texts
stringlengths
1.01k
785k
katigoria
stringclasses
57 values
Jun 01 Τῌ Α' ΤΟΥ ΜΗΝΟΣ ΙΟΥΝΙΟΥΜνήμη τοῦ Ἁγίου Μάρτυρος Ἰουστίνου τοῦ Φιλοσόφου, καὶ ἑτέρου Ἰουστίνου καὶ τῶν σὺν αὐτῷ. ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ προσόμοια τῶν Ἁγίων. Στιχηρὸν τῶν Ἁγίων Ἦχος β' Ὅτε, ἐκ τοῦ ξύλου σε νεκρὸν ΤΟ ΑΚΟΥΤΕ Ὅτε, ἀγνωσίας ὁ κρυμός, πᾶσαν ἐπεκράτει τὴν κτίσιν, ταῖς ἐπηρείαις ἐχθροῦ, καὶ ἐθεραπεύετο ἡ τῶν εἰδώλων πληθύς, τότε ἔνδοξοι Μάρτυρες, προθύμῳ καρδίᾳ, ζέσει θείας πίστεως, τοῦτον ἐπαύσατε, πόθῳ ἐκκενοῦντες τὸ αἷμα, ὑπὲρ τοῦ τό, ἴδιον αἷμα, ἐπὶ τὸν Σταυρὸν σαφῶς κενώσαντος. Ἦχος β' Πέων, ὁ γενναῖος ἀθλητής, Βαλλεριανὸς καὶ Χαρίτων, καὶ Χαριτὼ σὺν αὐτῷ, θεῖος, Ἰουστῖνός τε καὶ ὁ Εὐέλπιστος, καὶ Ἱέραξ ὁ ἔνδοξος, στολὴν ἐξ αἱμάτων, θείαν ἐπιχρώσαντες, καὶ στολισάμενοι, ἅμα τῷ Δεσπότῃ τῶν ὅλων, ἐν τοῖς οὐρανοῖς μετ' Ἀγγέλων τῷ παμβασιλεῖ Χριστῷ παρίστανται. Ἦχος β' Ὅτε, ἐπινεύσει θεϊκῇ, πρὸς τοὺς ὑπὲρ φύσιν ἀγῶνας, προσεχωρήσατε, σῶμα τὸ φθειρόμενον ἀπαρνησάμενοι, τότε σθένει ῥωννύμενοι, τοῦ Παντοδυνάμου, πῦρ οὐκ ἑπτοήθητε, οὐ ξίφη τέμνοντα· ὅθεν τῷ Θεῷ τὸν αὐχένα, κλίναντες μακάριον τέλος, ἐν ἀγαλλιάσει ὑπεδέξασθε. Θεοτοκίον Ἦχος β' Ὅτε, ἐκ τοῦ ξύλου σε νεκρὸν ΤΟ ΑΚΟΥΤΕ Σὺ εἶ, τῶν Ἀγγέλων ἡ χαρά, σὺ εἶ τῶν ἀνθρώπων ἡ δόξα, σὺ τῶν πιστῶν ἡ ἐλπίς, Δέσποινα πανάμωμε, καὶ προστασία ἡμῶν, καὶ πρὸς σὲ καταφεύγοντες, ἐν πίστει βοῶμεν, ὅπως ταῖς πρεσβείαις σου, ἐκ τῶν βελῶν τοῦ ἐχθροῦ, λύπης ψυχοφθόρου καὶ πάσης, θλίψεως ῥυσθείημεν πάντες, οἱ ἀνευφημοῦντές σε Θεόνυμφε. Σταυροθεοτοκίον Ἦχος β' Ὅτε, ἐκ τοῦ ξύλου σε νεκρὸν ΤΟ ΑΚΟΥΤΕ Πόνους ὑπομείνασα πολλούς, ἐν τῇ τοῦ Υἱοῦ καὶ Θεοῦ σου, σταυρώσει Ἄχραντε, ἔστενες δακρύουσα, καὶ ὁλολύζουσα·Οἴμοι! τέκνον γλυκύτατον, ἀδίκως πῶς πάσχεις, πάντας θέλων ῥύσασθαι, τοὺς ἐξ Ἀδὰμ γηγενεῖς; Ὅθεν Παναγία Παρθένε, σὲ παρακαλοῦμεν ἐν πίστει, ἵλεων ἡμῖν τοῦτον ἀπέργασαι. Ἀπολυτίκιον Ἦχος δ' ΤΟ ΑΚΟΥΤΕ Οἱ Μάρτυρές σου Κύριε, ἐν τῇ ἀθλήσει αὐτῶν, στεφάνους ἐκομίσαντο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· σχόντες γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλον, ἔθραυσαν καὶ δαιμόνων τὰ ἀνίσχυρα θράση. Αὐτῶν ταῖς ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Κανών α', ᾨδὴ α', τῶν Ἁγίων Ἦχος β' Δεῦτε λαοὶ ΤΟ ΑΚΟΥΤΕ Μαρτυρικαῖς, ἠγλαϊσμένοι φαιδρότησι, τῷ καθαρῷ παρίστασθε, Μάρτυρες βήματι, τοῦ Δεσπότου τῶν ὅλων, ἡμῖν ἁμαρτημάτων λύσιν βραβεύοντες.Οἱ εὐσεβεῖς, τῆς ἀληθείας ὑπέρμαχοι, τυραννικοῦ πρὸ βήματος, ἀγωνισάμενοι, ὁμοφρόνως καθεῖλον, τὴν πλάνην τοῦ Βελίαρ σθένει τοῦ Πνεύματος.Δι' αἰκισμῶν, διὰ μαστίγων καὶ θλίψεων, οἱ εὐσεβεῖς ὠνήσαντο, Μεγαλομάρτυρες, τὴν Χριστοῦ βασιλείαν, ἐν ᾗ στεφανηφόροι νῦν πολιτεύονται.ΘεοτοκίονΚατοικτιρῶν, σοῦ τῶν χειρῶν τὸ πλαστούργημα, ὁ ἐν ἐλέει πλούσιος, μήτραν κατῴκησας, ἀπειράνδρου Παρθένου, καὶ ταύτην προστασίαν ἡμῶν ἀνέδειξας. Κανών α', ᾨδὴ γ', τῶν Ἁγίων Ἦχος β' Στερέωσον ἡμᾶς ΤΟ ΑΚΟΥΤΕ Στερέωμα Χριστὸν ἐν τῇ καρδίᾳ σου, κατέχων ἀνδρείως ἀντικατέστης, Ἰουστῖνε τῷ δικάζοντι, ἀνομεῖν παρανόμως σε προστάττοντι.Χορὸς θεολαμπὴς στρατὸς θεόλεκτος, Ἁγίων Μαρτύρων ἅγιος δῆμος, ἀθροισθεὶς νῦν κατεπάλαισε, δυσμενεῖς ἀσωμάτους μετὰ σώματος.Τὸ σῶμα αἰκισμοῖς οἱ μεγαλόψυχοι, ἐκδόντες ἠγάλλοντο προορῶντες, τὴν αἰώνιον ἀπόλαυσιν, καὶ τὴν μέλλουσαν δόξαν καὶ λαμπρότητα.ΘεοτοκίονἈσπόρως ἐν γαστρὶ Θεὸν συνέλαβες, καὶ τίκτεις ἀφράστως σεσαρκωμένον, εἰς ὃν βλέπειν οὐ τολμῶσιν ἀεί, οὐρανῶν αἱ δυνάμεις Ἀειπάρθενε.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Στερέωσον ἡμᾶς, ἐν σοὶ Κύριε, ὁ ξύλῳ νεκρώσας τὴν ἁμαρτίαν, καὶ τὸν φόβον σου ἐμφύτευσον, εἰς τὰς καρδίας ἡμῶν τῶν ὑμνούντων σε». Κάθισμα τῶν Ἁγίων Ἦχος πλ. α' Τὸν συνάναρχον Λόγον ΤΟ ΑΚΟΥΤΕ Ἰουστῖνος Χαρίτων, Πέων Εὐέλπιστος, Χαριτὼ καὶ Ἱέραξ καὶ Βαλλεριανός, οἱ φωστῆρες οἱ φαιδροὶ οἱ καταυγάζοντες, τὰ πληρώματα τῆς γῆς, ταῖς φρυκτωρίαις τῶν αὐτῶν ἀγώνων, μεγαλοφώνως, ἀνευφημείσθωσαν πάντες, Χριστῷ πρεσβεύοντες σωθῆναι ἡμᾶς.ΘεοτοκίονἩ θερμὴ προστασία καὶ ἀπροσμάχητος, ἡ ἐλπὶς ἡ βεβαία καὶ ἀκαταίσχυντος, τεῖχος καὶ σκέπη καὶ λιμὴν τῶν προστρεχόντων σοι, ἀειπάρθενε Ἁγνή, τὸν Υἱὸν σου καὶ Θεόν, ἱκέτευε σὺν Ἀγγέλοις, εἰρήνην δοῦναι τῷ κόσμῳ, καὶ σωτηρίαν καὶ μέγα ἔλεος.Ἢ ΣταυροθεοτοκίονἘν Σταυρῷ σε ὁρῶσα Χριστὲ ἡ Μήτηρ σου, ἑκουσίως ἐν μέσῳ λῃστῶν κρεμάμενον, κοπτομένη μητρικῶς τὰ σπλάγχνα ἔλεγεν· Ἀναμάρτητε Υἱέ, πῶς ἀδίκως ἐν Σταυρῷ ὥσπερ κακοῦργος ἐπάγης, τὸ γένος τὸ τῶν ἀνθρώπων, ζωῶσαι θέλων ὡς ὑπεράγαθος! Κανών α', ᾨδὴ δ', τῶν Ἁγίων Ἦχος β' Εἰσακήκοα Κύριε ΤΟ ΑΚΟΥΤΕ Ἰουστίνου Χαρίτωνος, καὶ Χαριτοῦς καὶ Πέωνος τοὺς ἄθλους, τῶν Ἀγγέλων τάγματα κατεπλάγησαν.Συντριβόμενα σώματα, τοῖς αἰκισμοῖς τὴν θείαν προεξένει, τοῖς γενναιοτάτοις μακαριότητα.Εὐελπίστου Ἱέρακος, τῶν ἀκλινῶν Μαρτύρων τὴν ἀνδρείαν, οἱ τοῦ σκότους ἄρχοντες ἑπτοήθησαν.ΘεοτοκίονΔυσωποῦμέν σε Ἄχραντε, τὴν τὸν Θεὸν ἀσπόρως συλλαβοῦσαν, τοῦ ἀεὶ πρεσβεύειν ὑπὲρ τῶν δούλων σου. Κανών α', ᾨδὴ ε', τῶν Ἁγίων Ἦχος β' Ὁ τοῦ φωτὸς χορηγὸς ΤΟ ΑΚΟΥΤΕ Πνεύματος θείου πλησθείς, τῆς πονηρίας τὰ δεινὰ πνεύματα, τοῖς ὀχετοῖς, Μάρτυς τῶν αἱμάτων, τῶν σῶν Ἰουστῖνε, ἀπέπνιξας μάκαρ, ἀθλήσας στερρότατα.Ἡ χαριτώνυμος, χάριτος ἔμπλεως Θεοῦ γέγονε, καὶ γυναικῶν, ἐπιλαθομένη σαφῶς τοῦ ἀσθενοῦς, ἤθλησε νομίμως, καὶ δόξης ἠξίωται.Χαριτωθεὶς τὴν ψυχήν, ὁμολογίαις ἱεραῖς ἤμβλυνας, τοῦ παλαιοῦ, ἐχθροῦ τὴν κακίαν Χαρίτων ἀθλητά, θείων ἀθλοφόρων, σεπτὸν ἐγκαλλώπισμα.ΘεοτοκίονΣοὶ τῇ τεκούσῃ Χριστόν, τὸν τοῦ παντὸς Δημιουργὸν κράζομεν· Χαῖρε ἡ Ἁγνή, χαῖρε ἡ τὸ φῶς ἀνατείλασα ἡμῖν, χαῖρε ἡ χωρήσασα, Θεὸν τὸν ἀχώρητον. Κανών α', ᾨδὴ ς', τῶν Ἁγίων Ἦχος β' Ἐν ἀβύσσῳ πταισμάτων ΤΟ ΑΚΟΥΤΕ Οὐρανόθεν τὴν κλῆσιν δεξάμενος, ὥσπερ ὁ θεσπέσιος Παῦλος θεόσοφε, εὐθυδρομήσας ἄριστα, μαρτυρίου τὸ στάδιον ἤνυσας.Ἀκυμάντως βασάνων τὸ πέλαγος, θείᾳ κυβερνήσει διήλθετε Μάρτυρες, καὶ πρὸς λιμένα εὔδιον, τῆς Χριστοῦ βασιλείας ἐφθάσατε.Ἀπλανεῖς ὡς ἀστέρες ἐμπρέποντες, τῷ τῆς Ἐκκλησίας σεπτῷ, στερεώματι, τὴν οἰκουμένην ἅπασαν, φωταυγείαις τῶν ἄθλων φωτίζετε.ΘεοτοκίονἈπειράνδρως Παρθένε ἐκύησας, καὶ διαιωνίζεις Παρθένος ἐμφαίνουσα, τῆς ἀληθοῦς Θεότητος, τοῦ Υἱοῦ καὶ Θεοῦ σου τὰ συμβολα.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον· Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε». Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν Τῇ Α' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἰουστίνου τοῦ Φιλοσόφου.Στίχοι Ἰουστῖνον κώνειον ἦρεν ἐκ βίου, Ὡς εἴθε πρῶτον τοὺς πιεῖν δεδωκότας. Πρώτῃ Ἰουνίου Ἰουστῖνε ἐλλεβορίζῃ.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἰουστίνου, Χαρίτωνος, Χαριτοῦς, Εὐελπίστου, Ἱέρακος, Πέωνος καὶ Βαλλεριανοῦ.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Φίρμου τοῦ Μάρτυρος.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Θεσπεσίου.Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν. Κανών α', ᾨδὴ ζ', τῶν Ἁγίων Ἦχος β' Εἰκόνος χρυσῆς ΤΟ ΑΚΟΥΤΕ Ἀπάτης βυθόν, τῶν αἱμάτων ποταμῷ ἀποξηράναντες, κρουνοὺς θαυμάτων ἀνεβλύσατε, κατασβεννύοντες ἄνθρακας, Μάρτυρες δεινῶν παθημάτων, τῶν βοώντων ἑκάστοτε· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.Σοφίᾳ Θεοῦ, Ἰουστῖνος ὁ σοφὸς κεκοσμημένος, τὴν τῶν Ἑλλήνων ἀπεμώρανε, φιλοσοφίαν ἐν χάριτι, πείσας προσκυνεῖν τὴν Τριάδα, ὀρθοδόξως κραυγάζειν τε· Εὐλογητός εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.Ἐνθέῳ πυρί, ἀγαπήσεως σοφοὶ ὕλην κακίας, γενναιοφρόνως κατεφλέξατε, καὶ ὡς πυρσοὶ ἀναλάμψαντες, πάντων τῶν βοώντων καρδίας, εὐσεβῶς ἐφωτίσατε· Εὐλογητός εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.ΘεοτοκίονΣὲ βάτον Μωσῆς, ἐν τῷ ὄρει τῷ Σινᾷ πυρπολουμένην, προεθεώρει τὴν ἐνέγκασαν, ἀκαταφλέκτως τὴν ἄστεκτον, αἴγλην τῆς ἀρρήτου οὐσίας, ἑνωθείσης παχύτητι, σαρκός μιᾶς τῶν ἐν αὐτῇ, ἁγίων ὑποστάσεων. Κανών α', ᾨδὴ η', τῶν Ἁγίων Ἦχος β' Τον ἐν καμίνῳ τοῦ πυρὸς ΤΟ ΑΚΟΥΤΕ Ὡς ἐν καμίνῳ τῷ πυρί, τῶν βασάνων καρτερῶς δοκιμασθέντες, Ἀθλοφόροι Κυρίου, ὑπὲρ χρυσὸν ἀληθῶς, ἐνθέως βοῶντες ἠστράψατε· Σὲ ὑπερυψοῦμεν, Χριστὲ εἰς τούς αἰῶνας.Σὺν Ἰουστίνῳ τῷ σοφῷ, ἀνυμνείσθω Χαριτὼ Πέων Χαρίτων, καὶ Ἱέραξ ὁ μέγας, σὺν Βαλλεριανῷ, ἀθλήσει τὴν πλάνην μειώσαντες, καὶ ταῖς τῶν Ἀγγέλων, χορείαις συναφθέντες.Πρὸς τὴν αἰώνιον ζωήν, ἐπειγόμενοι σοφοὶ γενναιοφρόνως, τὸν αὐχένα τῷ ξίφει, ἐν ὁμονοίᾳ ψυχῆς, οἱ πάντες ἐκλίνατε Μάρτυρες, θύματα καθάπερ, Θεῷ προσενεχθέντες.ΘεοτοκίονΜύρον κενούμενον ἡμῖν, Θεοτόκε τὸν Χριστὸν κυοφοροῦσα, εὐωδίασας κόσμον, ἐν θεοπνεύστοις ὀσμαῖς· διὸ σοι τὸ Χαῖρε κραυγάζομεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Τὸν ἐν καμίνῳ τοῦ πυρός, τῶν Ἑβραίων τοῖς Παισὶ συγκαταβάντα, καὶ τὴν φλόγα εἰς δρόσον, μεταβαλόντα Θεόν, ὑμνεῖτε τὰ ἔργα ὡς Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας». Κανών α', ᾨδὴ θ', τῶν Ἁγίων Ἦχος β' Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον ΤΟ ΑΚΟΥΤΕ Θείᾳ λαμπόμενοι δόξη, τὸν κρυμὸν τῆς ἀπάτης ἐλύσατε, γενναῖοι Ἀθληταί, καὶ κοινωνοὶ χρηματίσαντες ἱερῶν παθημάτων, τοῦ σάρκα εἰληφότος δι' ἡμᾶς, σὺν αὐτῷ αἰωνίως, εἰς οὐρανοὺς ἀγάλλεσθε.Τὴν Ἰουστίνου σοφίαν, Χαριτοῦς τὴν ἀνδρείαν, Χαρίτωνος τὴν τόλμαν ἀληθῶς, Πέωνός τε Ἱέρακος, τοὺς γενναίους ἀγῶνας, καὶ Βαλλεριανοῦ πρὸς τὰ δεινά, τὴν πολλήν καρτερίαν, οἱ Ἄγγελοι ἐθαύμασαν.Ὥσπερ ἐν ἅρματι θείῳ, ἐπιβάντες ἐνδόξως, τῷ αἵματι ὑμῶν πρὸς οὐρανόν, χαρμονικῶς ἀνεδράμετε, καὶ χειρὶ ζωηφόρῳ, τῆς νίκης ἐκομίσασθε Σοφοί, τοὺς στεφάνους ἀπαύστως, ὑπὲρ ἡμῶν πρεσβεύοντες.ΘεοτοκίονΣωματωθεὶς ἀπορρήτως, ἐξ ἁγνῶν σου αἱμάτων, ὡς ἥλιος ἐπέφανεν ἡμῖν, πάναγνε Μήτηρ ἀνύμφευτε, τῶν αἰώνων ἁπάντων, ὁ πρὶν Πατρὶ συνάναρχος Υἱός, καὶ τὸ σκότος διώξας, ἐφώτισε τὰ σύμπαντα.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον, τὸν ἀρρήτῳ σοφίᾳ, ἥκοντα καινουργῆσαι τὸν Ἀδάμ, βρώσει φθορᾷ πεπτωκότα δεινῶς, ἐξ Ἁγίας Παρθένου, ἀφράστως σαρκωθεντα δι' ἡμᾶς, οἱ πιστοὶ ὁμοφρόνως, ἐν ὕμνοις μεγαλύνομεν».
