλέα τῆς Νινευή, καὶ ἐξανέστη ἀπὸ τοῦ θρόνου αὐτοῦ καὶ περιείλετο τὴν στολὴν αὐτοῦ ἀφ᾿ ἑαυτοῦ καὶ περιεβάλετο σάκκον καὶ ἐκάθισεν ἐπὶ σποδοῦ. καὶ ἐκηρύχθη καὶ ἐρρέθη ἐν τῇ Νινευὴ παρὰ τοῦ βασιλέως καὶ παρὰ τῶν μεγιστάνων αὐτοῦ λέγων· οἱ ἄνθρωποι καὶ τὰ κτήνη καὶ οἱ βόες καὶ τὰ πρόβατα μὴ γευσάσθωσαν μηδὲ νεμέσθωσαν μηδὲ ὕδωρ πιέτωσαν. καὶ περιεβάλλοντο σάκκους οἱ ἄνθρωποι καὶ τὰ κτήνη, καὶ ἀνεβόησαν πρὸς τὸν Θεὸν ἐκτενῶς· καὶ ἀπέστρεψαν ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτῶν τῆς πονηρᾶς καὶ ἀπὸ τῆς ἀδικίας τῆς ἐν χερσὶν αὐτῶν λέγοντες· τίς οἶδεν εἰ μετανοήσει ὁ Θεὸς καὶ ἀποστρέψει ἐξ ὀργῆς θυμοῦ αὐτοῦ καὶ οὐ μὴ ἀπολώμεθα; καὶ εἶδεν ὁ Θεὸς τὰ ἔργα αὐτῶν, ὅτι ἀπέστρεψαν ἀπὸ τῶν ὁδῶν αὐτῶν τῶν πονηρῶν, καὶ μετενόησεν ὁ Θεὸς ἐπὶ τῇ κακίᾳ, ᾗ ἐλάλησε τοῦ ποιῆσαι αὐτοῖς, καὶ οὐκ ἐποίησε. Καὶ ἐλυπήθη Ἰωνᾶς λύπην μεγάλην καὶ συνεχύθη, καὶ προσηύξατο πρὸς Κύριον καὶ εἶπεν· Ὦ Κύριε, οὐχ οὗτοι οἱ λόγοι μου ἔτι ὄντος μου ἐν τῇ γῇ μου; διὰ τοῦτο προέφθασα τοῦ φυγεῖν εἰς Θαρσίς, διότι ἔγνων ὅτι σὺ ἐλεήμων καὶ οἰκτίρμων, μακρόθυμος καὶ πολυέλεος καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις. καὶ νῦν, δέσποτα Κύριε, λάβε τὴν ψυχήν μου ἀπ᾿ ἐμοῦ, ὅτι καλὸν τὸ ἀποθανεῖν με μᾶλλον, ἢ ζῆν με. καὶ εἶπε Κύριος πρὸς Ἰωνᾶν· εἰ σφόδρα λελύπησαι σύ; καὶ ἐξῆλθεν Ἰωνᾶς ἐκ τῆς πόλεως καὶ ἐκάθισεν ἀπέναντι τῆς πόλεως· καὶ ἐποίησεν ἑαυτῷ ἐκεῖ σκηνὴν καὶ ἐκάθητο ὑποκάτω αὐτῆς, ἕως οὗ ἀπίδῃ τί ἔσται τῇ πόλει. καὶ προσέταξε Κύριος ὁ Θεὸς κολοκύνθῃ, καὶ ἀνέβη ὑπὲρ κεφαλῆς τοῦ Ἰωνᾶ τοῦ εἶναι σκιὰν ὑπεράνω τῆς κεφαλῆς αὐτοῦ τοῦ σκιάζειν αὐτῷ ἀπὸ τῶν κακῶν αὐτοῦ. καὶ ἐχάρη Ἰωνᾶς ἐπὶ τῇ κολοκύνθῃ χαρὰν μεγάλην. καὶ προσέταξεν ὁ Θεὸς σκώληκι ἑωθινῇ τῇ ἐπαύριον, καὶ ἐπάταξε τὴν κολοκύνθην, καὶ ἀπεξηράνθη. καὶ ἐγένετο ἅμα τῷ ἀνατεῖλαι τὸν ἥλιον καὶ προσέταξεν ὁ Θεὸς πνεύματι καύσωνι συγκαίοντι, καὶ ἐπάταξεν ὁ ἥλιος ἐπὶ τὴν κεφαλὴν τοῦ Ἰωνᾶ· καὶ ὠλιγοψύχησε καὶ ἀπελέγετο τὴν ψυχὴν αὐτοῦ καὶ εἶπε· καλόν μοι ἀποθανεῖν με ἢ ζῆν. καὶ εἶπεν ὁ Θεὸς πρὸς Ἰωνᾶν· εἰ σφόδρα λελύπησαι σὺ ἐπὶ τῇ κολοκύνθῃ; καὶ εἶπε· σφόδρα λελύπημαι ἐγὼ ἕως θανάτου. καὶ εἶπε Κύριος· σὺ ἐφείσω ὑπὲρ τῆς κολοκύνθης, ὑπὲρ ἧς οὐκ ἐκακοπάθησας ἐπ᾿ αὐτὴν οὐδὲ ἐξέθρεψας αὐτήν, ἣ ἐγενήθη ὑπὸ νύκτα καὶ ὑπὸ νύκτα ἀπώλετο. ἐγὼ δὲ οὐ φείσομαι ὑπὲρ Νινευὴ τῆς πόλεως τῆς μεγάλης, ἐν ᾗ κατοικοῦσι πλείους ἢ δώδεκα μυριάδες ἀνθρώπων, οἵτινες οὐκ ἔγνωσαν δεξιὰν αὐτῶν ἢ ἀριστερὰν αὐτῶν, καὶ κτήνη πολλά; Ἀνάγνωσμα Ε'Ἰησοῦ τοῦ Ναυῆ τὸ Ἀνάγνωσμα(Κεφ. Ε', 1015) Παρενέβαλον οἱ υἱοὶ Ἰσραὴλ ἐν Γαλγάλοις τὸ πάσχα τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς ἀφ' ἑσπέρας ἐπὶ δυσμῶν ῾Ιεριχὼ ἐν τῷ πέραν τοῦ ᾿Ιορδάνου ἐν τῷ πεδίῳ καὶ ἐφάγοσαν ἀπὸ τοῦ σίτου τῆς γῆς ἄζυμα καὶ νέα. ἐν ταύτῃ τῇ ἡμέρᾳ ἐξέλιπε τὸ μάννα μετὰ τὸ βεβρωκέναι αὐτοὺς ἐκ τοῦ σίτου τῆς γῆς, καὶ οὐκέτι ὑπῆρχε τοῖς υἱοῖς ᾿Ισραὴλ μάννα· ἐκαρπώσαντο δὲ τὴν χώραν τῶν Φοινίκων ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ. Καὶ ἐγένετο ὡς ἦν ᾿Ιησοῦς ἐν ῾Ιεριχώ, καὶ ἀναβλέψας τοῖς ὀφθαλμοῖς εἶδεν ἄνθρωπον ἑστηκότα ἐναντίον αὐτοῦ, καὶ ἡ ρομφαία ἐσπασμένη ἐν τῇ χειρὶ αὐτοῦ. καὶ προσελθὼν ᾿Ιησοῦς εἶπεν αὐτῷ· ἡμέτερος εἶ ἢ τῶν ὑπεναντίων; ὁ δὲ εἶπεν αὐτῷ· ἐγὼ ἀρχιστράτηγος δυνάμεως Κυρίου νυνὶ παραγέγονα. καὶ ᾿Ιησοῦς ἔπεσεν ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν καὶ εἶπεν αὐτῷ· δέσποτα, τί προστάσσεις τῷ σῷ οἰκέτῃ; καὶ λέγει ὁ ἀρχιστράτηγος Κυρίου πρὸς ᾿Ιησοῦν· λῦσαι τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου· ὁ γὰρ τόπος, ἐφ' ᾧ νῦν ἕστηκας ἐπ' αὐτοῦ, ἅγιός ἐστι. Ἀνάγνωσμα ΣΤ'Τῆς Ἐξόδου τὸ Ἀνάγνωσμα(Κεφ. ΙΓ', 2022 ΙΔ', 131 ΙΕ', 119) Ἐξάραντες οἱ υἱοὶ Ἰσραὴλ ἐκ Σοκχώθ ἐστρατοπέδευσαν ἐν ᾿Οθὼμ παρὰ τὴν ἔρημον. ὁ δὲ Θεὸς ἡγεῖτο αὐτῶν, ἡμέρας μὲν ἐν στύλῳ νεφέλης, δεῖξαι αὐτοῖς τὴν ὁδόν, τὴν δὲ νύκτα ἐν στύλῳ πυρός· οὐκ ἐξέλιπε δὲ ὁ στῦλος τῆς νεφέλης ἡμέρας καὶ ὁ στῦλος τοῦ πυρὸς νυκτὸς ἐναντίον τοῦ λαοῦ παντός. Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων· λάλησον τοῖς υἱοῖς ᾿Ισραήλ, καὶ ἀποστρέψαντες στρατοπεδευσάτωσαν ἀπέναντι τῆς ἐπαύλεως, ἀνὰ μέσον Μαγδώλου καὶ ἀνὰ μέσον τῆς θαλάσσης, ἐξεναντίας Βεελσεπφῶν, ἐνώπιον αὐτῶν στρατοπεδεύσεις ἐπὶ τῆς θαλάσσης. καὶ ἐρεῖ Φαραὼ τῷ λαῷ αὐτοῦ· οἱ υἱοὶ ᾿Ισραὴλ πλανῶνται οὗτοι ἐν τῇ γῇ· συγκέκλεικε γὰρ αὐτοὺς ἡ ἔρημος. ἐγὼ δὲ σκληρυνῶ τὴν καρδίαν Φαραώ, καὶ καταδιώξεται ὀπίσω αὐτῶν· καὶ ἐνδοξασθήσομαι ἐν Φαραὼ καὶ ἐν πᾶσι τῇ στρατιᾷ αὐτοῦ, καὶ γνώσονται πάντες οἱ Αἰγύπτιοι ὅτι ἐγώ εἰμι Κύριος. καὶ ἐποίησαν οὕτως. καὶ ἀνηγγέλη τῷ βασιλεῖ τῶν Αἰγυπτίων ὅτι πέφευγεν ὁ λαός· καὶ μετεστράφη ἡ καρδία Φαραὼ καὶ τῶν θεραπόντων αὐτοῦ ἐπὶ τὸν λαόν, καὶ εἶπαν· τί τοῦτο ἐποιήσαμεν τοῦ ἐξαποστεῖλαι τοὺς υἱοὺς ᾿Ισραήλ, τοῦ μὴ δουλεύειν ἡμῖν; ἔζευξεν οὖν Φαραὼ τὰ ἅρματα αὐτοῦ καὶ πάντα τὸν λαὸν αὐτοῦ συναπήγαγε μεθ᾿ ἑαυτοῦ καὶ λαβὼν ἑξακόσια ἅρματα ἐκλεκτὰ καὶ πᾶσαν τὴν ἵππον τῶν Αἰγυπτίων καὶ τριστάτας ἐπὶ πάντων. καὶ ἐσκλήρυνε Κύριος τὴν καρδίαν Φαραὼ βασιλέως Αἰγύπτου καὶ τῶν θεραπόντων αὐτοῦ, καὶ κατεδίωξεν ὀπίσω τῶν υἱῶν ᾿Ισραήλ· οἱ δὲ υἱοὶ ᾿Ισραὴλ ἐξεπορεύοντο ἐν χειρὶ ὑψηλῇ. καὶ κατεδίωξαν οἱ Αἰγύπτιοι ὀπίσω αὐτῶν καὶ εὕροσαν αὐτοὺς παρεμβεβληκότας παρὰ τὴν θάλασσαν, καὶ πᾶσα ἡ ἵππος καὶ τὰ ἅρματα Φαραὼ καὶ οἱ ἱππεῖς καὶ ἡ στρατιὰ αὐτοῦ ἀπέναντι τῆς ἐπαύλεως ἐξεναντίας Βεελσεπφῶν. καὶ Φαραὼ προσῆγε· καὶ ἀναβλέψαντες οἱ υἱοὶ ᾿Ισραὴλ τοῖς ὀφθαλμοῖς ὁρῶσι, καὶ οἱ Αἰγύπτιοι ἐστρατοπέδευσαν ὀπίσω αὐτῶν, καὶ ἐφοβήθησαν σφόδρα· ἀνεβόησαν δὲ οἱ υἱοὶ ᾿Ισραὴλ πρὸς Κύριον, καὶ εἶπαν πρὸς Μωυσῆν· παρὰ τὸ μὴ ὑπάρχειν μνήματα ἐν γῇ Αἰγύπτῳ ἐξήγαγες ἡμᾶς θανατῶσαι ἐν τῇ ἐρήμῳ; τί τοῦτο ἐποίησας ἡμῖν ἐξαγαγὼν ἐξ Αἰγύπτου; οὐ τοῦτο ἦν τὸ ρῆμα, ὃ ἐλαλήσαμεν πρὸς σὲ ἐν Αἰγύπτῳ, λέγοντες· πάρες ἡμᾶς, ὅπως δουλεύσωμεν τοῖς Αἰγυπτίοις; κρεῖσσον γὰρ ἡμᾶς δουλεύειν τοῖς Αἰγυπτίοις ἢ ἀποθανεῖν ἐν τῇ ἐρήμῳ ταύτῃ. εἶπε δὲ Μωυσῆς πρὸς τὸν λαόν· θαρσεῖτε, στῆτε καὶ ὁρᾶτε τὴν σωτηρίαν τὴν παρὰ τοῦ Κυρίου, ἣν ποιήσει ἡμῖν σήμερον· ὃν τρόπον γὰρ ἑωράκατε τοὺς Αἰγυπτίους σήμερον, οὐ προσθήσεσθε ἔτι ἰδεῖν αὐτοὺς εἰς τὸν αἰῶνα χρόνον· Κύριος πολεμήσει περὶ ὑμῶν, καὶ ὑμεῖς σιγήσετε. Εἶπε δὲ Κύριος πρὸς Μωυσῆν· τί βοᾷς πρός με; λάλησον τοῖς υἱοῖς ᾿Ισραήλ, καὶ ἀναζευξάτωσαν· καὶ σὺ ἔπαρον τῇ ράβδῳ σου καὶ ἔκτεινον τὴν χεῖρά σου ἐπὶ τὴν θάλασσαν καὶ ρῆξον αὐτήν, καὶ εἰσελθέτωσαν οἱ υἱοὶ ᾿Ισραὴλ εἰς μέσον τῆς θαλάσσης κατὰ τὸ ξηρόν. καὶ ἰδοὺ ἐγὼ σκληρυνῶ τὴν καρδίαν Φαραὼ καὶ τῶν Αἰγυπτίων πάντων, καὶ εἰσελεύσονται ὀπίσω αὐτῶν· καὶ ἐνδοξασθήσομαι ἐν Φαραὼ καὶ ἐν πάσῃ τῇ στρατιᾷ αὐτοῦ καὶ ἐν τοῖς ἅρμασι καὶ ἐν τοῖς ἵπποις αὐτοῦ. καὶ γνώσονται πάντες οἱ Αἰγύπτιοι ὅτι ἐγώ εἰμι Κύριος, ἐνδοξαζομένου μου ἐν Φαραὼ καὶ ἐν τοῖς ἅρμασι καὶ ἵπποις αὐτοῦ. ἐξῇρε δὲ ὁ ἄγγελος τοῦ Θεοῦ ὁ προπορευόμενος τῆς παρεμβολῆς τῶν υἱῶν ᾿Ισραὴλ καὶ ἐπορεύθη ἐκ τῶν ὄπισθεν· ἐξῇρε δὲ καὶ ὁ στῦλος τῆς νεφέλης ἀπὸ προσώπου αὐτῶν καὶ ἔστη ἐκ τῶν ὀπίσω αὐτῶν. καὶ εἰσῆλθεν ἀνὰ μέσον τῆς παρεμβολῆς τῶν Αἰγυπτίων καὶ ἀνὰ μέσον τῆς παρεμβολῆς ᾿Ισραὴλ καὶ ἔστη· καὶ ἐγένετο σκότος καὶ γνόφος, καὶ διῆλθεν ἡ νύξ, καὶ οὐ συνέμιξαν ἀλλήλοις ὅλην τὴν νύκτα· ἐξέτεινε δὲ Μωυσῆς τὴν χεῖρα ἐπὶ τὴν θάλασσαν, καὶ ὑπήγαγε Κύριος τὴν θάλασσαν ἐν ἀνέμῳ νότῳ βιαίῳ ὅλην τὴν νύκτα καὶ ἐποίησε τὴν θάλασσαν ξηράν, καὶ ἐσχίσθη τὸ ὕδωρ. καὶ εἰσῆλθον οἱ υἱοὶ ᾿Ισραὴλ εἰς μέσον τῆς θαλάσσης κατὰ τὸ ξηρόν, καὶ τὸ ὕδωρ αὐτῆς τεῖχος ἐκ δεξιῶν καὶ τεῖχος ἐξ εὐωνύμων· καὶ κατεδίωξαν οἱ Αἰγύπτιοι καὶ εἰσῆλθον ὀπίσω αὐτῶν, πᾶς ἵππος Φαραὼ καὶ τὰ ἅρματα καὶ οἱ ἀναβάται, εἰς μέσον τῆς θαλάσσης. ἐγενήθη δὲ ἐν τῇ φυλακῇ τῇ ἑωθινῇ καὶ ἐπέβλεψε Κύριος ἐπὶ τὴν παρεμβολὴν τῶν Αἰγυπτίων ἐν στύλῳ πυρὸς καὶ νεφέλης καὶ συνετάραξε τὴν παρεμβολὴν τῶν Αἰγυπτίων καὶ συνέδησε τοὺς ἄξονας τῶν ἁρμάτων αὐτῶν καὶ ἤγαγεν αὐτοὺς μετὰ βίας. καὶ εἶπαν οἱ Αἰγύπτιοι· φύγωμεν ἀπὸ προσώπου ᾿Ισραήλ, ὁ γὰρ Κύριος πολεμεῖ ὑπὲρ αὐτῶν τοὺς Αἰγυπτίους. εἶπε δὲ Κύριος πρὸς Μωυσῆν· ἔκτεινον τὴν χεῖρά σου ἐπὶ τὴν θάλασσαν, καὶ ἀποκαταστήτω τὸ ὕδωρ καὶ ἐπικαλυψάτω τοὺς Αἰγυπτίους, ἐπί τε τὰ ἅρματα καὶ τοὺς ἀναβάτας. ἐξέτεινε δὲ Μωυσῆς τὴν χεῖρα ἐπὶ τὴν θάλασσαν, καὶ ἀποκατέστη τὸ ὕδωρ πρὸς ἡμέραν ἐπὶ χώρας· οἱ δὲ Αἰγύπτιοι ἔφυγον ὑπὸ τὸ ὕδωρ, καὶ ἐξετίναξε Κύριος τοὺς Αἰγυπτίους μέσον τῆς θαλάσσης. καὶ ἐπαναστραφὲν τὸ ὕδωρ ἐκάλυψε τὰ ἅρματα καὶ τοὺς ἀναβάτας καὶ πᾶσαν τὴν δύναμιν Φαραώ, τοὺς εἰσπορευομένους ὀπίσω αὐτῶν, εἰς τὴν θάλασσαν, καὶ οὐ κατελήφθη ἐξ αὐτῶν οὐδὲ εἷς. οἱ δὲ υἱοὶ ᾿Ισραὴλ ἐπορεύθησαν διὰ ξηρᾶς ἐν μέσῳ τῆς θαλάσσης, τὸ δὲ ὕδωρ αὐτῆς τεῖχος ἐκ δεξιῶν, καὶ τεῖχος ἐξ εὐωνύμων. καὶ ἐρρύσατο Κύριος τὸν ᾿Ισραὴλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ χειρὸς τῶν Αἰγυπτίων· καὶ εἶδεν ᾿Ισραὴλ τοὺς Αἰγυπτίους τεθνηκότας παρὰ τὸ χεῖλος τῆς θαλάσσης. εἶδε δὲ ᾿Ισραὴλ τὴν χεῖρα τὴν μεγάλην, ἃ ἐποίησε Κύριος τοῖς Αἰγυπτίοις· ἐφοβήθη δὲ ὁ λαὸς τὸν Κύριον καὶ ἐπίστευσαν τῷ Θεῷ καὶ Μωυσῇ τῷ θεράποντι αὐτοῦ. Τότε ᾖσε Μωυσῆς καὶ οἱ υἱοὶ ᾿Ισραὴλ τὴν ᾠδὴν ταύτην τῷ Θεῷ καὶ εἶπαν λέγοντες· ᾄσωμεν τῷ Κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται· ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν. βοηθὸς καὶ σκεπαστὴς ἐγένετό μοι εἰς σωτηρίαν· οὗτός μου Θεός, καὶ δοξάσω αὐτόν, Θεὸς τοῦ πατρός μου, καὶ ὑψώσω αὐτόν. Κύριος συντρίβων πολέμους, Κύριος ὄνομα αὐτῷ. ἅρματα Φαραὼ καὶ τὴν δύναμιν αὐτοῦ ἔρριψεν εἰς θάλασσαν, ἐπιλέκτους ἀναβάτας τριστάτας κατεπόντισεν ἐν ἐρυθρᾷ θαλάσσῃ, πόντῳ ἐκάλυψεν αὐτούς, κατέδυσαν εἰς βυθὸν ὡσεὶ λίθος. ἡ δεξιά σου, Κύριε, δεδόξασται ἐν ἰσχύϊ· ἡ δεξιά σου χείρ, Κύριε, ἔθραυσεν ἐχθρούς. καὶ τῷ πλήθει τῆς δόξης σου συνέτριψας τοὺς ὑπεναντίους· ἀπέστειλας τὴν ὀργήν σου καὶ κατέφαγεν αὐτοὺς ὡς καλάμην. καὶ διὰ πνεύματος τοῦ θυμοῦ σου διέστη τὸ ὕδωρ· ἐπάγη ὡσεὶ τεῖχος τὰ ὕδατα, ἐπάγη τὰ κύματα ἐν μέσῳ τῆς θαλάσσης. εἶπεν ὁ ἐχθρός, διώξας καταλήψομαι, μεριῶ σκῦλα, ἐμπλήσω ψυχήν μου, ἀνελῶ τῇ μαχαίρᾳ μου, κυριεύσει ἡ χείρ μου. ἀπέστειλας τὸ πνεῦμά σου, ἐκάλυψεν αὐτοὺς θάλασσα· ἔδυσαν ὡσεὶ μόλιβδος ἐν ὕδατι σφοδρῷ. τίς ὅμοιός σοι ἐν θεοῖς, Κύριε; τίς ὅμοιός σοι, δεδοξασμένος ἐν ἁγίοις, θαυμαστὸς ἐν δόξαις, ποιῶν τέρατα. ἐξέτεινας τὴν δεξιάν σου, κατέπιεν αὐτοὺς γῆ. ὡδήγησας τῇ δικαιοσύνῃ σου τὸν λαόν σου τοῦτον, ὃν ἐλυτρώσω, παρεκάλεσας τῇ ἰσχύϊ σου εἰς κατάλυμα ἅγιόν σου. ἤκουσαν ἔθνη καὶ ὠργίσθησαν· ὠδῖνες ἔλαβον κατοικοῦντας Φυλιστιείμ. τότε ἔσπευσαν ἡγεμόνες ᾿Εδώμ, καὶ ἄρχοντες Μωαβιτῶν, ἔλαβεν αὐτοὺς τρόμος, ἐτάκησαν πάντες οἱ κατοικοῦντες Χαναάν. ἐπιπέσοι ἐπ᾿ αὐτοὺς τρόμος καὶ φόβος, μεγέθει βραχίονός σου ἀπολιθωθήτωσαν, ἕως ἂν παρέλθῃ ὁ λαός σου, Κύριε, ἕως ἂν παρέλθῃ ὁ λαός σου οὗτος, ὃν ἐκτήσω. εἰσαγαγὼν καταφύτευσον αὐτοὺς εἰς ὄρος κληρονομίας σου, εἰς ἕτοιμον κατοικητήριόν σου, ὃ κατηρτίσω, Κύριε, ἁγίασμα, Κύριε, ὃ ἡτοίμασαν αἱ χεῖρές σου. Κύριος βασιλεύων τῶν αἰώνων καὶ ἐπ᾿ αἰῶνα καὶ ἔτι. ὅτι εἰσῆλθεν ἵππος Φαραὼ σὺν ἅρμασι καὶ ἀναβάταις εἰς θάλασσαν, καὶ ἐπήγαγεν ἐπ᾿ αὐτοὺς Κύριος τὸ ὕδωρ τῆς θαλάσσης· οἱ δὲ υἱοὶ ᾿Ισραὴλ ἐπορεύθησαν διὰ ξηρᾶς ἐν μέσῳ τῆς θαλάσσης. Ἀνάγνωσμα Ζ'Προφητείας Σοφονίου τὸ Ἀνάγνωσμα(Κεφ. Γ', 815) Τάδε λέγει Κύριος. Ὑπόμεινόν με εἰς ἡμέραν ἀναστάσεώς μου εἰς μαρτύριον· διότι τὸ κρίμα μου εἰς συναγωγὰς ἐθνῶν τοῦ εἰσδέξασθαι βασιλεῖς, τοῦ ἐκχέαι ἐπ᾿ αὐτοὺς πᾶσαν ὀργὴν θυμοῦ μου· διότι ἐν πυρὶ ζήλου μου καταναλωθήσεται πᾶσα ἡ γῆ. ὅτι τότε μεταστρέψω ἐπὶ λαοὺς γλῶσσαν εἰς γενεὰν αὐτῆς τοῦ ἐπικαλεῖσθαι πάντας τὸ ὄνομα Κυρίου τοῦ δουλεύειν αὐτῷ ὑπὸ ζυγὸν ἕνα. ἐκ περάτων ποταμῶν Αἰθιοπίας προσδέξομαι ἐν διεσπαρμένοις μου, οἴσουσι θυσίας μοι. ἐν τῇ ἡμέρᾳ ἐκείνῃ οὐ μὴ καταισχυνθῇς ἐκ πάντων τῶν ἐπιτηδευμάτων σου, ὧν ἠσέβησας εἰς ἐμέ· ὅτι τότε περιελῶ ἀπὸ σοῦ τὰ φαυλίσματα τῆς ὕβρεώς σου, καὶ οὐκέτι μὴ προσθῇς τοῦ μεγαλαυχῆσαι ἐπὶ τὸ ὄρος τὸ ἅγιόν μου. καὶ ὑπολείψομαι ἐν σοὶ λαὸν πρᾳΰν καὶ ταπεινόν, καὶ εὐλαβηθήσονται ἀπὸ τοῦ ὀνόματος Κυρίου οἱ κατάλοιποι τοῦ ᾿Ισραὴλ καὶ οὐ ποιήσουσιν ἀδικίαν καὶ οὐ λαλήσουσι μάταια, καὶ οὐ μὴ εὑρεθῇ ἐν τῷ στόματι αὐτῶν γλῶσσα δολία, διότι αὐτοὶ νεμήσονται καὶ κοιτασθήσονται, καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν αὐτούς. Χαῖρε σφόδρα, θύγατερ Σιών, κήρυσσε, θύγατερ ῾Ιερουσαλήμ· εὐφραίνου καὶ κατατέρπου ἐξ ὅλης τῆς καρδίας σου, θύγατερ ῾Ιερουσαλήμ. περιεῖλε Κύριος τὰ ἀδικήματά σου, λελύτρωταί σε ἐκ χειρὸς ἐχθρῶν σου· βασιλεὺς ᾿Ισραὴλ Κύριος ἐν μέσῳ σου, οὐκ ὄψῃ κακὰ οὐκέτι. Ἀνάγνωσμα Η'Βασιλειῶν τρίτης τὸ Ἀνάγνωσμα(Κεφ. ΙΖ', 824) Ἐγένετο ρῆμα Κυρίου πρὸς ᾿Ηλιού· ἀνάστηθι καὶ πορεύου εἰς Σαρεπτὰ τῆς Σιδωνίας· ἰδοὺ ἐντέταλμαι ἐκεῖ γυναικὶ χήρᾳ τοῦ διατρέφειν σε. καὶ ἀνέστη καὶ ἐπορεύθη εἰς Σαρεπτὰ καὶ ἧλθεν εἰς τὸν πυλῶνα τῆς πόλεως, καὶ ἰδοὺ ἐκεῖ γυνὴ χήρα συνέλεγε ξύλα· καὶ ἐβόησεν ὀπίσω αὐτῆς ᾿Ηλιοὺ καὶ εἶπεν αὐτῇ· λαβὲ δή μοι ὀλίγον ὕδωρ εἰς ἄγγος καὶ πίομαι. καὶ ἐπορεύθη λαβεῖν, καὶ ἐβόησεν ὀπίσω αὐτῆς ᾿Ηλιοὺ καὶ εἶπε· λήψῃ δή μοι ψωμὸν ἄρτου τοῦ ἐν τῇ χειρί σου. καὶ εἶπεν ἡ γυνή· ζῇ Κύριος ὁ Θεός σου, εἰ ἔστι μοι ἐγκρυφίας ἀλλ᾿ ἢ ὅσον δρὰξ ἀλεύρου ἐν τῇ ὑδρίᾳ καὶ ὀλίγον ἔλαιον ἐν τῷ καψάκῃ· καὶ ἰδοὺ ἐγὼ συλλέξω δύο ξυλάρια καὶ εἰσελεύσομαι καὶ ποιήσω αὐτὸ ἐμαυτῇ καὶ τοῖς τέκνοις μου, καὶ φαγόμεθα καὶ ἀποθανούμεθα. καὶ εἶπε πρὸς αὐτὴν ᾿Ηλιού· θάρσει, εἴσελθε καὶ ποίησον κατὰ τὸ ρῆμά σου· ἀλλὰ ποίησόν μοι ἐκεῖθεν ἐγκρυφίαν μικρὸν καὶ ἐξοίσεις μοι ἐν πρώτοις, σαυτῇ δὲ καὶ τοῖς τέκνοις σου ποιήσεις ἐπ᾿ ἐσχάτων· ὅτι τάδε λέγει Κύριος· ἡ ὑδρία τοῦ ἀλεύρου οὐκ ἐκλείψει καὶ ὁ καψάκης τοῦ ἐλαίου οὐκ ἐλαττονήσει ἕως ἡμέρας τοῦ δοῦναι Κύριον τὸν ὑετὸν ἐπὶ τῆς γῆς. καὶ ἐπορεύθη ἡ γυνή, καὶ ἐποίησε· καὶ ἤσθιεν αὐτὴ καὶ αὐτὸς καὶ τὰ τέκνα αὐτῆς. καὶ ἡ ὑδρία τοῦ ἀλεύρου οὐκ ἐξέλιπε καὶ ὁ καψάκης τοῦ ἐλαίου οὐκ ἠλαττονήθη κατὰ τὸ ρῆμα Κυρίου, ὃ ἐλάλησεν ἐν χειρὶ ᾿Ηλιού. καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἠρρώστησεν ὁ υἱὸς τῆς γυναικὸς τῆς κυρίας τοῦ οἴκου, καὶ ἦν ἡ ἀρρωστία αὐτοῦ κραταιὰ σφόδρα, ἕως οὐχ ὑπελείφθη ἐν αὐτῷ πνεῦμα. καὶ εἶπε πρὸς ᾿Ηλιού· τί ἐμοὶ καὶ σοί, ἄνθρωπε τοῦ Θεοῦ; εἰσῆλθες πρός με τοῦ ἀναμνῆσαι ἀδικίας μου καὶ θανατῶσαι τὸν υἱόν μου; καὶ εἶπεν ᾿Ηλιοὺ πρὸς τὴν γυναῖκα· δός μοι τὸν υἱόν σου. καὶ ἔλαβεν αὐτὸν ἐκ τοῦ κόλπου αὐτῆς καὶ ἀνήνεγκεν αὐτὸν εἰς τὸ ὑπερῷον, ἐν ᾧ αὐτὸς ἐκάθητο ἐκεῖ, καὶ ἐκοίμισεν αὐτὸν ἐπὶ τῆς κλίνης. καὶ ἀνεβόησεν ᾿Ηλιού, καὶ εἶπεν· οἴμοι, Κύριε, ὁ μάρτυς τῆς χήρας, μεθ᾿ ἧς ἐγὼ κατοικῶ μετ᾿ αὐτῆς, σὺ ἐκάκωκας τοῦ θανατῶσαι τὸν υἱὸν αὐτῆς. καὶ ἐνεφύσησε τῷ παιδαρίῳ τρὶς καὶ ἐπεκαλέσατο τὸν Κύριον καὶ εἶπε· Κύριε ὁ Θεός μου, ἐπιστραφήτω δὴ ἡ ψυχὴ τοῦ παιδαρίου τούτου εἰς αὐτόν. καὶ ἐγένετο οὕτως, καὶ ἀνεβόησε τὸ παιδάριον. καὶ κατήγαγεν αὐτὸ ἀπὸ τοῦ ὑπερῴου εἰς τὸν οἶκον καὶ ἔδωκεν αὐτὸ τῇ μητρὶ αὐτοῦ· καὶ εἶπεν ᾿Ηλιού· βλέπε, ζῇ ὁ υἱός σου. καὶ εἶπεν ἡ γυνὴ πρὸς ᾿Ηλιού· ἰδοὺ ἔγνωκα ὅτι σὺ ἄνθρωπος Θεοῦ καὶ ρῆμα Κυρίου ἐν τῷ στόματί σου ἀληθινόν. Ἀνάγνωσμα Θ'Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα(Κεφ. ΞΑ', 1011 ΞΒ', 15) ᾿Αγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ· ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου καὶ χιτῶνα εὐφροσύνης, ὡς νυμφίῳ περιέθηκέ μοι μίτραν καὶ ὡς νύμφην κατεκόσμησέ με κόσμῳ. καὶ ὡς γῆ αὔξουσα τὸ ἄνθος αὐτῆς καὶ ὡς κῆπος τὰ σπέρματα αὐτοῦ, οὕτως ἀνατελεῖ Κύριος δικαιοσύνην καὶ ἀγαλλίαμα ἐναντίον πάντων τῶν ἐθνῶν. Διὰ Σιὼν οὐ σιωπήσομαι καὶ διὰ ῾Ιερουσαλὴμ οὐκ ἀνήσω, ἕως ἂν ἐξέλθῃ ὡς φῶς ἡ δικαιοσύνη μου, τὸ δὲ σωτήριόν μου ὡς λαμπὰς καυθήσεται. καὶ ὄψονται ἔθνη τὴν δικαιοσύνην σου καὶ βασιλεῖς τὴν δόξαν σου, καὶ καλέσει σε τὸ ὄνομά σου τὸ καινόν, ὃ ὁ Κύριος ὀνομάσει αὐτό. καὶ ἔσῃ στέφανος κάλλους ἐν χειρὶ Κυρίου καὶ διάδημα βασιλείας ἐν χειρὶ Θεοῦ σου. καὶ οὐκέτι κληθήσῃ Καταλελυμμένη, καὶ ἡ γῆ σου οὐ κληθήσεται ἔτι ῎Ερημος· σὺ γὰρ κληθήσεται Θέλημα ἐμόν, καὶ τῇ γῇ σου Οἰκουμένη, ὅτι εὐδόκησε Κύριος ἐν σοὶ καὶ ἡ γῆ σου συνοικισθήσεται. καὶ ὡς συνοικῶν νεανίσκος παρθένῳ, οὕτω κατοικήσουσιν οἱ υἱοί σου· καὶ ἔσται ὃν τρόπον εὐφρανθήσεται νυμφίος ἐπὶ νύμφῃ, οὕτως εὐφρανθήσεται Κύριος ἐπὶ σοί. Ἀνάγνωσμα Ι'Γενέσεως τὸ Ἀνάγνωσμα(Κεφ. ΚΒ', 118) Ἐγένετο μετὰ τὰ ῥήματα ταῦτα, ὁ Θεός ἐπείραζεν τὸν Ἀβραὰμ καὶ εἶπεν πρὸς αὐτόν Ἀβραάμ, Ἀβραάμ. ὁ δὲ εἶπεν Ἰδοὺ ἐγώ. καὶ εἶπεν Λάβε τὸν υἱόν σου τὸν ἀγαπητόν, ὃν ἠγάπησας, τὸν Ἰσαάκ, καὶ πορεύθητι εἰς τὴν γῆν τὴν ὑψηλὴν καὶ ἀνένεγκον αὐτὸν ἐκεῖ εἰς ὁλοκάρπωσιν ἐφ’ ἓν τῶν ὀρέων, ὧν ἄν σοι εἴπω. ἀναστὰς δὲ Ἀβραὰμ τὸ πρωῒ ἐπέσαξεν τὴν ὄνον αὐτοῦ· παρέλαβεν δὲ μεθ’ ἑαυτοῦ δύο παῖδας καὶ Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ καὶ σχίσας ξύλα εἰς ὁλοκάρπωσιν ἀναστὰς ἐπορεύθη καὶ ἦλθεν ἐπὶ τὸν τόπον, ὃν εἶπεν αὐτῷ ὁ Θεός. τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ ἀναβλέψας Ἀβραὰμ τοῖς ὀφθαλμοῖς εἶδεν τὸν τόπον μακρόθεν. καὶ εἶπεν Ἀβραὰμ τοῖς παισὶν αὐτοῦ Καθίσατε αὐτοῦ μετὰ τῆς ὄνου, ἐγὼ δὲ καὶ τὸ παιδάριον διελευσόμεθα ἕως ὧδε καὶ προσκυνήσαντες ἀναστρέψωμεν πρὸς ὑμᾶς. ἔλαβε δὲ Ἁβραὰμ τὰ ξύλα τῆς ὁλοκαρπώσεως καὶ ἐπέθηκεν Ἰσαὰκ τῷ υἱῷ αὐτοῦ· ἔλαβε δὲ καὶ τὸ πῦρ μετὰ χεῖρα καὶ τὴν μάχαιραν, καὶ ἐπορεύθησαν οἱ δύο ἅμα. εἶπε δὲ Ἰσαὰκ πρὸς Ἀβραὰμ τὸν πατέρα αὐτοῦ· Πάτερ. ὁ δὲ εἶπεν Τί ἐστι τέκνον; εἶπε δέ· Ἰδοὺ τὸ πῦρ καὶ τὰ ξύλα· ποῦ ἐστιν τὸ πρόβατον τὸ εἰς ὁλοκάρπωσιν; εἶπε δὲ Ἀβραάμ· Ὁ Θεὸς ὄψεται ἑαυτῷ πρόβατον εἰς ὁλοκάρπωσιν, τέκνον. πορευθέντες δὲ ἀμφότεροι ἅμα ἦλθον ἐπὶ τὸν τόπον, ὃν εἶπεν αὐτῷ ὁ Θεός. καὶ ᾠκοδόμησεν ἐκεῖ Ἀβραὰμ θυσιαστήριον καὶ ἐπέθηκεν τὰ ξύλα καὶ συμποδίσας Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ ἐπέθηκεν αὐτὸν ἐπὶ τὸ θυσιαστήριον ἐπάνω τῶν ξύλων. καὶ ἐξέτεινεν Ἀβραὰμ τὴν χεῖρα αὐτοῦ λαβεῖν τὴν μάχαιραν σφάξαι τὸν υἱὸν αὐτοῦ. Καὶ ἐκάλεσεν αὐτὸν ἄγγελος κυρίου ἐκ τοῦ οὐρανοῦ καὶ εἶπεν αὐτῷ Ἀβραάμ, Ἀβραάμ. ὁ δὲ εἶπεν Ἰδοὺ ἐγώ. καὶ εἶπεν Μὴ ἐπιβάλῃς τὴν χεῖρά σου ἐπὶ τὸ παιδάριον μηδὲ ποιήσῃς αὐτῷ μηδέν· νῦν γὰρ ἔγνων ὅτι φοβῇ σὺ τὸν Θεὸν καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι’ ἐμέ. καὶ ἀναβλέψας Ἀβραὰμ τοῖς ὀφθαλμοῖς αὐτοῦ εἶδεν, καὶ ἰδοὺ κριὸς εἷς κατεχόμενος ἐν φυτῷ σαβὲκ τῶν κεράτων· καὶ ἐπορεύθη Ἀβραὰμ καὶ ἔλαβεν τὸν κριὸν καὶ ἀνήνεγκεν αὐτὸν εἰς ὁλοκάρπωσιν ἀντὶ Ἰσαὰκ τοῦ υἱοῦ αὐτοῦ. καὶ ἐκάλεσεν Ἀβραὰμ τὸ ὄνομα τοῦ τόπου ἐκείνου Κύριος εἶδεν, ἵνα εἴπωσιν σήμερον Ἐν τῷ ὄρει κύριος ὤφθη. καὶ ἐκάλεσεν ἄγγελος κυρίου τὸν Ἀβραὰμ δεύτερον ἐκ τοῦ οὐρανοῦ λέγων Κατ’ ἐμαυτοῦ ὤμοσα, λέγει Κύριος, οὗ εἵνεκεν ἐποίησας τὸ ῥῆμα τοῦτο καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι’ ἐμέ, ἦ μὴν εὐλογῶν εὐλογήσω σε καὶ πληθύνων πληθυνῶ τὸ σπέρμα σου ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης, καὶ κληρονομήσει τὸ σπέρμα σου τὰς πόλεις τῶν ὑπεναντίων· καὶ ἐνευλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς, ἀνθ’ ὧν ὑπήκουσας τῆς ἐμῆς φωνῆς. Ἀνάγνωσμα ΙΑ'Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα(Κεφ. ΞΑ', 110) Πνεῦμα Κυρίου ἐπ᾿ ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με· εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, ἰάσασθαι τοὺς συντετριμένους τὴν καρδίαν, κηρύξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, καλέσαι ἐνιαυτὸν Κυρίου δεκτὸν καὶ ἡμέραν ἀνταποδόσεως τῷ Θεῷ ἡμῶν, παρακαλέσαι πάντας τοὺς πενθοῦντας, δοθῆναι τοῖς πενθοῦσι Σιὼν δόξαν ἀντὶ σποδοῦ, ἄλειμμα εὐφροσύνης τοῖς πενθοῦσι, καταστολὴν δόξης ἀντὶ πνεύματος ἀκηδίας· καὶ κληθήσονται γενεαὶ δικαιοσύνης, φύτευμα Κυρίου εἰς δόξαν. καὶ οἰκοδομήσουσιν ἐρήμους αἰωνίους, ἐξηρημωμένας πρότερον ἐξαναστήσουσι· καὶ καινιοῦσι πόλεις ἐρήμους ἐξηρημωμένας εἰς γενεάς. καὶ ἥξουσι ἀλλογενεῖς ποιμαίνοντες τὰ πρόβατά σου, καὶ ἀλλόφυλοι ἀροτῆρες καὶ ἀμπελουργοί. ὑμεῖς δὲ ἱερεῖς Κυρίου κληθήσεσθε, λειτουργοὶ Θεοῦ· ἰσχὺν ἐθνῶν κατέδεσθε καὶ ἐν τῷ πλούτῳ αὐτῶν θαυμασθήσεσθε. [ἀντὶ τῆς αἰσχύνης ὑμῶν τῆς διπλῆς καὶ ἀντὶ τῆς ἐντροπῆς ἀγαλλιάσεται ἡ μερὶς αὐτῶν]. οὕτως ἐκ δευτέρας κληρονομήσουσι τὴν γῆν, καὶ εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν. ἐγὼ γάρ εἰμι Κύριος ὁ ἀγαπῶν δικαιοσύνην καὶ μισῶν ἁρπάγματα ἐξ ἀδικίας· καὶ δώσω τὸν μόχθον αὐτῶν δικαίοις καὶ διαθήκην αἰώνιον διαθήσομαι αὐτοῖς. καὶ γνωσθήσεται ἐν τοῖς ἔθνεσι τὸ σπέρμα αὐτῶν καὶ τὰ ἔκγονα αὐτῶν ἐν μέσῳ τῶν λαῶν· πᾶς ὁ ὁρῶν αὐτοὺς ἐπιγνώσεται αὐτούς, ὅτι οὗτοί εἰσι σπέρμα εὐλογημένον ὑπὸ Θεοῦ καὶ εὐφροσύνῃ εὐφρανθήσονται ἐπὶ Κύριον. ᾿Αγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ· ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου καὶ χιτῶνα εὐφροσύνης, ὡς νυμφίῳ περιέθηκέ μοι μίτραν καὶ ὡς νύμφην κατεκόσμησέ με κόσμῳ. Ἀνάγνωσμα ΙΒ'Βασιλειῶν τετάρτης τὸ Ἀνάγνωσμα(Κεφ. Δ', 837) Ἐγένετο ἡμέρα, καὶ διέβη Ἐλισσαιὲ εἰς Σωμάν, καὶ ἐκεῖ γυνὴ μεγάλη καὶ ἐκράτησεν αὐτὸν φαγεῖν ἄρτον. καὶ ἐγένετο ἀφ᾿ ἱκανοῦ τοῦ εἰσπορεύεσθαι αὐτὸν ἐξέκλινε τοῦ ἐκεῖ φαγεῖν. καὶ εἶπεν ἡ γυνὴ πρὸς τὸν ἄνδρα αὐτῆς· ἰδοὺ δὴ ἔγνων ὅτι ἄνθρωπος τοῦ Θεοῦ ἅγιος οὗτος διαπορεύεται ἐφ᾿ ἡμᾶς διὰ παντός. ποιήσωμεν δὴ αὐτῷ ὑπερῷον τόπον μικρὸν καὶ θῶμεν αὐτῷ ἐκεῖ κλίνην καὶ τράπεζαν καὶ δίφρον καὶ λυχνίαν. καὶ ἔσται ἐν τῷ εἰσπορεύεσθαι πρὸς ἡμᾶς καὶ ἐκκλινεῖ ἐκεῖ. καὶ ἐγένετο ἡμέρα καὶ εἰσῆλθεν ἐκεῖ καὶ ἐξέκλινεν εἰς τὸ ὑπερῷον καὶ ἐκοιμήθη ἐκεῖ. καὶ εἶπε πρὸς Γιεζὶ τὸ παιδάριον αὐτοῦ· κάλεσόν μοι τὴν Σωμανῖτιν ταύτην· καὶ ἐκάλεσεν αὐτήν, καὶ ἔστη ἐνώπιον αὐτοῦ. καὶ εἶπεν αὐτῷ· εἰπὸν δὴ πρὸς αὐτήν· ἰδοὺ ἐξέστησας ἡμῖν πᾶσαν τὴν ἔκστασιν ταύτην· τί δεῖ ποιῆσαί σοι; εἰ ἔστι λόγος σοι πρὸς τὸν βασιλέα ἢ πρὸς τὸν ἄρχοντα τῆς δυνάμεως; ἡ δὲ εἶπεν· ἐν μέσῳ τοῦ λαοῦ ἐγώ εἰμι οἰκῶ. καὶ εἶπε πρὸς Γιεζί· τί δεῖ ποιῆσαι αὐτῇ; καὶ εἶπε Γιεζὶ τὸ παιδάριον αὐτοῦ· καὶ μάλα υἱὸς οὐκ ἔστιν αὐτῇ, καὶ ὁ ἀνὴρ αὐτῆς πρεσβύτης. καὶ ἐκάλεσεν αὐτήν, καὶ ἔστη παρὰ τὴν θύραν. καὶ εἶπεν ῾Ελισαιὲ πρὸς αὐτήν· εἰς τὸν καιρὸν τοῦτον, ὡς ἡ ὥρα, ζῶσα σὺ περιειληφυῖα υἱόν. ἡ δὲ εἶπε· μὴ Κύριε, μὴ διαψεύσῃ τὴν δούλην σου. καὶ ἐν γαστρὶ ἔλαβεν ἡ γυνὴ καὶ ἔτεκεν υἱὸν εἰς τὸν καιρὸν τοῦτον, ὡς ἡ ὥρα, ζῶσα, ὡς ἐλάλησε πρὸς αὐτὴν ῾Ελισαιέ. καὶ ἡδρύνθη τὸ παιδάριον· καὶ ἐγένετο ἡνίκα ἐξῆλθε πρὸς τὸν πατέρα αὐτοῦ πρὸς τοὺς θερίζοντας, καὶ εἶπε πρὸς τὸν πατέρα αὐτοῦ· τὴν κεφαλήν μου, τὴν κεφαλήν μου· καὶ εἶπε τῷ παιδαρίῳ· ἆρον αὐτὸν πρὸς τὴν μητέρα αὐτοῦ. καὶ ᾖρεν αὐτὸν πρὸς τὴν μητέρα αὐτοῦ, καὶ ἐκοιμήθη ἐπὶ τῶν γονάτων αὐτῆς ἕως μεσημβρίας καὶ ἀπέθανε. καὶ ἀνήνεγκεν αὐτὸν καὶ ἐκοίμισεν αὐτὸν ἐπὶ τὴν κλίνην τοῦ ἀνθρώπου τοῦ Θεοῦ καὶ ἀπέκλεισε κατ᾿ αὐτοῦ καὶ ἐξῆλθε. καὶ ἐκάλεσε τὸν ἄνδρα αὐτῆς καὶ εἶπεν· ἀπόστειλον δή μοι ἓν τῶν παιδαρίων καὶ μίαν τῶν ὄνων, καὶ δραμοῦμαι ἕως τοῦ ἀνθρώπου τοῦ Θεοῦ καὶ ἐπιστρέψω. καὶ εἶπε· τί ὅτι σὺ πορεύῃ πρὸς αὐτὸν σήμερον; οὐ νεομηνία οὐδὲ σάββατον. ἡ δὲ εἶπεν· εἰρήνη. καὶ ἐπέσαξε τὴν ὄνον καὶ εἶπε πρὸς τὸ παιδάριον αὐτῆς· ἄγε πορεύου, μὴ ἐπίσχῃς μοι τοῦ ἐπιβῆναι, ὅτι ἐὰν εἴπω σοι· δεῦρο καὶ πορεύσῃ καὶ ἐλεύσῃ πρὸς τὸν ἄνθρωπον τοῦ Θεοῦ εἰς ὄρος τὸ Καρμήλιον. καὶ ἐπορεύθη καὶ ἦλθεν ἕως τοῦ ἀνθρώπου τοῦ Θεοῦ εἰς τὸ ὄρος. καὶ ἐγένετο ὡς εἶδεν ῾Ελισαιὲ ἐρχομένην αὐτήν, καὶ εἶπε πρὸς Γιεζὶ τὸ παιδάριον αὐτοῦ· ἰδοὺ δὴ ἡ Σωμανῖτις ἐκείνη· νῦν δράμε εἰς ἀπαντὴν αὐτῆς καὶ ἐρεῖς· εἰ εἰρήνη σοι; εἰ εἰρήνη τῷ ἀνδρί σου; εἰ εἰρήνη τῷ παιδαρίῳ; ἡ δὲ εἶπεν· εἰρήνη. καὶ ἦλθε πρὸς ῾Ελισαιὲ εἰς τὸ ὄρος καὶ ἐπελάβετο τῶν ποδῶν αὐτοῦ. καὶ ἤγγισε Γιεζὶ ἀπώσασθαι αὐτήν, καὶ εἶπεν ῾Ελισαιέ· ἄφες αὐτήν, ὅτι ἡ ψυχὴ αὐτῆς κατώδυνος αὐτῇ, καὶ Κύριος ἀπέκρυψεν ἀπ᾿ ἐμοῦ καὶ οὐκ ἀνήγγειλέ μοι. ἡ δὲ εἶπε· μὴ ᾐτησάμην υἱὸν παρὰ τοῦ Κυρίου μου; ὅτι οὐκ εἶπα· οὐ πλανήσεις μετ᾿ ἐμοῦ; καὶ εἶπεν ῾Ελισαιὲ τῷ Γιεζί· ζῶσαι τὴν ὀσφύν σου καὶ λαβὲ τὴν βακτηρίαν μου ἐν τῇ χειρί σου καὶ δεῦρο· ὅτι ἐὰν εὕρῃς ἄνδρα, οὐκ εὐλογήσεις αὐτόν, καὶ ἐὰν εὐλογήσῃ σε ἀνήρ, οὐκ ἀποκριθήσῃ αὐτῷ· καὶ ἐπιθήσεις τὴν βακτηρίαν μου ἐπὶ πρόσωπον τοῦ παιδαρίου. καὶ εἶπεν ἡ μήτηρ τοῦ παιδαρίου· ζῇ Κύριος καὶ ζῇ ἡ ψυχή σου, εἰ ἐγκαταλείψω σε· καὶ ἀνέστη ῾Ελισαιὲ καὶ ἐπορεύθη ὀπίσω αὐτῆς. καὶ Γιεζὶ διῆλθεν ἔμπροσθεν αὐτῆς καὶ ἐπέθηκε τὴν βακτηρίαν ἐπὶ πρόσωπον τοῦ παιδαρίου, καὶ οὐκ ἦν φωνὴ καὶ οὐκ ἦν ἀκρόασις· καὶ ἐπέστρεψεν εἰς ἀπαντὴν αὐτοῦ καὶ ἀπήγγειλεν αὐτῷ λέγων· οὐκ ἠγέρθη τὸ παιδάριον. καὶ εἰσῆλθεν ῾Ελισαιὲ εἰς τὸν οἶκον καὶ ἰδοὺ τὸ παιδάριον τεθνηκὸς κεκοιμισμένον ἐπὶ τὴν κλίνην αὐτοῦ. καὶ εἰσῆλθεν ῾Ελισαιὲ εἰς τὸν οἶκον καὶ ἀπέκλεισε τὴν θύραν κατὰ τῶν δύο αὐτῶν καὶ προσηύξατο πρὸς Κύριον· καὶ ἀνέβη καὶ ἐκοιμήθη ἐπὶ τὸ παιδάριον καὶ ἔθηκε τὸ στόμα αὐτοῦ ἐπὶ τὸ στόμα αὐτοῦ καὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ τὰς χεῖρας αὐτοῦ ἐπὶ τὰς χεῖρας αὐτοῦ καὶ διέκαμψεν ἐπ᾿ αὐτόν, καὶ διεθερμάνθη ἡ σάρξ τοῦ παιδαρίου. καὶ ἐπέστρεψε καὶ ἐπορεύθη ἐν τῇ οἰκίᾳ ἔνθεν καὶ ἔνθεν καὶ ἀνέβη καὶ συνέκαμψεν ἐπὶ τὸ παιδάριον ἕως ἑπτάκις, καὶ ἤνοιξε τὸ παιδάριον τοὺς ὀφθαλμοὺς αὐτοῦ. καὶ ἐξεβόησε ῾Ελισαιὲ πρὸς Γιεζὶ καὶ εἶπε· κάλεσον τὴν Σωμανῖτιν ταύτην· καὶ ἐκάλεσε, καὶ εἰσῆλθε πρὸς αὐτόν. καὶ εἶπεν ῾Ελισαιέ· λάβε τὸν υἱόν σου. καὶ εἰσῆλθεν ἡ γυνὴ καὶ ἔπεσεν ἐπὶ τοὺς πόδας αὐτοῦ καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν καὶ ἔλαβε τὸν υἱὸν αὐτῆς καὶ ἐξῆλθε. Ἀνάγνωσμα ΙΓ'Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα(Κεφ. ΞΓ' 1119 ΞΔ', 15) Τάδε λέγει Κύριος. Ποῦ ὁ ἀναβιβάσας ἐκ τῆς γῆς τὸν ποιμένα τῶν προβάτων· ποῦ ἔστιν ὁ θεὶς ἐν αὐτοῖς τὸ πνεῦμα τὸ ἅγιον; ὁ ἀγαγὼν τῇ δεξιᾷ Μωυσῆν, ὁ βραχίων τῆς δόξης αὐτοῦ; κατίσχυσεν ὕδωρ ἀπὸ προσώπου αὐτοῦ ποιῆσαι ἑαυτῷ ὄνομα αἰώνιον. ἤγαγεν αὐτοὺς διὰ τῆς ἀβύσσου ὡς ἵππον δι᾿ ἐρήμου, καὶ οὐκ ἐκοπίασαν. καὶ ὡς κτήνη διὰ πεδίου, κατέβη πνεῦμα παρὰ Κυρίου καὶ ὡδήγησεν αὐτούς· οὕτως ἥγαγες τὸν λαόν σου ποιῆσαι σεαυτῷ ὄνομα δόξης. ᾿Επίστρεψον ἐκ τοῦ οὐρανοῦ καὶ ἰδὲ ἐκ τοῦ οἴκου τοῦ ἁγίου σου καὶ δόξης· ποῦ ἐστιν ὁ ζῆλός σου καὶ ἡ ἰσχύς σου; ποῦ ἐστι τὸ πλῆθος τοῦ ἐλέους σου καὶ τῶν οἰκτιρμῶν σου, ὅτι ἠνέσχου ἡμῶν; σὺ γὰρ εἶ πατὴρ ἡμῶν, ὅτι ῾Αβραὰμ οὐκ ἔγνω ἡμᾶς, καὶ ᾿Ισραὴλ οὐκ ἐπέγνω ἡμᾶς, ἀλλὰ σύ, Κύριε, πατὴρ ἡμῶν· ρῦσαι ἡμᾶς, ἀπ᾿ ἀρχῆς τὸ ὄνομά σου ἐφ᾿ ἡμᾶς ἐστι. τί ἐπλάνησας ἡμᾶς, Κύριε, ἀπὸ τῆς ὁδοῦ σου; ἐσκλήρυνα τὰς καρδίας ἡμῶν τοῦ μὴ φοβεῖσθαί σε; ἐπίστρεψον διὰ τοὺς δούλους σου, διὰ τὰς φυλὰς τῆς κληρονομίας σου, ἵνα μικρὸν κληρονομήσωμεν τοῦ ὄρους τοῦ ἁγίου σου· οἱ ὑπεναντίοι ἡμῶν κατεπάτησαν τὸ ἁγίασμά σου. ἐγενόμεθα ὡς τὸ ἀπ᾿ ἀρχῆς, ὅτε οὐκ ἦρξας ἡμῶν οὐδὲ ἐπεκλήθη τὸ ὄνομά σου ἐφ᾿ ἡμᾶς. Ἐὰν ἀνοίξῃς τὸν οὐρανόν, τρόμος λήψεται ἀπὸ σοῦ ὄρη, καὶ τακήσονται, ὡς κηρὸς ἀπὸ προσώπου πυρὸς τήκεται, καὶ κατακαύσει πῦρ τοὺς ὑπεναντίους, καὶ φανερὸν ἔσται τὸ ὄνομα Κυρίου ἐν τοῖς ὑπεναντίοις· ἀπὸ προσώπου σου ἔθνη ταραχθήσονται. ὅταν ποιῇς τὰ ἔνδοξα, τρόμος λήψεται ἀπὸ σοῦ ὄρη. ἀπὸ τοῦ αἰῶνος οὐκ ἠκούσαμεν, οὐδὲ οἱ ὀφθαλμοὶ ἡμῶν εἶδον Θεὸν πλὴν σοῦ καὶ τὰ ἔργα σου, ἃ ποιήσεις τοῖς ὑπομένουσιν ἔλεον. συναντήσεται γὰρ τοῖς ποιοῦσι τὸ δίκαιον, καὶ τῶν ὁδῶν σου μνησθήσονται. ἰδοὺ σὺ ὠργίσθης, καὶ ἡμεῖς ἡμάρτομεν· διὰ τοῦτο ἐπλανήθημεν. Ἀνάγνωσμα ΙΔ'Προφητείας Ἱερεμίου τὸ Ἀνάγνωσμα(Κεφ. ΛΗ', 3134) Τάδε λέγει Κύριος. ἰδοὺ ἡμέραι ἔρχονται, φησὶ Κύριος, καὶ διαθήσομαι τῷ οἴκῳ ᾿Ισραὴλ καὶ τῷ οἴκῳ ᾿Ιούδα διαθήκην καινήν, οὐ κατὰ τὴν διαθήκην, ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου, ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου, καὶ ἐγὼ ἠμέλησα αὐτῶν, φησὶ Κύριος. ὅτι αὕτη ἡ διαθήκη μου, ἣν διαθήσομαι τῷ οἴκῳ ᾿Ισραὴλ μετὰ τὰς ἡμέρας ἐκείνας, φησὶ Κύριος· διδοὺς δώσω νόμους εἰς τὴν διάνοιαν αὐτῶν καὶ ἐπὶ καρδίας αὐτῶν γράψω αὐτούς· καὶ ἔσομαι αὐτοῖς εἰς Θεόν, καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν. καὶ οὐ μὴ διδάξωσιν ἕκαστος τὸν πολίτην αὐτοῦ καὶ ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ λέγων· γνῶθι τὸν Κύριον· ὅτι πάντες εἰδήσουσί με ἀπὸ μικροῦ αὐτῶν ἕως μεγάλου αὐτῶν, ὅτι ἵλεως ἔσομαι ταῖς ἀδικίαις αὐτῶν καὶ τῶν ἁμαρτιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι. Ἀνάγνωσμα ΙΕ'Προφητείας Δανιὴλ τὸ Ἀνάγνωσμα(Κεφ. Γ', 123 καὶ Ὕμνου Τριῶν Παίδων 133) Ἔτους ὀκτωκαιδεκάτου Ναβουχοδονόσορ ὁ βασιλεὺς ἐποίησεν εἰκόνα χρυσῆν, ὕψος αὐτῆς πήχεων ἑξήκοντα, εὖρος αὐτῆς πήχεων ἕξ, καὶ ἔστησεν αὐτὴν ἐν πεδίῳ Δεειρᾷ, ἐν χώρᾳ Βαβυλῶνος. καὶ ἀπέστειλε συναγαγεῖν τοὺς ὑπάτους καὶ τοὺς στρατηγοὺς καὶ τοὺς τοπάρχας, ἡγουμένους τε καὶ τυράννους καὶ τοὺς ἐπ' ἐξουσιῶν καὶ πάντας τοὺς ἄρχοντας τῶν χωρῶν ἐλθεῖν εἰς τὰ ἐγκαίνια τῆς εἰκόνος, ἣν ἔστησε Ναβουχοδονόσορ ὁ βασιλεύς. καὶ συνήχθησαν οἱ τοπάρχαι, ὕπατοι, στρατηγοί, ἡγούμενοι, τύραννοι μεγάλοι, οἱ ἐπ' ἐξουσιῶν καὶ πάντες οἱ ἄρχοντες τῶν χωρῶν εἰς τὸν ἐγκαινισμὸν τῆς εἰκόνος, ἣν ἔστησε Ναβουχοδονόσορ ὁ βασιλεύς, καὶ εἱστήκεισαν ἐνώπιον τῆς εἰκόνος. καὶ ὁ κήρυξ ἐβόα ἐν ἰσχύΐ· ὑμῖν λέγεται, λαοί, φυλαί, γλῶσσαι· ᾗ ἂν ὥρᾳ ἀκούσητε τῆς φωνῆς τῆς σάλπιγγος, σύριγγός τε καὶ κιθάρας, σαμβύκης τε καὶ ψαλτηρίου, συμφωνίας καὶ παντὸς γένους μουσικῶν, πίπτοντες προσκυνεῖτε τῇ εἰκόνι τῇ χρυσῇ, ᾗ ἔστησε Ναβουχοδονόσορ ὁ βασιλεύς· καὶ ὃς ἂν μὴ πεσὼν προσκυνήσῃ, αὐτῇ τῇ ὥρᾳ ἐμβληθήσεται εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην. καὶ ἐγένετο ὅταν ἤκουον οἱ λαοὶ τῆς φωνῆς τῆς σάλπιγγος, σύριγγός τε καὶ κιθάρας, σαμβύκης τε καὶ ψαλτηρίου καὶ συμφωνίας καὶ παντὸς γένους μουσικῶν, πίπτοντες πάντες οἱ λαοί, φυλαί, γλῶσσαι, προσεκύνουν τῇ εἰκόνι τῇ χρυσῇ, ᾗ ἔστησε Ναβουχοδονόσορ ὁ βασιλεύς. τότε προσήλθοσαν ἄνδρες Χαλδαῖοι καὶ διέβαλον τοὺς ᾿Ιουδαίους· καὶ ὑπολαβόντες εἶπον Ναβουχοδονόσορ ῷ βασιλεῖ · βασιλεῦ, εἰς τοὺς αἰῶνας ζῆθι. σὺ βασιλεῦ, ἔθηκας δόγμα πάντα ἄνθρωπον, ὃς ἂν ἀκούσῃ τῆς φωνῆς τῆς σάλπιγγος, σύριγγός τε καὶ κιθάρας, σαμβύκης καὶ ψαλτηρίου καὶ συμφωνίας καὶ παντὸς γένους μουσικῶν καὶ μὴ πεσὼν προσκυνήσῃ τῇ εἰκόνι τῇ χρυσῇ, ἐμβληθήσεται εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην. εἰσὶν ἄνδρες ᾿Ιουδαῖοι, οὓς κατέστησας ἐπὶ τὰ ἔργα τῆς χώρας Βαβυλῶνος, Σεδράχ, Μισὰχ, ᾿Αβδεναγώ, οἳ οὐχ ὑπήκουσαν, βασιλεῦ, τῷ δόγματί σου, τοῖς θεοῖς σου οὐ λατρεύουσι, καὶ τῇ εἰκόνι τῇ χρυσῇ, ᾗ ἔστησας, οὐ προσκυνοῦσι. τότε Ναβουχοδονόσορ ἐν θυμῷ καὶ ὀργῇ εἶπεν ἀγαγεῖν τὸν Σεδράχ, Μισὰχ καὶ ᾿Αβδεναγώ, καὶ ἤχθησαν ἐνώπιον τοῦ βασιλέως. καὶ ἀπεκρίθη Ναβουχοδονόσορ καὶ εἶπεν αὐτοῖς· εἰ ἀληθῶς Σεδράχ, Μισὰχ, ᾿Αβδεναγώ, τοῖς θεοῖς μου οὐ λατρεύετε καὶ τῇ εἰκόνι τῇ χρυσῇ, ᾗ ἔστησα, οὐ προσκυνεῖτε; νῦν οὖν εἰ ἔχετε ἑτοίμως, ἵνα ὡς ἂν ἀκούσητε τῆς φωνῆς τῆς σάλπιγγος, σύριγγός τε καὶ κιθάρας, σαμβύκης τε καὶ ψαλτηρίου καὶ συμφωνίας καὶ παντὸς γένους μουσικῶν, πεσόντες προσκυνήσητε τῇ εἰκόνι τῇ χρυσῇ, ᾗ ἐποίησα· ἐὰν δὲ μὴ προσκυνήσητε, αὐτῇ τῇ ὥρᾳ ἐμβληθήσεσθε εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην. καὶ τίς ἐστι Θεός, ὃς ἐξελεῖται ὑμᾶς ἐκ τῶν χειρῶν μου; καὶ ἀπεκρίθησαν Σεδράχ, Μισὰχ, ᾿Αβδεναγὼ λέγοντες τῷ βασιλεῖ Ναβουχοδονόσορ· οὐ χρείαν ἔχομεν ἡμεῖς περὶ τοῦ ρήματος τούτου ἀποκριθῆναί σοι· ἔστι γὰρ Θεὸς ἡμῶν ἐν οὐρανοῖς, ᾧ ἡμεῖς λατρεύομεν, δυνατὸς ἐξελέσθαι ἡμᾶς ἐκ τῆς καμίνου τοῦ πυρὸς τῆς καιομένης, καὶ ἐκ τῶν χειρῶν σου, βασιλεῦ, ρύσεται ἡμᾶς· καὶ ἐὰν μή, γνωστὸν ἔστω σοι, βασιλεῦ, ὅτι τοῖς θεοῖς σου οὐ λατρεύομεν καὶ τῇ εἰκόνι, ᾗ ἔστησας, οὐ προσκυνοῦμεν. τότε Ναβουχοδονόσορ ἐπλήσθη θυμοῦ, καὶ ἡ ὄψις τοῦ προσώπου αὐτοῦ ἠλλοιώθη ἐπὶ Σεδράχ, Μισὰχ καὶ ᾿Αβδεναγώ, καὶ εἶπεν ἐκκαῦσαι τὴν κάμινον ἑπταπλασίως, ἕως οὗ εἰς τέλος ἐκκαῇ· καὶ ἄνδρας ἰσχυροὺς ἰσχύϊ εἶπε πεδήσαντας τὸν Σεδράχ, Μισὰχ καὶ ᾿Αβδεναγὼ ἐμβαλεῖν εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην. τότε οἱ ἄνδρες ἐκεῖνοι ἐπεδήθησαν σὺν τοῖς σαραβάροις αὐτῶν καὶ τιάραις καὶ περικνημίσι καὶ ἐβλήθησαν εἰς τὸ μέσον τῆς καμίνου τοῦ πυρὸς τῆς καιομένης, ἐπεὶ τὸ ρῆμα τοῦ βασιλέως ὑπερίσχυσε καὶ ἡ κάμινος ἐξεκαύθη ἐκ περισσοῦ. καὶ οἱ τρεῖς οὗτοι, Σεδράχ, Μισὰχ καὶ ᾿Αβδεναγώ, ἔπεσον εἰς μέσον τῆς καμίνου τοῦ πυρὸς τῆς καιομένης πεπεδημένοι. καὶ περιεπάτουν ἐν μέσῳ τῆς φλογὸς ὑμνοῦντες τὸν Θεὸν καὶ εὐλογοῦντες τὸν Κύριον. ΠΡΟΣΕΥΧΗ ΑΖΑΡΙΟΥ ΚΑΙ ΥΜΝΟΣ ΤΩΝ ΤΡΙΩΝ : ΚΑΙ συστὰς ᾿Αζαρίας προσύξατο οὕτως καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ ἐν μέσῳ τοῦ πυρὸς εἶπεν· Εὐλογητὸς εἶ, Κύριε ὁ Θεὸς τῶν πατέρων ἡμῶν, καὶ αἰνετός, καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας, ὅτι δίκαιος εἶ ἐπὶ πᾶσιν, οἷς ἐποίησας ἡμῖν, καὶ πάντα τὰ ἔργα σου ἀληθινά, καὶ εὐθεῖαι αἱ ὁδοί σου, καὶ πᾶσαι αἱ κρίσεις σου ἀληθεῖς, καὶ κρίματα ἀληθείας ἐποίησας κατὰ πάντα, ἃ ἐπήγαγες ἡμῖν καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν τὴν τῶν πατέρων ἡμῶν ῾Ιερουσαλήμ, ὅτι ἐν ἀληθείᾳ καὶ κρίσει ἐπήγαγες ταῦτα πάντα, διὰ τὰς ἁμαρτίας ἡμῶν. ὅτι ἡμάρτομεν καὶ ἠνομήσαμεν ἀποστῆναι ἀπὸ σοῦ καὶ ἐξημάρτομεν ἐν πᾶσι καὶ τῶν ἐντολῶν σου οὐκ ἠκούσαμεν, οὐδὲ συνετηρήσαμεν οὐδὲ ἐποιήσαμεν καθὼς ἐνετείλω ἡμῖν, ἵνα εὖ ἡμῖν γένηται. καὶ πάντα, ὅσα ἐπήγαγες ἡμῖν καὶ πάντα ὅσα ἐποίησας ἡμῖν, ἐν ἀληθινῇ κρίσει ἐποίησας καὶ παρέδωκας ἡμᾶς εἰς χεῖρας ἐχθρῶν ἀνόμων, ἐχθίστων ἀποστατῶν, καὶ βασιλεῖ ἀδίκῳ καὶ πονηροτάτῳ παρὰ πᾶσαν τὴν γῆν. καὶ νῦν οὐκ ἔστιν ἡμῖν ἀνοῖξαι τὸ στόμα· αἰσχύνη καὶ ὄνειδος ἐγενήθημεν τοῖς δούλοις σου καὶ τοῖς σεβομένοις σε. μὴ δὴ παραδῴης ἡμᾶς εἰς τέλος διὰ τὸ ὄνομά σου καὶ μὴ διασκεδάσῃς τὴν διαθήκην σου καὶ μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφ' ἡμῶν διὰ ῾Αβραὰμ τὸν ἠγαπημένον ὑπὸ σοῦ καὶ διὰ ᾿Ισαὰκ τὸν δοῦλόν