ΜΙΚΡΟΥ ΑΓΙΑΣΜΟΥ ΑΚΟΛΟΥΘΙΑ ΜΙΚΡΟΥ ΑΓΙΑΣΜΟΥ Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ψαλμὸς 142 Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου·καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν.ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος·καὶ ἠκηδίασεν ἐπ᾿ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου.ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. (διάψαλμα).ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.ἀκουστὸν ποίησόν μοι τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου·ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρὸς σὲ κατέφυγον.δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ.ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου·καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Στίχ, Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. Στίχ, Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς, Στίχ, Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. Ἦχος δ' Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. Τῇ Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν, ἁμαρτωλοὶ καὶ ταπεινοί, καὶ προσπέσωμεν ἐν μετανοίᾳ, κράζοντες ἐκ βάθους ψυχῆς, Δέσποινα, βοήθησον ἐφ’ ἡμῖν σπλαγχνισθεῖσα, σπεῦσον, ἀπολλύμεθα ὑπὸ πλήθους πταισμάτων, μὴ ἀποστρέψῃς σοὺς δούλους κενούς· σὲ γὰρ καὶ μόνην ἐλπίδα κεκτήμεθα. Δόξα... Τὸ Τροπάριον τοῦ Ναοῦ Καὶ νῦν... Οὐ σιωπήσωμέν ποτε, Θεοτόκε, τάς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τὶς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τὶς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ, σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν. Ν' Ψαλμὸς Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου·ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός.σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.ραντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι, πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ.ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.ρῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη ῾Ιερουσαλήμ·τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. Εἶτα ψάλλομεν τὰ ἑπόμενα Τροπάρια τῆς Θεοτόκου κατ’ ἀλφάβητον μετὰ στίχου· Ὑπεραγία Θεοτόκε, σῶσον ἡμάς. Ἦχος πλ. Β. Ὁ Εἱρμός. Ἡ τὸ χαῖρε δι’ ἀγγέλου δεξαμένη, καὶ τεκοῦσα τὸν Κτίστην τὸν ἴδιον, Παρθένε, σῷζε τοὺς σὲ μεγαλύνοντας (δίς). Ἀνυμνοῦμεν τὸν Υἱόν σου, Θεοτόκε, καὶ βοῶμεν, πανάχραντε Δέσποινα, παντὸς κινδύνου ῥῦσαι τοὺς οἰκέτας σου. Βασιλέων, Προφητῶν καὶ Ἀποστόλων καὶ Μαρτύρων ὑπάρχεις τὸ καύχημα, καὶ προστασία τοῦ κόσμου, Πανάμωμε. Γλῶσσα πᾶσα εὐφημεῖ καὶ μακαρίζει, καὶ δοξάζει τὸν ἄχραντον τόκον σου, τῶν Ὀρθοδόξων Μαρία Θεόνυμφε. Δός, Χριστέ μου, καὶ ἐμοὶ τῷ ἀναξίῳ ὀφλημάτων τὴν ἄφεσιν δέομαι, τῆς σὲ τεκούσης πρεσβείαις, ὡς εὔσπλαγχνος. Ἐπὶ σὲ μου τάς ἐλπίδας ἀνέθεμην, Θεοτόκε· σῶσον ταῖς πρεσβείαις σου, καὶ δώρησαί μοι πταισμάτων τὴν ἄφεσιν. Ζώωσόν με, ἡ τεκοῦσα Ζωοδότην καὶ Σωτῆρα· σῶσον ταῖς πρεσβείαις σου, εὐλογημένη, ἐλπὶς τῶν ψυχῶν ἡμῶν. Ἡ τὸν Κτίστην τῶν ἁπάντων ἐν γαστρί σου συλλαβοῦσα, Παρθένε πανάμωμε, ταῖς σαῖς πρεσβείαις, σῶσον τάς ψυχὰς ἡμῶν. Θεοτόκε, ἡ τεκοῦσα διὰ λόγου, ὑπὲρ λόγον, τὸν Λόγον, Πανύμνητε, αὐτὸν δυσώπει, σῶσαι τάς ψυχὰς ἡμῶν. Ἵλεών μοι τὸν Κριτήν τε καὶ Υἱόν σου, ἑπταικότι ὑπὲρ πάντα ἄνθρωπον, ταῖς σαῖς πρεσβείαις ἀπέργασαι, Δέσποινα. Κατὰ χρέος ἐκβοῶμέν σοι τό, Χαῖρε, Θεοτόκε, ἁγνὴ ἀειπάρθενε, ἐκδυσωποῦντες πρεσβείαις σου σῴζεσθαι. Λύτρωσαί με τοῦ πυρὸς τοῦ αἰωνίου, καὶ βασάνων τῶν ἀποκειμένων μοι, θεογεννῆτορ, ὅπως μακαρίζω σε. Μὴ παρίδῃς τάς δεήσεις τῶν σῶν δούλων, δυσωποῦμεν, Πανύμνητε Δέσποινα, ἵνα ῥυσθῶμεν πάσης περιστάσεως. Νοσημάτων καὶ παντοίων ἀλγηδόνων, καὶ κινδύνων ἡμᾶς ἐλευθέρωσον, τῇ ἱερᾷ σου σκέπῃ καταφεύγοντας. Ξένον θαῦμα τὸ ἐν σοί, Θεοκυῆτορ· δι’ ἡμᾶς γὰρ καθ’ ἡμᾶς γεγέννηται ὁ πάντων Κτίστης ἐκ σοῦ καὶ Θεὸς ἡμῶν. Ὁ ναός σου, Θεοτόκε, ἀνεδείχθη ἰατρεῖον νοσημάτων ἄμισθον, καὶ θλιβομένων ψυχῶν παραμύθιον. Παναγία Θεοτόκε, ἡ τεκούσα τὸν Σωτῆρα, κινδύνων διάσωσον, καὶ πάσης ἄλλης ἀνάγκης τοὺς δούλους σου. Ῥῦσαι πάσης ἀπειλῆς ἐπερχομένης τοὺς σοὺς δούλους, Πανάχραντε Δέσποινα, καὶ πάσης βλάβης ψυχῆς τε καὶ σώματος. Σῶσον πάντας ταῖς πρεσβείαις σου, Παρθένε, τοὺς εἰς σέ, Θεοτόκε, προστρέχοντας, καὶ ῥῦσαὶ πάσης ἀνάγκης καὶ θλίψεως. Τίς προστρέχων τῷ Ναῷ σου, Θεοτόκε, οὐ λαμβάνει ταχέως τὴν ἴασιν, ψυχῆς ὁμοῦ τε καὶ σώματος, Ἄχραντε; Ὑπὸ πάντων δυσωπούμενος, Οἰκτίρμον, τῶν Ἁγίων καὶ τῶν ἄνω Τάξεων, ἰλάσθητί μοι διὰ τῆς Τεκούσης σε. Φεῖσαι, Σῶτερ, τῶν ψυχῶν τῶν τεθνεώντων, ἐπ’ ἐλπίδι ζωῆς ἀδελφῶν ἡμῶν, καὶ ἄνες, ἄφες αὐτοῖς τὰ ἐγκλήματα. Χαῖρε κόσμου ἱλαστήριον, Παρθένε, χαῖρε στάμνε καὶ λυχνία πάγχρυσε, τοῦ θείου μάννα καὶ φωτός, Θεόνυμφε. Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Τριαδικὸν Ψάλλομέν σοι τῷ Θεῷ τῷ ἐν Τριάδι, ἐκβοῶντες φωνὴν τὴν τρισάγιον, ἐκδυσωποῦντες σωτηρίας τεύξασθαι. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον Ὦ Παρθένε, ἡ τεκοῦσα τὸν Σωτῆρα καὶ Δεσπότην τοῦ κόσμου καὶ Κύριον, αὐτὸν δυσώπει, σῶσαι τάς ψυχὰς ἡμῶν. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Χαῖρε ὄρος, χαῖρε βάτε, χαῖρε πύλη, χαῖρε κλῖμαξ, χαῖρε θεία τράπεζα, ἡ πάντων χαῖρε βοήθεια, Δέσποινα. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ταῖς πρεσβείαις, Ἐλεῆμον, τῆς Μητρός σου τῆς Ἀχράντου, καὶ πάντων τῶν Ἁγίων σου, τὰ σὰ ἐλέη τῷ λαῷ σου δώρησαι. Σταυρὲ τοῦ Χριστοῦ, σῶσον ἡμᾶς τῇ δυνάμει σου. Τῇ δυνάμει τοῦ σταυροῦ σου, Ζωοδότα, φώτισόν με τὸν δοῦλόν σου δέομαι, ἵνα ὑμνῶ σε δι’ αὐτοῦ σῳζόμενος. Ἀρχάγγελοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. Τῇ πρεσβείᾳ τῶν ἐνδόξων Ἀρχαγγέλων καὶ Ἀγγέλων, καὶ τῶν ἄνω Τάξεων, σοὺς δούλους, Σῶτερ, καλῶς διαφύλαξον. Βαπτιστὰ τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Τῇ πρεσβείᾳ τοῦ τιμίου καὶ ἐνδόξου Βαπτιστοῦ σου Προφήτου Προδρόμου τε, Χριστέ μου Σῶτερ, τοὺς δούλους σου φύλαξον. Ἀπόστολοι τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. Τῇ πρεσβείᾳ τῶν ἐνδόξων Ἀποστόλων, καὶ Μαρτύρων, καὶ πάντων τῶν Ἁγίων σου, τὰ σὰ ἐλέη τῷ λαῷ σου δώρησαι. Ἅγιοι ἱεράρχαι καὶ διδάσκαλοι τῆς οἰκουμένης, πρεσβεύσατε ὑπὲρ ἡμῶν. Ταῖς πρεσβείαις τῶν μεγάλων διδασκάλων, Βασιλείου σοφοῦ, Γρηγορίου τε καὶ Ἰωάννου, τοὺς δούλους σου φύλαττε. Ἅγιε ἱεράρχα τοῦ Χριστοῦ Νικόλαε, πρέσβευε ὑπὲρ ἡμῶν. Τὴν ὀξεῖαν καὶ θερμήν σου προστασίαν καὶ τὴν σκέπην, παμμάκαρ Νικόλαε, τοῖς ὑμνηταῖς σου πλουσίως κατάπεμψον. Ἅγιοι μεγαλομάρτυρες τοῦ Χριστοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν. Ταῖς πρεσβείαις τῶν ἐνδόξων ἀθλοφόρων Δημητρίου, Γεωργίου, σοφῶν Θεοδώρων τε καὶ Ἀρτεμίου ἡμᾶς διαφύλαξον. Ἅγιοι Ἀνάργυροι καὶ θαυματουργοί, πρεσβεύσατε ὑπὲρ ἡμῶν. Ταῖς πρεσβείαις τῶν ἐνδόξων Ἀναργύρων, Θεοτόκε, τοὺς δούλους σου φύλαττε, ὡς προστασία τοῦ κόσμου καὶ στήριγμα. Ἅγιε ἔνδοξε μεγαλομάρτυς τοῦ Χριστοῦ καὶ ἰαματικὲ Παντελεῆμον, πρέσβευε ὑπὲρ ἡμῶν. Ἀθλοφόρε τοῦ Χριστοῦ Παντελεῆμον, τοὺς τῇ σκέπῃ τῇ σῇ καταφεύγοντας, ταῖς σαῖς πρεσβείαις νόσων ἐλευθέρωσον. Ἅγιοι προπάτορες τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. Τῶν ἁγίων καὶ δικαίων προπατόρων ταῖς πρεσβείαις, ἁπάντων δικαίων τε καὶ τῶν ὁσίων, Χριστέ, ἡμᾶς φύλαττε. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμάς. Τὴν ἐν ζάλῃ πειρασμῶν καὶ τρικυμίαις ταῖς τοῦ βίου πικρῶς κινδυνεύουσαν, Παρθένε, ποίμνην τὴν σὴν περιφύλαττε. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Τον Πατέρα καὶ Υἱόν δοξολογοῦμεν, καὶ τὸ Πνεῦμα τὸ Ἅγιον, λέγοντες· Τριὰς Ἁγία, σῶσον τάς ψυχὰς ἡμῶν. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμὴν Χαῖρε κόσμου ἱλαστήριον, Παρθένε, χαῖρε στάμνε καὶ λυχνία πάγχρυσε, τοῦ θείου μάννα καὶ φωτός, Θεονυμφε. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμάς. Ἡ ἀρρήτως ἐπ’ ἐσχάτων συλλαβοῦσα, καὶ τεκοῦσα τὸν Κτίστην τὸν ἴδιον, Παρθένε, σῷζε τοὺς σὲ μεγαλύνοντας. Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε· ἐλπίζοντες εἰς σέ, μὴ ἀστοχήσωμεν· ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων· σὺ γὰρ εἶ ἡ σωτηρία τοῦ γένους τῶν χριστιανῶν. Τοῦ Κυρίου δεηθῶμεν. Κύριε ἐλέησον Ὅτι Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Εἶτα τὰ παρόντα Τροπάρια Ἦχος πλ. δ'. Νῦν ἐπέστη ὁ καιρός, ὁ πάντας ἁγιάζων, καὶ ὁ δίκαιος ἡμᾶς ἀναμένει Κριτής· ἀλλ’ ἐπίστρεψον, ψυχή, πρὸς μετάνοιαν, ὡς ἡ Πόρνη κράζουσα σὺν δάκρυσι· Κύριε, ἐλέησόν με. Νάμασιν ἐπομβρήσας, Χριστέ, πηγὴν τῶν ἰάσεων, ἐν τῷ πανσέπτῳ ναῷ τῆς Παρθένου σήμερον, τῷ τῆς σῆς εὐλογίας ῥαντισμῷ, φυγαδεύεις τάς νόσους τῶν ἀσθενούντων, ἰατρὲ τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν. Παρθένος ἔτεκες ἀπειρόγαμε, καὶ Παρθένος ἔμεινας, Μήτηρ ἀνύμφευτε, Θεοτόκε, Μαρία· Χριστὸν τὸν Θεὸν ἡμῶν ἱκέτευε, σωθῆναι ἡμᾶς. Παναγία Θεοτόκε Παρθένε, τῶν χειρῶν ἡμῶν τὰ ἔργα κατεύθυνον, καὶ συγχώρησιν τῶν πταισμάτων ἡμῶν αἴτησαι, ἐν τῷ ψάλλειν ἡμᾶς τῶν Ἀγγέλων τὸν ὕμνον. Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς (ἐκ γ'). Δόξα. Καὶ νῦν... Άγιος ἀθάνατος, ἐλέησον ἡμᾶς. Πάλιν Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς. Προκείμενον. Ἦχος δ', Κύριος φωτισμός μου καὶ Σωτήρ μου. Πρόσχωμεν. Στίχος. Κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου. Σοφία. Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα. (Κεφ. Β', 1118) Πρόσχωμεν. Ἀδελφοί, ὁ ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνὸς πάντες· δι’ ἣν αἰτίαν οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν, λέγων· Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε. Καὶ πάλιν· Ἐγὼ ἔσομαι πεποιθὼς ἐπ' αὐτῷ. Καὶ πάλιν· Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ Θεός. Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκε σαρκὸς καὶ αἵματος, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργησῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν Διάβολον, καὶ ἀπαλλάξῃ τούτους, ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῆν ἔνοχοι ἦσαν δουλείας. Οὐ γὰρ δήπου Ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται. Ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι, ἵνα ἐλεήμων γὲνηται καὶ πιστὸς Ἀρχιερεὺς τὰ πρὸς τὸν Θεόν, εἰς τὸ ἱλάσκεσθαι τάς ἁμαρτίας τοῦ λαοῦ. Ἐν ᾧ γὰρ πέπονθεν αὐτὸς πειρασθείς, δύναται τοῖς πειραζομένοις βοηθῆσαι. Εἰρήνη σοι Καὶ τῷ Πνεύματί σου. Ἀλληλούῒα. Ἦχος πλ. β'. Σοφία. Ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. Εἰρήνη πᾶσι. Καὶ τῷ Πνεύματί σου. Ἐκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου τὸ Ἀνάγνωσμα. Πρόσχωμεν. (Κεφ. ε', 14). Δόξα σοι, Κύριε, δόξα σοι. Τῷ καιρῷ ἐκείνῳ, ἀνέβη ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα. Ἐστὶ δὲ ἐν τοῖς Ἱεροσολύμοις, ἐπὶ τῇ Προβατικῇ, κολυμβήθρᾳ, ἡ ἐπιλεγομένη ἑβραϊστὶ Βηθεσδά, πέντε στοὰς ἔχουσα. Ἐν ταύταις κατέκειτο πλῆθος πολὺ τῶν ἀσθενούντων, τυφλῶν, χωλῶν, ξηρῶν, ἐκδεχομένων τήν του ὕδατος κίνησιν. Ἄγγελος γὰρ κατὰ καιρὸν κατέβαινεν ἐν τῇ κολυμβήθρᾳ, καὶ ἐτάραττε τὸ ὕδωρ· ὁ οὖν πρῶτος ἐμβὰς μετὰ τὴν ταραχὴν τοῦ ὕδατος, ὑγιὴς ἐγίνετο, ᾧ δήποτε κατείχετο νοσήματι. Δόξα σοι, Κύριε, δόξα σοι. Ἐν εἰρήνῃ, τοῦ Κυρίου δεηθῶμεν. Κύριε ἐλέησον [καὶ μετὰ ἀπὸ κάθε αἴτηση] Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν. Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν, καὶ τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν. Ὑπὲρ τοῦ ἁγίου οἴκου τούτου, καὶ τῶν μετὰ πίστεως, εὐλαβείας καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν. Ὑπὲρ τοῦ πατρὸς καὶ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος), παντὸς τοῦ Κλήρου καὶ τοῦ Λαοῦ, τοῦ Κυρίου δεηθῶμεν. Ὑπὲρ τῆς πόλεως (ἤ νήσου) ταύτης, πάσης πόλεως, χώρας καὶ τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν. Ἐν οἴκῳ Ὑπὲρ τοῦ οἴκου τούτου καὶ τῶν κατοικούντων ἐν αὐτῷ τοῦ Κυρίου δεηθῶμεν. Ἐν πλοίῳ Ὑπὲρ τοῦ πλοίου τούτου καὶ τῶν συμπλεόντων ἐν αὐτῷ τοῦ Κυρίου δεηθῶμεν. Ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς καὶ καιρῶν εἰρηνικῶν, τοῦ Κυρίου δεηθῶμεν. Ὑπέρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καὶ τῆς σωτηρίας αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν. Ὑπὲρ τοῦ ἁγιασθῆναι τὸ ὕδωρ τοῦτο, τῇ δυνάμει καὶ ἐνεργείᾳ καὶ ἐπιφοιτήσει τοῦ Ἁγίου Πνεύματος, τοῦ Κυρίου δεηθῶμεν. Ὑπὲρ τοῦ καταφοιτῆσαι τῷ ὕδατι τούτῳ τὴν καθαρτικήν της ὑπερουσίου Τριάδος ἐνέργειαν, τοῦ Κυρίου δεηθῶμεν. Ὑπὲρ τοῦ γενέσθαι τὸ ὕδωρ τοῦτο ἰαματικὸν ψυχῶν καὶ σωμάτων, καὶ πάσης ἀντικειμένης δυνάμεως ἀποτρεπτικόν, τοῦ Κυρίου δεηθῶμεν. Ὑπὲρ τοῦ καταπεμφθῆναι αὐτῷ τὴν χάριν τῆς ἀπολυτρώσεως, τὴν εὐλογίαν τοῦ Ἰορδάνου, τοῦ Κυρίου δεηθῶμεν. Ὑπὲρ πάντων τῶν χρηζόντων τῆς παρὰ τοῦ Θεοῦ βοηθείας καὶ ἀντιλήψεως, τοῦ Κυρίου δεηθῶμεν. Ὑπὲρ τοῦ φωτισθῆναι ἡμᾶς φωτισμὸν γνώσεως, διὰ τῆς ὁμοουσίου Τριάδος, τοῦ Κυρίου δεηθῶμεν. Ὅπως Κύριος ὁ Θεὸς ἡμῶν ἀναδείξῃ ἡμᾶς υἱοὺς καὶ κληρονόμους τῆς βασιλείας αὐτοῦ, διὰ τῆς του ὕδατος τούτου μεταλήψεώς τε καὶ ῥαντισμοῦ, τοῦ Κυρίου δεηθῶμεν. Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης τοῦ Κυρίου δεηθῶμεν. Ἀντιλαβοῦ, σῶσον, ἐλέησον, καὶ διαφυλάξαν ἡμάς, ὁ Θεός, τῇ σῇ χάριτι. Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. Σοὶ Κύριε. Ὅτι πρέπει σοὶ πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Τοῦ Κυρίου δεηθῶμεν. Κύριε ἐλέησον Κύριε ὁ Θεὸς ἡμῶν, ὁ μέγας τῇ βουλῇ καὶ θαυμαστὸς τοῖς ἔργοις, ὁ πάσης ὀρατής τε καὶ ἀοράτου κτίσεως δημιουργός· ὁ φυλάσσων τὴν διαθήκην σου καὶ τὸ ἔλεός σου τοῖς ἀγαπῶσί σε καὶ τηροῦσι τὰ σὰ προστάγματα· ὁ πάντων τῶν ἐν ἀνάγκαις ἐλεεινὰ προσδεχόμενος δάκρυα· διὰ γὰρ τοῦτο παραγέγονας ἐν δούλου μορφῇ, οὐ φάσμασιν ἡμᾶς ἐκδειματούμενος, ἀλλ’ ὑγείαν τῷ σώματι ἀληθῆ ὀρέγων καὶ λέγων· ἰδὲ ὑγιὴς γεγονός, μηκέτι ἁμάρτανε. Ἀλλὰ καὶ ἐκ πηλοῦ ζῶντας ὀφθαλμοὺς εἰργάσω καί, νίψασθαι κελεύσας, τὸ φῶς οἰκῆσαι παρεσκεύασας λόγῳ· ὁ τάς τῶν ἐναντίων παθῶν σπιλάδας ταράττων, καὶ τήν του βίου τούτου ἁλμυρὰν θάλασσαν καταστείλας, καὶ τὰ ἀχθηφόρα τῶν ἡδονῶν κατευνάσας κύματα· Αὐτὸς οὖν. φιλάνθρωπε Βασιλεῦ. ὁ δοὺς ἡμῖν χιονοφεγγόφωτον φορέσαι στολὴν ἐξ ὕδατός τε καὶ πνεύματος, καὶ διὰ τῆς του ὕδατος τούτου μεταλήψεώς τε καὶ ῥαντισμοῦ τὴν σὴν εὐλογίαν ἡμῖν κατάπεμψον. τὸν ῥύπον τῶν παθῶν ἀποσμήχουσαν. Ναί, Δέσποτα, δεόμεθα· ἐπίσκεψαι ἡμῶν, Ἀγαθέ, τὴν ἀσθένειαν καὶ ἴασαι ἡμῶν τάς νόσους ψυχῆς τε καὶ σώματος, τῷ ἐλέει σου· πρεσβείαις τῆς παναχράντου δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας· δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων· τοῦ τιμίου ἐνδόξου προφήτου προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων· τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν. μεγάλων Ἱεραρχῶν καὶ οἰκουμενικῶν Διδασκάλων. Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου· τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας· Νικολάου ἐπισκόπου Μύρων τῆς Λυκίας καὶ Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, τῶν θαυματουργῶν τῶν ἁγίων καὶ ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλύτου, Θεοδώρου τοῦ Τήρωνος καὶ Θεοδώρου τοῦ Στρατηλάτου· τῶν ἁγίων ἐνδόξων ἱερομαρτύρων Χαραλάμπους καὶ Ἐλευθερίου, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης· τῶν ἁγίων ἐνδόξων καὶ θαυματουργῶν Ἀναργύρων Κοσμᾶ καὶ Δαμιανοῦ, Κύρου καὶ Ἰωάννου, Παντελεήμονος καὶ Ἑρμολάου, Σαμψὼν καὶ Διομήδους. Μωκίου καὶ Ἀνικήτου, Θαλλελαίου καὶ Τρύφωνος· τοῦ Ἁγίου (τῆς ἡμέρας), οὗ καὶ τὴν μνήμην ἐπιτελοῦμεν καὶ πάντων σου τῶν Ἁγίων. Καὶ φύλαττε, Κύριε, τοὺς δούλους σου τοὺς πιστοὺς Βασιλεῖς ἡμῶν, χάρισαι αὐτοῖς ψυχῆς καὶ σώματος τὴν ὑγείαν, καὶ τῇ δουλικῇ σου τοῦτο τῶν χριστιανῶν πολιτείᾳ ποίησον κατὰ πάντα ἐπιεικεῖς. Μνήσθητι, Κύριε, πάσης ἐπισκοπῆς Ὀρθοδόξων, τῶν ὀρθοτομούντων τὸν λόγον τῆς σῆς Ἀληθείας καὶ παντὸς ἱερατικοῦ καὶ μοναχικοῦ τάγματος καὶ τῆς σωτηρίας αὐτῶν. Μνήσθητι, Κύριε, τῶν μισούντων καὶ ἀγαπώντων ἡμάς, τῶν διακονούνταν ἀδελφῶν ἡμῶν, τῶν περιεστώτων καὶ τῶν δι’ εὐλόγους αἰτίας ἀπολειφθέντων καὶ τῶν ἐντειλαμένων ἡμῖν τοῖς ἀναξίοις εὔχεσθαι ὑπὲρ αὐτῶν. Μνήσθητι, Κύριε, καὶ τῶν ἐν αἰχμαλωσίᾳ καὶ βλέψεσιν ἀδελφῶν ἡμῶν, καὶ ἐλέησον αὐτοὺς καὶ ἡμᾶς κατὰ τὸ μέγα σου ἔλεος, πάσης ἀνάγκης ῥυόμενος. Ὅτι σὺ εἶ ἡ πηγὴ τῶν ἰαμάτων, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Εὐχή ἑτέρα λεγομένη ἀντὶ τῆς συνήθους μεγάλης, χάριν συντομίας. Θεὲ μεγαλώνυμε, ὁ ποιῶν θαυμάσια ὧν οὐκ ἔστιν ἀριθμός, ἐλθὲ τανῦν καὶ πρὸς τοὺς ἐπικαλουμένους σε δούλους σου, ἐξαπόστειλον τὸ Πνεῦμά σου τὸ ἅγιον καὶ ἁγίασον τὸ ὕδωρ τοῦτο (ἐκ γ΄). Καὶ δὸς τοῖς μεταλαμβάνουσι καὶ ῥαντιζομένοις ἐξ αὐτοῦ ἀπαλλαγὴν παντὸς κακοῦ· στερέωσιν καὶ καθαρισμὸν οἴκων καὶ ἀπέλασιν πάσης διαβολικῆς ἐνεργείας. Ὅτι ηὐλόγηται καὶ δεδόξασται τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Εἰρήνη πᾶσι. Καὶ τῷ Πνεύματί σου. Τάς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν. Σοὶ Κύριε. Κλῖνον, Κύριε, τὸ οὖς σου καὶ ἐπάκουσον ἡμῶν, ὁ ἐν Ἰορδάνῃ βαπτισθῆναι καταδεξάμενος καὶ ἁγιάσας τὰ ὕδατα· καὶ εὐλόγησον πάντας ἡμᾶς, τοὺς διὰ τῆς κλίσεως τοῦ ἑαυτῶν αὐχένος σημαίνοντας τὸ τῆς δουλείας πρόσχημα· καὶ καταξίωσαν ἡμᾶς ἐμπλησθῆναι τοῦ ἁγιασμοῦ σου, διὰ τῆς του ὕδατος τούτου μεταλήψεώς τε καὶ ῥαντισμοῦ καὶ γενέσθω ἡμῖν, Κύριε, εἰς ὑγείαν ψυχῆς τε καὶ σώματος. Σὺ γὰρ εἶ ὁ ἁγιασμὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, καὶ σοὶ τὴν δόξαν καὶ εὐχαριστίαν καὶ προσκύνησιν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Εἶτα, λαβὼν τὸν τίμιον Σταυρόν, εὐλογεῖ τὰ ὕδατα ἐκ τρίτου, κατάγων καὶ ἀνάγων αὐτὸν ὄρθιον, καὶ ψάλλων. Ἦχος α'. Σῶσον, Κύριε, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα (ἐκ γ'). Εἶτα, ῥαντίζων σταυροειδῶς, ψάλλει τὸ παρὸν Τροπάριον. Ἦχος β'. Τῶν σῶν δωρεῶν, ἀξίους ἡμᾶς ποίησον, Θεοτόκε Παρθένε, παρορῶσα τὰ πλημμελήματα ἡμῶν, καὶ παρέχουσα ἰάματα, τοῖς ἐν πίστει λαμβάνουσι τὴν εὐλογίαν σου, Ἄχραντε. Εἶτα ἀσπάζεται ὁ Ἱερεὺς τὸν τίμιον Σταυρὸν ὠσαύτως καὶ πᾶς ὁ λαός. Εἶθ’ οὕτω ῥαντίζει πάντα τὸν λαόν, τὸν Ναὸν (ἢ τὸν Οἶκον) διὰ τοῦ ἁγιάσματος. Ο Ἱερεὺς ψάλλει τὸ παρὸν Τροπάριον, ὅπερ καὶ πολλάκις λέγεται, μέχρι τῆς ἀπορραντίσεως δηλονότι. Ἦχος δ'. Πηγὴν ἰαμάτων ἔχοντες, ἅγιοι Ἀνάργυροι, τάς ἰάσεις παρέχετε πᾶσι τοῖς δεομένοις, ὡς μεγίστων δωρεῶν ἀξιωθέντες, παρὰ τῆς ἀενάου πηγῆς τοῦ Σωτῆρος Χριστοῦ. Φησὶ γὰρ πρὸς ὑμᾶς ὁ Κύριος, ὡς ὁμοζήλους τῶν Ἀποστόλων· ἰδοὺ δέδωκα ἡμῖν τὴν ἐξουσίαν κατὰ πνευμάτων ἀκαθάρτων, ὥστε αὐτὰ ἐκβάλλειν, καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. Διὸ τοῖς προστάγμασιν αὐτοῦ καλῶς πολιτευσάμενοι, δωρεὰν ἐλάβετε, δωρεὰν παρέχετε, ἰατρεύοντες τὰ πάθη τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν. Δόξα. Καὶ νῦν. Θεοτοκίον Νεῦσον παρακλήσεσι σῶν ἱκετῶν, Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα· μὴ αἰσχυνθῶμεν, Δέσποινα, σὲ προσκαλούμενοι. Σπεῦσον εἰς ἱκεσίαν τῶν σοὶ πιστῶς βοώντων Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν. Καὶ τὸ Δέσποινα πρόσδεξαι, τάς δεήσεις τῶν δούλων σοῦ, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως. Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (γ'). [καὶ μετὰ ἀπὸ κάθε αἴτηση] Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ Ὀρθοδόξων Χριστιανῶν. Ἔτι δεόμεθα ὑπὲρ τοῦ Πατρὸς καὶ Ἀρχιεπισκόπου ἡμῶν [τοῦ δεῖνος], καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, (δεῖνα) τῶν ἐπιτελούντων τὴν ἁγίαν ἑορτὴν ταύτην. Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν ἐκκλησίαν (ἢ τὴν πόλιν) ταύτην, τὴν νῆσον ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου καὶ αἰφνιδίου θανάτου· ὑπὲρ τοῦ ἵλεων, εὐμενῆ καὶ εὐδιάλλακτον γενέσθαι τὸν ἀγαθῶν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καὶ διασκεδάσει πᾶσαν ὀργὴν καὶ νόσον τὴν καθ' ἡμῶν κινουμένην καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς καὶ ἐλεήσαι ἡμᾶς. Ἔτι δεόμεθα ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν καὶ ἐλεήσαι ἡμᾶς. Ἐπάκουσον ἡμῶν, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν, καὶ ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν καὶ ἐλεήσαι ἡμᾶς. Ἐλεήμων γὰρ καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Κύριε ἐλέησον (γ'). Πάτερ Ἅγιε εὐλόγησον. Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ μητρός, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ἁγίων καὶ θαυματουργῶν Ἀναργύρων (τοῦ Ἁγίου τοῦ Ναοῦ) ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, [τοῦ ἁγίου τῆς ἡμέρας] οὗ καὶ τὴν μνήμην ἐπιτελοῦμεν, καὶ πάντων τῶν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμάς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός. Δι’ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμάς. Ἀμήν.