σου καὶ ᾿Ισραὴλ τὸν ἅγιόν σου, οἷς ἐλάλησας πληθῦναι τὸ σπέρμα αὐτῶν ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης. ὅτι, δέσποτα, ἐσμικρύνθημεν παρὰ πάντα τὰ ἔθνη καί ἐσμεν ταπεινοὶ ἐν πάσῃ τῇ γῇ σήμερον διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ οὐκ ἔστιν ἐν τῷ καιρῷ τούτῳ ἄρχων καὶ προφήτης καὶ ἡγούμενος, οὐδὲ ὁλοκαύτωσις οὐδὲ θυσία οὐδὲ προσφορὰ οὐδὲ θυμίαμα, οὐ τόπος τοῦ καρπῶσαι ἐνώπιόν σου καὶ εὑρεῖν ἔλεος· ἀλλ' ἐν ψυχῇ συντετριμμένῃ καὶ πνεύματι ταπεινώσεως προσδεχθείημεν ὡς ἐν ὁλοκαυτώμασι κριῶν καὶ ταύρων καὶ ὡς ἐν μυριάσιν ἀρνῶν πιόνων, οὕτως γενέσθω ἡ θυσία ἡμῶν ἐνώπιόν σου σήμερον καὶ ἐκτελείσθω ὄπισθέν σου, ὅτι οὐκ ἔστιν αἰσχύνη τοῖς πεποιθόσιν ἐπὶ σέ. καὶ νῦν ἐξακολουθοῦμεν ἐν ὅλῃ καρδίᾳ καὶ φοβούμεθά σε καὶ ζητοῦμεν τὸ πρόσωπόν σου, μὴ καταισχύνῃς ἡμᾶς, ἀλλὰ ποίησον μεθ' ἡμῶν κατὰ τὴν ἐπιείκειάν σου καὶ κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου καὶ ἐξελοῦ ἡμᾶς κατὰ τὰ θαυμάσιά σου καὶ δὸς δόξαν τῷ ὀνόματί σου, Κύριε. καὶ ἐντραπείησαν πάντες οἱ ἐνδεικνύμενοι τοῖς δούλοις σου κακὰ καὶ καταισχυνθείησαν ἀπὸ πάσης δυναστείας, καὶ ἡ ἰσχὺς αὐτῶν συντριβείη· καὶ γνώτωσαν ὅτι σὺ εἶ Κύριος Θεὸς μόνος καὶ ἔνδοξος ἐφ' ὅλην τὴν οἰκουμένην. Καὶ οὐ διέλιπον οἱ ἐμβάλλοντες αὐτοὺς ὑπηρέται τοῦ βασιλέως καίοντες τὴν κάμινον νάφθῃ καὶ πίσσῃ καὶ στυππίῳ καὶ κληματίδι. καὶ διεχεῖτο ἡ φλὸξ ἐπάνω τῆς καμίνου ἐπὶ πήχεις τεσσαράκοντα ἐννέα. καὶ διώδευσε καὶ ἐνεπύρισεν οὕς εὗρε περὶ τὴν κάμινον τῶν Χαλδαίων. ὁ δὲ ἄγγελος Κυρίου συγκατέβη ἅμα τοῖς περὶ τὸν ᾿Αζαρίαν εἰς τὴν κάμινον καὶ ἐξετίναξε τὴν φλόγα τοῦ πυρὸς ἐκ τῆς καμίνου καὶ ἐποίησε τὸ μέσον τῆς καμίνου ὡς πνεῦμα δρόσου διασυρίζον, καὶ οὐχ ἥψατο αὐτῶν τὸ καθόλου τὸ πῦρ καὶ οὐκ ἐλύπησεν οὐδὲ παρηνώχλησεν αὐτοῖς. Τότε οἱ τρεῖς ὡς ἐξ ἑνὸς στόματος ὕμνουν καὶ ἐδόξαζον καὶ ηὐλόγουν τὸν Θεὸν ἐν τῇ καμίνῳ λέγοντες· Εὐλογητὸς εἶ, Κύριε ὁ Θεὸς τῶν πατέρων ἡμῶν, ὁ ὑπερύμνητος καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας, καὶ εὐλογημένον τὸ ὄνομα τῆς δόξης σου τὸ ἅγιον, τὸ ὑπερύμνητον καὶ ὑπερυψούμενον εἰς τοὺς αἰῶνας. Εὐλογημένος εἶ ἐν τῷ ναῷ τῆς ἁγίας δόξης σου ὁ ὑπερύμνητος καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας. Εὐλογημένος εἶ ὁ βλέπων ἀβύσσους, ὁ καθήμενος ἐπὶ τῶν Χερουβὶμ ὁ ὑπερύμνητος καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας. Εὐλογημένος εἶ ὁ ἐπὶ θρόνου δόξης τῆς βασιλείας σου ὁ ὑπερύμνητος καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας. Εὐλογημένος εἶ ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ ὁ ὑπερύμνητος καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας. Ἦχος πλ. β'Τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. Εἶτα ὁ μὲν Ἀναγνώστης λέγει τὸν ἑπόμενον Ὕμνον, ἡμεῖς δὲ μεθ' ἕνα ἕκαστον τῶν Στίχων αὐτῶν ψάλλομεν· Τὸν Κύριον ὑμνεῖτε, ὡς ἕπεται.ΥΜΝΟΣ ΤΩΝ ΛΓΙΩΝ ΤΡΙΩΝ ΠΑΙΔΩΝΕὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.Τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.Εὐλογεῖτε, Ἄγγελοι Κυρίου, οὐρανοὶ Κυρίου, τὸν Κύριον.Τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.Εὐλογεῖτε, ὕδατα πάντα τὰ ὑπεράνω τῶν οὐρανῶν, πᾶσαι αἱ Δυνάμεις Κυρίου, τὸν Κύριον.Τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.Εὐλογεῖτε, ἥλιος καὶ σελήνη, ἄστρα τοῦ οὐρανοῦ, τὸν Κύριον.Τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.Εὐλογεῖτε, φῶς καὶ σκότος, νύκτες καὶ ἡμέραι, τὸν Κύριον.Τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.Εὐλογεῖτε, πᾶς ὄμβρος καὶ δρόσος, πάντα τὰ πνεύματα, τὸν Κύριον.Τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.Εὐλογεῖτε, πῦρ καὶ καῦμα, ψῦχος καὶ καύσων, τὸν Κύριον.Τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.Εὐλογεῖτε δρόσοι καὶ νιφετοί, πάγοι καὶ ψῦχος, τὸν Κύριον.Τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.Εὐλογεῖτε, πάχναι καὶ χιόνες, ἀστραπαὶ καὶ νεφέλαι τὸν Κύριον.Τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.Εὐλογεῖτε, γῆ, ὄρη καὶ βουνοί, καὶ πάντα τὰ φυόμενα ἐν αὐτῇ, τὸν Κύριον.Τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.Εὐλογεῖτε, πηγαί, θάλασσα, καὶ ποταμοί, κήτη, καὶ πάντα τὰ κινούμενα ἐν τοῖς ὕδασι, τὸν Κύριον.Τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.Εὐλογεῖτε, πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, τὰ θηρία καὶ πάντα τὰ κτήνη, τὸν Κύριον.Τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.Εὐλογεῖτε, υἱοὶ τῶν ἀνθρώπων, εὐλογείτω Ἰσραὴλ τὸν Κύριον.Τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.Εὐλογεῖτε, Ἱερεῖς Κυρίου, δοῦλοι Κυρίου, τὸν Κύριον.Τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.Εὐλογεῖτε, πνεύματα καὶ ψυχαὶ Δικαίων, ὅσιοι καὶ ταπεινοὶ τῇ καρδίᾳ, τὸν Κύριον.Τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.Εὐλογεῖτε, Ἀνανία, Ἀζαρία, καὶ Μισαήλ, τὸν Κύριον.Τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.Εὐλογεῖτε, Ἀπόστολοι, Προφῆται, καὶ Μάρτυρες Κυρίου, τὸν Κύριον.Τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.Εὐλογοῦμεν Πατέρα Υἱόν, καὶ ἅγιον Πνεῦμα.Τὸν Κύριον ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον.Τὸν Κύριον ὑμνοῦμεν, καὶ δοξολογοῦμεν εἰς πάντας τοὺς αἰῶνας. Ἀντὶ ΤρισαγίουὍσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Ἀλληλούϊα. (3)Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμὴν Χριστὸν ἐνεδύσασθε. ἈλληλούϊαΔύναμις.Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Ἀλληλούϊα.Προκείμενον Ἦχος βαρὺςΠᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι, καὶ ψαλάτωσάν σοι.Στίχ. Ἀλαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ.Πρὸς Ῥωμαίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα(Κεφ. ς', 311)Ἀδελφοί, ὅσοι εἰς Χριστὸν ἐβαπτίσθημεν, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν. Συνετάφημεν οὖν αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον, ἵνα, ὥσπερ ἠγέρθη Χριστὸς ἐκ νεκρῶν διὰ τῆς δόξης τοῦ Πατρός, οὕτω καὶ ἡμεῖς ἐν καινότητι ζωῆς περιπατήσωμεν. Εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα, τοῦτο γινώσκοντες, ὅτι ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνεσταυρώθη, ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας, τοῦ μηκέτι δουλεύειν ἡμᾶς τῇ ἁμαρτίᾳ. Ὁ γὰρ ἀποθανὼν δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας. Εἰ δὲ ἀπεθάνομεν σὺν Χριστῷ, πιστεύομεν ὅτι καὶ συζήσομεν αὐτῷ, εἰδότες, ὅτι Χριστὸς ἐγερθεὶς ἐκ νεκρῶν, οὐκέτι ἀποθνῄσκει, θάνατος αὐτοῦ οὐκέτι κυριεύει. Ὃ γὰρ ἀπέθανε τῇ ἁμαρτίᾳ, ἀπέθανεν ἐφάπαξ, ὃ δὲ ζῇ, ζῇ τῷ Θεῷ. Οὕτω καὶ ὑμεῖς λογίζεσθε ἑαυτούς, νεκρούς μὲν εἶναι τῇ ἁμαρτίᾳ, ζῶντας δὲ τῷ Θεῷ, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.Ἦχος βαρὺνἈνάστα, ὁ Θεός, κρῖνον τὴν γῆν, ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσι τοῖς ἔθνεσι.Τὸν αὐτὸν στίχον ψάλλομεν καὶ ἐν ἑνὶ ἑκάστῳ τῶν ἑπομένων Στίχων τοῦ Ψαλμοῦ πα', λεγομένων παρὰ τοῦ Ἀναγνώστου χῦμα.Στίχ. Ὁ Θεὸς ἔστη ἐν συναγωγῇ Θεῶν, ἐν μέσῳ δὲ θεοὺς διακρινεῖ.Ἀνάστα, ὁ Θεός, κρῖνον τὴν γῆν, ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσι τοῖς ἔθνεσι.Στίχ. Ἕως πότε κρίνετε ἀδικίαν, καὶ πρόσωπα ἁμαρτωλῶν λαμβάνετε;Ἀνάστα, ὁ Θεός, κρῖνον τὴν γήν, ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσι τοῖς ἔθνεσι.Στίχ. Κρίνατε ὀρφανῷ καὶ πτωχῷ, ταπεινὸν καὶ πένητα δικαιώσατε.Ἀνάστα, ὁ Θεός, κρῖνον τὴν γῆν, ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσι τοῖς ἔθνεσι.Στίχ. Ἐξέλεσθε πένητα καὶ πτωχόν, ἐκ χειρὸς ἁμαρτωλοῦ ῥύσασθε αὐτόν.Ἀνάστα, ὁ Θεός, κρῖνον τὴν γῆν, ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσι τοῖς ἔθνεσι.Στίχ. Οὐκ ἔγνωσαν, οὐδὲ συνῆκαν, ἐν σκότει διαπορεύονται, σαλευθήτωσαν πάντα τὰ θεμέλια τῆς γῆς.Ἀνάστα, ὁ Θεός, κρῖνον τὴν γῆν, ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσι τοῖς ἔθνεσι.Στίχ. Ἐγὼ εἶπα· Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες· ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνῄσκετε, καὶ ὡς εἷς τῶν ἀρχόντων πίπτετε.Ἀνάστα, ὁ Θεός, κρῖνον τὴν γῆν, ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσι τοῖς ἔθνεσι.Τῼ ΑΓΙῼ ΚΑΙ ΜΕΓΑΛῼ ΣΑΒΒΑΤῼΕἰς τὴν ΛειτουργίανἘκ τοῦ κατὰ Ματθαῖονκη΄ 1 20Ὀψὲ σαββάτων, τῇ ἐπιφωσκούσῃ......ἕως τῆς συντελείας τοῦ αἰῶνος. Ἀμήν.Καὶ καθεξὴς ἡ θεία Λειτουργία τοῦ Μεγάλου Βασιλείου.Ἀντὶ δὲ τοῦ Χερουβικοῦ, ψάλλομεν τὸ παρόν.Τροπάριον Ἦχος πλ. α'Σιγησάτω πᾶσα σάρξ βροτεία, καὶ στήτω μετὰ φόβου καὶ τρόμου, καὶ μηδὲν γήϊνον ἐν ἑαυτῇ λογιζέσθω· ὁ γὰρ Βασιλεὺς τῶν βασιλευόντων, καὶ Κύριος τῶν κυριευόντων, προσέρχεται σφαγιασθῆναι, καὶ δοθῆναι εἰς βρῶσιν τοῖς πιστοῖς· προηγοῦνται δὲ τούτου, οἱ χοροὶ τῶν Ἀγγέλων, μετὰ πάσης ἀρχῆς καὶ ἐξουσίας, τὰ πολυόμματα Χερουβίμ, καὶ τὰ ἑξαπτέρυγα Σεραφίμ, τὰς ὄψεις καλύπτοντα, καὶ βοῶντα τὸν ὕμνον· Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα.Κοινωνικὸν Ἦχος δ'Ἐξηγέρθη ὡς ὁ ὑπνῶν Κύριος, καὶ ἀνέστη σῴζων ἡμᾶς· Ἀλληλούϊα.
ΤΑ ΛΟΙΠΑ
ΕΩΘΙΝΟΝ Ζ' ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ Ζ', Ἦχος β΄Τοῖς Μαθηταῖς συνέλθωμεν ΤΟ ΑΚΟΥΤΕὍτι ἦραν τὸν Κύριον, τῆς Μαρίας εἰπούσης, ἐπὶ τὸν τάφον ἔδραμον, Σίμων Πέτρος, καὶ ἄλλος, Μύστης Χριστοῦ, ὃν ἠγάπα, ἔτρεχον δὲ οἱ δύο, καὶ εὗρον τὰ ὀθόνια, ἔνδον κείμενα μόνα, καὶ κεφαλῆς, ἦν δὲ τὸ σουδάριον χωρὶς τούτων· διὸ πάλιν ἡσύχασαν, τὸν Χριστὸν ἕως εἶδον.ΘεοτοκίονΜεγάλα καὶ παράδοξα, δι' ἐμὲ κατειργάσω, Χριστέ μου πολυέλεε· ἐκ Παρθένου γὰρ Κόρης, ἐτέχθης ἀνερμηνεύτως, καὶ Σταυρὸν κατεδέξω, καὶ θάνατον ὑπομείνας, ἐξανέστης ἐν δόξῃ, καὶ τὴν ἡμῶν, φύσιν ἠλευθέρωσας τοῦ θανάτου. Δόξα Χριστὲ τῇ δόξῃ σου, δόξα τῇ σῇ δυνάμει. ΔΟΞΑΣΤΙΚΟΝ Ζ', Ἦχος βαρὺς ἸδιόμελονἸδοὺ σκοτία καὶ πρωΐ, καὶ τί πρὸς τὸ μνημεῖον Μαρία ἕστηκας, πολὺ σκότος ἔχουσα ταῖς φρεσίν; ὑφ' οὗ ποῦ τέθειται ζητεῖς ὁ Ἰησοῦς. Ἀλλ' ὅρα τοὺς συντρέχοντας Μαθητάς, πῶς τοῖς ὀθονίοις καὶ τῷ σουδαρίῳ, τὴν Ἀνάστασιν ἐτεκμήραντο, καὶ ἀνεμνήσθησαν τῆς περὶ τούτου Γραφῆς. Μεθ' ὧν, καὶ δι' ὧν καὶ ἡμεῖς, πιστεύσαντες, ἀνυμνοῦμέν σε τὸν ζωοδότην Χριστόν. ΕΩΘΙΝΟΝ Ζ', ΙΩΑΝΝΗ 20,110Τῇ μιᾷ τῶν Σαββάτων Μαρία ἡ Μαγδαληνὴ ἔρχεται πρωῒ σκοτίας ἔτι οὔσης, εἰς τὸ μνημεῖον· καὶ βλέπει τὸν λίθον ἠρμένον ἐκ τοῦ μνημείου. Τρέχει οὖν, καὶ ἔρχεται πρὸς Σίμωνα Πέτρον, καὶ πρὸς τὸν ἄλλον μαθητὴν, ὃν ἐφίλει ὁ Ἰησοῦς, καὶ λέγει αὐτοῖς· ᾞραν τὸν Κύριον ἐκ τοῦ μνημείου, καὶ οὐκ οἴδαμεν ποῦ ἔθηκαν αὐτόν. Ἐξῆλθεν οὖν ὁ Πέτρος καὶ ὁ ἄλλος μαθητής, καὶ ἤρχοντο εἰς τὸ μνημεῖον. Ἔτρεχον δὲ οἱ δύο ὁμοῦ· καὶ ὁ ἄλλος μαθητὴς προέδραμε τάχιον τοῦ Πέτρου, καὶ ἦλθε πρῶτος εἰς τὸ μνημεῖον, καὶ παρακύψας, βλέπει κείμενα τὰ ὀθόνια· οὐ μέντοι εἰσῆλθεν. Ἔρχεται οὖν Σίμων Πέτρος ἀκολουθῶν αὐτῷ, καὶ εἰσῆλθεν εἰς τὸ μνημεῖον, καὶ θεωρεῖ τὰ ὀθόνια κείμενα· καὶ τὸ σουδάριον, ὃ ἦν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, οὐ μετὰ τῶν ὀθονίων κείμενον, ἀλλὰ χωρὶς ἐντετυλιγμένον εἰς ἕνα τόπον. Τότε οὖν εἰσῆλθε καὶ ὁ ἄλλος μαθητὴς ὁ ἐλθὼν πρῶτος εἰς τὸ μνημεῖον, καὶ εἶδε, καὶ ἐπίστευσεν. Οὐδέπω γὰρ ᾔδεισαν τὴν Γραφήν, ὅτι δεῖ αὐτὸν ἐκ νεκρῶν ἀναστῆναι. Ἀπῆλθον οὖν πάλιν πρὸς ἑαυτοὺς οἱ μαθηταί.