Nov 26 Τῌ ΚΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥΜνήμη τῶν Ὁσίων Πατέρων ἡμῶν Ἀλυπίου τοῦ ΚιονίτουΜνήμη Νίκωνος τοῦ Μετανοεῖτε. ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Ὁσίου Ἀλυπίου. Στιχηρὰ Προσόμοια τοῦ Ὁσίου Ἀλυπίου Ἦχος α' Πανεύφημοι Μάρτυρες ΤΟ ΑΚΟΥΤΕ Παμμάκαρ Ἀλύπιε τὴν σήν, ἐκ παιδὸς ἀνέθηκας, ζωὴν Χριστῷ τῷ Θεῷ ἡμῶν· ὑφ' οὗ σθενούμενος, τῆς σαρκὸς τὰ πάθη, λογισμῷ ὑπέταξας, τὸ χεῖρον ὑποτάττων τῷ κρείττονι· διὸ ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος. Ἦχος α' Θεόφρον Ἀλύπιε φωστήρ, καθωράθης μέγιστος, φωταγωγῶν τὴν ὑφήλιον, θαυμάτων λάμψεσι, καὶ ἐνθέων ἔργων· ὅθεν μετὰ κοίμησιν, τὸ ἄδυτόν σε φῶς ὑπεδέξατο· διὸ ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος. Ἦχος α' Στῦλος ἐχρημάτισας σοφέ, Μοναστῶν Ἀλύπιε, ὕπερθεν στύλου ἱστάμενος, καὶ πιεζόμενος, καύσωνι καὶ κρύει, καὶ πολλαῖς ἀσκήσεσι· διὸ καθυπεδέξω τοῦ Πνεύματος, θεῖα χαρίσματα, ἰατρεύειν ἀρρωστήματα, καὶ διώκειν, πάθη χαλεπώτατα. Στιχηρὰ Προσόμοια τοῦ Ὁσίου Νίκωνος Ἦχος πλ. β' Ὅλην ἀποθέμενοι ΤΟ ΑΚΟΥΤΕ Ὕψωσαν τὸ σῶμά σου, πόνοι καὶ πόνων οἱ τρόποι, καὶ τῶν τρόπων ἔλλαμψις, ἡ τῷ θείῳ Πνεύματι ἀπαστράπτουσα, ὑπὲρ νοῦν ἅπαντα, τῇ ἰσχὺϊ ηὔγασε· θαυμαστῶς ἐμεγαλύνθη γάρ, ἡ θήκη νάματα, βλύζουσα πιστοῖς, ξένον θέαμα! πῶς τάφος οὐκ ἐπέδησεν, ἢ λίθος κατέσχε τὴν δύναμιν, ἀλλ' ὡς καὶ πρὸ τέλους, μετάνοιαν ἐκραύγαζες ἡμῖν, ὡσαύτως νῦν πρὸς ἐπίγνωσιν, ἕλκεις μετὰ θάνατον. Ἦχος πλ. β' Δεῦτε προσκυνήσωμεν, λαὸς ἐν οἴκῳ Κυρίου, ὅπου τὸ πανάγιον, σκῆνος τεθησαύρισται τοῦ Παμμάκαρος· ᾧ τερπνοῖς ᾄσμασι, καὶ φαιδραῖς λαμπάσι, λιτανεύοντες βοήσωμεν· Ἅγιε πρόφθασον, καὶ τοὺς ἐν ἀνάγκαις ἐλέησον, καὶ κλύδωνος ἐξάρπασον, καὶ τῆς καταιγίδος τῶν θλίψεων, ἵνα τὴν τερπνήν σου, καὶ πάντιμον δοξάζωμεν σορόν, καὶ τὴν εἰκόνα σεβώμεθα, μύρον ἀναβλύζουσαν. Ἦχος πλ. β' Πλοῦτον ἀναφαίρετον, ἔχει σε πόλις Λακώνων, Μάκαρ ἀξιάγαστε, φαειναῖς αὐγάζοντα ταῖς λαμπρότησιν· ᾗ καὶ νῦν βράβευσον, τὴν εἰρήνην Νίκων, καὶ τροπαίων αὐτήν ἔμπλησον, ἐχθρῶν τὴν ἔπαρσιν, καὶ παρεμβολὰς κάμψας βέλεσι, σῶν Πρεσβειῶν Πατὴρ ἡμῶν, καὶ τῆς συμπαθοῦς μεταδόσεως, πλῆσον τὰς καρδίας, ἡμῶν τῶν ἀνυμνούντων σε πιστῶς, ἐν παρρησίᾳ δεόμενος, ὑπὲρ τῶν ψυχῶν ἡμῶν. Θεοτοκίον Ἦχος πλ. β' Νοὸς καθαρότητι, ὁ Ἡσαΐας Παρθένε, πόρρωθεν προέφησε, Ποιητὴν τῆς κτίσεως τεξομένην σε, ὦ σεμνὴ Πάναγνε· σὺ γὰρ ὤφθης μόνη, ἐξ αἰῶνος παναμώμητος. Διὸ σου δέομαι, τὴν μεμολυσμένην καρδίαν μου, καθάρισον καὶ λάμψεως, θείας κοινωνὸν με ἀνάδειξον, Κόρη τοῦ Υἱοῦ σου, καὶ στάσεως αὐτοῦ τῆς δεξιᾶς, ὅταν καθίσῃ ὡς γέγραπται, κρῖναι κόσμον ἅπαντα. Σταυροθεοτοκίον Ἦχος πλ. β' Κρίσιν Ἰσραὴλ κριταί, θανατηφόρον κριθῆναι, σὲ Υἱὲ κατέκριναν, ὡς κριτὸν σε στήσαντες ἐπὶ βήματος, τὸν νεκροὺς κρίνοντα, καὶ τοὺς ζῶντας Σῶτερ, καὶ Πιλάτῳ σε παρέδωκαν, καὶ κατακρίνουσι πρὸ τῆς δίκης φεῦ! οἱ παράνομοι, καί, βλέπουσα τιτρωσκομαι, καὶ συγκατακρίνομαι Κύριε· ὅθεν καὶ προκρίνω, θανεῖν ὑπὲρ τὸ ζῆν ἐν στεναγμοῖς, ἡ Θεοτόκος ἐκραύγαζε, μόνε Πολυέλεε. Ἀπολυτίκιον τοῦ Ὁσίου Ἀλυπίου Ἦχος α' Ὑπομονῆς στῦλος γέγονας, ζηλώσας τοὺς Προπάτορας Ὅσιε, τὸν Ἰὼβ ἐν τοῖς πάθεσι, τὸν Ἰωσὴφ ἐν τοῖς πειρασμοῖς, καὶ τὴν τῶν Ἀσωμάτων πολιτείαν, ὑπάρχων ἐν σώματι, Ἀλύπιε Πατὴρ ἡμῶν Ὅσιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν. Ἀπολυτίκιον τοῦ Ὁσίου Νίκωνος Ἦχος γ' Θείας πίστεως ΤΟ ΑΚΟΥΤΕ Χαίρει ἔχουσα ἡ Λακεδαίμων, θείαν λάρνακα, τῶν σῶν λειψάνων, ἀναβρύουσαν πηγὰς τῶν ἰάσεων, καὶ διασῴζουσαν πάντας ἐκ θλίψεων, τοὺς σοὶ προστρέχοντας Πάτερ ἐκ πίστεως, Νίκων Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Ὁ Κανὼν τοῦ Ὁσίου Ἀλυπίου, οὗ ἡ Ἀκροστιχίς.Χαίρων ἐπαινῶ τοὺς Ἀλυπίου πόνους.Ἰωσήφ.ᾨδὴ α' Ἦχος πλ. α' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Ἵππον καὶ ἀναβάτην, εἰς θάλασσαν Ἐρυθράν, ὁ συντρίβων πολέμους, ἐν ὑψηλῷ βραχίονι, Χριστὸς ἐξετίναξεν, Ἰσραὴλ δὲ ἔσωσεν, ἐπινίκιον ὕμνον ᾄδοντα».Χάριτος πεπλησμένος, χαρᾶς μου πλήρωσον, τὴν ψυχὴν ἐπαινέσαι, τὸν βίον σου Ἀλύπιε, καὶ τὴν πολιτείαν σου, δι' ἧς πάντας ηὔφρανας, ἰσαγγέλως ἀγωνισάμενος.Ἄλλον ὡς Σαμουὴλ σε, Θεὸς ἡγίασε, μητρικῆς ἐκ κοιλίας, Ἀλύπιε μακάριε, καὶ βλέπων τὰ ἔμπροσθεν, ὡς Προφήτην ἔνθεον, ἀπειργάσατο ἀξιάγαστε.Ἴνα Θεὸς δηλώσῃ, τὴν σὴν λαμπρότητα, ἥν περ ὕστερον ἔσχες, καλῶς ἀγωνισάμενος, φωτὸς θείου ἔπλησε, τοῦ τεχθέντος Ὅσιε, τὸ δωμάτιον ὑπὲρ ἔννοιαν.ΘεοτοκίονῬῆσις σεπτοῦ Προφήτου, πέρας ἐδέξατο· ἰδοὺ γὰρ ἡ Παρθένος, σαρκὶ Θεὸν ἐκύησε, βροτοὺς ἀναπλάττοντα, συντριβέντας πρότερον, ἁμαρτίας πλημμελήμασι. Κανών β', ᾨδὴ α', τοῦ Ὁσίου Νίκωνος Ἦχος πλ. δ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Ἁρματηλάτην Φαραὼ ἐβύθισε, τερατουργοῦσα ποτέ, Μωσαϊκὴ ῥάβδος, σταυροτύπως πλήξασα, καὶ διελοῦσα θάλασσαν· Ἰσραὴλ δὲ φυγάδα, πεζὸν ὁδίτην διέσωσεν, ᾄσμα τῷ Θεῷ ἀναμέλποντα».Τῆς οὐρανίου πατριὰς τῷ ἔρωτι, κατασχεθεὶς τὴν ψυχήν, καὶ τὰ ἐκεῖ κάλλη, καὶ τὴν διαμένουσαν, ἐπιποθήσας εὔκλειαν, ἐπιγείου πατρίδος, καὶ γεννητόρων ἐμάκρυνας, Νίκων σεαυτὸν παναοίδιμε.Τόπον ἐκ τόπου διαμείβων πέφευγας, τὰ παρατρέχοντα, τὴν κοσμικὴν σχέσιν, ταῖς ἀποχωρήσεσι, σαφῶς ἀποκρουόμενος, καὶ μηδὲν τῶν προσύλων, τὸ εὐγενὲς ἐνυβρίσαι σου, μάκαρ τῆς ψυχῆς ἀνασχόμενος.ΘεοτοκίονΔεδοξασμένα περὶ σοῦ λελάληνται, ἐν γενεαῖς γενεῶν, ἡ τὸν Θεὸν Λόγον, ἐν γαστρὶ χωρήσασα, ἁγνὴ δὲ διαμείνασα, Θεοτόκε Μαρία· διὸ σε πάντες γεραίρομεν, τήν μετὰ Θεὸν προστασίαν ἡμῶν. Κανών α', ᾨδὴ γ', τοῦ Ὁσίου Ἀλυπίου Ἦχος πλ. α' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Ὁ πήξας ἐπ' οὐδενος τὴν γῆν τῇ προστάξει σου, καὶ μετεωρίσας ἀσχέτως βρίθουσαν, ἐπὶ τὴν ἀσάλευτον Χριστέ, πέτραν τῶν ἐντολῶν σου, τὴν Ἐκκλησίαν σου στερέωσον, μόνε ἀγαθὲ καὶ φιλάνθρωπε».Ὡς λύχνος ἐπὶ λυχνίαν, στάσεως κρείττονος, ἐπιτεθειμένος ταῖς σελασφόροις σου, Πάτερ ἀρεταῖς πᾶσαν ψυχήν, πιστῶς σοι προσιοῦσαν, εὐσεβοφρόνως κατελάμπρυνας, σκότους ἁμαρτίας λυτρούμενος.Νοός σου τὰς ἱεράς, κινήσεις ποιούμενος, πρὸς τηρήσεις θείων, νόμων τοῦ Πνεύματος, Ἄγγελος ἐφάνης ἐπὶ γῆς, Ἀγγέλων πολιτείαν, μετὰ σαρκὸς ἀναλαβόμενος, Πάτερ θεοφόρε Ἀλύπιε.Ἐμφρόνως τῶν ὀχληρῶν, τοῦ βίου ἀοίδιμε, μετανάστης ὤφθης, καὶ προσεχώρησας, πρὸς ἀσκητικῆς διαγωγῆς, τὰ σκάμματα προθύμως, τὴν σὴν καρδίαν οἰκητήριον, Ὅσιε δεικνύων τοῦ Πνεύματος.ΘεοτοκίονΠαρθένε τὸ καθαρόν, τοῦ Λόγου παλάτιον, τὴν ψυχήν μου δεῖξον, οἶκον τοῦ Πνεύματος, ὕδατος πηγὴ ζωαρχικοῦ, πότισόν με τῇ καύσει, τῆς ἁμαρτίας φλογιζόμενον, ὅπως κατὰ χρέος δοξάζω σε. Κανών β', ᾨδὴ γ', τοῦ Ὁσίου Νίκωνος Ἦχος πλ. δ' Οὐρανίας ἁψῖδος ΤΟ ΑΚΟΥΤΕ Ἐξ Ἑῴας εἰς Δύσιν, διαδραμὼν ἅπαντας, τῷ τῆς μετανοίας κηρύγματι κατεπύρσευσα· ὅθεν κατάλληλον, τῇ πράξει εὗρες τὴν κλῆσιν, μετανοίας Ὅσιε, δειχθεὶς φερώνυμος.Τοῦ Προδρόμου τὸν ζῆλον, ἐν τῇ ψυχῇ θέμενος, Πάτερ τὴν δευτέραν ἐν κόσμῳ, Χριστοῦ ἐμφάνειαν προανεκήρυττες, καὶ μετανοίας ἀξίους, ἐκ καρδίας ἔλεγες, καρπούς ποιήσατε.ΘεοτοκίονΧαῖρε μόνη τεκοῦσα, τὸν τοῦ παντὸς Κύριον, Χαῖρε τὴν ζωὴν τοῖς ἀνθρώποις ἡ προξενήσασα· Χαῖρε κατάσκιον, καὶ ἀλατόμητον Ὄρος. Τῶν πιστῶν τὸ στήριγμα, χαῖρε Πανάμωμε.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σὺ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε Φιλάνθρωπε». Κάθισμα τοῦ Ὁσίου Ἀλυπίου Ἦχος πλ. δ' Τὴν Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ Συμεὼν ἡμῖν ὤφθης ἄλλος σοφέ· τὸ γὰρ σῶμα ὑψώσας στύλῳ ἐκ γῆς, ὦ Πάτερ Ἀλύπιε, τῶν δαιμόνων τὰς φάλαγγας, ἐτροπώσω θεόφρον, πικρῶς κατοιμώζοντας, καὶ εἰς ἀβάτους τόπους, αὐτοὺς ἀπεδίωξας· ὅθεν καὶ ἐδείχθης, ἐγκαλλώπισμα θεῖον, Πατέρων τὸ καύχημα, Μοναζόντων τὸ στήριγμα. Διὸ πίστει βοῶμέν σοι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.Δόξα... Τοῦ Ὁσίου ΝίκωνοςἮχος α' Τὸν τάφον σου Σωτὴρ ΤΟ ΑΚΟΥΤΕΤὸν ζῆλον τὸν σεπτόν, Βαπτιστοῦ ἐμιμήσω, καὶ κόσμῳ τὴν φρικτήν, καὶ δευτέραν τοῦ Κτίστου, ἐμφάνειαν ἐκήρυττες, καὶ τοῖς πᾶσιν ἐκραύγαζες· Νῦν ποιήσατε, καρποὺς ἀξίους Κυρίῳ, μετανοίας τε, ἀπὸ καρδίας τελείας, Πατὴρ ἡμῶν Ὅσιε.Καὶ νῦν ... ΘεοτοκίονΚυβέρνησον Ἁγνή, τὴν ἀθλίαν ψυχήν μου, καὶ οἴκτειρον αὐτήν, ὑπὸ πλήθους πταισμάτων, βυθῷ ὀλισθαίνουσαν, ἀπωλείαις πανάμωμε, καὶ ἐν ὥρᾳ με, τῇ φοβερᾷ τοῦ θανάτου, ἐλευθέρωσον, κατηγορούντων δαιμόνων, φρικτῆς ἀποφάσεως.Ἢ ΣταυροθεοτοκίονὪ θαύματος φρικτοῦ! ὢ καινοῦ μυστηρίου! ἐβόα ἡ ἁγνή, καὶ πανάμωμος Κόρη, ἐν ξύλῳ ὡς ἔβλεψεν, ἁπλωθέντα τὸν Κύριον, ὁ τὰ σύμπαντα, ἐν τῇ δρακὶ περιφέρων, ὡς κατάκριτος, ὑπὸ κριτῶν παρανόμων, Σταυρῷ κατακρίνεται. Κανών α', ᾨδὴ δ', τοῦ Ὁσίου Ἀλυπίου Ἦχος πλ. α' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Τὴν θείαν ἐννοήσας σου κένωσιν, προβλεπτικῶς ὁ Ἀββακούμ, Χριστὲ ἐν τρόμῳ ἐβόα σοι, εἰς σωτηρίαν λαοῦ σου, τοῦ σῶσαι τοὺς χριστούς σου ἐλήλυθας».Ἀγάπην ἀληθῆ καὶ συμπάθειαν, πίστιν ἐλπίδα ἀρραγῆ, καὶ πολιτείαν ἀνόθευτον, ἀναλαβόμενος Πάτερ, θεράπων τοῦ Χριστοῦ ἐχρημάτισας.Ἱστάμενος ἐν στύλῳ ἀκλόνητος, ταῖς ἐναντίαις προσβολαῖς, δαιμόνων στῖφος ἐκλόνησας, καὶ κλονουμένοις ἐγένου, Παμμάκαρ ἀδιάσειστον ἔρεισμα.Ναμάτων θείων ἔμπλεως γέγονας, καὶ κατεδρόσισας ψυχάς, κατατακείσας τῷ καύσωνι, τῆς χαλεπῆς ἁμαρτίας, Ἀλύπιε θεόφρον πανόλβιε.ΘεοτοκίονΤὰ πάθη τῆς ψυχῆς μου θεράπευσον, καὶ φωταγώγησον τὸν νοῦν, καὶ τὴν καρδίαν μου Δέσποινα, ἡ φωτοδότην τεκοῦσα, Χριστὸν τὸν ὑπεράγαθον Κύριον. Κανών β', ᾨδὴ δ', τοῦ Ὁσίου Νίκωνος Ἦχος πλ. δ' Εἰσακήκοα Κύριε ΤΟ ΑΚΟΥΤΕ Ἀληθῶς ἐφιέμενος, γνώσεως Μακάριε, πρᾶξιν τέθεικας, θεωρίας σου ἐπίβασιν, τοὺς Ἑλλήνων λήρους παρωσάμενος.Τῆς καρδίας τὰ ὄμματα, πράξεσιν ἐνθέοις προκαθηράμενος, προεμήνυες τὰ μέλλοντα, ὀπτικὴν διάνοιαν προσκτησάμενος.ΘεοτοκίονἹλασμὸν ἡμῖν δώρησαι, τῶν ἀγνοημάτων ὡς ἀναμάρτητος, καὶ εἰρήνευσον τὸν κόσμον σου, ὁ Θεὸς πρεσβείαις τῆς Τεκούσης σε. Κανών α', ᾨδὴ ε', τοῦ Ὁσίου Ἀλυπίου Ἦχος πλ. α' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Ὁ ἀναβαλλόμενος, φῶς ὡς ἱμάτιον, πρὸς σὲ ὀρθρίζω, καὶ σοὶ κραυγάζω, τὴν ψυχήν μου φώτισον, τὴν ἐσκοτισμένην, Χριστὲ ὡς μόνος εὔσπλαγχνος».Ὅλος ἀνακείμενος, τῷ Παντοκράτορι, χρονίαν στάσιν, ὕπαιθρος Πάτερ, νιφετοῖς καὶ καύσωνι, σφοδρῷ προσπαλαίων, προθύμως ἐκαρτέρησας.Ὕμνοις καὶ δεήσεσι, σχολάζων Ὅσιε, τῆς τρισηλίου αὐγῆς τὴν χάριν, νοὸς καθαρότητι, ἐδέξω καὶ φέγγος, ἰάσεων ἀπήστραψας.Σῶμά σου τῷ κίονι, περιγραψάμενος, τὸν νοῦν βαδίζειν ἀνεμποδίστως, πρὸς τὸν σοὶ ποθούμενον, Πάτερ ἐπαφῆκας, φωτὸς ἀποπληρούμενος.ΘεοτοκίονἍγιον ἐκύησας, Θεὸν γενόμενον, βροτὸν δι' οἶκτον, Ἁγία Κόρη, τὸν καθαγιάζοντα, τοὺς αὐτὸν ἐν πίστει, καὶ φόβῳ ἁγιάζοντας. Κανών β', ᾨδὴ ε', τοῦ Ὁσίου Νίκωνος Ἦχος πλ. δ' Ὀρθρίζοντες βοῶμέν σοι ΤΟ ΑΚΟΥΤΕ Πληγέντα τὸν εἰς σὲ παροινήσαντα, θεηλάτως, ταῖς εὐχαῖς ἀνέρρωσας, καὶ σὲ τιμᾶν παρεσκεύασας.Ναὸν πανευκλεῆ ἀνεστήλωσας, τῷ Σωτῆρι, ναὸς ζῶν καὶ ἔμψυχος, προχρηματίσας θεσπέσιε.ΘεοτοκίονΖωὴν ἡμῖν ἐβλάστησας ἄχραντε, Θεοτόκε, τὸν Κτίστην καὶ Κύριον, ζωοποιοῦντα τὰ σύμπαντα. Κανών α', ᾨδὴ ς', τοῦ Ὁσίου Ἀλυπίου Ἦχος πλ. α' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Μαινομένην κλύδωνι, ψυχοφθόρῳ, Δέσποτα Χριστέ, τῶν παθῶν τὴν θάλασσαν κατεύνασον, καὶ ἐκ φθορᾶς ἀνάγαγε, με ὡς εὔσπλαγχνος».Λίθοις σε τὰ πνεύματα, τῆς κακίας, βάλλοντα σαφῶς, ποιούμενον στάσιν ἐν τῷ κίονι, τῆς ἀρραγοῦς, πέτρας οὐδόλως ἐσάλευσαν.Ὑπομένων Ὅσιε, ὑπέμεινας, τὸν ὑπομονήν, ἀληθῆ σοι Κύριον δωρούμενον, καὶ ἐκ πάντων, τῶν δυσχερῶν σε ῥυόμενον.Παραδόξως, Ὅσιε, φῶς ὡρᾶτο, ὕπερθεν τοῦ σοῦ, καθ' ἑκάστην κίονος φωτίζον σου, διὰ παντός, τὰ τῆς ψυχῆς αἰσθητήρια.ΘεοτοκίονἸσχυρὰν παράκλησιν, οἱ ἐν θλίψει, ἔχομεν ἁγνή, καὶ βεβαίαν πάντες σε ἀντίληψιν, Μήτηρ Θεοῦ, κινδύνων σῷζε τοὺς δούλους σου. Κανών β', ᾨδὴ ς', τοῦ Ὁσίου Νίκωνος Ἦχος πλ. δ' Ἱλάσθητί μοι Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ Ἐδόξασέ σε Θεός, ὁ δοξασθείς σου τοῖς μέλεσιν, ἐν τέρασι θαυμαστοῖς· διὸ καὶ τῷ κίονι, ὅπως χρηματίσῃ σοι, ἐν τῷ θείῳ οἴκῳ, τὸ ἐλλεῖπον ἀνεπλήρωσας.Ὡς ἄλλον σε Μωϋσῆν, ἡ Λακεδαίμων ἐγνώρισε, τὴν Αἴγυπτον τῶν παθῶν, πιέζοντα μάστιξιν, ἐνθέοις διδάγμασι, τοῖς τῆς μετανοίας, καὶ κακίας ἐξαιρούμενον.ΘεοτοκίονῬυσθείημεν τῶν δεινῶν, πταισμάτων ταῖς ἱκεσίαις σου, Θεογεννῆτορ ἁγνή, καὶ τύχοιμεν πάναγνε, τῆς θείας ἐλλάμψεως, τοῦ ἐκ σοῦ ἀφράστως, σαρκωθέντος Υἱοῦ τοῦ Θεοῦ.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ἱλάσθητί μοι Σωτήρ· πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου». Κοντάκιον τοῦ Ὁσίου Ἀλυπίου Ἦχος πλ. δ' Ὡς ἀπαρχὰς τῆς φύσεως ΤΟ ΑΚΟΥΤΕ ή Ἦχος δ' ΤΟ ΑΚΟΥΤΕ Ὡς ἀρετῶν ὑπόθεσιν, καὶ Ἀσκητῶν καλλώπισμα, ἡ Ἐκκλησία δοξάζει σε σήμερον, καὶ ἀνυμνεῖ σε Ἀλύπιε, ταῖς εὐχαῖς σου παράσχου, τοῖς τιμῶσιν ἐκ πόθου τὰς ἀριστείας σου, καὶ τὰ παλαίσματα, τῶν δεινῶν ἐγκλημάτων ἐκλύτρωσιν, ὡς ἐπώνυμος. Κοντάκιον τοῦ Ὁσίου Νίκωνος Ἦχος πλ. β' Τὴν ὑπὲρ ἡμῶν πληρώσας ΤΟ ΑΚΟΥΤΕ Τὴν Ἀγγελικὴν μιμούμενος πολιτείαν, κόσμου τὰ τερπνὰ ὡς σκύβαλα ἐλογίσω, μετανοίας τὴν τρίβον δεικνύων ἡμῖν, θεοφόρε Νίκων Ὅσιε· διὰ τοῦτό σε γεραίρομεν, ἐκτελοῦντες νῦν τὴν μνήμην σου· ὑπάρχεις γὰρ ἀληθῶς, ἰαμάτων πηγή. Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν Τῇ ΚΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀλυπίου τοῦ Κιονίτου.ΣτίχοιἈνεῖχεν Ἀλύπιον ὄρθιος κίων,Πρὸς οὐρανοὺς ζητοῦντα βαίνειν, οὗ μένει.Εἰκάδι ἕκτῃ ἄλυπον, Ἀλύπιε, βῆς ἐπὶ οἶκον.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Νίκωνος τοῦ Μ ε τ α ν ο ε ῖ τ ε,ΣτίχοιΟἱ Λακεδαίμων, οὐδαμῶς Δαίμων λάκοι.Σοβεῖ γὰρ αὐτὸν τοῖς τεραστίοις Νίκων.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Στυλιανοῦ τοῦ Παφλαγόνος.ΣτίχοιἈσκήσεως πέπτωκεν ὁ στερρὸς στῦλος.Στυλιανὸς γὰρ τὸν βίον καταστρέφει.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀκακίου τοῦ ἐν τῇ Κλίμακι.ΣτίχοιΚακὸν φυγὼν πᾶν Ἀκάκιος ἐν βίῳ.Καλοῖς ἀπείροις ἐντρυφᾷ λιπὼν βίον.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰακώβου τοῦ Ἀναχωρητοῦ.ΣτίχοιὉ Ἰάκωβος ἀναχωρήσας κόσμου,Νῦν τὴν ὑπερκόσμιον οἰκεῖ πατρίδα.Ὁ ἅγιος Νεομάρτυς Γεώργιος, ὁ ἐν Χίῳ ἀθλήσας κατὰ τὸ 1807, ξίφει τελειοῦται.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Σίλου, Ἐπισκόπου τῆς Περσίδος, Καὶ ἀνάμνησις τῶν ἐγκαινίων τοῦ Ναοῦ τοῦ Ἁγίου Γεωργίου, ἐν τῷ Κυπαρίσσῳ.Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν. Κανών α', ᾨδὴ ζ', τοῦ Ὁσίου Ἀλυπίου Ἦχος πλ. α' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Ὁ ὑπερυψούμενος, τῶν Πατέρων Κύριος, τὴν φλόγα κατέσβεσε, τοὺς Παῖδας ἐδρόσισε, συμφώνως μελῳδοῦντας· Ὁ Θεὸς εὐλογητὸς εἶ».Ὁ καρτερικώτατος, καὶ στερρὸς Ἀλύπιος, χρόνοις ἐπὶ πλείοσι, κρύει πιεζόμενος, τοῦ Πνεύματος τῇ θάλψει, ἐθάλπετο παραδόξως.Ὕψος πρὸς οὐράνιον, ἔχων τὸ πολίτευμα, σώματος ἠλόγησας, ὡς φθείρεσθαι μέλλοντος, καὶ τούτου σηπομένου, οὐκ ἐφρόντισας τοῖς πόνοις.Πᾶσαν ἡδυπάθειαν, Πάτερ ἀρνησάμενος, τῷ κρύει καὶ καύσωνι, παλαίων ἐνήθλησας, αἴθριος ἀναμέλπων, ὁ Θεὸς εὐλογητὸς εἶ.ΘεοτοκίονὉ ἀπεριόριστος, σάρκα ἀνελάβετο, ἔννουν τε καὶ ἔμψυχον, ἐκ σοῦ Ἀειπάρθενε, τοῦ σῶσαι τοὺς βοῶντας, ὁ Θεὸς εὐλογητὸς εἶ. Κανών β', ᾨδὴ ζ', τοῦ Ὁσίου Νίκωνος Ἦχος πλ. δ' Οἱ ἐκ τῆς Ἰουδαίας ΤΟ ΑΚΟΥΤΕ Ὡς ἐν ἅρματι Πάτερ, ἀρετῶν τετρακτύϊ σὺ ἐποχούμενος, ἀνέδραμες εἰς ὕψος, Ἠλίας ὥς περ ἄλλος, μελῳδῶν τῷ Σωτῆρί σου· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.Ζηλωτὴς ὥς περ ἄλλος, τοῖς ποθοῦσί σε Πάτερ τὸ ῥάκος ἔλιπες, ἐν ᾧ σου τὸ σαρκίον, ἐκτρύχων καὶ πιέζων, τὴν ψυχὴν διανέπαυες· Ὁ τῶν Πατέρων βοῶν, Θεὸς εὐλογητός εἶ.ΘεοτοκίονΣοφίας ἔμπλησον πάντας, καὶ δυνάμεως θείας ἡ ἐνυπόστατος, Σοφία τοῦ Ὑψίστου, διὰ τῆς Θεοτόκου, τοὺς ἐν πίστει σοι ψάλλοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ. Κανών α', ᾨδὴ η', τοῦ Ὁσίου Ἀλυπίου Ἦχος πλ. α' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Σοὶ τῷ παντουργῷ, ἐν τῇ καμίνῳ Παῖδες, παγκόσμιον πλέξαντες, χορείαν ἔμελπον· Πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τους αἰῶνας».Νέος Σαμουήλ, προθεωρῶν τὸ μέλλον, νοὸς καθαρότητι, ὤφθης Ἀλύπιε, πᾶσι προλέγων, ὡς ἔνθεος Προφήτης, τὰ ὑπὸ Κυρίου, δηλούμενά σοι Πάτερ.Ὁ φωτοειδής, τῆς ἐκκλησίας στῦλος, ὁ πύργος ὁ ἄσειστος, τεῖχος τὸ ἄρρηκτον, πάντων ἀνθρώπων, Θεῷ πεπιστευκότων, ὁ Χριστοῦ θεράπων, Ἀλύπιος τιμάσθω.Ὕπνωσας καλῶς, ὕπνον δικαίοις Πάτερ, πᾶσιν ὀφειλόμενον, κοιμήσας πρότερον, πάθη ποικίλα, ἐντεύξεσιν ἀγρύπνοις· ὅθεν σε προστάτην, ἄγρυπνον νῦν πλουτοῦμεν.ΘεοτοκίονΣοῦ ὁ τοκετός, τὴν τικτομένην βλάβην, κακίᾳ τοῦ ὄφεως, νῦν ἀπεστείρωσε, μόνη κατάρας, ἀναίρεσις Παρθένε· ὅθεν σε τιμῶμεν, εἰς πάντας τοὺς αἰῶνας. Κανών β', ᾨδὴ η', τοῦ Ὁσίου Νίκωνος Ἦχος πλ. δ' Ἑπταπλασίως κάμινον ΤΟ ΑΚΟΥΤΕ Τὸ καθαρὸν καὶ ἄσπιλον, τῆς ψυχῆς περιβόλαιον, τὸ καρτερικόν, καὶ ἀπαθὲς σαρκίον σου, ὡς θεῖον θησαύρισμα, ἡ Λακεδαίμων φέρουσα, καὶ σωματικῶν, καὶ ψυχικῶν ἀλγημάτων, τὴν ῥῶσιν ἐξαιτεῖται, μελῳδοῦσα συμφώνως· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.Τῶν ἰαμάτων χάριτας, ἡ σορὸς ἀναβλύζουσα, πᾶσαν νοσημάτων, καὶ παθῶν ἐπήρειαν, παντοίαν τε κάκωσιν, καὶ μαλακίαν ἅπασαν, πάντων θεραπεύει, τῶν πιστῶς μελῳδούντων· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.Ὑπὲρ ἡμῶν ἱλέωσαι, τὸν Σωτῆρα καὶ Κύριον, τῶν καταφευγόντων, τῇ σῇ σκέπῃ Ὅσιε, ὡς νίκης ἐπώνυμος, καὶ Θεῷ παριστάμενος, πάσης λυτρωθῆναι, τῶν ἐχθρῶν κακουργίας, δαιμόνων ἐπηρείας, καὶ ἀνάγκης καὶ νόσου, τοὺς πίστει σε ὑμνοῦντας, εἰς πάντας τοὺς αἰῶνας.ΘεοτοκίονΝοῦς ἐξειπεῖν οὐ δύναται, τὸ φρικτὸν τῆς λοχείας σου, πῶς καὶ παρθενεύεις, μετὰ τόκον ἄχραντε, ὡς μόνος ἐπίσταται, ὁ τῶν ἁπάντων Κύριος, ὃν ἱλεουμένη, μὴ ἐλλίπῃς Παρθένε, σωθῆναι τοὺς ἐν πίστει, τῷ Υἱῷ σου βοῶντας· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ἑπταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν, ἐμμανῶς ἐξέκαυσε· δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών, Τὸν Δημιουργόν, καὶ Λυτρωτήν ἀνεβόα, οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας». Κανών α', ᾨδὴ θ', τοῦ Ὁσίου Ἀλυπίου Ἦχος πλ. α' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Ἡσαΐα χόρευε, ἡ Παρθένος ἔσχεν ἐν γαστρί, καὶ ἔτεκεν υἱὸν τὸν Ἐμμανουήλ, Θεόν τε καὶ ἄνθρωπον, Ἀνατολή, ὄνομα αὐτῷ, ὃν μεγαλύνοντες, τὴν Παρθένον μακαρίζομεν».