ΤΑ ΛΟΙΠΑ
p06 ΠΕΝΤΗΚΟΣΤΑΡΙΟΝ Τῼ ΣΑΒΒΑΤῼ ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου Ἦχος πλ. δ' Ἑσπερινὸν ὕμνον, καὶ λογικὴν λατρείαν, σοὶ Χριστὲ προσφέρομεν, ὅτι ηὐδόκησας, τοῦ ἐλεῆσαι ἡμᾶς διὰ τῆς Ἀναστάσεως. Ἦχος πλ. δ' Κύριε, Κύριε, μὴ ἀπορρίψῃς ἡμᾶς ἀπὸ τοῦ προσώπου σου, ἀλλὰ εὐδόκησον τοῦ ἐλεῆσαι ἡμᾶς, διὰ τῆς Ἀναστάσεως. Ἦχος πλ. δ' Χαῖρε Σιὼν ἁγία, μήτηρ τῶν Ἐκκλησιῶν, Θεοῦ κατοικητήριον· σὺ γὰρ ἐδέξω πρώτη ἄφεσιν ἁμαρτιῶν, διὰ τῆς Ἀναστάσεως. Ἕτερα Στιχηρά, Ἀνατολικά. Ὀκτώηχος Ἦχος πλ. δ' Ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, πρὸ τῶν αἰώνων γεννηθείς, ἐπ' ἐσχάτων δὲ τῶν χρόνων, ὁ αὐτὸς ἐκ τῆς ἀπειρογάμου σαρκωθεὶς βουλήσει σταύρωσιν θανάτου ὑπέμεινε, καὶ τὸν πάλαι νεκρωθέντα ἄνθρωπον ἔσωσε διὰ τῆς ἑαυτοῦ Ἀναστάσεως. Ἦχος πλ. δ' Τὴν ἐκ νεκρῶν σου Ἀνάστασιν, δοξολογοῦμεν Χριστέ, δι' ἧς ἠλευθέρωσας Ἀδαμιαῖον γένος, ἐκ τῆς τοῦ ᾍδου τυραννίδος, καὶ ἐδωρήσω τῷ κόσμῳ ὡς Θεός, ζωὴν αἰώνιον, καὶ τὸ μέγα ἔλεος. Ἦχος πλ. δ' Δόξα σοι Χριστὲ Σωτήρ, Υἱὲ Θεοῦ μονογενές, ὁ προσπαγεὶς ἐν τῷ Σταυρῷ, καὶ ἀναστὰς ἐκ τάφου τριήμερος. Δόξα... Ἦχος πλ. δ' Σὲ δοξάζομεν Κύριε, τὸν ἑκουσίως δι' ἡμᾶς Σταυρὸν ὑπομείναντα, καὶ σὲ προσκυνοῦμεν, Παντοδύναμε Σωτὴρ μὴ ἀπορρίψῃς ἡμᾶς ἀπὸ τοῦ προσώπου σου, ἀλλ' ἐπάκουσον, καὶ σῶσον ἡμᾶς, διὰ τῆς Ἀναστάσεώς σου φιλάνθρωπε. Καὶ νῦν... Ἦχος πλ. δ' Ὁ Βασιλεὺς τῶν οὐρανῶν, διὰ φιλανθρωπίαν, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη. Ἐκ Παρθένου γὰρ ἁγνῆς σάρκα προσλαβόμενος, καὶ ἐκ ταύτης προελθών, μετὰ τῆς προσλήψεως, εἷς ἐστὶν Υἱός, διπλοῦς τὴν φύσιν, ἀλλ' οὐ τὴν ὑπόστασιν. Διὸ τέλειον αὐτὸν Θεόν, καὶ τέλειον ἄνθρωπον, ἀληθῶς κηρύττοντες ὁμολογοῦμεν Χριστὸν τὸν Θεὸν ἡμῶν, ὃν ἱκέτευε Μῆτερ ἀνύμφευτε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν. Προκείμενον Ἦχος πλ. δ' Ἔδωκας κληρονομίαν τοῖς φοβουμένοις τὸ ὄνομά σου, Κύριε.Στίχ. Ἀπὸ τῶν περάτων τῆς γῆς πρὸς σὲ ἐκέκραξα.Στίχ. Σκεπασθήσομαι ἐν τῇ σκέπῃ τῶν πτερύγων σου.Στίχ. Οὕτω ψαλῶ τῷ ὀνόματί σου εἰς τοὺς αἰῶνας. Μετὰ δὲ τὴν ἐκφώνησιν, ψάλλομεν τῆς ὀκτωήχου τὸ Στιχηρὸν Ἀναστάσιμον τῶν Ἀποστίχων.Ἦχος πλ. δ' Ἀνῆλθες ἐπὶ Σταυροῦ, Ἰησοῦ, ὁ καταβὰς ἐξ οὐρανοῦ, ἦλθες ἐπὶ θάνατον, ἡ ζωὴ ἡ ἀθάνατος, πρὸς τοὺς ἐν σκότει, τὸ φῶς τὸ ἀληθινόν, πρὸς τοὺς πεσόντας, ἡ πάντων ἀνάστασις, ὁ φωτισμὸς καὶ ὁ Σωτὴρ ἡμῶν, δόξα σοι.Εἶτα τὰ Στιχηρὰ τοῦ Πάσχα μετὰ τῶν Στίχων αὐτῶν.Ἦχος πλ. α'Στίχ. Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.Πάσχα ἱερὸν ἡμῖν σήμερον ἀναδέδεικται, Πάσχα καινόν, Ἅγιον, Πάσχα μυστικόν, Πάσχα πανσεβάσμιον, Πάσχα Χριστὸς ὁ λυτρωτής, Πάσχα ἄμωμον, Πάσχα μέγα, Πάσχα τῶν πιστῶν, Πάσχα, τὸ πύλας ἡμῖν τοῦ Παραδείσου ἀνοῖξαν, Πάσχα, πάντας ἁγιάζον πιστούς.Στίχ. Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.Δεῦτε ἀπὸ θέας Γυναῖκες εὐαγγελίστριαι, καὶ τῇ Σιὼν εἴπατε· Δέχου παρ΄ ἡμῶν χαρᾶς εὐαγγέλια, τῆς Ἀναστάσεως Χριστοῦ, τέρπου, χόρευε, καὶ ἀγάλλου Ἱερουσαλήμ, τὸν Βασιλέα Χριστόν, θεασαμένη ἐκ τοῦ μνήματος, ὡς νυμφίον προερχόμενον.Στίχ. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ. καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.Αἱ Μυροφόροι γυναῖκες, ὄρθρου βαθέος, ἐπιστᾶσαι πρὸς τὸ μνῆμα τοῦ Ζωοδότου, εὗρον Ἄγγελον, ἐπὶ τὸν λίθον καθήμενον, καὶ αὐτὸς προσφθεγξάμενος, αὐταῖς οὕτως ἔλεγε· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; τί θρηνεῖτε τὸν ἄφθαρτον ὡς ἐν φθορᾷ; ἀπελθοῦσαι κηρύξατε, τοῖς αὐτοῦ Μαθηταῖς.Στίχ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.Πάσχα τὸ τερπνόν, Πάσχα Κυρίου, Πάσχα, Πάσχα πανσεβάσμιον ἡμῖν ἀνέτειλε, Πάσχα, ἐν χαρᾷ ἀλλήλους περιπτυξώμεθα, ὦ Πάσχα λύτρον λύπης· καὶ γὰρ ἐκ τάφου σήμερον ὥσπερ ἐκ παστοῦ, ἐκλάμψας Χριστός, τὰ Γύναια χαρᾶς ἔπλησε λέγων· Κηρύξατε Ἀποστόλοις. Δόξα... Καὶ νῦν... Ἦχος πλ. α' Ἀναστάσεως ἡμέρα, καὶ λαμπρυνθῶμεν τῇ πανηγύρει, καὶ ἀλλήλους περιπτυξώμεθα. Εἴπωμεν ἀδελφοί, καὶ τοῖς μισοῦσιν ἡμᾶς· Συγχωρήσωμεν πάντα τῇ Ἀναστάσει, καὶ οὕτω βοήσωμεν· Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος. Ἀπολυτίκιον τοῦ Πάσχα Ἦχος πλ. α' ΤΟ ΑΚΟΥΤΕ Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Κανών α', ᾨδὴ α', τοῦ Πάσχα Ἦχος α' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Ἀναστάσεως ἡμέρα λαμπρυνθῶμεν Λαοί, Πάσχα Κυρίου, Πάσχα· ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας».Καθαρθῶμεν τὰς αἰσθήσεις, καὶ ὀψόμεθα, τῷ ἀπροσίτῳ φωτὶ τῆς ἀναστάσεως, Χριστὸν ἐξαστράπτοντα, καί, Χαίρετε, φάσκοντα, τρανῶς ἀκουσόμεθα, ἐπινίκιον ᾄδοντες.Οὐρανοὶ μὲν ἐπαξίως εὐφραινέσθωσαν, γῆ δὲ ἀγαλλιάσθω, ἑορταζέτω δὲ κόσμος, ὁρατός τε ἅπας καὶ ἀόρατος· Χριστὸς γὰρ ἐγήγερται, εὐφροσύνη αἰώνιος.Καταβασία«Ἀναστάσεως ἡμέρα λαμπρυνθῶμεν Λαοί, Πάσχα Κυρίου, Πάσχα· ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας».Χριστὸς ἀνέστη... γ'Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος. ΤΟ ΑΚΟΥΤΕ Κανών α', ᾨδὴ γ', τοῦ Πάσχα Ἦχος α' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ' ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ᾧ στερεούμεθα».Νῦν πάντα πεπλήρωται φωτός, οὐρανός τε καὶ γῆ, καὶ τὰ καταχθόνια· ἑορταζέτω γοῦν πᾶσα κτίσις, τὴν Ἔγερσιν Χριστοῦ, ἐν ᾗ ἐστερέωται.Χθὲς συνεθαπτόμην σοι Χριστὲ συνεγείρομαι σήμερον ἀναστάντι σοι, συνεσταυρούμην σοι χθὲς, αὐτός με συνδόξασον Σωτήρ, ἐν τῇ βασιλείᾳ σου. Καταβασία«Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ' ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ᾧ στερεούμεθα».Χριστὸς ἀνέστη... γ'Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος. ΤΟ ΑΚΟΥΤΕ Ἡ Ὑπακοὴ Ἦχος δ' Προλαβοῦσαι τὸν ὄρθρον αἱ περὶ Μαριάμ, καὶ εὑροῦσαι τὸν λίθον ἀποκυλισθέντα τοῦ μνήματος, ἤκουον ἐκ τοῦ Ἀγγέλου· Τὸν ἐν φωτὶ ἀϊδίῳ ὑπάρχοντα, μετὰ νεκρῶν τί ζητεῖτε ὡς ἄνθρωπον; βλέπετε τὰ ἐντάφια σπάργανα, δράμετε, καὶ τῷ κόσμῳ κηρύξατε, ὡς ἠγέρθη ὁ Κύριος, θανατώσας τὸν θάνατον, ὅτι ὑπάρχει Θεοῦ Υἱός, τοῦ σῴζοντος τὸ γένος τῶν ἀνθρώπων. Κανών α', ᾨδὴ δ', τοῦ Πάσχα Ἦχος α' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Ἐπὶ τῆς θείας φυλακῆς ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ' ἡμῶν καὶ δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα· Σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι ἀνέστη Χριστός ὡς παντοδύναμος».Ἄρσεν μέν, ὡς διανοῖξαν, τὴν παρθενεύουσαν νηδύν, πέφηνε Χριστός, ὡς βροτὸς δέ, ἀμνὸς προσηγόρευται, ἄμωμος δέ, ὡς ἄγευστος κηλῖδος, τὸ ἡμέτερον Πάσχα, καὶ ὡς Θεὸς ἀληθής, τέλειος λέλεκται.Ὡς ἐνιαύσιος ἀμνός, ὁ εὐλογούμενος ἡμῖν, στέφανος χρηστὸς ἑκουσίως, ὑπὲρ πάντων τέθυται, Πάσχα τὸ καθαρτήριον, καὶ αὖθις ἐκ τοῦ τάφου ὡραῖος, δικαιοσύνης ἡμῖν ἔλαμψεν ἥλιος.Ὁ θεοπάτωρ μὲν Δαυΐδ, πρὸ τῆς σκιώδους κιβωτοῦ ἥλατο σκιρτῶν, ὁ λαὸς δὲ τοῦ Θεοῦ ὁ ἅγιος, τὴν τῶν συμβόλων ἔκβασιν, ὁρῶντες, εὐφρανθῶμεν ἐνθέως, ὅτι ἀνέστη Χριστὸς ὡς παντοδύναμος. Καταβασία«Ἐπὶ τῆς θείας φυλακῆς ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ' ἡμῶν καὶ δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα· Σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι ἀνέστη Χριστός ὡς παντοδύναμος».Χριστὸς ἀνέστη... γ'Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος. ΤΟ ΑΚΟΥΤΕ Κανών α', ᾨδὴ ε', τοῦ Πάσχα Ἦχος α' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Ὀρθρίσωμεν ὄρθρου βαθέος, καὶ ἀντὶ μύρου τὸν ὕμνον προσοίσομεν τῷ Δεσπότῃ, καὶ Χριστὸν ὀψόμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα».Τὴν ἄμετρόν σου εὐσπλαγχνίαν, οἱ ταῖς τοῦ ᾍδου σειραῖς, συνεχόμενοι δεδορκότες, πρὸς τὸ φῶς ἠπείγοντο Χριστέ, ἀγαλλομένῳ ποδί, Πάσχα κροτοῦντες αἰώνιον.Προσέλθωμεν λαμπαδηφόροι, τῷ προϊόντι Χριστῷ ἐκ τοῦ μνήματος, ὡς νυμφίῳ, καὶ συνεορτάσωμεν ταῖς φιλεόρτοις τάξεσι, Πάσχα Θεοῦ τὸ σωτήριον. Καταβασία«Ὀρθρίσωμεν ὄρθρου βαθέος, καὶ ἀντὶ μύρου τὸν ὕμνον προσοίσομεν τῷ Δεσπότῃ, καὶ Χριστὸν ὀψόμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα».Χριστὸς ἀνέστη... γ'Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος. ΤΟ ΑΚΟΥΤΕ Κανών α', ᾨδὴ ς', τοῦ Πάσχα Ἦχος α' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέτριψας μοχλοὺς αἰωνίους, κατόχους πεπεδημένων Χριστέ, καὶ τριήμερος ὡς ἐκ κήτους Ἰωνᾶς, ἐξανέστης τοῦ τάφου».Φυλάξας τὰ σήμαντρα σῷα Χριστέ, ἐξηγέρθης τοῦ τάφου, ὁ τὰς κλεῖς τῆς Παρθένου μὴ λυμηνάμενος ἐν τῷ τόκῳ σου, καὶ ἀνέῳξας ἡμῖν, Παραδείσου τὰς πύλας.Σῶτέρ μου τὸ ζῶν τε καὶ ἄθυτον, ἱερεῖον, ὡς Θεός, σεαυτὸν ἑκουσίως, προσαγαγὼν τῷ Πατρί, συνανέστησας, παγγενῆ τὸν Ἀδάμ, ἀναστὰς ἐκ τοῦ τάφου. Καταβασία«Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέτριψας μοχλοὺς αἰωνίους, κατόχους πεπεδημένων Χριστέ, καὶ τριήμερος ὡς ἐκ κήτους Ἰωνᾶς, ἐξανέστης τοῦ τάφου».Χριστὸς ἀνέστη... γ'Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος. ΤΟ ΑΚΟΥΤΕ Κοντάκιον Ἦχος δ' ΤΟ ΑΚΟΥΤΕ Εἰ καὶ ἐν τάφῳ κατῆλθες ἀθάνατε, ἀλλὰ τοῦ ᾍδου καθεῖλες τὴν δύναμιν, καὶ ἀνέστης ὡς νικητής, Χριστὲ ὁ Θεός, γυναιξὶ Μυροφόροις φθεγξάμενος. Χαίρετε, καὶ τοῖς σοῖς Ἀποστόλοις εἰρήνην δωρούμενος ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν. Ὁ Οἶκος Τὸν πρὸ ἡλίου Ἥλιον, δύναντα ποτὲ ἐν τάφῳ, προέφθασαν πρὸς ὄρθρον, ἐκζητοῦσαι ὡς ἡμέραν, Μυροφόροι κόραι, καὶ πρὸς ἀλλήλας ἐβόων· Ὦ φίλαι, δεῦτε τοῖς ἀρώμασιν ὑπαλείψωμεν, Σῶμα ζωηφόρον καὶ τεθαμμένον, σάρκα ἀνιστῶσαν τὸν παραπεσόντα Ἀδὰμ κείμενον ἐν τῷ μνήματι, ἄγωμεν, σπεύσωμεν, ὥσπερ οἱ Μάγοι, καὶ προσκυνήσωμεν, καὶ προσκομίσωμεν τὰ μύρα ὡς δῶρα τῷ μὴ ἐν σπαργάνοις, ἀλλ' ἐν σινδόνι ἐνειλημένῳ, καὶ κλαύσωμεν, καὶ κράξωμεν· Ὦ Δέσποτα ἐξεγέρθητι, ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν. Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν Τῷ ἁγίῳ καὶ μεγάλῳ Σαββάτῳ τοῦ Πάσχα, αὐτὴν τὴν ζωηφόρον Ἀνάστασιν ἑορτάζομεν τοῦ Κυρίου, καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.ΣτίχοιΧριστὸς κατελθὼν πρὸς πύλην ᾍδου μόνοςΛαβὼν ἀνῆλθε πολλὰ τῆς νίκης σκῦλα.Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν.Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν· ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ· Σταυρὸν γὰρ ὑπομείνας δι' ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν. γ' Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος. γ'. Κανών α', ᾨδὴ ζ', τοῦ Πάσχα Ἦχος α' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Ὁ Παῖδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ Πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος».Γυναῖκες μετὰ μύρων θεόφρονες, ὀπίσω σου ἔδραμον, ὃν δὲ ὡς θνητόν, μετὰ δακρύων ἐζήτουν, προσεκύνησαν χαίρουσαι ζῶντα Θεόν, καὶ Πάσχα τὸ μυστικὸν σοῖς Χριστὲ Μαθηταῖς εὐηγγελίσαντο.Θανάτου ἑορτάζομεν νέκρωσιν, ᾍδου τὴν καθαίρεσιν, ἄλλης βιοτῆς, τῆς αἰωνίου ἀπαρχήν, καὶ σκιρτῶντες ὑμνοῦμεν τὸν αἴτιον, τὸν μόνον εὐλογητὸν τῶν Πατέρων, Θεὸν καὶ ὑπερένδοξον.Ὡς ὄντως ἱερὰ καὶ πανέορτος, αὕτη ἡ σωτήριος, νὺξ καὶ φωταυγής, τῆς λαμπροφόρου ἡμέρας, τῆς Ἐγέρσεως οὖσα προάγγελος, ἐν ᾗ τὸ ἄχρονον φῶς, ἐκ τάφου σωματικῶς πᾶσιν ἐπέλαμψεν. Καταβασία«Ὁ Παῖδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ Πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος».Χριστὸς ἀνέστη... γ'Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος. ΤΟ ΑΚΟΥΤΕ Κανών α', ᾨδὴ η', τοῦ Πάσχα Ἦχος α' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Αὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρις ἐστὶ πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας».Δεῦτε τοῦ καινοῦ τῆς ἀμπέλου γεννήματος τῆς θείας εὐφροσύνης, ἐν τῇ εὐσήμῳ ἡμέρᾳ τῆς ἐγέρσεως, βασιλείας τε Χριστοῦ κοινωνήσωμεν, ὑμνοῦντες αὐτόν, ὡς Θεόν εἰς τοὺς αἰῶνας.Ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου Σιὼν καὶ ἴδε· ἰδοὺ γὰρ ἥκασί σοι, θεοφεγγεῖς ὡς φωστῆρες, ἐκ δυσμῶν καὶ βορρᾶ, καὶ θαλάσσης, καὶ ἑῴας τᾶ τέκνα σου ἐν σοὶ εὐλογοῦντα, Χριστὸν εἰς τοὺς αἰῶνας.Πάτερ παντοκράτορ, καὶ Λόγε, καὶ Πνεῦμα, τρισὶν ἑνιζομένη, ἐν ὑποστάσεσι φύσις, ὑπερούσιε καὶ ὑπέρθεε εἰς σὲ βεβαπτίσμεθα, καὶ σὲ εὐλογοῦμεν, εἰς πάντας τοὺς αἰῶνας. Καταβασία«Αὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρις ἐστὶ πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας».Χριστὸς ἀνέστη... γ'Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος. ΤΟ ΑΚΟΥΤΕ Κανών α', ᾨδὴ θ', τοῦ Πάσχα Ἦχος α' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ Μεγάλυνον, ψυχή μου, τὸν ἐθελουσίως παθόντα καὶ ταφέντα καὶ ἐξαναστάντα τριήμερον ἐκ τάφου.