Ἱερὸς ὁ βίος σου, ἐκ σπαργάνων, ὤφθη τῷ Θεῷ, λαμπόμενος ἀρετῶν, μάκαρ τῷ φωτί, τίμιος ὁ θάνατος, ἐναντίον γέγονε Χριστοῦ, Πάτερ Ἀλύπιε, Μοναζοντων ἀκροθίνιον.Ὡς φωστὴρ ὑπέρλαμπρος, καταυγάζεις, ἅπασαν τὴν γῆν, ἐλαύνων τὴν πονηράν, νύκτα τῶν παθῶν, καὶ λύων σκοτόμαιναν, τῶν Δαιμόνων, καὶ φωταγωγῶν, θείαις λαμπρότησιν, ἰαμάτων πάντας Ὅσιε.Στάσιν ἐπὶ κίονος, ἐποιήσω, ἔτεσι σοφέ, πεντήκοντα πρὸς τρισίν, οἷα Ἀθλητής, ἀθλῶν προθυμότατα, καὶ τῷ κρύει καὶ τῷ παγετῷ, Πάτερ καὶ καύσωνι, ἀνενδότως πιεζόμενος.Ἡ ἁγία μνήμη σου, τῷ Ἁγίῳ Πνεύματι ἡμᾶς, καθαγιάζει σοφέ, ταύτην ἱερῶς, τελοῦντας καὶ πίστει σε, ἀνυμνοῦντας, Πάτερ ἐν αὐτῇ, ὡς ἀντιλήπτορα, καὶ προστάτην τῶν ψυχῶν ἡμῶν.ΘεοτοκίονΦωτισμὸν μοι δώρησαι, τῷ ἐν σκότει ὄντι τῶν παθῶν, καὶ ῥῦσαί με πονηρῶν, ἔργων καὶ φλογός, ἐναποκειμένης μοι, τῷ ἀθλίῳ καὶ ἁμαρτωλῷ, Ἄχραντε Δέσποινα, προστασία τῶν ὑμνούντων σε. Κανών β', ᾨδὴ θ', τοῦ Ὁσίου Νίκωνος Ἦχος πλ. δ' Ἐξέστη ἐπὶ τούτῳ ΤΟ ΑΚΟΥΤΕ Ἀμέσως ἀπολαύων Πάτερ ζωῆς, ὑπὲρ ἧς ἠγωνίσω πρὸς δύναμιν, ἐπὶ τῆς γῆς, βίῳ διαπρέψας ἀγγελικῷ, καὶ μεταβὰς μακάριε, Νίκων πρὸς ἀΰλους διαμονάς, σωθῆναι θεοφόρε, δυσώπει τοὺς ἐν πίστει, ἐν τῷ ναῷ σου προσεδρεύοντας.Ἀγάλλῃ σὺν Ἀγγέλοις ἐν οὐρανῷ, τῷ τῶν ὅλων Θεῷ παριστάμενος, καὶ ἐπὶ γῆς, βρύει σου ἡ θήκη τὰς δωρεὰς ἐν ᾗ σεπτῶς κατάκειται, σῶμά σου τὸ ἅγιον καὶ σεπτόν, τοῖς πόθῳ προσιοῦσι, καὶ φόβῳ ἁπτομένοις, Νίκων παμμάκαρ τῶν λειψάνων σου.ΘεοτοκίονἘν σοὶ τῆς παρθενίας τὸ καθαρόν, ἐτηρήθη Μαρία πανύμνητε· σὺ γὰρ Θεόν, μόνη συλλαβοῦσα ἄνευ σπορᾶς, σεσαρκωμένον τέτοκας, μείνασα Παρθένος παναληθής· διὸ σε Θεοτόκον, κυρίως ἀνυμνοῦμεν, καὶ προσκυνοῦμεν καὶ δοξάζομεν.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα, ὅτι Θεός, ὤφθη τοῖς ἀνθρώποις σωματικῶς, καὶ ἡ γαστήρ σου γέγονεν, εὐρυχωροτέρα τῶν οὐρανῶν· διὸ σε Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων, ταξιαρχίαι μεγαλύνουσιν». Ἐξαποστειλάριον Ἁγ. Ἀλυπίου Ἦχος β' Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ Ἀγῶνας ὑπὲρ ἄνθρωπον, μετῆλθες Πάτερ Ὅσιε, τῇ τοῦ Χριστοῦ δυναστείᾳ· πεντήκοντα πρὸς τρισὶ γάρ, ἔτεσιν ἐπὶ κίονος, ἔστης σοφὲ Ἀλύπιε, πάντοθεν πιεζόμενος, καὶ νῦν τὸ ἔσχατον μάκαρ, τῶν ἀγαθῶν πάντων εὗρες. Ἐξαποστειλάριον Ἁγ. Νίκωνος Ἦχος γ' Ὁ οὐρανὸν τοῖς ἄστροις ΤΟ ΑΚΟΥΤΕ Ἡ θήκη ἔνθα σου κεῖται, τὸ εὐκλεέστατον σῶμα, χάριτας βλύζει τοῖς πᾶσι, τῶν ἰαμάτων δαψιλῶς, τοῖς προσιοῦσιν ἐν πίστει, Νίκων ἀεὶ θεοφόρε Θεοτοκίον Ἦχος γ' Ὁ οὐρανὸν τοῖς ἄστροις ΤΟ ΑΚΟΥΤΕ Αἱ τῶν Ἀγγέλων πᾶσαι, καὶ Ἀρχαγγέλων χορεῖαι, ἀνευφημοῦσί σε Κόρη, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, καὶ τῶν βροτῶν ἄπαν γένος, δοξολογοῦμέν σε πόθῳ. Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια γ' τοῦ Ἁγίου Νίκωνος δευτεροῦντες τὸ α'. Στιχηρὰ Προσόμοια τοῦ Ἁγίου Νίκωνος Ἦχος α' Τῶν οὐρανίων Ταγμάτων ΤΟ ΑΚΟΥΤΕ Τῶν ἐφετῶν ἀπολαύων ἀμέσως Ὅσιε, τῶν ἐπὶ γῆς φωτίζεις, πάντων τὰς διανοίας, ἐν πίστει ἐκτελούντων, μνήμην τὴν σήν, θεοφόρε Πατὴρ ἡμῶν, καὶ τῷ ναῷ σου τῷ θείῳ πανευσεβῶς, ἀθροισθέντων παμμακάριστε. Ἦχος α' Σὺ τοῦ Προδρόμου τὸν ζῆλον ἐκμιμησάμενος, Μετανοεῖτε πάσιν, ἀνεβόας παμμάκαρ, ἐξ ὅλης τῆς καρδίας· ἡ γὰρ Χριστοῦ, βασιλεία ἐφέστηκεν· ὃν ἐκδυσώπει ἀπαύστως ὑπὲρ ἡμῶν, τῶν ἐν πίστει δοξαζόντων σε. Ἦχος α' Ἐκ τῆς Ἑῴας εἰς Δύσιν, Πάτερ διέδραμες, καὶ μετανοίας πάντας, κατεπύρσευσας λόγοις, ὡς ἄλλον Μωϋσῆν δέ, πόλις ἡ σή, Λακεδαίμων ἐγνώρισε, τὴν γὰρ παθῶν ἀποτέμνεις Αἴγυπτον νῦν, μετανοίας τοῖς διδάγμασιν. Δοξαστικὸν Ἦχος πλ. β' Ὅσιε Πάτερ, εἰς πᾶσαν τὴν γῆν, ἐξῆλθεν ὁ φθόγγος τῶν κατορθωμάτων σου, δι' ὧν ἐν τοῖς οὐρανοῖς, εὗρες μισθὸν τῶν καμάτων σου· Τῶν Δαιμόνων ὤλεσας τὰς φάλαγγας· τῶν Ἀγγέλων ἔφθασας τὰ τάγματα, ὧν τὸν βίον ἀμέμπτως ἐζήλωσας. Παρρησίαν ἔχων πρὸς Χριστὸν τὸν Θεόν, εἰρήνην αἴτησαι ταῖς ψυχαῖς ἡμῶν. Θεοτοκίον Ἦχος πλ. β' Μεταβολὴ τῶν θλιβομένων, ἀπαλλαγὴ τῶν ἀσθενούντων, ὑπάρχουσα Θεοτόκε Παρθένε, σῷζε πόλιν καὶ λαόν, τῶν πολεμουμένων ἡ εἰρήνη, τῶν χειμαζομένων ἡ γαλήνη, ἡ μόνη προστασία τῶν πιστῶν. Σταυροθεοτοκίον Ἦχος πλ. β' Τριήμερος ἀνέστης ΤΟ ΑΚΟΥΤΕ Ἡ πάναγνος ὡς εἶδὲ σε, ἐπὶ Σταυροῦ κρεμάμενον, θρηνῳδοῦσα, ἀνεβόα μητρικῶς· Υἱέ μου, καὶ Θεέ μου, γλυκύτατόν μου τέκνον, πῶς φέρεις πάθος ἐπονείδιστον;
p22 ΠΕΝΤΗΚΟΣΤΑΡΙΟΝ Τῌ ΔΕΥΤΕΡᾼ ΤΗΣ Δ' ΕΒΔΟΜΑΔΟΣ ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς Ἦχος πλ. δ' Ὢ τοῦ παραδόξου θαύματος ΤΟ ΑΚΟΥΤΕ Ὢ τοῦ παραδόξου θαύματος! ὁ ποιητὴς τοῦ παντός, σαρκοφόρος γενόμενος, τὴν ἡμῶν ἑπτώχευσε φύσιν θέλων ὡς εὔσπλαγχνος, καὶ τοῖς ἀνθρώποις συνδιαιτώμενος, θαυμάτων πλήθη Ἑβραίοις δέδειχεν· ὅθεν ἰάσατο, τὸν ποτὲ Παράλυτον, εἰπὼν αὐτῷ· Ἆρόν σου τὸν κράββατον, ἐν Βηθεσδὰ ἐπιστάς. Ἦχος πλ. δ' Σῶτερ Θεέ μου καὶ Κύριε, τοὺς πεπτωκότας βροτούς, ἀναστῆσαι βουλόμενος, ἐπὶ γῆς ἄνθρωπος, περιήρχου ἰώμενος, πάντων τὰς ὡς νόσους δι' εὐσπλαγχνίαν πολλήν· διὸ φοιτήσας, Προβατικῇ ἐν στοᾷ, σῷον ἀνέδειξας, τὸν ποτὲ Παράλυτον λόγῳ τῷ σῷ, ὀκτὼ καὶ τριάκοντα, ἔτεσι κείμενον. Ἦχος πλ. δ' Φθόνῳ Ἑβραῖοι τηκόμενοι, εὐεργεσίας τὰς σάς, ὑπεράγαθε Κύριε, ἀφορμὴν ποιούμενοι, καὶ μανίας ὑπέκκαυμα, παρανομοῦντες αὐτοὶ τὸν νόμον ἀεί, σὲ ἐπεζήτουν, κτεῖναι τὴν ὄντως ζωὴν διὰ τὸ Σάββατον, ὅτε ὅλον ἄνθρωπον, ἔδειξας σὺ ὑγιῆ, παράλυτον ὄντα τὸ πρότερον. Δόξα... Καὶ νῦν... Ἦχος α' Ἐπὶ τῇ Προβατικῇ κολυμβήθρᾳ ἄνθρωπος κατέκειτο ἐν ἀσθενείᾳ, καὶ ἰδών σε Κύριε, ἐβόα· Ἄνθρωπον οὐκ ἔχω, ἵνα, ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλῃ με ἐν αὐτῷ, ἐν ᾧ δὲ πορεύομαι, ἄλλος προλαμβάνει με, καὶ λαμβάνει τὴν ἴασιν, ἐγὼ δὲ ἀσθενῶν κατάκειμαι. Καὶ εὐθὺς σπλαγχνισθεὶς ὁ Σωτήρ, λέγει πρὸς αὐτόν· Διὰ σὲ ἄνθρωπος γέγονα, διὰ σὲ σάρκα περιβέβλημαι, καὶ λέγεις ἄνθρωπον οὐκ ἔχω; ἆρόν σου τὸν κράββατον καὶ περιπάτει. Πάντα σοι δυνατά, πάντα ὑπακούει, πάντα ὑποτέτακται, πάντων ἡμῶν μνήσθητι, καὶ ἐλέησον ἅγιε, ὡς φιλάνθρωπος. Ἀναστάσιμον Ἦχος γ' Τῷ σῷ Σταυρῷ, Χριστὲ Σωτήρ, θανάτου κράτος λέλυται, καὶ διαβόλου ἡ πλάνη κατήργηται, γένος δὲ ἀνθρώπων, πίστει σῳζόμενον, ὕμνον σοι καθ' ἑκάστην προσφέρει. Κατανυκτικὸν Ἦχος γ' Ἑσπερινὸν ὕμνον προσφέρομέν σοι Χριστέ, μετὰ θυμιάματος, καὶ ᾠδῶν πνευματικῶν ἐλέησον Σωτὴρ τὰς ψυχὰς ἡμῶν. Μαρτυρικὸν Ἦχος γ' Μεγάλη τοῦ Σταυροῦ σου Κύριε ἡ δύναμις· ἐπάγη γὰρ ἐν τόπῳ, καὶ ἐνεργεῖ ἐν κόσμῳ, καὶ ἀνέδειξεν ἐξ ἁλιέων Ἀποστόλους, καὶ ἐξ ἐθνῶν Μάρτυρας, ἵνα πρεσβεύωσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν. Δόξα... Καὶ νῦν... Ἦχος α' Ὁ τῇ παλάμῃ τῇ ἀχράντῳ πλαστουργήσας τὸν ἄνθρωπον, ἦλθες εὔσπλαγχνε, τοὺς νοσοῦντας ἰάσασθαι Χριστέ, τὸν Παράλυτον ἐν τῇ Προβατικῇ κολυμβήθρᾳ, διὰ τοῦ λόγου σου ἀνέστησας. Αἱμόρρου δὲ τὸ ἄλγος ἐθεράπευσας, τῆς Χαναναίας τὴν παῖδα ἐνοχλουμένην ἠλέησας, καὶ τὴν αἴτησιν τοῦ Ἑκατοντάρχου οὐ παρεῖδες. Διὰ τοῦτο κράζομεν· Παντοδύναμε Κύριε, δόξα σοι. Ἀπολυτίκιον Ἦχος γ΄ Άυτόμελον ΤΟ ΑΚΟΥΤΕ Εὐφραινέσθω τὰ οὐράνια, ἀγαλλιάσθω τὰ ἐπίγεια, ὅτι ἐποίησε κράτος, ἐν βραχίονι αὐτοῦ, ὁ Κύριος, ἐπάτησε τῷ θανάτῳ τὸν θάνατον, πρωτότοκος τῶν νεκρῶν ἐγένετο, ἐκ κοιλίας ᾅδου ἐρρύσατο ἡμᾶς, καὶ παρέσχε τῷ κόσμῳ τὸ μέγα ἔλεος. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὴν α' Στιχολογίαν, Καθίσματα τῆς Ὀκτωήχου Ἦχος γ' Ἀναστάσιμον Χριστὸς ἐκ νεκρῶν ἐγήγερται, ἡ ἀπαρχὴ τῶν κεκοιμημένων, ὁ πρωτότοκος τῆς κτίσεως, καὶ δημιουργὸς πάντων τῶν γεγονότων, τὴν καταφθαρεῖσαν φύσιν τοῦ γένους ἡμῶν, ἐν ἑαυτῷ ἀνεκαίνισεν· οὐκ ἔτι θάνατε κυριεύεις· ὁ γὰρ τῶν ὅλων Δεσπότης, τὸ κράτος σου κατέλυσε. Κατανυκτικὸν Παροικοῦσα ἐν τῇ γῇ, ψυχή μου μετανόησον· χοῦς ἐν τάφῳ οὐχ ὑμνεῖ, πταισμάτων οὐ λυτροῦται, βόησον Χριστῷ τῷ Θεῷ. Καρδιογνῶστα, ἥμαρτον, πρὶν καταδικάσῃς με, ἐλέησόν με. Μαρτυρικὸν Τὸ εὔψυχον τῆς καρτερίας ἡμῶν, ἐνίκησε τὰ μηχανήματα τοῦ ἀρχεκάκου ἐχθροῦ, Ἀθλοφόροι μακάριοι· διὰ τοῦτο τῆς αἰωνίου κατηξιώθητε μακαριότητος. Ἀλλὰ πρεσβεύσατε τῷ Κυρίῳ, τοῦ φιλοχρίστου λαοῦ σῶσαι τὸ ποίμνιον, Μάρτυρες ὑπάρχοντες τῆς ἀληθείας. Δόξα... Καὶ νῦν ... Θεοτοκίον Τὴν ὡραιότητα, τῆς παρθενίας σου, καὶ τὸ ὑπέρλαμπρον, τὸ τῆς ἁγνείας σου, ὁ Γαβριὴλ καταπλαγείς, ἐβόα σοι Θεοτόκε. Ποῖόν σοι ἐγκώμιον, προσαγάγω ἐπάξιον, τί δὲ ὀνομάσω σε; ἀπορῶ καὶ ἐξίσταμαι· διὸ ὡς προσετάγην, βοῶ σοι· Χαῖρε ἡ κεχαριτωμένη. Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα τῆς Ἑορτῆς Ἦχος γ' Τὴν ὡραιότητα ΤΟ ΑΚΟΥΤΕ Πάρεσιν εὕραντο, τὴν ὁλοσώματον, οἱ παραλύσεσι, φθόνου σφιγγόμενοι, τὴν ἐν Σαββάτῳ Παραλύτου σφίγξιν κατανοοῦντες· λέγοντες· οὐκ ἔξεστι, θεραπεύειν τοῖς Σάββασι, λύειν τε τὴν πάτριον, τοῦ Σαββάτου κατάπαυσιν, τοῦ νόμου σε μὴ γνόντες Δεσπότην, καὶ θεραπευτὴν τῶν ψυχῶν ἡμῶν. (Δίς) Κανών γ', ᾨδὴ α', τοῦ Παραλύτου Ἦχος γ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Θαυμαστὸς ἐνδόξως, ποιῶν τέρατα, σὺ εἶ Θεός, ὁ ἄβυσσον γεώσας, καὶ ἅρματα καλύψας, καὶ λαὸν διασώσας, ᾄδοντά σοι, ὡς λυτρωτῇ ἡμῶν Θεῷ».