Φωτίζου, φωτίζου ἡ νέα Ἱερουσαλήμ· ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε. Χόρευε νῦν, καὶ ἀγάλλου Σιών· σὺ δὲ ἁγνή, τέρπου, Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.Μεγάλυνον, ψυχή μου, τὸν ἐξαναστάντα τριήμερον ἐκ τάφου Χριστὸν τὸν ζωοδότην.Φωτίζου, φωτίζου ἡ νέα Ἱερουσαλήμ· ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε. Χόρευε νῦν, καὶ ἀγάλλου Σιών· σὺ δὲ ἁγνή, τέρπου, Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.Ἄγγελος ἐξαστράπτων ταῖς γυναιξὶν ἐβόα· Παύσασθε τῶν δακρύων, ὅτι Χριστὸς ἀνέστη.῍Ω θείας! ὢ φίλης! ὢ γλυκυτάτης σου φωνῆς! μεθ' ἡμῶν ἀψευδῶς γάρ, ἐπηγγείλω, ἔσεσθαι, μέχρι τερμάτων αἰῶνος Χριστέ· ἣν οἱ πιστοί, ἄγκυραν ἐλπίδος, κατέχοντες ἀγαλλόμεθα.Ὅτι Χριστὸς ἀνέστη τὸν θάνατον πατήσας καὶ τοὺς νεκροὺς ἐγείρας, λαοί, ἀγαλλιᾶσθε.῍Ω Πάσχα τὸ μέγα, καὶ ἱερώτατον Χριστέ· ὤ σοφία καὶ Λόγε, τοῦ Θεοῦ καὶ δύναμις· δίδου ἡμῖν ἐκτυπώτερον, σοῦ μετασχεῖν, ἐν τῇ ἀνεσπέρῳ, ἡμέρᾳ τῆς βασιλείας σου.Δόξα...Μεγάλυνον, ψυχή μου, τῆς τρισυποστάτου καὶ ἀδιαιρέτου Θεότητος τὸ κράτος.Συμφώνως Παρθένε, σὲ μακαρίζομεν πιστοί· Χαῖρε πύλη Κυρίου· χαῖρε πόλις ἔμψυχε· χαῖρε, δι' ἧς ἡμῖν ἔλαμψε, σήμερον φῶς τοῦ ἐκ σοῦ τεχθέντος, τῆς ἐκ νεκρῶν ἀναστάσεως.Καὶ νῦν...Χαῖρε, Παρθένε, χαῖρε· χαῖρε, εὐλογημένη· χαῖρε, δεδοξασμένη, σὸς γὰρ Υἱὸς ἀνέστη τριήμερος ἐκ τάφου.Εὐφραίνου, ἀγάλλου, ἡ θεία πύλη τοῦ φωτός· ὁ γὰρ δύνας ἐν τάφῳ, Ἰησοῦς ἀνέτειλε, λάμψας ἡλίου φαιδρότερον, καὶ τοὺς πιστοὺς πάντας καταυγάσας, θεοχαρίτωτε Δέσποινα.ΚαταβασίαὉ ἄγγελος ἐβόα τῇ κεχαριτωμένῃ· Ἁγνὴ Παρθένε, χαῖρε, καὶ πάλιν ἐρῶ· Χαῖρε· ὁ σὸς υἱὸς ἀνέστη τριήμερος ἐκ τάφου.Φωτίζου, φωτίζου ἡ νέα Ἱερουσαλήμ· ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε. Χόρευε νῦν, καὶ ἀγάλλου Σιών· σὺ δὲ ἁγνή, τέρπου, Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.Χριστὸς ἀνέστη... γ'Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος. ΤΟ ΑΚΟΥΤΕ Ἐξαποστειλάριον τοῦ Πάσχα Ἦχος β' ΤΟ ΑΚΟΥΤΕ Σαρκὶ ὑπνώσας ὡς θνητός, ὁ Βασιλεὺς καὶ Κύριος, τριήμερος ἐξανέστης, Ἀδὰμ ἐγείρας ἐκ φθορᾶς, καὶ καταργήσας θάνατον, Πάσχα τῆς ἀφθαρσίας, τοῦ κόσμου σωτήριον. Εἰς τοὺς Α ἲ ν ο υ ς Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου Ἦχος πλ. δ' Κύριε, εἰ καὶ κριτηρίῳ παρέστης ὑπὸ Πιλάτου κρινόμενος ἀλλ' οὐκ ἀπελείφθης τοῦ θρόνου τῷ Πατρὶ συγκαθεζόμενος, καὶ ἀναστὰς ἐκ νεκρῶν, τὸν κόσμον ἠλευθέρωσας, ἐκ τῆς δουλείας τοῦ ἀλλοτρίου, ὡς οἰκτίρμων καὶ φιλάνθρωπος. Ἦχος πλ. δ' Κύριε, εἰ καὶ ὡς θνητὸν ἐν μνημείῳ, Ἰουδαῖοί σε κατέθεντο, ἀλλ' ὡς Βασιλέα ὑπνοῦντα, στρατιῶται σε ἐφύλαττον καὶ ὡς ζωῆς θησαυρόν, σφραγῖδι ἐσφραγίσαντο· ἀλλὰ ἀνέστης, καὶ παρέσχες, ἀφθαρσίαν ταῖς ψυχαῖς ἡμῶν. Ἦχος πλ. δ' Κύριε, ὅπλον κατὰ τοῦ Διαβόλου τὸν Σταυρόν σου ἡμῖν δέδωκας· φρίττει γὰρ καὶ τρέμει, μὴ φέρων καθορᾶν αὐτοῦ τὴν δύναμιν, ὅτι νεκροὺς ἀνιστᾷ καὶ θάνατον κατήργησε. Διὰ τοῦτο προσκυνοῦμεν τὴν ταφήν σου καὶ τὴν Ἔγερσιν. Ἦχος πλ. δ' Ὁ Ἄγγελός σου Κύριε, ὁ τὴν Ἀνάστασιν κηρύξας τοὺς μὲν φύλακας ἐφόβησε, τὰ δὲ Γύναια ἐφώνησε λέγων· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν· ἀνέστη Θεὸς ὢν, καὶ τῇ οἰκουμένῃ ζωὴν ἐδωρήσατο.Εἶτα τὰ Στιχηρὰ τοῦ Πάσχα μετὰ τῶν Στίχων αὐτῶν.Ἦχος πλ. α'Στίχ. Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.Πάσχα ἱερὸν ἡμῖν σήμερον ἀναδέδεικται, Πάσχα καινόν, Ἅγιον, Πάσχα μυστικόν, Πάσχα πανσεβάσμιον, Πάσχα Χριστὸς ὁ λυτρωτής, Πάσχα ἄμωμον, Πάσχα μέγα, Πάσχα τῶν πιστῶν, Πάσχα, τὸ πύλας ἡμῖν τοῦ Παραδείσου ἀνοῖξαν, Πάσχα, πάντας ἁγιάζον πιστούς.Στίχ. Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.Δεῦτε ἀπὸ θέας Γυναῖκες εὐαγγελίστριαι, καὶ τῇ Σιὼν εἴπατε· Δέχου παρ΄ ἡμῶν χαρᾶς εὐαγγέλια, τῆς Ἀναστάσεως Χριστοῦ, τέρπου, χόρευε, καὶ ἀγάλλου Ἱερουσαλήμ, τὸν Βασιλέα Χριστόν, θεασαμένη ἐκ τοῦ μνήματος, ὡς νυμφίον προερχόμενον.Στίχ. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ. καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.Αἱ Μυροφόροι γυναῖκες, ὄρθρου βαθέος, ἐπιστᾶσαι πρὸς τὸ μνῆμα τοῦ Ζωοδότου, εὗρον Ἄγγελον, ἐπὶ τὸν λίθον καθήμενον, καὶ αὐτὸς προσφθεγξάμενος, αὐταῖς οὕτως ἔλεγε· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; τί θρηνεῖτε τὸν ἄφθαρτον ὡς ἐν φθορᾷ; ἀπελθοῦσαι κηρύξατε, τοῖς αὐτοῦ Μαθηταῖς.Στίχ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.Πάσχα τὸ τερπνόν, Πάσχα Κυρίου, Πάσχα, Πάσχα πανσεβάσμιον ἡμῖν ἀνέτειλε, Πάσχα, ἐν χαρᾷ ἀλλήλους περιπτυξώμεθα, ὦ Πάσχα λύτρον λύπης· καὶ γὰρ ἐκ τάφου σήμερον ὥσπερ ἐκ παστοῦ, ἐκλάμψας Χριστός, τὰ Γύναια χαρᾶς ἔπλησε λέγων· Κηρύξατε Ἀποστόλοις. Δόξα... Καὶ νῦν... Ἦχος πλ. α' Ἀναστάσεως ἡμέρα, καὶ λαμπρυνθῶμεν τῇ πανηγύρει, καὶ ἀλλήλους περιπτυξώμεθα. Εἴπωμεν ἀδελφοί, καὶ τοῖς μισοῦσιν ἡμᾶς. Συγχωρήσωμεν πάντα τῇ Ἀναστάσει, καὶ οὕτω βοήσωμεν· Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος. (3) Ἀντίφωνον α'Ἦχος β'Στίχ. Ἀλαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ.Στίχ. Ψάλατε δὴ τῷ ὀνόματι αὐτοῦ, δότε δόξαν ἐν αἰνέσει αὐτοῦ.Στίχ. Εἴπατε τῷ Θεῷ· Ὡς φοβερὰ τὰ ἔργα σου. Ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί σου.Στίχ. Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι, ψαλάτωσαν δὴ τῷ ὀνόματι σου Ὕψιστε.Ἀντίφωνον β'Ἦχος ὁ αὐτὸςΣτίχ. Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς.Στίχ. Τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου, ἐν πᾶσιν ἔθνεσι τὸ σωτήριόν σου.Στίχ. Ἐξομολογησάσθωσάν σοι λαοί, ὁ Θεός, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες.Στίχ. Εὐλογήσαι ἡμᾶς ὁ Θεός, καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς.Ἀντίφωνον γ'Ἦχος πλ. α'Στίχ. Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.Στίχ. Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώτου πυρός.Στίχ. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.Στίχ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.ΕἰσοδικὸνἘν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν, Κύριον ἐκ πηγῶν Ἰσραήλ... Ἦχος α' ΤΟ ΑΚΟΥΤΕ Μεγαλυνάριον Ὁ ἄγγελος ἐβόα τῇ κεχαριτωμένῃ· Ἁγνὴ Παρθένε, χαῖρε, καὶ πάλιν ἐρῶ· Χαῖρε· ὁ σὸς υἱὸς ἀνέστη τριήμερος ἐκ τάφου.Φωτίζου, φωτίζου ἡ νέα Ἱερουσαλήμ· ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε. Χόρευε νῦν, καὶ ἀγάλλου Σιών· σὺ δὲ ἁγνή, τέρπου, Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου. Κοινωνικὰ Σῶμα Χριστοῦ μεταλάβετε, πηγῆς ἀθανάτου γεύσασθε. Ἀλληλούϊα.Εἰς μνημόσυνον αἰώνιον ἔσται Δίκαιος. Ἀλληλούϊα.
ΤΑ ΛΟΙΠΑ
ΗΧΟΣ ΠΛ.Δ' ΣΤΙΧΗΡΑ ΚΑΙ ΚΑΘΙΣΜΑΤΑ ΚΑΤΑ ΤΡΙΩΔΙΟΝ ΗΧΟΣ ΠΛ.Δ' Τῌ ΚΥΡΙΑΚῌ ΕΣΠΕΡΑΣ Εἰς τὸ Κύριε ἐκέκραξα Στιχηρὰ Κατανυκτικὰ Ἦχος πλ. δ' Σὲ τὸν Βασιλέα καὶ Δεσπότην, Ἄγγελοι ἀπαύστως ἀνυμνοῦσιν· ἐγὼ δέ σοι προσπίπτω ὡς ὁ Τελώνης κράζων· ὁ Θεὸς ἱλάσθητί μοι, καὶ σῶσόν με. ΤΟ ΑΚΟΥΤΕ Ἀθάνατος ὑπάρχουσα ψυχή μου, τοῖς κύμασι τοῦ βίου μὴ καλύπτου, ἀνάνηψον βοῶσα· πρὸς τὸν σὸν Εὐεργέτην ὁ Θεὸς ἱλάσθητί μοι, καὶ σῶσόν με. Δάκρυά μοι δὸς ὁ Θεός, ὡς ποτὲ τῇ γυναικὶ τῇ ἁμαρτωλῷ, καὶ ἀξίωσόν με βρέχειν τοὺς πόδας σου, τοὺς ἐμὲ ἐκ τῆς ὁδοῦ τῆς πλάνης ἐλευθερώσαντας, καὶ μύρον εὐωδίας σοι προσφέρειν, βίον καθαρόν, ἐν μετανοίᾳ μοι κτισθέντα, ἵνα ἀκούσω κᾀγὼ τῆς εὐκταίας σου φωνῆς. Ἡ πίστις σου σέσωκέ σε, πορεύου εἰς εἰρήνην. Ὅταν λάβω κατὰ νοῦν, τὰ πλήθη τῶν πεπραγμένων μοι δεινῶν, καὶ εἰς ἔννοιαν ἔλθω, τῆς φοβερᾶς ἐκείνης ἐτάσεως, τρόμῳ συνεχόμενος, πρὸς σὲ καταφεύγω, τόν φιλάνθρωπον Θεόν. Διὸ μή με παρίδῃς, ἱκετεύω σε μόνε ἀναμάρτητε, δώρησαι κατάνυξιν, τῇ ταπεινῇ μου ψυχῇ, πρὸ τελευτῆς καὶ σῶσόν σε. Τῌ ΔΕΥΤΕΡᾼ ΠΡΩΪ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὴν Α' Στιχολογίαν Καθίσματα Κατανυκτικὰ Ἠχος πλ. δ' Ὄμματι εὐσπλάγχνῳ Κύριε, ἴδε τὴν ἐμὴν ταπείνωσιν ὅτι κατὰ μικρὸν ἡ ζωή μου δαπανᾶται, καὶ ἐξ ἔργων ἐν ἐμοὶ οὐχ ὑπάρχει σωτηρία· διὰ τοῦτο δέομαι· ὄμματι εὐσπλάγχνῳ Κύριε, ἴδε τὴν ἐμὴν ταπείνωσιν, καὶ σῶσόν με. Στίχ. Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. Ὡς τοῦ κριτοῦ παρόντος, μερίμνησον ψυχή, καὶ τῆς φρικτῆς ἡμέρας τὴν ὥραν ἐννοοῦ· ἡ γὰρ κρίσις ἀνίλεώς ἐστι τοῖς μὴ πράξασιν ἔλεος. Διὸ φεῖσαί μου Σωτήρ· μόνος γὰρ ὑπάρχεις φιλάνθρωπος. Δόξα... Καὶ νῦν... Θεοτοκίον Ἡ νοητὴ πύλη τῆς ζωῆς ἡμῶν, ἄχραντε Θεοτόκε, τοὺς προστρέχοντάς σοι πιστῶς, λύτρωσαι τῶν κινδύνων, ἵνα δοξάζωμεν τὸν πανάγιον τόκον σου, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν. Εἰς τὴν ζ' ᾨδὴν Μαρτυρικὸν Φωστῆρες νοεροί, ἀνεδείχθητε ἅγιοι Μάρτυρες· τὴν γὰρ ἀχλὺν τῆς πλάνης, κατηργήσατε διὰ τῆς πίστεως, τὰς ψυχικὰς ἡμῶν λαμπάδας ἐφαιδρύνατε, καὶ τῷ Νυμφίῳ μετὰ δόξης συνεισήλθετε, εἰς τὸν οὐράνιον νυμφῶνα καὶ νῦν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν. Τῌ ΤΡΙΤῌ ΠΡΩΪ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὴν Α' Στιχολογίαν Καθίσματα Κατανυκτικὰ Ἦχος πλ. δ' Ὡς ἡ Πόρνη σοι προσπίπτω, ἵνα λάβω τὴν ἄφεσιν, καὶ ἀντὶ μύρου τὰ δάκρυα ἐκ καρδίας, προσφέρω σοι Χριστὲ ὁ Θεός, ἵνα ὡς ἐκείνην οἰκτειρήσῃς με Σωτήρ, καὶ παράσχῃς ἱλασμόν ἁμαρτιῶν· ὡς αὐτὴ γὰρ κραυγάζω σοι· Λύτρωσαί με τοῦ βορβόρου τῶν ἔργων μου. Στίχ. Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. Τὴν Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ Τὴν ἡμέραν ἐκείνην τὴν φοβεράν, ἐννοοῦσα ψυχή μου γρηγόρησον, ἀνάπτουσα λαμπάδα σου, ἐν ἐλέῳ φαιδρύνουσα· οὐ γὰρ οἶδας πότε, πρὸς σὲ ἐπελεύσεται, ἡ φωνὴ ἡ λέγουσα· Ἰδοὺ ὁ Νυμφίος σου· Βλέπε οὖν ψυχή μου, μὴ νυστάξῃς, καὶ μείνῃς, ἔξωθεν κρούουσα, ὡς αἱ πέντε Παρθένοι, ἀλλὰ ἀγρύπνως καρτέρησον, ἵνα ὑπαντήσῃς Χριστῷ τῷ Θεῷ, ἐν ἐλέῳ πίονι καὶ δῴη σοι τὸν νυμφῶνα, τὸν θεῖον τῆς δόξης αὐτοῦ. Δόξα... Καὶ νῦν... Θεοτοκίον Τὸ ἀσάλευτον στήριγμα τὸ τῆς Πίστεως, καὶ σεβάσμιον δώρημα τῶν ψυχῶν ἡμῶν, τὴν Θεοτόκον ἐν ὕμνοις μεγαλύνωμεν πιστοί, χαῖρε ἡ τὴν πέτραν τῆς ζωῆς, ἐν γαστρὶ σου χωρήσασα, χαῖρε τῶν περάτων ἡ ἐλπίς, θλιβομένων ἀντίληψις, χαῖρε Νύμφη ἀνύμφευτε. Εἰς τὴν ζ' ᾨδὴν Μαρτυρικὸν Φωτὶ οὐρανίῳ, καταλάμπεται σήμερον· αὕτη ἡ σκηνὴ· ἐν ταύτῃ γὰρ στρατιαὶ Ἀγγέλων ἀγάλλονται, σὺν αὐτοῖς καὶ Μαρτύρων χοροὶ εὐφραίνονται, ἐπὶ τῇ μνήμῃ τῶν Ἀθλοφόρων, αὐτῶν ταῖς παρακλήσεσι, κατάπεμψον τῷ Κόσμῳ σου τὴν εἰρήνην Χριστέ, καὶ τὸ μέγα ἔλεος. Τῌ ΤΕΤΑΡΤῌ ΠΡΩΪ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὴν Α' Στιχολογίαν Καθίσματα Σταυρώσιμα Ἦχος πλ. δ' Βλέπων ὁ Λῃστής, τὸν Ἀρχηγὸν τῆς ζωῆς, ἐπὶ Σταυροῦ κρεμάμενον ἔλεγεν· Εἰμὴ Θεὸς ὑπῆρχε σαρκωθείς, ὁ σὺν ἡμῖν σταυρωθείς, οὐκ ἂν ὁ ἥλιος τὰς ἀκτῖνας ἐναπέκρυψεν, οὐδὲ ἡ γῆ σειομένη ἐκυμαίνετο ἀλλ' ὁ πάντων ἀνεχόμενος, μνήσθητί μου Κύριε ἐν τῇ Βασιλείᾳ σου. Στίχ. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ. Ἐν μέσῳ δύο λῃστῶν, ζυγὸς δικαιοσύνης, εὑρέθη ὁ Σταυρός σου, τοῦ μὲν καταγομένου εἰς ᾍδην, τῷ βάρει τῆς βλασφημίας, τοῦ δὲ κουφιζομένου πταισμάτων, πρός γνῶσιν θεολογίας, Χριστὲ ὁ Θεὸς δόξα σοι. Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον Τὸν Ἀμνὸν καὶ Ποιμένα, καὶ Σωτῆρα τοῦ Κόσμου, ἐν τῷ Σταυρῷ θεωροῦσα, ἡ τεκοῦσα ἔλεγε δακρύουσα· Ὁ μὲν Κόσμος ἀγάλλεται, δεχόμενος τὴν λύτρωσιν, τὰ δὲ σπλάγχνα μου φλέγονται, ὁρώσης σου τὴν σταύρωσιν, ἣν ὑπὲρ πάντων ὑπομένεις, ὁ Υἱὸς καὶ Θεός μου. Εἰς τὴν ζ' ᾨδὴν Μαρτυρικὸν Τῆς στενῆς καὶ τεθλιμμένης ὁδοῦ, ἀκλινεῖς ὁδοιπόροι γεγόνατε, ἅγιοι Μάρτυρες· τῶν γὰρ πειρασμῶν τὴν τρικυμίαν ὑπεμείνατε, καὶ τῶν ἀσωμάτων Λειτουργῶν τήν πολιτείαν ἀνελάβετε, πέτρα ὑπομονῆς, καὶ θεμέλιοι εὐσεβείας ἀνεδείχθητε, πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν. Τῌ ΠΕΜΠΤῌ ΠΡΩΪ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὴν Α' Στιχολογίαν Καθίσματα Ἀποστολικὰ Ἦχος πλ. δ' Εὐλογητὸς εἶ Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πανσόφους τοὺς Ἁλιεῖς ἀναδείξας, καταπέμψας αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, καὶ δι' αὐτῶν τὴν Οἰκουμένην σαγηνεύσας, φιλάνθρωπε δόξα σοι. Στίχ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Τὴν Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ Τοὺς φωστῆρας τοῦ Κόσμου καὶ Ὁδηγούς, τῆς ἡμῶν σωτηρίας τὴν ἀπαρχήν, τοὺς θείους ὑμνήσωμεν, Μαθητὰς τοῦ Θεοῦ ἡμῶν, ὅτι φῶς τοῖς ἐν σκότει, ἡμῖν ἐξανέτειλαν, καὶ τὸν Ἥλιον πᾶσι, τῆς δόξης ἐγνώρισαν· ὅθεν καὶ τὴν πλάνην, τῶν εἰδώλων καθεῖλον, Τριάδα κηρύξαντες, ἐν μιᾷ τῇ Θεότητι· Διὰ τοῦτο δεόμεθα, Ἀπόστολοι Χριστοῦ τοῦ Θεοῦ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν. Δόξα... Καὶ νῦν... Θεοτοκίον Χαῖρε ἡ δι' Ἀγγέλου τὴν χαρὰν τοῦ Κόσμου δεξαμένη, χαῖρε ἡ τεκοῦσα τὸν Ποιητήν σου καὶ Κύριον, χαῖρε ἡ ἀξιωθεῖσα γενέσθαι Μήτηρ Χριστοῦ τοῦ Θεοῦ. Εἰς τὴν ζ' ᾨδὴν Μαρτυρικὸν Γενναίως τὸν δρόμον τελέσαντες, τυράννοις ἀντέστητε Μάρτυρες· τὰ γὰρ σώματα νεκρώσαντες ἐν γῇ, ἀπελάβετε οὐράνιον ζωὴν Ἅγιοι. Τῌ ΠΑΡΑΣΚΕΥῌ ΠΡΩΪ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὴν Α' Στιχολογίαν Καθίσματα Σταυρώσιμα Ἠχος πλ. δ' Ἐν μέσῳ τῆς Ἐδέμ, ξύλον ἤνθησε τὸν θάνατον, ἐν μέσῳ πάσης γῆς, ξύλον ἐβλάστησε τὴν ζωήν· γευσάμενοι γὰρ τοῦ πρώτου, ἄφθαρτοι ὄντες, φθαρτοὶ γεγόναμεν, τυχόντες δὲ τοῦ δευτέρου, τῆς ἀφθαρσίας κατετρυφήσαμεν· ἐν τῷ Σταυρῷ γὰρ σῴζεις ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων. Στίχ. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ. Τὸ προσταχθὲν μυστικῶς ΤΟ ΑΚΟΥΤΕ Ἐν Παραδείσῳ μὲν τὸ πρίν, ξύλῳ ἐγύμνωσεν, ἐπὶ τῇ γεύσει ὁ ἐχθρός, εἰσφέρων νέκρωσιν, τοῦ Σταυροῦ δὲ τὸ ξύλον τῆς ζωῆς τὸ ἔνδυμα, ἀνθρώποις φέρον ἐπάγη ἐπὶ τῆς γῆς, καὶ Κόσμος ὅλος ἐπλήσθη πάσης χαράς, ὃν ὁρῶντες ὑψούμενον, Θεῷ ἐν πίστει λαοί, συμφώνως ἀνακράξωμεν· Πλήρης δόξης ὁ οἶκος αὐτοῦ. Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον, Ὅμοιον Τὸν ἐξ αἱμάτων σου ἀγνῶν σωματωθέντα, καὶ ὑπὲρ ἔννοιαν ἐκ σοῦ Σεμνὴ τεχθέντα, ἐπὶ ξύλου κρεμάμενον μέσον τῶν κακούργων, ὁρῶσα τὰ σπλάγχνα ἤλγεις, καὶ μητρικῶς, θρηνοῦσα ἐβόας· Οἴμοι Τέκνον ἐμόν! τίς ἡ θεία καὶ ἄφατος, Οἰκονομία σου, δι' ἧς, ἐζώωσας τὸ πλάσμα σου; Ἀνυμνῶ σου τὸ εὔσπλαγχνον. Εἰς τὴν ζ' ᾨδὴν Μαρτυρικὸν Τὸ προσταχθὲν μυστικῶς ΤΟ ΑΚΟΥΤΕ Δι' ἐγκρατείας τῶν παθῶν τὰς πυριφλέκτους, ἀπονεκρώσαντες μορφάς, καὶ τὰς κινήσεις, τοῦ Χριστοῦ οἱ Μάρτυρες ἔλαβον τὴν χάριν, τὰς νόσους ἀποδιώκειν τῶν ἀσθενῶν, καὶ ζῶντες, καὶ μετὰ τέλος θαυματουργεῖν, ὄντως θαῦμα παράδοξον! ὅτι ὀστέα γυμνά, ἐκβλύζουσιν ἰάματα. Δόξα τῷ μόνῳ σοφῷ, καὶ κτίστῃ Θεῷ. Τῌ ΠΑΡΑΣΚΕΥῌ ΕΣΠΕΡΑΣ Εἰς τὸ Κύριε ἐκέκραξα Στιχηρὰ Μαρτυρικὰ Ἠχος πλ. δ' Μάρτυρες Κυρίου, πάντα τόπον ἁγιάζετε, καὶ πᾶσαν νόσον θεραπεύετε, καὶ νῦν πρεσβεύσατε, ῥυσθῆναι τῶν παγίδων τοῦ ἐχθροῦ, τὰς ψυχὰς ἡμῶν δεόμεθα. Μάρτυρες Κυρίου, ἱκετεύσατε τὸν Θεὸν ἡμῶν, καὶ αἰτήσασθε ταῖς ψυχαῖς ἡμῶν, πλῆθος οἰκτιρμῶν, καὶ τὸν ἱλασμόν, τῶν πολλῶν παραπτωμάτων δεόμεθα. Οἱ Μάρτυρές σου Κύριε, ἐπιλαθόμενοι τῶν ἐν τῷ βίῳ, καταφρονήσαντες καὶ τῶν βασάνων, διὰ τὴν μέλλουσαν ζωήν, ταύτης κληρονόμοι ἀνεδείχθησαν· ὅθεν καὶ Ἀγγέλοις συναγάλλονται. Αὐτῶν ταῖς ἱκεσίαις, δώρησαι τῷ λαῷ σου τὸ μέγα ἔλεος. Εἴ τις ἀρετή, καὶ εἴ τις ἔπαινος, πρέπει τοῖς Ἁγίοις· ξίφεσι γὰρ ἔκλιναν τοὺς αὐχένας, διὰ σὲ τὸν κλίναντα οὐρανοὺς καὶ καταβάντα, ἐξέχεαν τὸ αἷμα αὐτῶν, διὰ σὲ τὸν κενώσαντα ἑαυτόν, καὶ μορφὴν δούλου λαβόντα, ἐταπεινώθησαν ἕως θανάτου, τὴν πτωχείαν σου μιμούμενοι. Ὧν ταῖς εὐχαῖς, κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Δόξα... Νεκρώσιμον τοῦ Δαμασκηνοῦ Θρηνῶ καὶ ὀδύρομαι, ὅταν ἐννοήσω τὸν θάνατον, καὶ ἴδω ἐν τοῖς τάφοις κειμένην τὴν κατ' εἰκόνα Θεοῦ, πλασθεῖσαν ἡμῖν ὡραιότητα, ἄμορφον, ἄδοξον, μὴ ἔχουσαν εἶδος· ὢ τοῦ θαύματος! τί τὸ περὶ ἡμᾶς τοῦτο γέγονεν μυστήριον; Πῶς παρεδόθημεν τῇ φθορᾷ; Πῶς συνεζεύχθημεν τῷ θανάτῳ; ὄντως Θεοῦ προστάξει, ὡς γέγραπται, τοῦ παρέχοντος τοῖς μεταστᾶσι τὴν ἀνάπαυσιν. Καὶ νῦν... Θεοτοκίον Ὁ Βασιλεὺς τῶν οὐρανῶν διὰ φιλανθρωπίαν, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη· ἐκ Παρθένου γὰρ ἁγνῆς, σάρκα προσλαβόμενος, καὶ ἐκ ταύτης προελθὼν μετὰ τῆς προσλήψεως· εἷς ἐστιν Υἱός, διπλοῦς τὴν φύσιν, ἀλλ' οὐ τὴν ὑπόστασιν. Διὸ τέλειον αὐτὸν Θεόν, καὶ τέλειον ἄνθρωπον, ἀληθῶς κηρύττοντες, ὁμολογοῦμεν Χριστὸν τὸν Θεὸν ἡμῶν, ὃν ἱκέτευε Μῆτερ ἀνύμφευτε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν. Τῼ ΣΑΒΒΑΤῼ ΠΡΩΪ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὴν Α' Στιχολογίαν Καθίσματα Μαρτυρικὰ Ἦχος πλ. δ' Φωστῆρες νοεροί, ἀνεδείχθητε ἅγιοι Μάρτυρες· τὴν γὰρ ἀχλὺν τῆς πλάνης κατηργήσατε διὰ τῆς πίστεως, τὰς ψυχικας ὑμῶν λαμπάδας ἐφαιδρύνατε, καὶ τῷ Νυμφίῳ μετὰ δόξης συνεισήλθετε, εἰς τὸν οὐράνιον νυμφῶνα, καὶ νῦν ἱκετεύσατε δεόμεθα, σωθῆναι τὰς ψυχὰς ἡμῶν. Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ, ὁ Θεὸς Ἰσραὴλ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ· εὐλογητὸς ὁ Θεός. Τὴν Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ Οἰκουμένης φωστῆρες ἀειλαμπεῖς, ἀνεδείχθητε πίστει μαρτυρικῇ, ὅλην ἀναθέμενοι, τὴν ἐλπίδα πρὸς Κύριον, καὶ νοητῷ ἐλαίῳ, τοῦ Πνεύματος Ἅγιοι, τὰς ψυχικάς λαμπάδας ὑμῶν ἐφαιδρύνατε· ὅθεν καὶ κρατῆρες νοεροί, προχέοντες τὰ αἵματα, ὡς νάματα, τῇ Ἐκκλησίᾳ ἐφάνητε, Ἀθλοφόροι πανεύφημοι, πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην ὑμῶν. Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωμεν ὁ Κύριος, πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς. Τὸ προσταχθὲν μυστικῶς ΤΟ ΑΚΟΥΤΕ Δι' ἐγκρατείας τῶν παθῶν τὰς πυριφλέκτους, ἀπονεκρώσαντες μορφὰς καὶ τὰς κινήσεις, τοῦ Χριστοῦ οἱ Μάρτυρες ἔλαβον τὴν χάριν, τὰς νόσους ἀποδιώκειν τῶν ἀσθενῶν, καὶ ζῶντες καὶ μετὰ τέλος θαυματουργεῖν, ὄντως θαῦμα παράδοξον! ὅτι ὀστέα γυμνά, ἐκβλύζουσιν ἰάματα. Δόξα τῷ μόνῳ σοφῷ, καὶ κτίστῃ Θεῷ. Δόξα... Νεκρώσιμον Ὁ βάθει σοφίας φιλανθρώπως, πάντα οἰκονομῶν, καὶ τὸ συμφέρον πᾶσιν ἀπονέμων, μόνε δημιουργέ, ἀνάπαυσον Κύριε τὰς ψυχὰς τῶν δούλων σου· ἐν σοὶ γὰρ τὴν ἐλπίδα ἀνέθεντο, τῷ πλάστῃ, καὶ Θεῷ ποιητῇ, καὶ ἡμῶν. Καὶ νῦν... Θεοτοκίον Σὲ καὶ τεῖχος καὶ λιμένα ἔχομεν, καὶ πρέσβιν εὐπρόσδεκτον, πρὸς ὃν ἔτεκες Θεόν, Θεοτόκε ἀνύμφευτε, τῶν πιστῶν ἡ σωτηρία. Εἰς τοὺς Αἴνους Στιχηρὰ Μαρτυρικὰ Ἠχος πλ. δ' Τί ὑμᾶς καλέσωμεν Ἅγιοι; Χερουβίμ; ὅτι ὑμῖν ἐπανεπαύσατο Χριστός, Σεραφίμ; ὅτι ἀπαύστως ἐδοξάσατε αὐτόν, Ἀγγέλους; τὸ γὰρ σῶμα ἀπεστράφητε, Δυνάμεις; ἐνεργεῖτε ἐν τοῖς θαύμασι, πολλὰ ὑμῶν τὰ ὀνόματα, καὶ μείζονα τὰ χαρίσματα! πρεσβεύσατε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν. Μεγάλως ἠγωνίσασθε Ἅγιοι, τὰς βασάνους τῶν ἀνόμων, ὑπομείναντες γενναίως, τὸν Χριστὸν ὁμολογοῦντες, ἐναντίον βασιλέων, καὶ πάλιν μεταστάντες ἐκ τοῦ βίου, δυνάμεις ἐνεργεῖτε ἐν τῷ Κόσμῳ, καὶ ἀσθενεῖς θεραπεύετε· ἐκ τῶν παθῶν αὐτῶν Ἅγιοι, πρεσβεύσατε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν. Μάρτυρες Χριστοῦ οἱ ἀήττητοι, οἱ νικήσαντες τὴν πλάνην, τῇ δυνάμει τοῦ Σταυροῦ, ἀπελάβετε τὴν χάριν, τῆς αἰωνίου ζωῆς, τυράννων, ἀπειλὰς οὐκ ἑπτοήθητε, βασάνοις, αἰκιζόμενοι εὐφραίνεσθε, καὶ νῦν τὰ αἵματα ὑμῶν, γέγονεν ἰάματα ταῖς ψυχαῖς ἡμῶν, πρεσβεύσατε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν. Τὸν θώρακα τῆς Πίστεως, ἐνδυσάμενοι καλῶς, καὶ τῷ τύπῳ τοῦ Σταυροῦ καθοπλίσαντες ἑαυτούς, στρατιῶται εὐσθενεῖς ἀνεδείχθητε, τοῖς τυράννοις ἀνδρείως ἀντικατέστητε, καὶ διαβόλου τὴν πλάνην κατηδαφίσατε, νικηταὶ γενόμενοι, τῶν στεφάνων ἠξιώθητε, πρεσβεύσατε ὑπὲρ ἡμῶν, εἰς τὸ σωθῆναι ἡμᾶς. Δόξα... Νεκρώσιμον Ὁ θάνατός σου Κύριε, ἀθανασίας γέγονε πρόξενος· εἰ μὴ γὰρ ἐν μνήματι κατετέθης, οὐκ ἂν ὁ Παράδεισος ἠνέῳκται. Διὸ τοὺς μεταστάντας ἀνάπαυσον, ὡς εὔσπλαγχνος. Καὶ νῦν... Θεοτοκίον Ἡ σκέπη σου Θεοτόκε Παρθένε, ἰατρεῖον ὑπάρχει πνευματικόν· ἐν αὐτῇ γὰρ καταφεύγοντες, ψυχικῶν νοσημάτων λυτρούμεθα. Ἀπόστιχα Νεκρώσιμα Προσόμοια τοῦ Θεοφάνους Ἦχος πλ. δ' Ὢ τοῦ παραδόξου θαύματος ΤΟ ΑΚΟΥΤΕ Βασιλικῶς μοι ὑπέγραψας, ἐλευθερίαν βαφαῖς, ἐρυθραῖς τοὺς δακτύλους σου, αἱματώσας Δέσποτα, καὶ φοινίξας τῷ αἵματι, καὶ νῦν ἐν πίστει καθικετεύω σε, τοῖς πρωτοτόκοις σου συναρίθμησον, καὶ τῶν Δικαίων σου, τῆς χαρᾶς ἀξίωσον ἐπιτυχεῖν, τοὺς μεταφοιτήσαντας, πρὸς σὲ τὸν εὔσπλαγχνον. Στίχ. Μακάριοι, οὓς ἐξελέξω καὶ προσελάβου, Κύριε. Ἱεραρχήσας ὡς ἄνθρωπος, σφαγιασθεὶς ὡς ἀμνός, προσφορὰν προσενήνοχας, τῷ Πατρὶ τὸν ἄνθρωπον, τῆς φθορᾶς ἐξωνούμενος, τοὺς μεταστάντας οὖν ὡς φιλάνθρωπος, ἐν τῇ τῶν ζώντων χώρᾳ κατάταξον, ἔνθα οἱ χείμαρροι, τῆς τρυφῆς προέρχονται, ἔνθα πηγαί, τῆς ἀϊδιότητος, ἀναβλυστάνουσιν. Στίχ. Καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν. Βάθει σοφίας ἀρρήτου σου, ὁροθετεῖς τὴν ζωήν, καὶ προβλέπεις τὰ μέλλοντα, καὶ πρὸς βίον ἕτερον, μετοικίζεις τοὺς δούλους σου, οὓς προσελάβου τοίνυν κατάταξον, ἐπὶ ὑδάτων τῆς ἀναπαύσεως, ἐν τῇ λαμπρότητι, τῶν Ἁγίων Κύριε, ἔνθα φωνή, τῆς ἀγαλλιάσεως, καὶ τῆς αἰνέσεως. Δόξα... Ὅμοιον Λόγος ὑπάρχων ἀόρατος, ὁμοφυὴς τῷ Πατρί, καὶ τῷ Πνεύματι σύνθρονος, δι' ἐμὲ τὸν ἄνθρωπον, ἐν σαρκὶ πεφανέρωσαι· ὡς ἐλεήμων οὖν καὶ φιλάνθρωπος, τοὺς ἐκ τοῦ βίου μεταφοιτήσαντας, τῆς εὐπρεπείας σου, καὶ τῆς ὡραιότητος, ταῖς καλλοναῖς, τούτους καταλάμπρυνον, Ζωαρχικώτατε. Καὶ νῦν... Θεοτοκίον, Ὅμοιον Ὡς συλλαβοῦσα τὸν ἄναρχον, Λόγον Θεοῦ καὶ Πατρός, μητρικῇ παρρησίᾳ σου, ἐκτενῶς ἱκέτευε, κατατάξαι τοὺς δούλους σου, ἔνθα χορεία ἡ ἀκατάλυτος, εὐφραινομένων, καὶ εὐφημούντων σε, ἔνθα λαμπρότητες, αἱ διαιωνίζουσαι, καὶ ὁ γλυκύς, ἦχος ἑορτάζοντος, Θεογεννήτρια.
ΤΑ ΛΟΙΠΑ
t24 ΤΡΙΩΔΙΟΝ Τῌ ΠΕΜΠΤῌ ΤΗΣ Δ' ΕΒΔΟΜΑΔΟΣ ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ Στιχηρὰ τοῦ Τριῳδίου Ἦχος δ' Ἰδιόμελον Ἡ τῶν ἀγαθῶν πρόξενος Νηστεία, τὴν ἑαυτῆς μεσότητα νῦν ἐπήγαγε, ταῖς προλαβούσαις ἡμέραις εὐαρεστήσασα, καὶ ταῖς ἐφεξῆς τὴν ὠφέλειαν προτιθεῖσα· καὶ γάρ τῶν χρηστῶν ἡ ἐπίτασις, πλείω τὴν εὐεργεσίαν ποιεῖται. Διὸ τῷ πάντων καλῶν δοτῆρι Χριστῷ, εὐαρεστοῦντες βοῶμεν, ὁ νηστεύσας ὑπὲρ ἡμῶν, καὶ Σταυρὸν ὑπομείνας, ἀκατακρίτους ἡμᾶς ἀξίωσον, μετασχεῖν καὶ τοῦ θείου Πάσχα σου, ἐν εἰρήνῃ βιοτεύοντας, καὶ ἀξίως σὺν Πατρί σε, καὶ Πνεύματι δοξάζοντας. Ἕτερον Ἦχος πλ. α' Οἱ ἐν κρυπτῷ ἀρετὰς ἐργαζόμενοι, πνευματικὰς ἀμοιβὰς ἐκδεχόμενοι, οὐ μέσον τῶν πλατειῶν θριαμβεύουσι ταύτας, ἀλλ' ἔνδον τῶν καρδιῶν ἀποφέρουσι μᾶλλον, καὶ ἁπάντων ὁ βλέπων τὰ ἐν κρυπτῷ γινόμενα, τὸν μισθὸν τῆς ἐγκρατείας παρέχει ἡμῖν. Νηστείαν τελέσωμεν, μὴ σκυθρωπάζοντες τὰ πρόσωπα, ἀλλ' ἐν τοῖς ταμείοις τῶν ψυχῶν προσευχόμενοι, ἀπαύστως βοήσωμεν· Πάτερ ἡμῶν ὁ ἐν τοῖς Οὐρανοῖς, μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμὸν δεόμεθα, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Ἦχος πλ. α' Μαρτυρικὸν ΤΟ ΑΚΟΥΤΕ Ἀκορέστῳ διαθέσει ψυχῆς, Χριστὸν οὐκ ἀρνησάμενοι ἅγιοι μάρτυρες, οἵ τινες διαφόρους αἰκισμοὺς παθημάτων ὑπομείναντες, τῶν Τυράννων τὰ θράση κατηδαφίσατε, ἀκλινῆ καὶ ἄτρωτον τὴν Πίστιν φυλάξαντες, εἰς οὐρανοὺς μετέστητε· ὅθεν καὶ παρρησίας τυχόντες πρὸς αὐτόν, αἰτήσατε δωρηθῆναι εἰρήνην τῷ Κόσμῳ, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος. Στιχηρὰ Προσόμοια τοῦ Σταυροῦ Ἦχος α' Πανεύφημοι Μάρτυρες ΤΟ ΑΚΟΥΤΕ Νηστείας ἐν ὕδατι ψυχάς, πάντες ἀπονίψωμεν, καὶ προσελθόντες τὸν τίμιον, καὶ πανσεβάσμιον, Σταυρὸν τοῦ Κυρίου, πιστῶς προσκυνήσωμεν, τὸν θεῖον φωτισμόν ἀρυόμενοι, καὶ τὴν αἰώνιον, σωτηρίαν νῦν καρπούμενοι, καὶ εἰρήνην, καὶ τὸ μέγα ἔλεος. Ἦχος α' Ἀποστόλων καύχημα Σταυρέ, ὅν περ περιέπουσιν, Ἀρχαί, Δυνάμεις, Ἀρχάγγελοι, τοὺς προσκυνοῦντάς σε, πάσης βλάβης σῷζε, καὶ τὸ θεῖον στάδιον, ἡμᾶς τῆς ἐγκρατείας ἀξίωσον, καλῶς ἀνύσαντας, τὴν ἡμέραν τὴν σωτήριον, ἐπιφθάσαι, δι' ἧς καὶ σῳζόμεθα. Ἕτερον Προσόμοιον Ἦχος βαρὺς Σήμερον γρηγορεῖ ὁ Ἰούδας ΤΟ ΑΚΟΥΤΕ Σήμερον τὸν Σταυρὸν τοῦ Κυρίου προσκυνοῦντες, βοήσωμεν· Χαῖρε ζωῆς ξύλον, ᾍδου καθαιρέτα, χαῖρε χαρὰ Κόσμου, φθορᾶς ἀναιρέτα, χαῖρε ὁ τοὺς δαίμονας σκορπίζων τῇ δυνάμει σου· τῶν πιστῶν τὸ στήριγμα, τὸ ὅπλον, τὸ ἄρρηκτον, τοὺς ἀσπαζομένους σε, φρούρησον, ἁγίασον δεόμεθα. Δόξα... Καὶ νῦν... Θεοτοκίον Ἦχος πλ. δ' Ἰδιόμελον Σήμερον ὁ ἀπρόσιτος τῇ οὐσίᾳ, προσιτός μοι γίνεται, καὶ πάσχει πάθη, ἐλευθερῶν με τῶν παθῶν, ὁ φῶς παρέχων τυφλοῖς, ὑπὸ ἀνόμων χειλέων ἐμπτύεται, καὶ δίδωσι τὸν νῶτον, ὑπὲρ αἰχμαλώτων εἰς μάστιγας. Τοῦτον ἡ ἁγνὴ Παρθένος καὶ Μήτηρ, ἐπὶ Σταυροῦ θεωροῦσα ἐφθέγγετο. Οἴμοι Τέκνον ἐμόν! τί τοῦτο πεποίηκας; Ὁ ὡραῖος κάλλει παρὰ πάντας βροτούς, ἄπνους ἄμορφος φαίνῃ, οὐκ ἔχων εἶδος οὐδὲ κάλλος;οἴμοι τὸ ἐμὸν φῶς! οὐ δύναμαι ὑπνοῦντα καθορᾶν σε, τὰ σπλάγχνα τιτρώσκομαι, καὶ δεινή μοι ῥομφαία τὴν καρδίαν διέρχεται. Ἀνυμνῶ σου τὰ Πάθη, προσκυνῶ σου τὸ εὔσπλαγχνον, μακρόθυμε Κύριε δόξα σοι. Προκείμενον Ἦχος δ' Ψαλμὸς οα'Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Ἰσραήλ, ὁ ποιῶν θαυμάσια μόνος. Στίχ. Ὁ Θεός, τὸ κρῖμα σου τῷ Βασιλεῖ δός. Γενέσεως τὸ Ἀνάγνωσμα(Κεφ. Θ', 18 Ι', 1)Ἦσαν οἱ υἱοὶ Νῶε, οἱ ἐξελθόντες ἐκ τῆς κιβωτοῦ, Σήμ, Χάμ, Ἰάφεθ, Χὰμ δὲ ἦν πατὴρ Χαναάν. Τρεῖς οὗτοί εἰσιν υἱοὶ Νῶε· ἀπὸ τούτων διεσπάρησαν ἐπὶ πᾶσαν τὴν γῆν. Καὶ ἤρξατο Νῶε ἄνθρωπος γεωργὸς γῆς, καὶ ἐφύτευσεν ἀμπελῶνα, καὶ ἔπιεν ἐκ τοῦ οἴνου, καὶ ἐμεθύσθη, καὶ ἐγυμνώθη ἐν τῷ οἴκῳ αὐτοῦ. Καὶ εἶδε Χάμ, ὁ πατήρ Χαναάν, τὴν γύμνωσιν τοῦ πατρὸς αὐτοῦ καὶ ἐξελθών, ἀπήγγειλε τοῖς δυσὶν ἀδελφοῖς αὐτοῦ ἔξω. Καὶ λαβόντες Σὴμ καὶ Ἰάφεθ τὸ ἱμάτιον, ἐπέθεντο ἐπὶ τὰ δύο νῶτα αὐτῶν, καὶ ἐπορεύθησαν ὀπισθοφανῶς, καὶ συνεκάλυψαν τὴν γύμνωσιν τοῦ πατρὸς αὐτῶν, καὶ τὸ πρόσωπον αὐτῶν ὀπισθοφανῶς, καὶ τὴν γύμνωσιν τοῦ πατρὸς αὐτῶν οὐκ εἶδον. Ἐξένηψε δὲ Νῶε ἀπὸ τοῦ οἴνου, καὶ ἔγνω ὅσα ἐποίησεν αὐτῷ ὁ υἱὸς αὐτοῦ ὁ νεώτερος, καὶ εἶπεν· Ἐπικατάρατος Χὰμ παῖς, οἰκέτης ἔσται τοῖς ἀδελφοῖς αὐτοῦ, καὶ εἶπεν· εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Σήμ, καὶ ἔσται Χαναὰν παῖς οἰκέτης αὐτοῦ, πλατύναι ὁ Θεὸς τῷ Ἰάφεθ, καὶ κατοικησάτω ἐν τοῖς σκηνώμασι τοῦ Σήμ, καὶ γενηθήτω Χαναὰν παῖς αὐτοῦ. Ἔζησε δὲ Νῶε μετὰ τὸν κατακλυσμὸν τριακόσια πεντήκοντα ἔτη. Καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Νῶε, ἐννακόσια πεντήκοντα ἔτη, καὶ ἀπέθανεν. Αὗται δὲ αἱ γενέσεις τῶν υἱῶν Νῶε, Σήμ, Χάμ, Ἰάφεθ, καὶ ἐγεννήθησαν αὐτοῖς υἱοὶ μετὰ τὸν κατακλυσμόν. Προκείμενον Ἦχος δ' Ψαλμὸς οβ'Ἐμοὶ δέ τὸ προσκολλᾶσθαι τῷ Θεῷ, ἀγαθόν ἐστι. Στίχ. Ὡς ἀγαθὸς ὁ Θεὸς τῷ Ἰσραήλ, τοῖς εὐθέσι τῇ καρδίᾳ! Παροιμιῶν τὸ Ἀνάγνωσμα( Κεφ ΙΒ' 23 ΙΓ', 9)Ἀνὴρ συνετὸς θρόνος αἰσθήσεως, καρδία δὲ ἀφρόνων συναντήσεται ἀραῖς. Χεὶρ ἐκλεκτῶν κρατήσει εὐχερῶς, δόλιοι δὲ ἔσονται εἰς προνομήν. Φοβερὸς λόγος καρδίαν ἀνδρὸς δικαίου ταράσσει, ἀγγελία δὲ ἀγαθὴ εὐφραίνει αὐτόν. Ἐπιγνώμων δίκαιος ἑαυτοῦ φίλος ἔσται, αἱ δὲ γνῶμαι τῶν ἀσεβῶν ἀνεπιεικεῖς, ἁμαρτάνοντας καταδιώξεται κακά, ἡ δὲ ὁδὸς τῶν ἀσεβῶν πλανήσει αὐτούς. Οὐκ ἐπιτεύξεται δόλιος θήρας· κτῆμα δὲ τίμιον ἀνὴρ καθαρός. Ἐν ὁδοῖς δικαιοσύνης ζωή, ὁδοὶ δὲ μνησικάκων εἰς θάνατον. Υἱός, πανοῦργος ὑπήκοος πατρί, υἱὸς δὲ ἀνήκοος ἐν ἀπωλείᾳ. Ἀπὸ καρπῶν δικαιοσύνης φάγεται ἀγαθός, ψυχαὶ δὲ παρανόμων, ὀλοῦνται ἄωροι. 'Ὃς φυλάσσει τὸ ἑαυτοῦ στόμα, τηρεῖ τὴν ἑαυτοῦ ψυχήν. Ὁ δὲ προπετὴς χείλεσι πτοήσει ἑαυτόν. Ἐν ἐπιθυμίαις ἐστὶ πᾶς ἄεργος, χεῖρες δὲ ἀνδρείων ἐν ἐπιμελείᾳ. Λόγον ἄδικον μισεῖ δίκαιος, ἀσεβὴς δὲ αἰσχύνεται, καὶ οὐχ ἕξει παρρησίαν. Δικαιοσύνη φυλάσσει ἀκάκους, τοὺς δὲ ἀσεβεῖς φαύλους ποιεῖ ἁμαρτία. Εἰσὶν οἱ πλουτίζοντες ἑαυτούς μηδὲν ἔχοντες, καὶ εἰσὶν οἱ ταπεινοῦντες ἑαυτοὺς ἐν πολλῷ πλούτῳ. Λύτρον ἀνδρὸς ψυχῆς ὁ ἴδιος πλοῦτος, πτωχὸς δὲ οὐχ ὑφίσταται ἀπειλήν. Φῶς δικαίοις διαπαντός, φῶς δὲ ἀσεβῶν σβέννυται. Ψυχαὶ δόλιοι πλανῶνται ἐν ἁμαρτίαις, δίκαιοι δὲ οἰκτείρουσι καὶ ἐλεοῦσι. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα, Τριῳδίου Ἦχος α' Χορὸς ἀγγελικὸς ΤΟ ΑΚΟΥΤΕ Δυνάμει τοῦ Σταυροῦ, κρατυνόμενοι πᾶσαν τὴν πλάνην τοῦ ἐχθροῦ, κατελύσατε ὄντως, Ἀπόστολοι ἔνδοξοι, πρεσβευταὶ τῶν ψυχῶν ἡμῶν· ὅθεν σήμερον, ἐν τῇ αὐτοῦ προσκυνήσει, ἐπαγάλλεσθε, ὑπὲρ ἡμῶν δυσωποῦντες, τὸν μόνον φιλάνθρωπον. ΘεοτοκίονΜαρία τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς χάος, δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων· σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρία, καὶ βοήθεια καὶ κραταιὰ προστασία καὶ σῴζεις τοὺς δούλους σου. Μετὰ τὴν γ' Στιχολογίαν, Κάθισμα, Τριῳδίου Ἦχος βαρὺς Κύριε ἡμεῖς ἐσμὲν ΤΟ ΑΚΟΥΤΕ Κύριε τὸν σόν Σταυρόν ὁρῶντες, προκείμενον σήμερον, προσερχόμεθα πιστῶς, καὶ ὕμνοις καὶ ᾠδαῖς, ἀσπαζόμενοι αὐτόν, ἐν φόβῳ καὶ χαρᾷ. Ἁγίασον τοὺς δούλους σου, εἰρήνευσον τὸν Κόσμον σου, τῇ τούτου ἐπιφανείᾳ, μόνε Πολυέλεε. Θεοτοκίον ΑὐτόμελονΚύριε ἡμεῖς ἐσμὲν λαός σου, καὶ πρόβατα νομῆς σου, πλανηθέντας τῇ φθορᾷ, ἐπίστρεψον ἡμᾶς, σκορπισθέντας ὡς ποιμήν, συνάγαγε ἡμᾶς, ἐλέησον τὴν ποίμνην σου, Φιλάνθρωπε σπλαγχνίσθητι, πρεσβείαις τῆς Θεοτόκου μόνε ἀναμάρτητε. Κανών α', ᾨδὴ δ', Τριῳδίου Ἦχος α' Ἐπὶ τῆς θείας ΤΟ ΑΚΟΥΤΕ Ἁγιασμοῦ παρεκτικήν, χάριν δωρούμενος ἡμῖν, ἅγιε Σταυρέ, Ἀποστόλων, στήριγμα καὶ καύχημα, πρόκεισαι εἰς προσκύνησιν, σήμερον πάσῃ τῇ Οἰκουμένῃ, τὸν τῆς νηστείας καιρόν, ἐξευμαρίζων ἡμῖν. Σκιαγραφούσας τὸν Σταυρόν, χεῖρας ἐκτείνας Ἀμαλήκ, ἔτρεψε Μωσῆς, ὃν τυποῦντες, χεῖρας ἐκπετάσωμεν, νηστείαις καὶ δεήσεσι, στῖφος ὅπως τρέψωμεν δαιμόνων, ἐκπολεμούντων ἡμᾶς, διαπαντὸς φθονερῶς. Θείῳ ἀρότρῳ τοῦ Σταυροῦ, κατενεώσατε τὴν γῆν, θεῖοι Μαθηταί, καρποφόρον, ταύτην ἀναδείξαντες, βλαστάνουσαν εὐσέβειαν· ὅθεν ὑμᾶς φωναῖς ἐτησίοις, ἀνευφημοῦντες, Χριστὸν ἀεὶ δοξάζομεν. ΘεοτοκίονΜήτηρ Θεοῦ τοῦ ἀγαθοῦ, ἀγάθυνόν μου τὴν ψυχήν, ἣν ὁ πονηρός, συνηθείᾳ, πονηρᾷ ἐκάκωσεν, ἀθλίως δελεάσας με, ὅπως ὡς αἰτίαν σωτηρίας, ὑμνολογῶ σε ἀεί, τήν πολυΰμνητον. Κανών β', ᾨδὴ δ', Τριῳδίου Ἦχος βαρὺς Τὴν ἔνσαρκον ΤΟ ΑΚΟΥΤΕ Προτίθεται, ὁ πανάγιος Σταυρός, προσέλθωμεν, ἀσπασώμεθα αὐτόν· καὶ γάρ ἐστι κέρας σωτηρίας ἡμῖν. Ἡ χάρις σου, καὶ τῷ τύπῳ σου φοιτᾷ ἐλαύνουσα, τῶν δαιμόνων τὴν ἀχλύν, Σταυρὲ Χριστοῦ, ὅπλον ἀπροσμάχητον. Δόξα...Μονάδα σε, κατὰ φύσιν ἀνυμνῶ, Τριάδα δέ, ὑποστάσεως τιμῶ, Πάτερ, Υἱέ, καὶ Πνεῦμα τὸ πανάγιον. Καὶ νῦν... ΘεοτοκίονἘκύησας, Κόρη ἄνανδρε Θεόν, πανάμωμε, τὸν κατέχοντα δρακί, τὰ πέρατα καὶ πάντων ἀρχαιότερον. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοιἈπόστολοι, οἱ τοῦ Κόσμου πρεσβευταί, αἰτήσατε, τοῦ σωθῆναι καὶ ἡμᾶς, κατέχοντας, ὅπλον τὸν Σταυρὸν τοῦ Χριστοῦ. Ὁ Εἱρμὸς«Τὴν ἔνσαρκον, παρουσίαν σου Χριστέ, πιστούμενος, ὁ Προφήτης Ἀββακούμ, ἐκραύγαζε· Δόξα τῇ δυνάμει σου». Κανών α', ᾨδὴ η', Τριῳδίου Ἦχος α' Αὕτη ἡ κλητὴ ΤΟ ΑΚΟΥΤΕ Χαίροις ὁ Σταυρὸς ὁ τριμερὴς καὶ θεῖος, ἐν ᾧ ὁ εἷς τῆς Τριάδος, σάρκα φορέσας ἐπάγη, ἐμπαγέντας ἡμᾶς, ἀσεβείας εἰς βυθὸν λυτρωσάμενος, τοὺς ὑπερυψοῦντας αὐτὸν εἰς τοὺς αἰῶνας. Σθένος τὸν Σταυρὸν κραταιὸν κεκτημένοι τοὺς δεινῇ δυναστείᾳ, τοῦ πονηροῦ δουλωθέντας, ἠλευθέρωσαν, οἱ τοῦ Λόγου Μαθηταὶ ἀναμέλποντες· Σὲ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας. Οἴμοι! τί φρικῶδες τὸ Βῆμα ἐκεῖνο, ἐν ᾧ Λόγε καθίσας, τὰ πεπραγμένα κρυφῇ μοι, φανερώσεις Χριστέ, στηλιτεύων τὴν ἀναισθησίαν μου! ἀλλὰ φύσει ὢν συμπαθής, φεῖσαί μου τότε. ΘεοτοκίονΚόλπων οὐκ ἐκστὰς τῶν πατρῴων ἐν κόλποις, ἀνεκλίθης Παρθένου, ἐπ' ἀνακλήσει τοῦ γένους, οὗ ἐφόρεσας, διὰ σπλάγχνα Ἰησοῦ τὸ ὁμοίωμα· ὅθεν σε ὑμνοῦμεν, βροτοὶ εἰς τοὺς αἰῶνας. Κανών β', ᾨδὴ η', Τριῳδίου Ἦχος βαρὺς Τὸν μόνον ἄναρχον ΤΟ ΑΚΟΥΤΕ Τὴν σταυροφόρον σε, Ἑβδομάδα τιμῶμεν, ὡς προσκυνήσιμον· ἐν σοὶ γὰρ τὸ Ξύλον τὸ ἄχραντον, προσκυνοῦντες βοῶμεν· Ὑμνεῖτε Ἱερεῖς, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Βαβαὶ τοῦ θαύματος, Βασιλεῦ τῶν αἰώνων! ὅτι τὸ Ξύλον ἐν ᾧ περ ἐσταυρώθης, ἠξίωσας ἡμᾶς τοὺς σοὺς οἰκέτας, ἰδεῖν καὶ προσκυνεῖν· διό σε μετὰ φόβου, ὑμνοῦμεν εἰς αἰῶνας. Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον ΠνεῦμαὮ ὁμοούσιε, ὦ Τριὰς παναγία, Πάτερ, Υἱέ, καὶ τὸ πανάγιον Πνεῦμα, Θεότης, ἀμερές σου τὸ κράτος, δοξάζω καὶ ὑμνῶ, τὴν μίαν βασιλείαν, εἰς πάντας τοὺς αἰῶνας. Καὶ νῦν... ΘεοτοκίονΤὸν πλαστουργήσαντα, τὸν Ἀδὰμ κατ' εἰκόνα καὶ ἐκ φυράματος αὐτοῦ προελθόντα, καὶ λύσαντα τὴν ἀρχαίαν κατάραν, ὑμνεῖτε Ἱερεῖς, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοιἩ δωδεκάχορδος, λύρα τῆς Ἐκκλησίας, ὡς μελουργοῦσα τῆς σοφίας τὸν Λόγον, Ἀπόστολοι, τοὺς ὑμᾶς ἀνυμνοῦντας, αἰτήσατε ἰδεῖν, τὸ Πάθος τοῦ Κυρίου, καὶ ᾆσαι εἰς αἰῶνας. Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν...Ὁ ΕἱρμὸςΤὸν μόνον ἄναρχον, Βασιλέα τῆς δόξης, ὃν φρίττουσιν Οὐρανῶν αἱ Δυνάμεις, καὶ τρέμουσι τῶν Ἀγγέλων αἱ τάξεις, ὑμνεῖτε Ἱερεῖς, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Κανών α', ᾨδὴ θ', Τριῳδίου Ἦχος α' Φωτίζου φωτίζου ΤΟ ΑΚΟΥΤΕ Φαιδρύνου φωτίζου, ἡ Ἐκκλησία τοῦ Θεοῦ, τοῦ Σταυροῦ ταῖς ἀκτῖσιν, ὃν φέρεις προκείμενον, πάντων πιστῶν εἰς προσκύνησιν, σὺ δὲ πληθύς, πᾶσα τῶν δαιμόνων, σκότους πλησθεῖσα ἀπόδραθι. Κράτος ἐγκρατείας, ὁ θεῖος πέφυκε Σταυρός, συνεργὸς ἀγρυπνούντων, νηστευτῶν ἐνίσχυσις, πολεμουμένων ὑπέρμαχος. Τοῦτον πιστοί, πόθῳ συνελθόντες, περιχαρῶς προσκυνήσωμεν. Θεμέλιοι θεῖοι, τῆς Ἐκκλησίας τοῦ Χριστοῦ, ἑδρασμῷ εὐσεβείας, πάντας συντηρήσατε, καὶ ἐπὶ πέτραν στηρίξατε, τὴν ἀρραγῆ, τοῦ ἐκλεξαμένου, ὑμᾶς Ἀπόστολοι ἔνδοξοι. ΘεοτοκίονΧαρὰν συλλαβοῦσα, τοῦ Ἀρχαγγέλου τῇ φωνῇ, τῆς ἐμῆς νῦν καρδίας τὴν λύπην ἀφάνισον, τὴν ψυχοφθόρον, καὶ δίδου Ἁγνή, χαροποιόν, πένθος ὅπως εὕρω, ἐκεῖ τήν θείαν παράκλησιν. Κανών β', ᾨδὴ θ', Τριῳδίου Ἦχος βαρὺς Σὲ τὴν ἄχραντον ΤΟ ΑΚΟΥΤΕ Σὺ τυπούμενος, Μερρᾶς τὰ ῥεῖθρα πάλαι, γλυκαίνεις πάνσεπτον Ξύλον, σύ μου γλύκανον καὶ τὴν ἐγκράτειαν, ὁ Σταυρὸς τοῦ Χριστοῦ, σήμερον καταπροσκυνούμενος. Σὲ τὸ ἄμαχον, τῆς Βασιλείας ὅπλον, τοῦ Στρατοπέδου τὸ σθένος, τῆς Συγκλήτου τὸ κραταίωμα, τὸν Σταυρὸν τοῦ Χριστοῦ, ὕμνοις μεγαλύνομεν. Δόξα...Σὲ τὸν ἄναρχον, Πατέρα καὶ Δεσπότην, καὶ τὸν συνάναρχον Λόγον, καὶ τὸ Πνεῦμα τὸ ἅγιον, εὐσεβῶς οἱ πιστοί, πάντες μεγαλύνομεν. Καὶ νῦν... ΘεοτοκίονΣὲ τὴν ἔνδοξον, καὶ μόνην Θεοτόκον, τὴν τὸν ἀχώρητον Λόγον, ἐν γαστρὶ χωρήσασαν, καὶ τεκοῦσαν σαρκί, ὕμνοις μεγαλύνομεν. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοιΣὲ τὴν πύρινον, φθογγὴν τοὺς Ἀποστόλους, ὡς καταφλέξαντας, πᾶσαν ὕλην πλάνης, καὶ εὐσέβειαν ἐμφυτεύσαντας κόσμῳ, ὕμνοις μεγαλύνομεν. Ὁ Εἱρμὸς«Σὲ τὴν ἄχραντον, Μητέρα καὶ Παρθένον, τὴν τὸν ἀχώρητον Λόγον, ἐν γαστρὶ χωρήσασαν, καὶ τεκοῦσαν σαρκί, ὕμνοις μεγαλύνομεν». Ἀπόστιχα Τριῳδίου Ἦχος βαρὺς Ἰδιόμελον Ζηλώσωμεν οἱ πιστοί, τοῦ Τελώνου τὴν μετάνοιαν, καὶ μὴ Φαρισαϊκῶς ἐγκαυχησώμεθα, ἀλλ' ἐκ βάθους καρδίας, στεναγμὸν προσοίσωμεν, τῷ εὐεργέτῃ τῶν ὅλων Θεῷ· αὐτὸς γὰρ ἐνετείλατο, λέγων, ὅτι, πᾶς ὁ ὑψῶν ἑαυτόν, ταπεινωθήσεται. Ὁ δὲ ταπεινῶν ἑαυτόν, ὑψωθήσεται. Διὸ ὁμοφρόνως βοήσωμεν αὐτῷ· ὁ Θεός, ἱλάσθητι ἡμῖν τοῖς ἁμαρτωλοῖς, καὶ σῶσον ἡμᾶς. Ἦχος βαρὺς Ζηλώσωμεν οἱ πιστοί, τοῦ Τελώνου τὴν μετάνοιαν, καὶ μὴ Φαρισαϊκῶς ἐγκαυχησώμεθα, ἀλλ' ἐκ βάθους καρδίας, στεναγμὸν προσοίσωμεν, τῷ εὐεργέτῃ τῶν ὅλων Θεῷ· αὐτὸς γὰρ ἐνετείλατο, λέγων, ὅτι, πᾶς ὁ ὑψῶν ἑαυτόν, ταπεινωθήσεται. Ὁ δὲ ταπεινῶν ἑαυτόν, ὑψωθήσεται. Διὸ ὁμοφρόνως βοήσωμεν αὐτῷ· ὁ Θεός, ἱλάσθητι ἡμῖν τοῖς ἁμαρτωλοῖς, καὶ σῶσον ἡμᾶς. Ἦχος βαρὺς Μαρτυρικὸν Ἓν πνέοντες, πρὸς ἓν βλέποντες οἱ ἀθλοφόροι Μάρτυρες, μίαν ὁδὸν ζωῆς εὑράμενοι, τὸν ὑπὲρ Χριστοῦ θάνατον, ζηλοτυποῦντες ἀλλήλων τὴν τελευτήν, ὢ τοῦ θαύματος! ὥσπερ θησαυροὺς τὰς βασάνους προαρπάζοντες, πρὸς ἀλλήλους ἔλεγον· Ὅτι, κᾂν μὴ νῦν ἀποθάνωμεν, τεθνηξόμεθα πάντως, καὶ τῇ γενέσει τὰ ὀφειλόμενα λειτουργήσωμεν, ποιήσωμεν τὴν ἀνάγκην φιλοτιμίαν, τὸ κοινὸν ἴδιον ἡγησάμενοι, θανάτῳ ζωὴν ὠνησώμεθα. Ταῖς πρεσβείαις αὐτῶν ὁ Θεός, ἐλέησον ἡμᾶς. Δόξα... Καὶ νῦν... Θεοτοκίον Ἦχος βαρὺς Εἰρήνευσον πρεσβείαις τῆς Θεοτόκου, τὴν ζωὴν ἡμῶν, τῶν βοώντων σοι· Ἐλεῆμον, Κύριε δόξα σοι. ΕΙΣ ΤΗΝ ΤΡΙΘΕΚΤΗΝ Τροπάριον τῆς Προφητείας Ἦχος πλ. β' Τὸν Σταυρόν σου προσκυνοῦμεν Δέσποτα, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν δοξάζομεν. (Δίς) Προκείμενον Ἦχος δ' Ψαλμὸς ογ'Ὁ δὲ Θεὸς Βασιλεὺς ἡμῶν πρὸ αἰώνων εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς. Στίχ. Ἵνα τί, ὁ Θεός, ἀπώσω εἰς τέλος; Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα(Κεφ. ΚΗ', 1422)Τάδε λέγει Κύριος· Ἀκούσατε λόγον Κυρίου, ἄνδρες τεθλιμμένοι, καὶ οἱ ἄρχοντες τοῦ λαοῦ τούτου τοῦ ἐν Ἱερουσαλήμ, ὅτι εἴπατε· Ἐποιήσαμεν διαθήκην μετὰ τοῦ ᾍδου, καὶ μετὰ τοῦ θανάτου συνθήκην, καταιγὶς φερομένη ἐὰν παρέλθῃ, οὐ μὴ ἔλθῃ ἐφ' ἡμᾶς, ἐθήκαμεν ψεῦδος τὴν ἐλπίδα ἡμῶν, καὶ τῷ ψεύδει σκεπασθησόμεθα. Διὰ τοῦτο, τάδε λέγει Κύριος ὁ Θεός· Ἰδοὺ ἐγὼ ἐμβαλῶ εἰς τὰ θεμέλια Σιὼν λίθον πολυτελῆ, ἐκλεκτόν, ἀκρογωνιαῖον, ἔντιμον εἰς τὰ θεμέλια αὐτῆς, καὶ ὁ πιστεύων ἐπ' αὐτῷ, οὐ μὴ καταισχυνθῇ, καὶ θήσω κρίσιν εἰς ἐλπίδα, ἡ δὲ ἐλεημοσύνη μου εἰς σταθμούς, καὶ οἱ πεποιθότες μάτην ψεύδει, ὅτι οὐ μὴ παρέλθῃ ὑμᾶς καταιγίς. Μὴ καὶ ἀφέλῃ ὑμῶν τὴν διαθήκην τοῦ θανάτου, καὶ ἡ ἐλπὶς ὑμῶν ἡ πρὸς τὸν ᾍδην οὐ μὴ ἐμμείνῃ; Καταιγὶς φερομένη ἐὰν ἐπέλθῃ, ἔσεσθε αὐτὴ εἰς καταπάτημα, ὀταν παρέλθῃ, λήψεται ὑμᾶς, ὅτι πρωῒ πρωῒ, παρελεύσεται ἡμέρας, καὶ ἐν νυκτὶ ἔσται ἐλπὶς πονηρά. Μάθετε ἀκούειν, στενοχωρούμενοι, οὐ δυνάμεθα μάχεσθαι, αὐτοὶ δὲ ἀσθενοῦμεν τοῦ ἡμᾶς συναχθῆναι. Ὥσπερ ὄρος ἀσεβῶν, ἀναστήσεται Κύριος, καὶ ἔσται ἐν τῇ φάραγγι Γαβαών, μετὰ θυμοῦ ποιήσει τὰ ἔργα αὐτοῦ, πικρίας ἔργον, ὁ δὲ θυμὸς αὐτοῦ ἀλλοτρίως χρήσεται, καὶ ἡ πικρία αὐτοῦ ἀλλοτρία. Καὶ ὑμεῖς μὴ εὐφρανθείητε, μηδὲ ἰσχυσάτωσαν ὑμῶν οἱ δεσμοί, διότι συντετελεσμένα καὶ συντετμημένα πράγματα ἤκουσα παρὰ Κυρίου Σαβαώθ, ἃ ποιήσει ἐπὶ πᾶσαν τὴν γῆν. Προκείμενον Ἦχος δ' Ψαλμὸς οδ'Ἐγὼ δὲ ἀγαλλιάσομαι εἰς τὸν αἰῶνα. Στίχ. Ἐξομολογησόμεθά σοι, ὁ Θεός.
ΤΑ ΛΟΙΠΑ