Ἐνεργῶν σημεῖα, ποιῶν τέρατα, μόνε Βασιλεῦ, σταυρὸν ἐθελουσίως ὑπέστης, ὡς οἰκτίρμων, καὶ θάνατον θανάτῳ θανατώσας, ἐζωοποίησας ἡμᾶς.Τῇ Χριστοῦ Ἐγέρσει, λαοὶ σήμερον, χορεύσωμεν πιστῶς, ἐσκύλευται ὁ ᾍδης, δεσμίους οὓς κατεῖχεν, ἀπέδωκε σπουδαίως, ἀνυμνοῦντας τὰ μεγαλεῖα τοῦ Θεοῦ.Ὁ δυνάμει θείᾳ ποτὲ Παράλυτον, λόγῳ σου Χριστέ, συσφίγξας καὶ προστάξας, αὐτῷ τὴν κλίνην ἆραι, χρονίως ἀσθενοῦντι, τὴν ψυχήν μου νοσοῦσαν, ἴασαι δεινῶς.Ἐν τῇ κολυμβήθρᾳ, ποτὲ Ἄγγελος, τῇ Προβατικῇ, κατήρχετο, καὶ ἕνα ἰᾶτο κατὰ χρόνον· Βαπτίσματι δὲ θείῳ νῦν καθαίρει, ἄπειρα πλήθη ὁ Χριστός.Ἀρχηγὲ Ἀγγέλων, Ἀρχιστράτηγε τῶν ἄνω λειτουργῶν, τοὺς συναθροιζομένους, ἐν τῷ σεπτῷ ναῷ σου, καὶ τὸν Θεὸν ἀνυμνοῦντας, σκέπε, φρούρει, ἀπὸ παντοίων πειρασμῶν.Δόξα...Ἐν τρισὶ προσώποις, μιᾷ φύσει δέ, ἄναρχον Θεόν, ὑμνήσωμεν ἀπαύστως μετὰ τῶν ἀσωμάτων, Πατέρα, Λόγον, Πνεῦμα, βασιλείαν ἔχουσαν, καὶ κράτος ἀμερές.Καὶ νῦν ... ΘεοτοκίονΤὴν τιμῶσαν ταύτην, Ἁγνὴ πόλιν σου πάντοτε πιστῶς, περίσῳζε κινδύνων, ἁλώσεως βαρβάρων, πολέμου ἐμφυλίου, καὶ μαχαίρας, καὶ πάσης ἄλλης ἀπειλῆς. Κανών γ', ᾨδὴ γ', τοῦ Παραλύτου Ἦχος γ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Στεῖρα ψυχὴ καὶ ἄγονε, κτῆσαι καρπὸν εὐκλεῆ, εὐτεκνουμένη βόησον· Ἐστερεώθη ἡ καρδία μου, οὐκ ἔστιν ἅγιος, καὶ οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε».Ὁρῶν σε πάλαι ἥλιος, ξύλῳ κρεμάμενον, Λόγε τὸ φῶς συνέστειλε, καὶ ἐδονεῖτο ἡ γῆ ἅπασα, νεκροὶ ἐξανίσταντο, νεκροῦ γενομένου σου, παντοδύναμε.Μετὰ ψυχῆς ἐλθόντος σου, ἐν τῇ κοιλίᾳ τῆς γῆς, ψυχὰς ἅσπερ ἐκέκτητο, ἐναπεδίδου ᾍδης σπουδῇ, βοώσας τῷ κράτει σου, ᾠδὴν χαριστήριον, μόνε Κύριε.Τὴν ἐπὶ χρόνους πλείονας, ἐξασθενοῦσαν δεινῶς, ψυχήν μου ὑπεράγαθε, ὡς τὸν Παράλυτον πρίν, ὑγίωσον, ὡς ἂν βηματίζω σου, τὰς τρίβους, ἃς ἔδειξας τοῖς ποθοῦσί σε.Μετὰ τῶν ἄνω τάξεων, Θεοῦ Ἀρχάγγελε, ἱκετηρίαν ποίησον, ὑπὲρ τῶν πίστει ἀνυμνούντων σε φρουρῶν, συντηρῶν ἡμᾶς τοῦ βίου τοῖς πάθεσι περιπίπτοντας.Δόξα...Δόξα, Πατρὶ βοήσωμεν, Υἱῷ, καὶ Πνεύματι· εἷς γὰρ ὑπάρχει φύσει Θεός, ὃν αἱ δυνάμεις πᾶσαι τῶν οὐρανῶν, ἐν φόβῳ δοξάζουσι, τό, Ἅγιος, Ἅγιος, Ἅγιος, κράζουσι.Καὶ νῦν ... ΘεοτοκίονἌσπορον ἔσχες σύλληψιν, καὶ ὑπὲρ νοῦν τοκετόν, Παρθενομῆτορ ἄχραντε, ἔργον φρικῶδες, θαῦμα μέγιστον, Ἀγγέλοις τιμώμενον, βροτοῖς δοξαζόμενον, Κόρη Δέσποινα. Κανών γ', ᾨδὴ δ', τοῦ Παραλύτου Ἦχος γ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Τὸ κατάσκιον ὄρος, ὁ Ἀββακοὺμ προεώρα, τὴν ἄχραντόν σου μήτραν Ἁγνή· διὸ καὶ ἀνεκραύγαζεν· Ἀπὸ Θαιμὰν ἥξει ὁ Θεός, καὶ ὁ Ἅγιος ἐξ ὄρους, κατασκίου δασέος».Τῶν Ἑβραίων ὁ δῆμος, φθόνῳ τηκόμενος, ξύλῳ ἐσταύρωσέ σε, Κύριε, καὶ λύσας τὸ κατάκριμα, τὸ τοῦ θανάτου ὡς κραταιὸς ἐξεγήγερσαι, τὸν κόσμον σεαυτῷ συνεγείρας.Μετὰ μύρων Γυναῖκες, τί τὸ ἀκένωτον μύρον, ζητεῖτε; ἐξεγήγερται, ταῖς Μυροφόροις ἔφησεν, ὁ καθεζόμενος ἐν λευκοῖς, τὴν ὑφήλιον πληρώσας, νοητῆς εὐωδίας.Δούλου φέρων εἰκόνα, ὑπερβολῇ εὐσπλαγχνίας, βαδίζων παραγέγονας, καὶ ὑγιῆ ἀπέδειξας, τὸν ἐπὶ χρόνοις Λόγε πολλοῖς, κατακείμενον, κελεύσας, καὶ τὸν κράββατον ἆραι.Ἄγγελος μὲν Κυρίου, κατὰ καιρὸν καταβαίνων, τὸ ὕδωρ ἐν τῇ Προβατικῇ ἐτάρασσε, τελῶν ὑγιῆ ἕνα καὶ μόνον, ὁ δὲ Χριστός, πλήθη ἄπειρα, τῷ θείῳ Βαπτισμῷ διασῴζει.Ἀρχηγὲ τῶν Ἀγγέλων, καὶ ὁδηγὲ πλανωμένων, Κυρίου Ἀρχιστράτηγε, τῇ ὥρᾳ ταύτῃ, μέσον ἡμῶν παραγενοῦ, καὶ τὰς προσευχὰς πάντων προσάγαγε, τῷ μόνῳ ποιητῇ καὶ Δεσπότῃ.Δόξα...Ἑνουμένη τῇ φύσει, διαιρουμένη προσώποις, ὑπάρχει ἡ ἁγία Τριάς, Πατὴρ ὁ ὑπερούσιος, ὁ συναΐδιός τε Υἱός, καὶ τὸ ἅγιον καὶ μόνον, παντοδύναμον Πνεῦμα.Καὶ νῦν ... ΘεοτοκίονἩ Ἁγνὴ πῶς θηλάζεις; πῶς δὲ ἐγέννησας βρέφος, τοῦ Ἀδὰμ ἀρχαιότερον; πῶς ἐν ἀγκάλαις φέρεις Υἱόν, τὸν ἐπὶ ὤμων χερουβικῶν; ὡς ἐπίσταται, ὡς οἶδεν, ὁ τὸ πᾶν οὐσιώσας. Κανών γ', ᾨδὴ ε', τοῦ Παραλύτου Ἦχος γ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Φωτὶ τῷ ἀνεσπέρῳ σου Χριστέ, καταύγασον τὴν ταπεινήν μου ψυχήν, καὶ ὁδήγησον εἰς τὸν φόβον σου· διότι φῶς τὰ προστάγματά σου».Ὑψώθης ἐπὶ ξύλου τοῦ Σταυροῦ, καὶ κόσμον ἅπαντα συνανύψωσας, καὶ γενόμενος ἐν νεκροῖς ὁ Θεός, νεκροὺς ἐγείρεις τοὺς ἀπ' αἰῶνος.Ἀνέστη καθὼς εἶπεν ὁ Χριστός, κενώσας ἅπαντα ᾍδου τὰ βασίλεια, καὶ ὀπτάνεται Ἀποστόλοις, χαρᾶς μεταδιδοὺς διαιωνιζούσης.Λευκείμων καθωράθη γυναιξίν, ἀστράπτων Ἄγγελος, φάσκων· Μὴ κλαίετε, ἡ ζωὴ ἡμῶν ἐξεγήγερται, τοὺς ἐν τοῖς τάφοις νεκροὺς ζωώσας.Παράλυτον ὡς ἤγειρας Χριστέ, τὴν παρειμένην μου ψυχὴν ὑγίωσον, παραβάσεσι, καὶ βαδίζειν με τὰς σὰς ὀρθὰς εὐόδωσον τρίβους.Ἀγγέλων ἀρχηγέτα Μιχαήλ, τὸν ἀθροιζόμενον ἐν τῷ τεμένει σου λαὸν σήμερον, καὶ κηρύττοντα τὰ τοῦ Θεοῦ, σῷζε μεγαλεῖα.Δόξα...Ἰσότιμος τρισάριθμος μονάς, διαιρουμένη μὲν πιστῶς ταῖς ὑποστάσεσιν, ἑνουμένη δὲ φύσει πέφυκε, Πατήρ, Υἱὸς καὶ τὸ θεῖον Πνεῦμα.Καὶ νῦν ... ΘεοτοκίονΤὴν ἄσπορον λοχείαν σου Ἁγνή, τὴν ἀκατάληπτον ὑμνοῦμεν γέννησιν, μακαρίζοντες ὡς Μητέρα σε, τοῦ ποιητοῦ πάντων καὶ Δεσπότου. Κανών γ', ᾨδὴ ς', τοῦ Παραλύτου Ἦχος γ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Βυθός μοι τῶν παθῶν ἐπανέστη, καὶ ζάλη ἐναντίων ἀνέμων· ἀλλὰ προφθάσας με σύ, σῶσον Σωτήρ, καὶ ῥῦσαι φθορᾶς, ὡς ἔσωσας τοῦ θηρὸς τὸν Προφήτην».Ὑψώθης ἑκουσίως ἐν ξύλῳ, ἐτέθης ὡς νεκρὸς ἐν μνημείῳ, καί τοὺς ἐν ᾍδῃ νεκρούς, πάντας ὁμοῦ ζωώσας Χριστέ, ἀνέστησας θεϊκῇ δυναστείᾳ.Ὁ ᾍδης συναντήσας σοι κάτω, οἰκτίρμον ἐπικράνθη, δεσμώτας, ἀποδιδοὺς ἐν σπουδῇ, σοῦ τὴν φρικτὴν ὑμνοῦντας Σωτὴρ Ἀνάστασιν, ἐν φωναῖς ἀσιγήτοις.Οἱ θεῖοι Μαθηταὶ κατιδόντες ἐκ τάφου, τὴν ζωὴν τῶν ἁπάντων, ἐγηγερμένον Χριστὸν πόθῳ πολλῷ, καὶ γνώμῃ εὐθεῖ, καὶ θυμηδίᾳ ψυχῆς προσεκύνουν.Ὁ πάλαι ἐπὶ κλίνης ὀδύνης, ἐν χρόνοις κατακείμενος πλείστοις, τῇ σῇ προστάξει Χριστέ, ἀρτιωθεὶς δοξάζει, ὑμνῶν τὴν εὐπλαγχνίαν, τὴν σὴν ζωοδότα.Ἀγγέλων Μιχαὴλ ἀρχηγέτα, τῷ θρόνῳ παρεστὼς τοῦ Δεσπότου, πάρεσο μέσον ἡμῶν, καθοδηγῶν πρὸς τρίβους ζωῆς, τοὺς σὲ προστάτην, θερμὸν κεκτημένους.Δόξα...Τριάδα τοῖς προσώποις σε σέβω, μονάδα τῇ οὐσίᾳ κηρύττω, ἄναρχε Πάτερ, Υἱέ, Πνεῦμα εὐθές, Θεὲ τοῦ παντός, μετὰ τῶν ἄνω φρικτῶν στρατευμάτων.Καὶ νῦν ... ΘεοτοκίονὉ πάντα θείῳ νεύματι φέρων, κρατεῖται Θεοτόκε Παρθένε, ἐν ταῖς ἀγκάλαις ταῖς σαῖς, πάντας ἡμᾶς ἁρπάζων χειρός, δουλείας τοῦ πονηροῦ, ὡς οἰκτίρμων. Κοντάκιον Ἦχος γ' Ἡ Παρθένος σήμερον ΤΟ ΑΚΟΥΤΕ Τὴν ψυχήν μου Κύριε, ἐν ἁμαρτίαις παντοίαις, καὶ ἀτόποις πράξεσι, δεινῶς παραλελυμένην, ἔγειρον τῇ θεϊκῇ σου ἐπιστασίᾳ, ὥσπερ καὶ τὸν Παράλυτον, ἤγειρας πάλαι, ἵνα κράζω σεσωσμένος· Οἰκτίρμον δόξα, Χριστέ, τῷ κράτει σου. Κανών γ', ᾨδὴ ζ', τοῦ Παραλύτου Ἦχος γ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Ὁ τὴν φλόγα δροσίσας τῆς καμίνου, καὶ τοὺς παῖδας ἀφλέκτους διασώσας, εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν».Ἁπλωθέντα σε ξύλῳ ὡς ἑώρα, φῶς συνέστειλεν ἥλιος μὴ σθένων, τῷ κόσμῳ φαίνειν, σοῦ ἑκουσίως δύναντος Παμβασιλεῦ, εἰς φαῦσιν πάντων ἐθνῶν.Ἐξανέστης κενώσας τὰ μνημεῖα, καὶ σκυλεύσας τὸν ᾍδην δυναστείᾳ παντοδυνάμῳ· διὸ ὑμνοῦμεν τὴν σεπτήν σου Χριστὲ καὶ θείαν Ἔγερσιν.Ὡς νεκρὸν τί τὸν ζῶντα ἐκζητεῖτε; ἐξηγέρθη, οὐκ ἔστιν ἐν τῷ τάφῳ, ταῖς Μυροφόροις ἐβόα πάλαι, ἐξαστράπτων μορφῇ ὁ θεῖος Ἄγγελος.Κατακείμενον χρόνοις ἐπὶ πλείστοις, τὸν Παράλυτον λόγῳ ὑγιώσας, ἐβόας· Ἆρον τὸν κράββατόν σου, καὶ πορεύου ὑμνῶν τὰ μεγαλεῖα τοῦ Θεοῦ.Μιχαὴλ Ἀρχιστράτηγε Κυρίου, τοὺς πιστῶς ἐν τῷ θείῳ σου τεμένει, ἀθροιζομένους Θεοῦ εἰς αἶνον. Ὁδήγει, σκέπε, ἐκ παντοίων κακῶν τῇ μεσιτείᾳ σου.Δόξα...Ὦ Τριάς, τοὺς πίστει σε ὑμνοῦντας, ὡς Θεὸν τῶν ἁπάντων καὶ Δεσπότην ἀπὸ παντοίων κινδύνων σῷζε, καὶ τῶν σῶν ἀγαθῶν μετόχους ποίησον.Καὶ νῦν ... ΘεοτοκίονΠαρθενεύεις τεκοῦσα ὑπὲρ λόγον, τὸν πρὸ πάντων αἰώνων γεννηθέντα, ἐκ τοῦ ἀνάρχου Πατρὸς ἀρρεύστως· διὰ τοῦτο Ἁγνή σε μακαρίζομεν. Κανών γ', ᾨδὴ η', τοῦ Παραλύτου Ἦχος γ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ «Τὸν ὑπ' Ἀγγέλων ἀσιγήτως ἐν ὑψίστοις δοξαζόμενον Θεόν, οἱ οὐρανοὶ τῶν οὐρανῶν, γῆ καὶ ὄρη καὶ βουνοί, βυθὸς καὶ πᾶν γένος ἀνθρώπων, ὕμνοις αὐτὸν ὡς κτίστην καὶ λυτρωτὴν εὐλογεῖτε».Τὸ καταπέτασμα ἐσχίσθη, σταυρωθέντος σου ὁ Σωτὴρ ἡμῶν, καὶ ἀπεδίδου τοὺς νεκρούς, οὓς κατέπιεν ὁ θάνατος, καὶ ᾍδης ἐγυμνοῦτο, σὲ καθορῶν ἐν κατωτάτοις τῆς γῆς γεγονότα.Ποῦ σου τὸ κέντρον ἐστὶ θάνατε; ποῦ σου ᾍδη νῦν τὸ νῖκος; τῷ ἀναστάντι Βασιλεῖ ἐνεκρώθης καὶ ἀπόλωλας, οὐκ ἔτι βασιλεύεις· ὁ κραταιὸς ἀφείλετο γὰρ οὕς εἶχες δεσμίους.Δράμετε τάχος ἀπαγγείλατε, Ἀποστόλοις τὴν ἀνάστασιν, ταῖς μυροφόροις, ὁ φανεὶς νεανίας ἀπεφθέγγετο· Ἀνέστη ὁ Δεσπότης, καὶ σὺν αὐτῷ, οἱ ἀπ' αἰῶνος νεκροὶ παραδόξως.Ἔτεσι πλείστοις κατακείμενος ὁ Παράλυτος, ἐκραύγαζεν· Ἐλέησόν με λυτρωτὰ ἀπορίᾳ συνεχόμενον, ὁ δὲ προστάττει τούτῳ ἆραι σπουδῇ τὸν κράββατον, καὶ ὀρθῶς βηματίζειν.Ὡς τῶν ἀΰλων προηγούμενος, Ἀρχιστράτηγε Δυνάμεων, σὺν ταύταις αἴτησαι ἡμῖν τῶν πταισμάτων ἀπολύτρωσιν, διόρθωσίν τε βίου, καὶ τῶν ἐκεῖ ἀπόλαυσιν ἀγαθῶν αἰωνίων.Δόξα...Ἄκτιστον, ἄτμητον οὐσίαν, τρισυπόστατον Θεότητα, Πατέρα ἄναρχον Θεόν, καὶ Υἱὸν καὶ Πνεῦμα ἅγιον, ὑμνήσωμεν συμφώνως, τῶν Σεραφὶμ κραυγάζοντες τὴν φρικτήν μελῳδίαν.Καὶ νῦν ... ΘεοτοκίονΤόμον σε πάλαι ἐθεάσατο, Ἡσαΐας Ἀειπάρθενε, ἐν ᾧ δακτύλῳ τοῦ Πατρός, Λόγος ἄχρονος ἐγέγραπτο, ἐκ πάσης ἀλογίας σῴζων ἡμᾶς, τοὺς λόγοις σε ἱεροῖς ἀνυμνοῦντας. Κανών γ', ᾨδὴ θ', τοῦ Παραλύτου Ἦχος γ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ Ἐν Σιναίῳ τῷ ὄρει κατεῖδέ σε, ἐν τῇ βάτῳ Μωϋσῆς, τὴν ἀφλέκτως τὸ πῦρ τῆς Θεότητος, δεξαμένην ἐν γαστρί, Δανιὴλ δέ σε εἶδεν, ὄρος ἀλατόμητον, ῥάβδον βλαστήσασαν, Ἡσαΐας κέκραγε, τὴν ἐκ ῥίζης Δαυΐδ.Ἰησοῦ ἐπὶ ξύλου ὑψούμενος, συνανύψωσας ἡμᾶς, καὶ τεθεὶς ἑκουσίως ἐν μνήματι, ἐκ μνημάτων τοὺς νεκρούς, ἐξανέστησας πάντας, ὑμνοῦντας τὸ κράτος σου τὸ ἀκατάληπτον, καὶ τὴν δυναστείαν τὴν σὴν τὴν ἀήττητον.Ὡραιότατος τάφου ἀνέτειλας, ὡς νυμφίος ἐκ παστοῦ, ὡραιότατε Λόγε, καὶ ἔλυσας τὸ τοῦ ᾍδου ἀμειδές, καὶ δεσμώτας ἐξῆρας, συμφώνως κραυγάζοντας· Δόξα τῇ δόξῃ σου, δόξα Ἰησοῦ ὁ Θεὸς τῇ Ἐγέρσει σου.Στεναγμούς τε καὶ δάκρυα φέρουσαι, μετὰ μύρων ἐν σπουδῇ, τὸ πανάγιον μνῆμα κατέλαβον αἱ γυναῖκες, καὶ Χριστοῦ ἐδιδάσκοντο πίστει τὴν ἔνδοξον Ἔγερσιν, ἥν ἑορτάζομεν, ἐν ἀγαλλιάσει ψυχῆς εὐφραινόμενοι.Ἠκολούθει ἡ ῥῶσις τοῦ σώματος, τῇ προστάξει σου Χριστέ, καὶ ὡρᾶτο ὁ πρῴην Παράλυτος, διερχόμενος σπουδῇ, καὶ τὸν κράββατον φέρων ἐφ' ὃν κατεκλίνετο, ἔτεσι πλείοσιν, ἀνυμνολογῶν τὴν πολλὴν δυναστείαν σου.Φωτισμὸν ἡμῖν αἴτησαι μέγιστε, Ἀρχιστράτηγε, ἀεὶ τῷ μεγάλῳ φωτὶ παριστάμενος, καὶ εἰρήνευσον ἡμῶν, τὴν ζωὴν ἐπηρείαις, πάντοτε τοῦ ὄφεως, καὶ περιστάσεσι, βίου δονουμένην ἀεὶ ἀξιάγαστε.Δόξα...Φῶς καὶ φῶτα ζωήν τε δοξάζω σε, καὶ ζωὰς πανευσεβῶς, Πάτερ Λόγε, καὶ Πνεῦμα τὸ ἅγιον, τρισυπόστατε μονάς, ἀδιαίρετον κράτος, Θεότης ἀσύγχυτε, Ἅγιος, Ἅγιος, Ἅγιος, βοῶν, σὺν ταῖς ἄνω δυνάμεσι.Καὶ νῦν ... ΘεοτοκίονΦωτοφόρου προῆλθε νηδύος σου, μέγας Ἥλιος Χριστός, καὶ τὸν κόσμον ἐφώτισεν ἄχραντε, ἐπιλάμψεσι φαιδραῖς, καὶ τὸ σκότος ἐξῆρε, τὸ τῆς παραβάσεως· ὅθεν ὑμνοῦμέν σε, πάντων ὡς αἰτίαν καλῶν Θεονύμφευτε. Ἐξαποστειλάριον τοῦ Παραλύτου Ἦχος β' Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ Ἐπέστη ὁ φιλάνθρωπος, καὶ πανοικτίρμων Κύριος, Προβατικῇ κολυμβήθρᾳ, τοῦ θεραπεῦσαι τὰς νόσους, εὗρε δὲ κατακείμενον, ἄνθρωπον πλείστοις ἔτεσι, καὶ πρός αὐτὸν ἐβόησεν· Ἆρον τὸν κράββατον, ἴθι, πρὸς τὰς ὁδοὺς τὰς εὐθείας. Εἰς τοὺς Α ἲ ν ο υ ς Στιχηρὰ Ἦχος γ' Ἀναστάσιμον Δεῦτε πάντα τὰ ἔθνη, γνῶτε τοῦ φρικτοῦ μυστηρίου τὴν δύναμιν· Χριστὸς γὰρ ὁ Σωτὴρ ἡμῶν, ὁ ἐν ἀρχῇ Λόγος, ἐσταυρώθη δι' ἡμᾶς, καὶ ἑκὼν ἐτάφη, καὶ ἀνέστη ἐκ νεκρῶν, τοῦ σῶσαι τὰ σύμπαντα· Αὐτὸν προσκυνήσωμεν. Ἦχος γ' Δεῦτε πάντα τὰ ἔθνη, γνῶτε τοῦ φρικτοῦ μυστηρίου τὴν δύναμιν· Χριστὸς γὰρ ὁ Σωτὴρ ἡμῶν, ὁ ἐν ἀρχῇ Λόγος, ἐσταυρώθη δι' ἡμᾶς, καὶ ἑκὼν ἐτάφη, καὶ ἀνέστη ἐκ νεκρῶν, τοῦ σῶσαι τὰ σύμπαντα· Αὐτὸν προσκυνήσωμεν. Ἦχος γ' Κατανυκτικὸν Πολλάκις τὴν ὑμνῳδίαν ἐκτελῶν, εὑρέθην τὴν ἁμαρτίαν ἐκπληρῶν, τῇ μὲν γλώττῃ ᾄσματα φθεγγόμενος, τῇ δὲ ψυχῇ ἄτοπα λογιζόμενος· ἀλλ' ἑκάτερα διόρθωσον, Χριστὲ ὁ Θεός, διὰ τῆς μετανοίας, καὶ σῶσόν με. Ἦχος γ' Μαρτυρικὸν Τῶν ἁγίων Ἀθλοφόρων τὴν μνήμην, δεῦτε λαοὶ ἅπαντες τιμήσωμεν, ὅτι θέατρον γενόμενοι, Ἀγγέλοις καὶ ἀνθρώποις, τὸν τῆς νίκης στέφανον παρὰ Χριστοῦ ἐκομίσαντο, καὶ πρεσβεύουσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν. Δόξα... Καὶ νῦν... Ἦχος α' Ἄταφος νεκρὸς ὑπάρχων ὁ Παράλυτος, ἰδών σε ἐβόησεν· Ἐλέησόν με Κύριε, ὅτι ἡ κλίνη μου τύμβος μοι ἐγένετο. Τί μοι κέρδος ζωῆς; οὐ χρῄζω τῆς Προβατικῆς κολυμβήθρας· οὐ γὰρ ἐστί μοι τίς ὁ ἐμβάλλων με, ταραττομένων τῶν ὑδάτων· ἀλλὰ σοὶ τῇ πηγῇ προσέρχομαι τῶν ἰαμάτων, ἵνα κἀγὼ μετὰ πάντων κράζω· Παντοδύναμε Κύριε, δόξα σοι. Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς Ἦχος γ' Μεγάλη τοῦ Σταυροῦ σου Κύριε ΤΟ ΑΚΟΥΤΕ Σημείων καὶ τεράτων βλέποντες τὴν δύναμιν, οἱ φθόνῳ παρειμένοι, καὶ δυνατοὶ κακίᾳ, οὐκ ἐπίστευον, ὡς σὺ Θεοῦ Υἱὸς ὑπάρχεις καὶ τοῦ παντὸς πρύτανις, ὁ καὶ Παράλυτον ὑγιῆ δείξας λόγῳ.Στίχ. Τὰ ἐλέη σου Κύριε εἰς τὸν αἰῶνα ᾄσομαι. Ἦχος γ' Ἰδόντες οἱ Σαββάτων φύλακες Παράλυτον, σφιγχθέντα ἐν Σαββάτῳ, τὴν ψυχὴν ἐχαυνοῦντο, καί, οὐκ ἔξεστιν, ἐν τῷ Σαββάτῳ θεραπεύειν, καὶ βεβηλοῦν τὸ Σάββατον, τάχα ὡς νόμιμοι, Γραμματεῖς ἐπεβόων.Στίχ. Ὅτι εἶπας, εἰς τὸν αἰῶνα ἔλεος οἰκοδομηθήσεται. Ἦχος γ' Σαββάτων αὐτουργὸν μὴ γνόντες σε καὶ Κύριον, οἱ Σάββατα τηροῦντες, τοῦ Παραλύτου σφίγξιν, διεγόγγυζον, τὴν ἐν Σαββάτῳ γενομένην. Ὡς οὐ καλόν, λέγοντες, αἵρειν τὸν κράββατον, ἐν ἡμέρᾳ Σαββάτου. Δόξα... Καὶ νῦν... Ἦχος πλ. α' Ἀνέβη ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα, ἐπὶ τῇ Προβατικῇ κολυμβήθρᾳ, τῇ λεγομένῃ κατὰ Ἰουδαίους Βηθεσδά, πέντε στοὰς ἐχούσῃ· ἐν ταύταις γὰρ κατεκειτο πλῆθος τῶν ἀσθενούντων. Ἄγγελος γὰρ τοῦ Θεοῦ κατὰ καιρὸν ἐπιφοιτῶν, διετάραττεν αὐτήν, καὶ ῥῶσιν ἐχαρίζετο τοῖς προσιοῦσιν ἐν πίστει. Καὶ ἰδὼν ὁ Κύριος χρονιοῦντα ἄνθρωπον, λέγει πρὸς αὐτόν· θέλεις ὑγιὴς γενέσθαι; ὁ ἀσθενῶν ἀπεκρίνατο· Κύριε, ἄνθρωπον οὐκ ἔχω, ἵνα, ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλῃ με εἰς τὴν κολυμβήθραν, ἰατροῖς κατηνάλωσα τὸν ἅπαντά μου βίον, καὶ ἐλέους τυχεῖν οὐκ ἠξιώθην· ἀλλ' ὁ ἰατρὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων, λέγει πρὸς αὐτόν· Ἆρόν σου τὸν κράββατον καὶ περιπάτει, κηρύττων μου τὴν δύναμιν, καὶ τὸ μέγα ἔλεος ἐν τοῖς πέρασι. Ἀντίφωνον α'Ἦχος β'Στίχ. Ἀλαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ.Στίχ. Ψάλατε δὴ τῷ ὀνόματι αὐτοῦ, δότε δόξαν ἐν αἰνέσει αὐτοῦ.Στίχ. Εἴπατε τῷ Θεῷ· Ὡς φοβερὰ τὰ ἔργα σου. Ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί σου.Στίχ. Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι, ψαλάτωσαν δὴ τῷ ὀνόματι σου Ὕψιστε.Ἀντίφωνον β'Ἦχος ὁ αὐτὸςΣτίχ. Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς.Στίχ. Τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου, ἐν πᾶσιν ἔθνεσι τὸ σωτήριόν σου.Στίχ. Ἐξομολογησάσθωσάν σοι λαοί, ὁ Θεός, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες.Στίχ. Εὐλογήσαι ἡμᾶς ὁ Θεός, καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς.Ἀντίφωνον γ'Ἦχος πλ. α'Στίχ. Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.Στίχ. Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώτου πυρός.Στίχ. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.Στίχ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.ΕἰσοδικὸνἘν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν, Κύριον ἐκ πηγῶν Ἰσραήλ... Ἦχος α' ΤΟ ΑΚΟΥΤΕ Μεγαλυνάριον Ὁ ἄγγελος ἐβόα τῇ κεχαριτωμένῃ· Ἁγνὴ Παρθένε, χαῖρε, καὶ πάλιν ἐρῶ· Χαῖρε· ὁ σὸς υἱὸς ἀνέστη τριήμερος ἐκ τάφου.Φωτίζου, φωτίζου ἡ νέα Ἱερουσαλήμ· ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε. Χόρευε νῦν, καὶ ἀγάλλου Σιών· σὺ δὲ ἁγνή, τέρπου, Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου. Κοινωνικὰ Σῶμα Χριστοῦ μεταλάβετε, πηγῆς ἀθανάτου γεύσασθε. Ἀλληλούϊα.
"\n\n\n\n\n\n\nΨΑΛΤΗΡΙΟΝ\n\n\n\n\nΨΑΛΤΗΡΙΟΝ\n\nΚΑΘΙΣΜΑΤΑ\n\n1 \n2 \n3 \n4(...TRUNCATED)
Καθημερινὲς ἀκολουθίες γιὰ τοὺς Ψάλτες
"\n\n\n\n\n\n\n\n\nK ΚΥΡΙΑΚΗ 0105\n\n\n\n\n\n\nΤῌ Ε' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΑΝ(...TRUNCATED)
Καθημερινὲς ἀκολουθίες γιὰ τοὺς Ψάλτες
"\n\n\n\n\n\nOct 1117\n\n\n \n\n\n\n\n1117 ΟΚΤΩΒΡΙΟΥΑκολουθία τῶν Ἁγίω(...TRUNCATED)
Καθημερινὲς ἀκολουθίες γιὰ τοὺς Ψάλτες
" \n\n\n\n\n\n\n\nJun 29\n\n\n \n\n\n\n\nΤῌ ΚΘ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΝΙΟΥΜν(...TRUNCATED)
Καθημερινὲς ἀκολουθίες γιὰ τοὺς Ψάλτες
" \n\n\n\n\n\n\n\np52\n\n\n \n\n\n\n\nΠΕΝΤΗΚΟΣΤΑΡΙΟΝ\nΤῌ ΤΕΤΑΡΤῌ ΜΕΤΑ (...TRUNCATED)
Καθημερινὲς ἀκολουθίες γιὰ τοὺς Ψάλτες
"\n\n\n\n\n\n\n\n\nΤΕΤΑΡΤΗ 0108\n\n\n\n\n\n\nΤῌ Η' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟ(...TRUNCATED)
Καθημερινὲς ἀκολουθίες γιὰ τοὺς Ψάλτες

Πληροφορίες για τα δεδομένα

Το παρόν dataset περιλαμβάνει λειτουργικά κείμενα της Ελληνικής Ορθόδοξης Εκκλησίας, όπως Ψαλμούς, Ευαγγέλια, ύμνους και άλλες ακολουθίες. Το dataset αποτελεί συλλογή από παραδοσιακά εκκλησιαστικά κείμενα που χρησιμοποιούνται στη Θεία Λειτουργία και άλλες ιερές τελετές. Tα κείμενα είναι γραμμένα στη μεσαιωνική και ελληνιστική κοινή ελληνική, με στοιχεία λόγιας και ποιητικής γλώσσας. Τα αρχεία αντλήθηκαν από τη σελίδα της Ελληνικής Ορθόδοξης Αρχιεπισκοπής Αμερικής : https://glt.goarch.org/#02 και παρατίθενται σε μορφή parquet.

Για οποιοδήποτε ζήτημα, επικοινωνήστε: [email protected]

Data Info

This dataset includes liturgical texts of the Greek Orthodox Church, such as Psalms, Gospels, hymns, and other services. The dataset is a collection of traditional ecclesiastical texts used in the Divine Liturgy and other sacred ceremonies. The texts are written in Medieval and Hellenistic Koine Greek, featuring elements of formal and poetic language. The files were sourced from the website of the Greek Orthodox Archdiocese of America: https://glt.goarch.org/#02 and are provided in parquet format.

For feedback contact: [email protected]

Downloads last month
4